Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Ικεσία εις την Πανάχραντον Δέσποινα Θεοτόκον Μαρίαν την Ζωοδόχον Πηγήν Empty Ικεσία εις την Πανάχραντον Δέσποινα Θεοτόκον Μαρίαν την Ζωοδόχον Πηγήν

Την / Το Πεμ Νοε 28, 2019 11:02 am
Ευχαριστία Μεθ' Ικεσίας εις την Πανάχραντον Δέσποινα Θεοτόκον Μαρίαν την Ζωοδόχον Πηγήν

Συντεϑεῖσα ὑπὸ τοῦ ἀρχιμανδρίτου Φιλοϑέου Ζερβάκου.
Ικεσία εις την Πανάχραντον Δέσποινα Θεοτόκον Μαρίαν την Ζωοδόχον Πηγήν Zoodox10

Δέσποινα, Δέσποινα, Πανάχραντε Θεοτόχε Λίαρία, ἣ δι᾿ ἄκραν καθαρότητα καὶ ταπείνωσιν ἀῤῥήτως καὶ ἀπαθῶς ἐπ᾽ ἐσχάτων συλλαβοῦσα καὶ τέξασα τὸν Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ καὶ Θεὸν ἡμῶν. Ἡ τὸ μεσότειχον τοῦ φραγμοῦ διαρδήξασα, ἣ εἰρηνοποιήσασα καὶ φιλιώσασα τὸ Θεὸν μὲ τὸν ἄνθρωπον, ἣ τὴν κεκλεισμένην ᾿Εδὲμ ἀνοίξασα, καὶ ὀδποιήσασα τὸν Παράδεισον. Ἢ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα. Ἢ ἐχ τῶν Οὐρανῶν τὸν Θεὸν εἰς τὴν γῆν
καταγαγοῦσα καὶ τὸν ἄνθρωπον ἐκ τῆς γῆς εἰς Οὐρανοὺς. ἀγυψώσασα,. Διὰ σοῦ ἄνθρωπος γέγονεν ὁ Θεός, ἵνα τὸν ἄνθρωπον Θεὸν ἀπεργάσῆται. Σὺ εἶσαι ἣ γέφυρα, δ᾽ ἧς διαπερῶμεν ἐκ τῆς γῆς εἰς τὰ Οὐράνια. Σὺ εἶσαι ἡ κλίμαξ, δι᾽ ἧς εἰς οὐρανοὺς ἀνατρέχομεν. Σὺ εἶσαι ἡ Ὁλκάς, δι᾽ ἧς διαπερῶμεν ἀκινδύνως τὴν πολυτάραχον τοῦ βίου θάλασσαν. Σὺ εἶσαι ὁ ποταμὸς τῶν χαρίτων ὅ πλημμυρέστατος καὶ ἣ Ζωοδόχος Πηγὴ ἡ ἀκένωτος, ἡ ἀεννάως πηγάζουσα νάματα σωτηρίας. Σὺ εἶσαι ὁ λιμὴν
ὁ ἀσφαλέστατος, δι᾽ οὗ εὑρίσκομεν ἀνάπαυσιν καὶ γαλήνην. Σὺ εἶσαι τὸ Τεῖχος καὶ τὸ Προπύργιον ἡμῶν. Σὺ εἶσαι ἡ ἀσφάλεια καὶ ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν. Σὺ εἶσαι ἢ ἐλπὶς τῶν ἀπηλπισμένων᾽ ἣ Παραμυθία τῶν τεθλιμμένων᾽ ὁ πλοῦτος καὶ θησαυρὸς τῶν πενομένων τῶν ἁμαρτωλῶν καὶ μετανοούντων ἡ σωτηρία. Σὺ εἴσαι ἣ ἀληθεστάτη καὶ γνησιωτάτη Μήτηρ τοῦ Παντοδυγάμου Θεοῦ Καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ Μήτηρ ἡμῶν τῶν ἀνθρώπων τῶν χριστιανῶν. Εἰς Σὲ καυχώμεθα, εἰς σὲ θαῤῥοῦμεν καὶ ἐν Σοὶ πᾶσα ἡ ἐλπὶς ἡμῶν ἐστιν. Οὐδεὶς προστρέχων ἐπὶ Σοὶ κατῃσχυμμένος ἀπὸ Σοῦ ἐκπορεύεται, ᾿Αγνὴ Παρθένε Θεοτόκε, ἀλλ᾽ αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρῆμα πρὸς τὸ συμφέρον, τῆς αἰτήσεως. Εἰς Σέ, Πανάχραντε Θεοτόκε, κἀγὼ ὁ ἐλάχιστος καὶ πάντων τῶν ἁμαρτωλῶν ἁμαρτωλότερος, ὁλοψύχως πιστεύσας, ἀνέθηκα πᾶσαν τὴν ἐλπίδα μου ἐκ νεότητός μου. Ἐϊς Σὲ ἐπεῤῥίφθην ἐκ κοιλίας μητός μου. Σὺ πολλάκις μὲ διεφύλαξες καὶ ἐλύτρωσες ἀπὸ ἀναριθμήτους κινδύνους σωματικοὺς καὶ ψυχικούς, ἀφανεῖς καὶ φανερούς, καὶ καθ᾽ ἐκάστην μὲ διασώζεις, σκέπεις, καὶ διαφυλάττεις, καὶ ἁμαρτάνοντα καὶ παροργίζοντά Σε καὶ τὸν ἐκ Σοῦ ἀῤῥήτως τεχθέντα οὐκ ἀποστρέφεσαι. ᾿Αλλ᾽ εἰς τὰς τοσαύτας καὶ τηλικαύτας εὐεργεσίας τι Σοὶ ἀνταποδώσω, Δέσποινα Παναμώμητε ; Πῶς ἐξειπεῖν δυνήσομαι τοὺς ἀμέτρους Οἰκτιρμούς Σου, Δέσποινα, τοὺς τὴν ἐμὴν πάντοτε ψυχὴν δεινῶς πυρουμένην ὡς ὕδωρ περιδροσίσαντας ; Ἢ τί Σοι δῶρον προσάξω της εὐχαριστίας, ἀνθ᾽ ὧν περ ἀπήλαυσα δωρημάτων παρὰ τῆς Σῆς ἀμετρήτου χρηστότητος ἰσαῤῥίθμους τῇ ψάμμῳ ᾧδάς, ἂν προσφέρω Σοὶ, οὐδὲν τελέσω ἄξιον ! “Ὅθεν ὁμολογῶ τὴν χάριν, οὐ κρύπτω τὸ ἔλεος, κηρύττω τὰς εὐεργεσίας καὶ τὴν πολλήν Σου πρός με κηδεμονίαν. Ὁμολογῶ ὅτι ἀμνήμων ἐγενόμην, ἀγνώμων καὶ ἀχάριστος τῶν πρὸς. ἐμὲ χαρίτων καὶ εὐεργεσιῶν Σου.
Καὶ νῦν, Δέσποινα Θεοχαρίτωτε, ἁγνὴ Παρθένε Θεοτόκε Μαρία, ζωοδόχε θεία Πηγή.

Ἑνώπιον τῆς Παναχράντου καὶ Σεπτῆς Σου θείας Εἰκόνος κλίνων τὸ γόνυ τῆς ψυχῆς καὶ τοῦ σώματος, συναισθαγόμενος τὸ πλῆθος τῶν πολλῶν σου οἰκτιρμῶν καὶ τὰ πολλὰ καὶ ὑπὲρ φύσιν μεγαλεῖά Σου, συγκεκινημένος καὶ δακρύων, Σὲ ἱκετεύω ἐξ ὅλης μου τῆς ψυχῆς, τῆς διανοίας καὶ καρδίας. Δέξαι, Δέσποινα Κυρία καὶ Βασίλισσα τοῦ Οὐρανοῦ καὶ τῆς γῆς τὴν ἐκ τῶν ῥυπαρῶν μου χειλέων προσφερομένην Σοι εὐχαστήριον δέησιν᾽ καὶ προσάγαγε ταύτην τῷ Σῷ Υἱῷ καὶ Θεῶ. ᾿Αξίωσόν
με διὰ πρεσβειῶν σου, ὅπως μέχρι τέλους τοῦ βίου μου ὐμνῶ, εὐλογῶ, δοξάζω καὶ γεραίρω τὸ Ὑπερύμνητον καὶ Ὑπερένδοξον ὄνομά Σου, καὶ ἐνθυμοῦμαι τὰς εὐεργεσίας Σου.
Φύλαξόν με ὑπὸ τὴν κραταιάν Σου σκέπην καὶ προστασίαν, ἵνα. ἀπροσκόπως καὶ ἀκινδύνως διαπλεύσω τὸ πέλαγος τῆς παρούσης ζωῆς, καὶ φθάσω εἰς τὸν ἀκύμαντον λιμένα τῆς αἰωνίου καὶ ἀτελευτήτου ζωῆς.
Φύλαξον τὴν πόλιν ταύτην (ἢ κώμην ἢ Μονὴν) καὶ πᾶσαν πόλιν καὶ χῴραν ἀπὸ ὀργῆς, λιμοῦ, λοιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου. Φύλαξον τοὺς πνευματικοὺς καὶ σαρκικοὺς γονεῖς, πατέρας καὶ ἀδελφοὺς ἡμῶν, καὶ πάντας τοὺς εὐσεβεῖς καὶ ᾿Ορθοδόξους ᾿χριστιανούς, Βασιλεῖς, Πατριάρχας, ᾿Αρχιερεῖς, Ἱερεῖς, διακόνους μοναχούς, μοναχάς, ἄνδρας τε καὶ γυναῖκας, νέους, γέροντας καὶ παιδία· καὶ πᾶσι δίδου τὰ πρὸς σωτηρίαν αἰτήματα. Τοὺς ἐσκοτισμένους καὶ πεπλανημένους φώτισον τῷ φωτὶ τῆς θείας ἐπιγνώσεως, τοὺς ἀσθενοῦντας ψυχῇ τε καὶ σώματι θεράπευσον, τοὺς αἰχμαλώτους λύτρωσαι, τοὺς ἐχθρευομένους εἰρήνευσον, τοὺς πένητας πλούτισον, τοὺς εὐσεβεῖς κραταίωσον, ὑπὲρ εἰρήνης τοῦ κόσμου πρέσβευε, ὅτι Σὺ εἰ, Θεοτόκε, ἡ ἐλπίς, ἣ καταφυγή, ἡ προστασία, καὶ σωτηρία τοῦ γένους ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἱώνων. ᾿Αμήν.


ΤΕΛΟΣ ΚΑΙ ΤΩ ΘΕΩ ΔΟΞΑ



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης