Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπαπαντή του Κυρίου ημών Ιησού Χριστού Empty Παρακλητικός Κανών εις την Υπαπαντή του Κυρίου ημών Ιησού Χριστού

Την / Το Πεμ Νοε 28, 2019 10:48 am
Παρακλητικός Κανών εις την Υπαπαντή του Κυρίου ημών Ιησού Χριστού

Ποίημα ’Ιακώβου Δ. Μαλλιαρού, Μητροπολίτου Mnθύμνης
Παρακλητικός Κανών εις την Υπαπαντή του Κυρίου ημών Ιησού Χριστού Ypapan10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσον μου εν τη δικαιοσύνη σου. Και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιοθήσεται ενώπιόν σου πας ζων. ’Οτι κατεδίωξεν ο εχθρός την ψυχήν μου. Εταπείνωσε εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνας, και ηκηδίασεν επ’ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μη αποστρέψης το πρόσωπόν σου απ’ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου, ότι προς σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, πρός σε κατέφυγον, δίδαξόν με του ποιείν τό θέλημά σου, ότι συ ει ο Θεός μου. Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία, ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου, και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου ειμί.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά παρόντα Τροπάρια

Ἤχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῷς.

Ὤ Συμεών ἐν τῷ Ναῷ πάλιν φάνηϑι, καί σύν τῇ Ἄννῃ μεϑ᾽ ἡμῶν νῦν ἱκέτευε, τόν Λυτρωτήν καί Κύριον ὡς βρέφος κρατῶν· ἔρημοι γάρ ἅπαντες προστασίας καί σκέπης, καί τῆς παραβάσεως τούς καρπούς νῦν τρυγῶμεν. Ἀλλά δυσώπει, πάτερ, ἐκτενῶς, σύν Θεοτόκῳ, εὑρεῖν ἡμᾶς ἔλεος.

Δόξα.
Οι τῷ κελλίῳ τῆς Πανάγνου προσμένοντες, Ὑπαπαντῆς διηνεκῶς ἀναπέμπομεν, ἐν στεναγμοῖς τήν δέησιν ϑερμήν πρός τόν Θεόν. Δέσποτα ἱλάσϑητι, σοῖς ἱκέταις καί ἄνες, πάντων παραπτώματα, ἀναξίων σου δούλων. Πρεσβείαις Ἄννης καί τοῦ Συμεών, πᾶσι παράσχου, πταῖσμάτων τήν ἄφεσιν.

Καί νῦν.
Τῆ Θεομήτορος εἰκόνι προσπέσωμεν, καί ὡς Μητέρα Ἰησοῦ ἱκετεύσωμεν, ὧς παρρησίαν ἔχουσαν ϑερμήν πρός τόν Υἱόν, ὅν ἀφράστως ἔτεκε, τῆς φωνῆς ἐπακοῦσαι, νῦν ἐν στεναγμοῖς ψυχῆς τῶν οἰκτρῶς δεομένων· Ὡς συμπαϑής
παράσχου πρός Χριστοῦ, ῥῶσιν σωμάτων, ψυχῆ τε τήν ἴασιν.


Ό Ν' (50) Ψαλμος
Ελέησόν με, ο Θεός, κατά το μέγα έλεός σου και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου˙ Επί πλείον πλύνον με από της ανομίας μου και από της αμαρτίας μου καθάρισόν με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου εστί δια παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιόν σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις σου και νικήσης εν τω κρίνεσθαί σε. Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω, και καθαρισθήσομαι˙ πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπόν σου από των αμαρτιών μου και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ,ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου σου και το πνεύμα σου το άγιον μη αντανέλης απ΄εμού. Απόδος μοι την αγαλλίασην του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων, ο Θεός ο Θεός της σωτηρίας μου˙ αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα αν ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ˙ Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα˙ Τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.


Εἶτα ψάλλομεν τάς Ὠδάς τοῦ Κανόνος, οὐ ἡ ἀκροστιχίς
«Νῦν ἀπολύοις μὲ Δέσποτα παθῶν ἐπικρατείας»

Ὠδή α΄. Ἦχος πλ. δ ΄. ᾿Ὑγράν διοδεύσας.

Νοός μου τήν ζόφωσιν, Ἀγαϑή, σπεῦσον ἐξαλεῖψαι, παρασχοῦσα τόν φωτισμόν, ὡς ἄν ἱκεσίας ἀναπέμψω, σοί τῇ Παρϑένῳ, Μητρί τοῦ Κυρίου μου.

Υμᾶς τούς προσκλαίοντας σῷ Ναῷ, τῆς Ἀειπαρϑένου, τοῦ Κελλίου Ὑπαπαντῆς, καί ὑμνολογοῦντας τόν Υἱόν σου, τῶν χαλεπῶν και δεινῶν ἐλευϑέρωσον.

Νεάζων τῷ σώματι Συμεών, ἐν Ναῷ ἐπέστης, ὑπαντῆσαι τόν Λυτρωτήν, καί ἡμῶν τήν δέῃσιν προσδέχου, ἀντιδιδούς τήν χαράν καί την ἄφεσιν.

Ἀσῆρ ἐκ φυλῆς ἡ τοῦ Φανουήλ, ἀνθωμολογεῖτο, τῷ Κυρίῳ ἡ γηραιά, τύπον δοῦσα τοῖς ἐκπεπτωκόσιν ἡμῖν, καί μή, μεταγνοῦσι τῷ πνεύματι.

Πολλαῖς περιστάσεσι τῶν δεινῶν, κυκλούμενοι Κόρη, ἐν Κελλίῳ Ὑπαπαντῆς, σέ παρακαλοῦμεν ὡς Μπτέρα, τοῦ ὁραϑέντος ὡς βρέφος Θεοῦ ἡμῶν.


Ὠδή γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανίων ἁψίδων, ὁ κραταιός Κύριος, βρέφος ὑπομάζιον ὥφϑη ἐκ σοῦ, Πανάμωμε, ἵνα καλέσῃν ἡμᾶς, παλινδρομῆσαι πρός ἄνω, τοῖς γηΐνοις νεύοντας ψυχῇ καί σώματι.

Λογισμοῖς ὀλισϑαίνοντες, πονηροῖς πάντοτε, σοί τῇ Παντανάσση προστρέχομεν ἱκετεύοντες, ἐπικρατείας παϑῶν, λύτρωσαι Κόρη σούς δούλους, καί ἁγνεύειν ποίησον πάντας σῇ χάριτι.

‘Υμᾶς πίστει τιμῶμεν, ὦ Συμεών Ἄννα τε, ὅτι τόν Δεσπότην τῶν ὅλων κατηξιώϑητε, ἐν τῷ Ναῷ κατιδεῖν, καί ὑπαντῆσαι ἀξίως. Καί ἡμεῖς τῆς χάριτος ἀξιωϑείημεν.

Οι χοροί τῶν ἀγγέλων, ἐν τῷ Ναῷ, Πάναγνε, τόν Ἀμνόν Θεοῦ καϑορῶντες ἐν ταῖς ἀγκάλαις σου, νῦν προσφερόμενον, σύν Ἰωσήφ τῷ δικαίῳ, τήν αὐτοῦ ἀνύμνησαν ϑείαν κατάβασιν.

Ἰδού πίστει καί πόϑῳ, ὦ Μαριάμ, ἅπαντες, οἱ Ὑπαπαντῆς τῷ Κελλίῳ καλῶς ἀσκούμενοι, νῦν ἐξαιτοῦμεν δεινῶν, καί πάσης ἄλλης ἀνάγκης, ἐκλυτρῶσαι, Δέσποινα, πάσης τε ϑλίψεως.


Διάσωσον ἀπό κινδύνων τούς δούλους σοῦ, Θεοτόκε, ὅτι πάντες μετά Θεόν εἰς σέ καταφεύγομεν, ὧς ἄρρηκτον τεῖχος καί προστασίαν.

Ἐπιίβλεψον, ἐν εὐμενείᾳ πανύμνιτε Θεοτόκε, ἐπί τήν ἐμήν χαλειτήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαν τῆς ψυχῆς μου τό ἄλγος.


Αίτησις και το Κάθισμα.
Ἦχος β΄. Πρεσβεία ϑερμή.

Πρεσβείαν ϑερμήν καί ἔμμονον βοήϑειαν, αἰτούμεϑα νῦν οἱ πίστει καταφεύγοντες, και οἰκτρῶς δεόμενοι· Συμεών σύν τῇ Ἄννῃ πρεσβεύσατε, τοῦ οἰκτιρῆσαι ἅπαντας ἡμᾶς, Χριστός ὁ ὡς βρέφος βασταζόμενος.


Ὠδή δ΄. Εἰσακήκοα, Κύριε.
Σωματούμενον βλέπομεν, τεσσαρακονϑήμερον τόν ἀόρατον, εἰς τό σῶσαι τό ἀνθρώπινον, ἁμαρτίαις πτάντοτε κλονούμενον.

Μετά δέους ἱστάμεϑα, ἐν Ναῷ Κυρίου και ἱκετεύομεν, ἁμαρτίας ἄφες, Κύριε, ἱκεσίαις πάντων τῶν ἁγίων σου.

Ἑπιμένομεν Δέσποτα, τήν μακροθυμίαν σου παροργίζοντες, μετανοίᾳ καταλάμπρυνον, τούς λατρεύοντάς σοι Ὑπεράγαϑε.

Δεξιοῖς τοῖς προβάτοις σου, τούς παρακαλοῦντας ποίησον, Ἅγιε, ὅταν ἔλϑῃς κρῖναι ἅπαντας, ὁ ὡς βρέφος νῦν παραγενόμενος.


Ὠδή ε΄. Φώτισον ἡμᾶς.
Ἔλεον Ἁγνή, καί εἰρήνην πᾶσι δώρησαι, τοῖς προσιοῦσι νῦν ἐν στεναγμοῖς, καί αἰτουμένοις διά σοῦ τό μέγα ἔλεος.

Σῶσον τούς εἰς σέ, καταφεύγοντας Μητρόϑεε, καί σύν Ἄννῃ τε πρεσβύτῃ Συμεών, σεμνή, δυσώπει τόν Υἱόν σου καί Σωτῆρά μου.

Πάναγνε, Θεόν, ἐν ἀγκάλαις μόνη, φέρουσα, τούς ἐν πίστει τε καί πόϑῳ ἱερῷ, παρακαλοῦντας υἱούς σου ϑετούς ἀνάδειξον.

Ολῃ τῇ ψυχῇ, τῷ Ναῷ σου προσερχόμεϑα, καί ὑμνῳδίαν ὡς ὁ πάλαι Συμεών, ἐν ἡμέρᾳ καί νυκτί τε πάντες ἄδομεν.


Ὠδή στ΄. Τήν δέησιν ἐκχεῶ.
Τἡν δέησιν τῶν ϑρηνούντων δούλων σοῦ, Ἀειπάρϑενε Μαρία προσδέχου, ὡς ἐν Ναῷ Συμεών σύν τῇ Ἄννῃ, τόν Λυτρωτήν καί Θεόν ὑπεδέξατο, καί πᾶσι δίδου ἐν χαρᾷ, ἀνυμνεῖν σε ἀξίως, Πανάχραντε.

Ἀνάστασις καί ζωή δεδώρηται, τοῖς πιστεύοὔσι τῷ ϑείῳ Υἱῷ σου, ὅν Συμεών ἐν ἀγκάλαις κρατήσας, τοῦ ποϑουμένου ἀξίως τετύχῃκε. Παράσχου τοίνυν, Ἀγαϑή, μετασχεῖν καί ἡμᾶς τῆς ἐφέσεως.

Πἀράδεισον λογικόν σε ἔγνωμεν, Θεοτόκε Παναγία Παρϑένε, ὅτι ἡμῖν, Παραδείσου τάς πύλας, μητροπρεπῶς τοῖς σοῖς δούλοις ἠνέωξας, ἀξίωσον οὖν εἰσελϑεῖν, παραβλέπουσὰ πάντα τά πταίσματα.

Ἀνυμφευτὲ Θεοτόκε Δέσποινα, ἡ βαστάσασα ἀγκάλαις τόν Λόγον, δίδου τανῦν καί ἡμῖν σοῖς ἱκέταις, ἁγνοπρεπῶς λιτανεύειν, καί ἄφεσιν ἁπάντων, Κόρη τῶν δεινῶν, ἵνα ἐν ὕμνοις ἀεί σέ γεραίρωμεν.


Διάσωσον ἀστό κινδύνων τούς δούλους σοῦ, Θεοτόκε, ὅτι πάντες μετά Θεόν εἰς σέ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καί προστασίαν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αίτησις καὶ το Κοντάκιον
Ἦχος δ΄. Προστασία τῶν Χριστιανῶν.

Οι Κελλίῳ τῆς Ὑπαπαντῆς παρεδρεύοντες, καί τόν ὕμνον ἱεροπρεπῶς ἀναφέροντες, δεῦτε πάντες τήν ἑορτήν τιμήσωμεν πιστῶς, σύν τῇ Ἄννῃ καί τόν Συμεών, ἐπικαλούμενοι τανῦν, εἰς βοήϑειαν λέγοντες, πάρεστε ἐν τῷ μέσῳ ἡμῶν τῶν ἀνευφημούντων, ὥσπερ παρέστητε Ναῷ, τόν Σωτῆρα μεγαλύνοντες.


Καί εὐϑύς τό Προκείμενον.
Μνησϑήσομαν τοῦ ὀνόματός σου ἐν πάση γενεᾷ καί γενεᾷ. (δίς)
Στίχ. Ἄκουσον Θύγατερ, καί ἴδε, καί κλῖνον τό οὖς σου, καί ἐπιλάϑου τοῦ λαοῦ σου, και τοῦ οἴκου τοῦ πατρός σου, καί ἐπιϑυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.
Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καί γενεᾷ μνησθήσομαι.

Ἔκ τοῦ κατά Λουκᾶν ἁγίου Εὐαγγελίου, τό ἀνάγνωσμα. Πρόσχωμεν.
Καί άναγινώσκει τό Εύαγγέλιον τοΰ Όρθρου τής εορτής.



Δόξα Πατρί...
Πάτερ, Λόγε, Πνεῦμα, Τριάς ἡ ἐν Μονάδι, ἐξάλειψον τά πλήνϑη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν...
Ταῖς τῇς Θεοτόκου, πρεσβείαις Ἔλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄ Ὅλην ἀποϑέμενοι.

Δεῦτε ἱερώτατοι ὦ Συμεών σύν τῇ Ἄννῃ, μεϑ᾽ ἡμῶν ὑμνήσατε, τόν Σωτῆρα Κύριον μεγαλύνοντες. Ἑορτῆς πάρεστι, ὁ καιρός ἅγιοι, και ὑμνοῦντες προσκυνήσατε, τήν συγκατάβασιν, τοῦ Μονογενοῦς καί τήν κένωσιν, Υἱοῦ Θεοῦ πανόσιοι καί τήν ἐν Ναῷ ἐναγκάλισιν, ἅπας γάρ ὁ κόσμος, ὑμνοῦμεν ἐν χαρᾷ τόν Λυτρωτήν, τόν εὐδοκήσαντα σήμερον, σῶσαι τό πλανώμενον.

Οὐδείς προστρέχων ἐπί σοί, κατῃσχυμένος ἀπό σοῦ ἐκπορεύεται, ἁγνή, Παρϑένε Θεοτόκ᾿ ἀλλ᾽ αἰτεῖται τήν χάριν καί λαμβάνει τό δώρημα, πρός τό συμφέρον τῆς αἰτήσεως.

Μεταβολή τῶν ϑλιβομένων, ἀπαλλαγή τῶν ἀσϑενούντων, ὑπάρχουσα, Θεοτόκε Παρϑένε, σῶζε πόλιν καί λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ, γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Σῶσον, ὁ Θεός, τόν λαόν σου....

Καί ἀποπληροῦμεν τάς λοιπάς Ὠδάς τοῦ Κανόνος.

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.


Θεάνϑρωπον ἐδέξω, γηραλέαις ἀγκάλαις, ἐν τῷ Ναῷ Συμεών, τόν πάντα τῇ βουλήσει, ποιἤσαντι ἀρρήτως, Θεόν Λόγον καί Κύριον. Ὁ τῶν πατέρων, βοῶν, Θεός εὐλογητός εἶ.

Ω, πῶς ὁ ἐν ὑψίστοις, ὧς Θεός ὑπ᾽ ἀγγέλων συνδοξαζόμενος, ἐτέχϑης ἐκ Παρϑένου, Ναῷ τε προσηνέχϑης, ἐν ἀγκάλαις φερόμενος, ὑπ᾽ ἀπειράνδρου Μητρός, ὁ ὥν εὐλογημένος.

Νεάζων τῇ, καρδίᾳ, Συμεών σύν τῇ Ἄννη, την τοῦ Κυρίου φρικτήν Ὑπαπαντήν ποιοῦνται, τῷ Ναῷ ὡς κατεῖδον, ἐν ταῖς ἀγκάλαις φερόμενον, καί συμβοῶσι φαιδρῶς, Θεός εὐλογητός εἰ.

Ἐπίσκεψαι Παντάναξ, τούς οἰκτρῶς δεομένους, ἐν κατανύξει ἡμᾶς, προσπτίπτοντας ἐν πόϑῳ, καί δάκρυσιν ἐνθέρμοις, ἱκετεύοντας ἄσμασι, καί ἀνυμνοῦντας φωναῖς, Θεός εὐλογητός εἶ.


Ὠδή η΄. Τόν βασιλέα τῶν οὐρανῶν.
Περιπεσόντας ταῖς συμφοραῖς, ἀκρασίᾳ τε πτωχείᾳ καρδίας, ἀνόρϑωσον ἡμᾶς Παρϑένε, ὑμνεῖν σε εἰς αἰῶνας.

Ἴδε Μαρία τόν στεναγμόν, τῆς καρδίας τῶν ὑμνούντων σε δούλων, καί ῥᾶνον χάριν και εἰρήνην, ὑμνεῖν σε εἰς αἰῶνα.

Κεκακωμένους ταῖς προσβολαῖς, τοῦ δολίου ἐλευϑέρωσον Μῆτερ, καί δός νῦν ὑμνεῖν σε ἐπαξίως, εἰς πάντας τούς αἰῶνας.

Ρεπυρωμένοι νοῦν καί ψυχήν, Συμεών, σύ ἀποκάϑαρον πάντας, ὑμνεῖν Χριστόν ἐν κατανύξει, εἰς πτάντας τούς αἰῶνα.

Ἁμαρτιῶν μου τόν ἀριϑμόν, κατά νοῦν, οἴμοι, βαλλόμενος τρέμω, καϑάρισον ὑμνεῖν σε Κόρη, εἰς πάντας τούς αἰῶνας.


Ὠδή ϑ΄. Κυρίως Θεοτόκον.
Τήν μόνην Θεοτόκον, Συμεών καί Ἄννα, ἐν τῷ Ναῷ τοῦ Κυρίου ὑπήντουν πιστῶς, ἀπό καρδίας βοῶντες· Σέ μεγαλύνομεν.

Ἑπάκουσον Παρϑένε, Μῆτερ Θεοτόκε, τῶν ἀναξίως Ναῷ σου βοώντων πικρῶς, καί καταξίωσον πάντας τῆς εὐλογίας σου.

Ἰδεῖν κατηξιώϑης, τοῦ πεποϑημένου, ὦ Συμεών σύν τῇ Ἄννῃ, Σωτῆρα Χριστόν. Καί τους ὑμνοῦντας ἀξίωσον τῆς ἐφέσεως.

Ἁγίασον Μαρία, Κεχαριτωμένη, ἡμῶν τον νοῦν τε ψυχήν τῇ δυνάμει Χριστοῦ, ἵν᾿ εὐγνωμόνως ἐν πίστει σέ μεγαλύνωμεν.

Σωτῆρα τοῖς ἀνϑρώποις, πᾶσιν ἐχαρίσω, τοῖς ἀνυμνοῦσί σε ὄντως Μητέρα Θεοῦ. Διό ἀξίως ἐν ὕμνοις σέ μεγαλύνομεν.

Καί εὐϑύς·
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Τὴν Μητέρα πάντες τοῦ Λυτρωτοῦ, φέρουσὰν ὡς βρέφος, τεσσαράκοντα ἡμερῶν, τόν πρό τῶν αἰώνων, δημιουργόν τοῦ κόσμου, ἐν ὕμνοις νῦν τιμήσωμεν μεγαλύνοντες.

Τὴν ἀειμακάριστον, ἀδελφοί, καί ἁγνήν Παρϑένον, προσιοῦσαν ἐν τῷ Ναῷ, δεῦτε μετά πόϑου, καί ᾷσμασιν ἐνθέοις, ὧς μόνην Ἀειπάρϑενον μακαρίσωμεν.

Ἄχραντε Παρϑένε, Μῆτερ Θεοῦ, δέξαι παρακλήσεις, προσπιπτόντων ἐν στεναγμοῖς, και μετά δακρύων, ϑερμῶς παρακαλούντων, παρέχουσα εἰρήνην καί τήν συγχώρησιν.

Πρόσδεξαι τήν δέησιν, Συμεών, ὥσπερ προσεδέξω, ἐν ἀγκάλαις τόν Λυτρωτήν, καί πᾶσι παράσχου, ὑμνεῖν αὐτόν ἀξίως, ὡς ἀγαϑόν ἐν πᾶσι καί μόνον εὔσπλαγχνον.

Ω Ἄννα ϑυγάτπρ τοῦ Φανουήλ, δεῦρο στῆϑι ὧδε, τῷ Κελλίῳ Ὑπαπαντῆς, καί πρός τόν Δεσπότην, ὡς βρέφος ὁραϑέντα, ἐν τῷ Ναῷ τον ὕμνον, ἡμῶν προσάγαγε.

Συμεών σύν Ἄννῃ καί Ἰωσήφ, οἱ ἀξιωϑέντες, τό μυστήριον κατιδεῖν, τοῦ Θεοῦ καί Λόγου, καί τούτῳ ὑπουργῆσαι, σωτήριον Κυρίου ἡμῖν χαρίσατε.

Τὴν Παρϑένον Κόρην ἐν τῷ Ναῷ, ὡς βρέφος κρατοῦσαν, τόν Δεσπότην καί Λυτρωτήν, μετά  υμεῶνος καί Ἰωσήφ καί Ἄννης, δεῦτε ἀξίως πάντες, ἀνευφημήσωμεν.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πτάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωϑῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σέ νεκρόν.

Δεῦτε κατανύξει, ἀδελφοί, ἐν χαρᾷ καί πόϑῳ ἐνθέῳ πανηγυρίζοντες, ϑεῖον ὕμνον ἄσωμεν Ὑπαπαντῇ, τοῦ Χριστοῦ, καί Εἰκόνι προσπέσῶμεν, αὐτήν προσκυνοῦντες, ὥς ποτε τον Κύριον ἐν τῷ Ναῷ Συμεών, ἅμα καί τῇ Ἄννῃ βοῶντες· Δόξα σοι Φιλάνϑρωπιε, ὅτι καί ἡμῖν τήν ἄφεσιν νῦν ἔδωκας.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης