Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Αγίαν Μαύραν την Θαυματουργόν Empty Παρακλητικός Κανών εις την Αγίαν Μαύραν την Θαυματουργόν

Την / Το Σαβ Νοε 30, 2019 12:13 pm
Παρακλητικός Κανών εις την Αγίαν Μεγαλομάρτυραν και Θαυματουργόν Μαύραν

Ποίημα Γερασίμου μοναχοῦ Μικραγιαννανίτου.
Παρακλητικός Κανών εις την Αγίαν Μαύραν την Θαυματουργόν Maural10
Εορτάζετε 3 Μαίου

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια˙

Ἤχος δ΄. ᾽Ο ὑψωθεὶς ἐν τῷ Σταυρῶ.

Παρὰ Χριστοῦ ϑεοπρεπῶς δοξασϑεῖσα, ὡς ᾿Αϑληφόρος εὐκλεὴς Μάρτυς Μαύρα, τῶν ἰαμάτων βρύεις χάριν ἄφϑονον᾽ ὅϑεν τοὺς προστρέχοντας, τῇ ϑερμῇ σου πρεσβείᾳ, ρὔσαι πάσης ϑλίψεως. καὶ παϑῶν ἀκαϑάρτων, καὶ μαγικῶν σεμνὴ ἐπιφορῶν, τῇ δεδομένη, πλουσίᾳ σοι χάριτι.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Oὒ σιωπήσωμεν ποτέ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰμὴ γὰρ σὺ προῖστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῤύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευϑέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ τοὺς σοὺς γὰρ δούλους σώζεις ἀεί. ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς.
«Ρύου ἡμᾶς κινδύνων ὦ Μαύρα. Γερασίμου».

Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ῥυσϑῆναί με πάσης ἐπιβουλῆς, ἱκέτευε Μαύρα, τὸν τῶν ὅλων Δημιουργόν, καὶ δοῦναι πταισμάτων μοι τὴν λύσιν, τῷ προσιόντι πιστῶς τῇ πρεσβείᾳ σου.

Ὑπάρχουσα πλήρης ϑείου φωτός, διάλυσον Μαύρα, τῶν παϑῶν μου τὸν σκοτασμόν. ταῖς σαῖς φωτοφόροις ἱκεσίαις καὶ ἐπηρείας δαιμόνων με λύτρωσαι.

Οἱ λύχνοι τῆς ϑείας μαρμαρυγῆς, Τιμόϑεε μάκαρ, καὶ ἡ Μαύρα ἡ εὐκλεής, ἀεὶ δυσωπεῖτε τὴν Τριάδα, ἡμῖν διδόναι πταισμάτων συγχώρησιν.

Θεοτοκίον.
Ὑψίστου ἀνάκτορον παμφαές, Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ, ρῦσαι συνοχῆς τῆς τοῦ Βελίαρ. τὴν ρυπωϑεῖσαν ψυχήν μου καὶ σῶσόν με.


Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ δοϑεῖσά σοι χάρις. παρὰ Χριστοῦ πάνσεμνε, γένοιτο ἧμῖν προστασία,  ἀκαταμάχητος, Μαύρα πανἐνδοξε, δαιμονικὰς ἐπηρείας. ἀφ᾽ ἠμῶν ἑκάστοτε, ἀποδιώκουσα.

Μαγικῆς ἐξαπάτης, καὶ χαλεπῶν ϑλίψεων, καὶ γοητειῶν ὀλεϑρίων, ἡμᾶς ἀπάλλατε, Μαύρα δεόμεϑα, τοὺς τῷ ἁγίῳ ναῷ σου, πίστει καταφεύγοντας, καὶ σὲ γεραίροντας.

᾿Αϑλοφόροι Κυρίου, οἱ τοῦ ἐχϑροῦ λύσαντες, πᾶσαν τὴν κακίαν ἀγῶσι, ϑείας ἀϑλήσεως, μάκαρ Τιμόϑεε, καὶ παναοίδιμε Μαύρα. τῆς αὐτοῦ λυτρώσασϑε, ἡμᾶς, κακώσεως.

Θεοτοκίον.
Σαρκωϑεὶς ἀπορρήτως, ὁ τοῦ παντὸς αἴτιος, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων, δι’ ἀγαϑότητα, κόσμον ἐρρύσατο, ἐκ τῆς ἀρχαίας κατάρας· ὅϑεν σε δοξάζομεν, Κόρη Πανύμνητε.


Διάσωσον Μεγαλομάρτυς Μαύρα ταῖς σαῖς πρεσβείαις, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς ἐκζητοῦντας τὴν ϑείαν σου προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ήχος β΄. Πρεσβεῖα θερμῆ.

᾿Αϑλήσει στερρᾷ, Χριστὸν Μαύρα δοξάσασα, ϑαυμάτων πολλῶν, ἐδέξω τὴν ἐνέργειαν διὸ πιστῶς βοῶμέν σοι· ᾿Απὸ πάσης ἀνάγκης καὶ ϑλίψεως, καὶ τῶν ἐν βίῳ δεινῶν συμφορῶν, ἀτρώτους ἡμᾶς Μάρτυς διάσωζε.


Ὦδὴ δ΄. Εἰσακήκοα Κύριε.
Καϑελοῦσα τὸν δράκοντα, τῇ στερρᾷ ἀϑλήσει σου Μαύρα ἔνδοξε, τῆς αὐτοῦ μανίας λύτρωσαι, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

Ἱλασμὸν ἡμῖν αἴτησαι, καὶ παϑῶν παντοίων τὴν ἀπολύτρωσιν, τοῖς προστρέχουσιν ἑκάστοτε, τῷ σεπτῷ ναῷ σου Μαύρα ἔνδοξε.

Νοσημάτων λυτρώσασϑε, καὶ ἐπερχομένων δεινῶν συμπτώσεων, Μάρτυς Μαύρα καὶ Τιμόϑεε, τοὺς ὑμῶν γεραίροντας τὴν ἄϑλησιν.

Θεοτοκίον.
Δυναστείας τοῦ χείρονος. τὴν κεκακωμένην ψυχήν μου λύτρωσαι, καὶ ἀπάϑειάν μοι δώρησαι, ἵνα σε δοξάζω Μητροπάρδϑενε.


Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕδατι σεμνή, τῶν ϑερμῶν σου παρακλήσεων, ἐναπύσθεσον τὴν φλόγα τῶν παϑῶν, τὴν πικρῶς μὲ Μάοτυς Μαύρα κατατήκουσαν.

Νέκρωσον σεμνή. μαγικὴν πᾶσαν ἐπήρειαν, καὶ τῆς τούτων χαλεπῆς ἐπιφορᾶς, ἀνωτέρους ἡμᾶς φύλαττε δεόμεϑα.

Ὤφθητε στερροί. Ἀϑλοφόροι τοῦ Παντάνακτος. ὦ Τιμόϑεε καὶ Μαύρα ϑαυμαστή. ὃν ἀπαύστως δυσωπεῖτε ἡμᾶς σώζεσθαι.

Θεοτοκίον.
Νόσου ψυχικῆς. ἴασαί με Μητροπάρϑενε. καὶ καταύγασον τὸν νοῦν μου τῷ φωτί. τῆς γνησίας μετανοίας ἱκετεύω σε.


Ὠδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Ὠράϑης. ἐν τῇ ἀϑλήσει σου Μαύρα, καταρράσσουσα ἐχϑροῦ τὰς δυγάμειτ᾽ οὗ τῆς κακίας ἀπήμονας τήρει. τοὺς προσιόντας τῇ ϑείᾳ πρεσθβείᾳ σου, καὶ δίδου δύναμιν ἡμῖν, κατὰ πάσης αὐτοῦ ἐπιϑέσεως.

Μεγίστης, ἀξιωϑεῖσα εὐκλείας, ὡς μεγάλους διανύσασα ἄϑλους, Μεγαλομάρτυς ἀοίδιμε Μαύρα. μεγάλὼν πόνων ἡμᾶς ρύου πάντοτε, καὶ τεχνασμάτων μαγικῶν, τῇ ϑερμῇ πρὸς Χριστὸν ἱκεσίᾳ σου.

᾿Αφϑάρτων, ἀξιωϑέντες στεφάνων, Μάρτυς Μαύρα καὶ Τιμόϑεε θεῖε, φϑοροποιῶν νοσημάτων καὶ πόνῶν, καὶ πειρασμῶν καὶ δεινῶν περιστάσεων, ρύσασϑε ἅπαντες ἡμᾶς, τοὺς τιμῶντας ὑμῶν τὰ παλαίσματα.

Θεοτοκίον.
᾿Ὑδάτων. τῆς ἀπωλείας με ρῦσαι, ἢ τὸ ὕδωρ τῆς ζωῆς ἐν τῷ κόσμῳ, οἷα ζωήρρυτος βλύσασα κρήνη, Θεοχαρίτωτε Κόρη Πανάμωμε, καὶ κάϑαρόν μου τὴν ψυχήν, χαλεποῖς ρυπωϑεῖσαν παϑήμασι.


Διάσωσον μεγαλομάρτυς Μαύρα ταῖς σαῖς πρεσβεῖαις. ἀπὸ πᾶσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς ἐκζητοῦντας τὴν ϑείαν σου προστασίαν.

Ἄχραντε, ἧ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τὴν τῶν ϑαυμάτων ἁπλοῦσα ἐνέργειαν, πᾶσι παρέχεις ταχεῖαν βοήϑειαν, καὶ λύεις μαγείας τὸν σύνδεσμον. ἐκ τῶν πιστῶς προσιόντων τῇ σκέπῃ σου, ὦ Μαύρα Μαρτύρων ἀγλάϊσμα.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ᾿Αγίοις αὐτοῦ.
Στίχ. Τοῖς ᾿Αγίοις τοῖς ἐν γῇ αὐτοῦ ἐθαυμάστωσαν...

Εὐαγγέλιον κατὰ Λουκᾶν. (κα΄ 12-19).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαϑηταῖς. Προσέχετε ἀπὸ τῶν ἀνϑρώπων· ἐπιθαλοῦσι γὰρ ἐφ᾽ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἧγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσϑε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηϑῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ἣ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοϑήσετε δὲ καὶ ἀπὸ γονέων. καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων. καὶ ϑανατώσουσιν ἐξ ὑμῶν καὶ ἔσεσϑε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ ϑρὶξ ἐκ τῆς κεφαλῆς ὕμῶν οὐ μὴ ἀπόληται. ᾿Εν τῇ ὑπομονῇ ὑμῶν κτήσασϑε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τῆς ᾿Αϑληφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μαύρα παναοίδιμε, τῶν ᾿Αϑλητῶν ὡραιότης, καὶ ἡμῶν προσφύγιον, καὶ στήριγμα ἄσειστον ἐν ταῖς ϑλίψεσι, τῷ Χριστῷ πρέσβευε, ἄφεσιν πταισμάτων, καὶ κινδύνων ἀπολύτρωσιν, διδόναι πάντοτε, τοῖς εἰλικρινῶς σε γεραίρουσι: πρὸς σὲ γὰρ καταφεύγομεν, καὶ τὴν σὴν αἰτοῦμεν ἀντίληψιν· πάσης οὖν ἀνάγκης καὶ θλίψεως ἀπάλλαττε ἡμᾶς, ταῖς ϑεοδέκτοις πρεσβείαις σου, ὅπως εὐφημῶμέν σε.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου...

Ὠδὴ ζ΄, Οἱ ἐκ τῆς ᾿Ιουδαίας.

Ῥῶσιν αἴτησαι πᾶσι, καὶ ὑγείαν ϑεόφρον ψυχῆς καὶ σώματος, τοῖς πίστει, προσιοῦσι, τῇ ϑείᾳ σου Εἰκόνι, Μάρτυς Μαύρα καὶ ψάλλουσιν·Ὃ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἀκαϑάρτων πνευμάτων, καϑ᾽ ἡμῶν τὴν κακίαν Μαύρα ἀπότρεπε, καὶ πάσης μαγγανείας, καὶ δόλου καὶ μαγείας, ἀσινῆ καὶ ἀπρόσβλητον, τήρει ἡμῶν τὴν ζωήν, ταῖς σαῖς ἱκετηρίαις.

Γενναιότητι γνώμης, τὸν ἀγῶνα τὸν μέγα διετελέσατε, Τιμόϑεε καὶ Μαύρα, ἡγιασμένον ζεῦγος, τῷ Σωτῆρι κραυγάζοντες· Ὃ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
᾿Ἐπακούσασα Κόρη, τῆς δεήσεως ταύτης καὶ ἱκεσίας μου, ταχὺ ἀπάλλαξόν με, ἐχϑροῦ τῆς τυραννίδος, καὶ διάσωσον ψάλλοντα· χαῖρε Παρϑένε ᾿Αγνή,  τοῦ κόσμου σωτηρία.


Ὠδὴ η΄. Τὸν Βασιλέα.
Ῥύπου με πλῦνον, τῆς χαλεπῆς ἁμαρτίας, τῆς πρεσβείας σου τοῖς ρείϑροις Μάρτυς Μαύρα, καὶ ἵλεὧν δίδου, Χριστόν μοι τὸν Σωτῆρα.

Ἀρρωστημάτων, ὀδυνηρῶν Μάρτυς Μαύρα, ϑᾶττον ἴασαι τοὺς πίστει προσιόντας, τῇ σῇ ἀντιλήψει, ψυχῇ συντετριμμένῃ.

Σὺν ᾿Ασωμάτοις, Χριστῷ ἀεὶ παρεστῶτες, ὦ Τιμόϑεε καὶ Μαύρα φωτοφόρε, αὐτὸν δυσωπεῖτε, ἔλεος ἡμῖν δοῦναι.

Θεοτοκίον.
Ἴσχύν μοι δίδου, κατὰ παϑῶν ὀλεϑρίων, ᾽Αειπάρϑενε Μαρία Θεοτόκε. καὶ τῶν ἐπταισμένων, τὴν ἄφεσιν εὐχαῖς σου.


Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Μαρτύρων ταῖς χορείαις, συναγαλλομένη, Μαύρα ϑεόφρον ἀπαύστως ἱκέτευε. ἡμῖν διδόναι ἐξ ὕψους τὸ ϑεῖον ἔλεος.

Οἱ πίστει προσιόντες, Μαύρα τῷ ναῷ σου, τῶν αἰτημάτων τὴν πλήρωσιν δρέπονται. καὶ χαριστήριον ὕμνον σοι ἀναμέλπουσιν.

᾿Υγμνοῦμεν τοὺς ἀγῶνας, ὑμῶν καὶ βοῶμεν· Σὺν Τιμοϑέῳ ὦ Μαύρα ἱκέτευε, ὑπὲρ τὸν Δεσπότην πάσης τῆς κτίσεως.

Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Μῆτερ τοῦ Κυρίου, τὴν ἄναγνόν μου καρδίαν καϑάγνισον, τῆς μετανοίας τοῖς ἔργοις καϑικετεύω σε.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Ὕμνοις εὐφημοῦμεν ἀϑλητικοῖς, Μαύρα ᾿Αϑληφόρε, τοὺς ἀγῶνάς σου τοὺς στερρούς, καὶ πιστῶς βοῶμεν’ ᾿Εκ πάσης ἡμᾶς βλάδης, καὶ ἐπηρείας ρῦσαι τοῦ πολεμήτορος.

Ἤϑλησας ἀνδρείως ὑπὲρ Χριστοῦ, φύσεως τὸ χαῦνον, ἀπορρίψασα νουνεχῶς, καὶ σὺν Τιμοϑέῳ, ὦ Μαύρα ᾿Αϑληφόρε, παρὰ Χριστοῦ ἀξίως, ἐϑαυμαστώϑητε.

Τὸν Χριστὸν κηρύξασα εὐθαρσῶς, πολλὰς ἀλγηδόνας, καϑυπέμεινας ἀνδρικῶς, καὶ Σταυρῷ, ταϑεῖσα, Μαύρα ὡς Δεσπότης, τῆς τούτου βασιλείας, ὦφϑης συμμέτοχος.

Ἤσχυνας τοῦ πλάνου τὰς μηχανάς, Μαύρα ᾿Αϑληφόρε, ἐν τῷ κράτει τοῦ ᾿Ιησοῦ· ὅϑεν κἀμὲ ρῦσαι, γοητειῶν ποικίλων, καὶ πάσης μαγγανείας, τῇ προστασίᾳ σου.

Χαίροις τῶν Μαρτύρων δυὰς σεπτή, μακάριο ζεῦγος, οἱ συμφώνως ὑπὲρ Χριστοῦ, σὺν τῷ Τιμοϑέῳ, ἀϑλήσαντες ὦ Μαύρα, καὶ χάριν ἐξαιτοῦντες, ἧμῖν σωτήριον.

Νόσων καὶ κινδύνων καὶ συμφορῶν, καὶ πάσης μαγείας, καὶ ἀπάτης τοῦ πονηροῦ, φύλαττε ἀτρώτους, ἡμᾶς ὦ Μάρτυς Μαύρα, τοὺς πίστει προσιόντας ταῖς ἱκεσίαις σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἤχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Μαύρα τῶν Μαρτύρων καλλονή, πάντων εὐσεβῶν προστασία. καὶ μεσιτεία ϑερμή, πρὸς τὸν Ὕπεράγαϑον, Θεὸν καὶ Κύριον, πάσης βλάδης καὶ ϑλίψεως, καὶ ἀσϑενημάτων. ἀνωτέρους φύλαττε, καὶ μαγικῶν προσβολῶν. πάντας τοὺς προσπίπτοντας πίστει, τῇ σῇ ἀντιλήψει ϑεόφρον. καὶ ἀσπαζομένους τὴν Εἰκόνα σου.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Μαύρα τὴν παράκλησιν ταύτην προσδέχου
Ἣν ἀναφέρει σοι Γεράσιμος πόθῳ.




_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης