Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Οσίαν Πελαγίαν  Empty Παρακλητικός Κανών εις την Οσίαν Πελαγίαν

Την / Το Κυρ Δεκ 01, 2019 8:42 am
Παρακλητικός Κανών εις την Οσίαν Μητέρα ημών Πελαγίαν την εν Ιερά Μονή Κεχροβουνίου Ασκήσασαν

Ποίημα Γερασίμου μοναχοῦ Μικραγιαννανίτου
Παρακλητικός Κανών εις την Οσίαν Πελαγίαν  Pelagi10
Εορτάζετε 23 ᾿Ιουλίου.


Εὒλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια˙

Ἦχος δ΄. Ὃ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς τῶν ᾿Αγίων ταῖς χορείαις συνοῦσα, ἀεὶ δυσώπει σὺν αὐταῖς Πελαγία, πάσης ἀνάγκης ρύσασϑαι δεόμεϑα, πάντας τοὺς προστρέχοντας, τῇ σεπτῇ σου πρεσβείᾳ ἐξαιρέτως ταύτην δέ, τὴν Μονήν Σου Ὁσία, ἐκ δεινῶν σκανδάλων τοῦ ἐχϑροῦ, καὶ ἐν ἀγάπῃ στερρᾷ πολιτεύεσθαι.

Δόξα. Το αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὒ σιωπήσομέν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο, πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς.
«Δίδου ἡμῖν σὴν ἀρωγὴν Μῆτερ. Γερασίμου».

Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Δυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, Μῆτερ Πελαγία, τὸν τῶν ὅλων Δημιουργόν, λυτροῦσϑαι ἡμᾶς πάσης ἀνάγκης, καὶ τῶν ποικίλων σκανδάλων τοῦ ὄφεως.

᾿Ιάσεις ἡ Κάρα σου ἡ σεπτή, ψυχῶν καὶ σωμάτων, ἀναβλύζει θείᾳ ροπῇ καὶ νέμει ἑκάστῳ αἰτουμένῳ ἰσχὺν Ὁσία καὶ ρῶσιν καὶ ἔλεος.

Δολίως ἐπέρχεται. καϑ’ ἡμῶν, ὁ δόλιος ὄφις, τοῦ συλῆσαι ἡμᾶς ζητῶν, ἀλλὰ τῇ Σῇ χάριτι “Οσία. τούτου τὸ ϑράσος εἰς τέλος κατάβαλλε.

Θεοτοκίον.
᾿Ὁλόφωτος ὥφϑης Μῆτερ ᾿Αγνή, τῇ Σῇ ϑεραπαίνῃ, Πελαγία τῇ ϑαυμαστῇ καὶ ταύτην ἀνήγγειλας Παρϑένε, τῆς πρὸς ἡμᾶς σου εὐνοίας τὴν ἔκφανσιν.


Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπ’ αὐτῆς τῆς Παρϑένου, ὡς ἀρετῶν σκήνωμα, εἰς διακονίαν Ἀγίαν, ὡς προεκλέλεξαι, αὐτὴν ἱκέτευε, ὑπὲρ τῆς νήσου ταύτης. Πελαγία, πάντιμε, τῆς εὐφημούσης σε.

Ἡ Ἀγία σου Κάρα. ἁγιασμοῦ χάριτας, ΠΙνεύματι ᾿Αγίῳ πηγάζει, καϑαγιάζουσα, Μῆτερ ϑεόληπτε, Μοναζουσῶν τὰς χορείας, προσιούσας πάντοτε. ταύτῇ ἐκ πίστεως.

Μνείαν πάντοτε ποίει, πρὸς τὸν Χριστὸν πάνσεμνε, ταύτης τῆς ἁγίας Μονῆς σου. ἐν ἧ ἠγώνισαι, ἀνεπηρέαστον, ἐπηρειῶν τοῦ Βελίαρ. ταύτην διασώζεσϑαι, ὑμνολογοῦσαν Σε.

Θεοτοκίον.
Ἱλασμὸν καὶ εἰρήνην, καὶ τῶν παϑῶν ἴασιν, δίδου ἡμῖν πάντοτε Κόρη, καὶ φῶς οὐράνιον. ἐν τῇ καρδίᾳ ᾿Αγνή, τῆς Σῆς σεμνῆς Πελαγίας. Καμπτομένη Δέσποινα, ταῖς παρακλήσεσι.


Διάσωσον ὦ Πελαγία Ὀσία πάσης ἀνάγκης, τοὺς ἐκ πόϑου τῇ Σῇ πρεσθβείᾳ προστρέχοντας. ὑπὲρ ἧμῶν ἱκετεύουσα Τὸν Σωτῆρα.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα θερμῆ.

Πρεσβεύειν Χριστῷ, Ὁσία τῷ νυμφίῳ σου, μὴ παύσῃ ἀεί, ὑπὲρ ἡμῶν δεόμεϑα, ὡς ἂν δεινῶν στενώσεων, καὶ παϑῶν καὶ κινδύνων ρυώμεϑα, καὶ χαλεπῶν τοῦ ἐχϑροῦ προσβολῶν, καὶ βίον ἡσύχιον διάγωμεν.


Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νόμῳ ϑείῳ ἐνίσχυσον, ἡμᾶς ἐν χρηστότητι πολιτεύεσϑαι, ταῖς πρὸς Κύριον πρεσβείαις Σου, Μῆτερ Πελαγία ἀεισέβαστε.

Σοφιστείας τοῦ ὄφεως, ἃς ἐπινοεῖται καϑ’ ἡμῶν πάντοτε. τῇ Σῇ χάριτι διάλυσον. καὶ ἐν ὁμονοίᾳ ἡμᾶς φύλαττε.

Ἡ τὴν μόνην Πανάχραντον, Μῆτερ κατιδοῦσα μυσταγωγοῦσαν Σε, Πελαγία ταύτῃ πρέσβευε. ὑπὲρ τῆς Μονῆς σου καὶ τῆς νήσου σου.

Θεοτοκίον.
Νήσου Ῥήνου Πανύμνητε, ἐξαιρέτῳ τρόπῳ προστάτις πέφηνας, ὅϑεν ταύτην ἀεὶ φύλαττε. πίστει προσκυνοῦσαν τὴν Εἰκόνα σου.


Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἅγιον σεμνή, Πελαγία βίον ἔζησας, διὰ τοῦτὸ καϑαγίασον ἡμῶν, τὰς καρδίας τῇ ἁγίᾳ ἀντιλήψει σου.

Ῥώμην καὶ ἰσχύν, Πελαγία δίδου πάντοτε. Μοναζούσαις ταῖς τιμώσαις Σὲ πιστῶς. τοῦ πατεῖν τὰς ἐπινοίας τοῦ ἀλάστορος.

Ὤφϑης σοι λαμπρῶς, τῶν ἀγγέλων ἡ Βασίλισσα, ἣν ἱκέτευε Ὀσία ἐκτενῶς, ὑπὲρ ταύτης τῆς Μονῆς τῆς τιμώσης Σε.

Θεοτοκίον.
Γἔγονεν ἡμῖν, ἡ ἁγία Σου ἐπιφάνεια, τῇ Ὁσίᾳ Πελαγίᾳ Μαριάμ, ἀνεξάντλητος πηγὴ τῆς εὐλογίας Σου.


Ὠδὴ ς΄. Τὴν δέησιν.
᾿Ἡγίασεν, ὁ Χριστός σε Ὁσία, προσδεχϑείς σου τὴν σεμνὴν Πολιτείαν, ὃν ἐκδυσώπει ἀεὶ Πελαγία, ἐξ ἐναγῶν με προλήψεων ρύεσϑαι, καὶ πολιτεύεσϑαι πιστῶς, ἐν ἀγάπῃ καὶ πάσῃ σεμνότητι.

Ναμάτων, τῶν μυστικῶν ἐπληρώϑης, τῆς τοῦ Πνεύματος σεμνὴ ἐπομβρίας, ὡς ἐϑεάσω τὴν Πάναγνον Κόρην ἐξ ὧν μετάδος ρανίδα σωτήριον, τοῖς Σὲ τιμῶσιν εὐλαβῶς, Πελαγία Τηνίων ἀγλάϊσμα.

Μονήν σου, τὴν ἱερὰν Πελαγία, ἐν ἧ ἤνυσας τὸν ϑεῖον ἀγῶνα, τὴν κεκτημένην ὡς ἔνϑεον δῶρον, τὴν πανευώδη Σου ζάραν ϑεόληπτε, διάσωζε ἐκ πειρασμῶν. τῇ ϑερμῇ Σου πρεσβείᾳ πρὸς Κύριον.

Θεοτοκίον.
Ἡνίκα, τῇ Πελαγίᾳ ἐφάνης, Παναγία Θεοτόκε Μαρία, τὴν πρὸς ἡμᾶς μητρικήν Σου ἀγάπην, ταύτῃ σαφῶς ἀπεκάλυψας Δέσποινα, ἧς τοὺς πλουσίους οἰκτιρμούς, καθ’ ἑκάστην ἡμέραν καρπούμεϑα.


Διάσωσον ὦ Πελαγία πάσης ἀνάγκης, τοὺς ἐκ πόϑου τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ὑπὲρ ἡμῶν ἵκετεύουσα τὸν Σωτῆρα.

Ἄχραντε, ἧ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἤχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ταῖς πρὸς Χριστὸν Πελαγία πρεσβείαις Σου, πάσης ἀνάγκης ἐν βίῳ καὶ ϑλίψεως. ταύτην τὴν Μάνδραν Σου ἄτρωτον φύλαττε, Μοναζουσῶν τὰς χορείας ἰϑύνουσα, πρὸς κτῆσιν ᾿Ὁσία τοῦ κρείτονος.


Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου...

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.

Εἷπεν ὁ Κύριος, Γρηγορεῖτε, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. ᾿Εκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ἤδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται ἐγρηγόρησεν ἄν, καὶ οὐκ εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. Διὰ τοῦτο καὶ ὑμεῖς γίνεσϑαι ἕτοιμοι, ὅτι ἧ ὥρᾳ οὐ δοκεῖτε, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ Κύριος αὐτοῦ ἐπὶ τῆς ϑεραπείας αὐτοῦ, τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. ᾿Αμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.

Δόξα.
Ταῖς τῆς σῆς 'Οσίας πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.



Στίχ. Ἐλεῆμον,᾿Ελέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...
Προσόμοιον.
Ἦχος πλ. β΄. “Ὅλην ἀποθέμενοι.

Βίου καϑαρότητι, κεκοσμημένη Ὁσία, ἠξιώϑης βλέψασϑαι, τὴν μόνην Πανάχραντον Θεομήτορα, ἧς τανῦν βλέπουσα ἐν τῇ ἄνω δόξῃ, τὴν ἀνέκφραστον λαμπρότητα, αὐτὴν ἱκέτευε, δίδοσθαι χειρὶ πλουτοδότιδι, αὐτῆς τὸ Θεῖον ἔλεος, καὶ τὰς διαδόσεις τῆς χάριτος ταύτῃ τῇ Μονῇ σου, καὶ Τήνῳ τῇ πατρίδι σου σεμνή, καὶ πᾶσι Μῆτερ τοῖς σπεύδουσι, ταύτης τῇ χρηστότητι.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου...

Ωδὴ ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.

Τῆς ᾿Αγνῆς Θεοτόκου, ὡς ϑεράπαιναν ϑείαν ὕμνολογοῦμεν σε, αὐτῇ γὰρ Πελαγίᾳ, καὶ νῦν καϑάπερ πάλαι, οἰκειοῖς τοὺς· χραυγάζοντας, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

᾿Εντολῶν τοῦ Κυρίου, τὴν ὁδὸν τὴν εὐθεῖαν Μῆτερ ἐβάδισας, πρὸς ταύτην οὖν Ὁσία, καλῶς τὰς Μοναζούσας, καϑοδήγει ἑκάστοτε, τοῦ ἀποκλίνειν ἀεί, τὰς ἀτραποὺς τῆς πλάνης.

Ρῶσιν δίδου Ὀσία, καὶ παϑῶν ϑεραπείαν ἡμῖν δεόμεϑα, τοῖς πίστει προσιοῦσι, τῇ κάρᾳ σου τῇ ϑείᾳ, τῇ πνεούσῃ ἐν Πνεύματι, ὀσμὴν ζωῆς μυστικῆς, καὶ ϑείαν εὐωδίαν.

Θεοτοκίον.
Γνώμην ἔχουσα ϑείαν, καὶ λαμπρότητα βίου Παρϑένε Ἄχραντε, ἡ ϑεία Πελαγία, τῆς σῆς κατηξιώϑη, ἐμφανείας καὶ χάριτος, ἧς ταῖς πρεσβεῖαις ᾿Αγνή, τὴν Σὴν Μονὴν φυλάττεις.


Ωδὴ η΄. Τὸν Βασιλέα.
Εὗρες Ὁσία, τὴν ἀληϑῆ εὐκληρίαν, τῆς Θεόπαιδος ἀὔλῳ ἐπισκέψει. ἧς καὶ ἡμᾶς Μῆτερ, ἀνάδειξον μετόχους.

Λεόντων Μῆτερ, ὡς ἐκφυγοῦσα τὸν σάλον, πρὸς ἀχείμαστον κυβέρνησον λιμένα. ἄνωϑεν 'Οσία Μοναζουσῶν χορείαν.

Ἀκατακρίτως, καὶ ἐν ἀγάπῃ ἀνύειν. Καταξίωσον τὸν ύίον Πελαγία, τὰς ἐνασκουμένας. ἐν τῇ σεπτῇ Μονῇ σου.

Θεοτοκίον.
Σκέπῃ Παρϑένε, καὶ ἀσφαλὴς προστασία, ἔσο πάντοτε Μονῇ Κεχροβουνίου, καὶ τῇ νήσῳ Τήνῳ· ὑμνούσῃ σου τὴν δόξαν.


Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
᾿Ιδεῖν ὡς ἠξιώϑης. τὴν ᾿Αγνὴν Παρϑένον, ταύτης τὴν ἄρρητον δόξαν ϑεάσασϑαι, Μῆτερ 'Οσία ἀξίωσον τοὺς τιμῶντάς σε.

Μονὴ Κεχροβουνίου. καὶ ἣ νῆσος Τῆνος, τῇ σῇ καυχῶνται Ὀσία λαμπρότητι, αἷς δίδου πάντοτε Μῆτερ χάριν ϑεόσδοτον.

᾿Οσμὴν ἁγίαν Μῆτερ, πνέει Σου ἡ Κάρα, καὶ κατευφραίνει ἡμῶν τὴν διάνοιαν. Μοναστριῶν τὰς χορείας καϑαγιάζουσα.

Θεοτοκίον.
Ὑμνοῦμέν σου τὴν χάριν, Κεχαριτωμένη, ὅτι προστάτις καὶ σκέπη καὶ ἔφορος. ἡμῶν ἐδόϑης τῶν πίστει μεγαλυνόντων σε.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Τὸν Χριστὸν παϑήσασα ἐκ ψυχῆς, τούτῳ Πελαγία, ἠκολούϑησας ἀκλινῶς, ἀρετῶν ὁσίων, τῇ καϑαρᾶ ἀσκήσει, διὸ τῆς τῶν ᾿Αγίων, δόξης ἠξίωσαι.

Τήνου ϑεῖος βλαστός. καὶ τῆς Θεοτόκου ἡ ϑεράπαινὰ ἣ πιστή, χαίροις Πελαγία, Οσία πανολβία, Μονῆς Κεχροβουνίου, ϑεῖον ἀγλάϊσμα.

Ἀρετῶν ἐκλάμπουσα τῷ φωτί, τὴν ᾿Αγνὴν Παρϑένον κατηξίωσαι κατιδεῖν, καὶ τοῖς ἐν τῇ πόλει ἐξήγγειλας ᾿Ὁσία, αὐτῆς τὴν εὐδοκίαν, τὴν πλουσιόδωρον.

Μύστης ἀνεδείχϑης ϑεοειδής, τῆς ᾿Αγνῆς Παρϑένου. καὶ ἐμύησας τοὺς σοὺς πιστούς, τοὺς ἐν νήσῳ Τήνῳ, αὐτῆς τὴν ϑείαν χάριν, Ὀσία Πελαγία, ᾿Αγίὧν σύμμορφε.

Χάριτος ἐπλήσϑησαν ἀληϑῶς, κατὰ τοὺς σοὺς λόγους, ὅτε εὗρον ὑπὸ τὴν γῆν, τὴν σεπτὴν Εἰκόνα, τῆς Θεοτόκου Μῆτερ, οἱ εὐσεβεῖς ἐν Τήνῳ, Χριστὸν δοξάζοντες.

Τὴν Κεχροβουνίου Μῆτερ Μονήν, σκέπε Πελαγία, ἀπὸ πάσης ἐπιβουλῆς, πρὸς σὲ γὰρ Ὀσία, μετὰ τὴν Θεοτόκον, προστρέχει καυχωμένη τὴ ϑείᾳ Κάρᾳ σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλον,

Μῆτερ Πελαγία ϑαυμαστή. σκεῦος ἀρετῶν ἰσαγγέλων, ϑεραπαινὶς ἐκλεκτή, τῆς ᾿Αγνῆς Θεόπαιδος καὶ Θεομήτορος, πρὸς αὐτὴν ἀεὶ πρέσβευε, ὑπὲρ τῆς Μονῆς σου, καὶ τῆς βλαστησάσης σε, νήσου ἑκάστοτε, ἵνα τῆς αὐτῆς προστασίας, πάντοτε ἡμῖν καὶ ἐν πᾶσι, χορηγῇ τὴν χάριν τὴν σωτήριον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχῶν τῶν 'Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης