Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιον Προφήτη Μωυσή τον Θεόπτη Empty Παρακλητικός Κανών εις τον Άγιον Προφήτη Μωυσή τον Θεόπτη

Την / Το Τρι Δεκ 03, 2019 9:30 am
Παρακλητικός Κανών εις τον Άγιον Προφήτην Μωυσή τον Θεόπτη

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Παρακλητικός Κανών εις τον Άγιον Προφήτη Μωυσή τον Θεόπτη Moisis10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν θεασάμενον πρὶ φλεγομένην βάτον, καὶ ξένως μὴ κατακαιομένην ἐν τῷ Σιναίῳ, μέλψωμεν Μωσέα σεπτόν, κράζοντες· ἐπάκουσον, σῶν προσφύγων Θεόπτα, καὶ τὸ πῦρ κατάσβεσον, τῶν ἡμῶν ἁμαρτάδων, ταῖς ἐπομβρίαις σοῦ τῶν πρεσβειῶν, πρὸς τὸν Σωτῆρα, Οὗ δόξαν ἑώρακας.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτέ Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Μωϋσέως Θεόπτου, λιτὰς ἐξαιτοῦμαι. Χ. Μ. Μ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Μὴ παύσῃ πρὸς Κύριον δυσωπῶν, ἰθῦναι ἱκέτας, τοὺς ἐνθέρμους σου Μωϋσῆ, πρὸς γῆν τῆς Θεοῦ ἐπαγγελίας, τοῦ Ἰσραὴλ κατευθῦντορ ἀνύστακτε.

Ὡς πόντον διέταμες Ἐρυθρόν, σῇ ῥάβδῳ Θεόπτα, καὶ διήγαγες Μωϋσῆ, λαὸν οὕτω νῦν εὐχῶν σου ῥάβδῶ, τῶν ἀοράτων ἐχθρῶν φραῦσαι φρύαγμα.

Ὑμνοῦμέν σε ἅπαντες Μωϋσῆ, τὸν ἐν Θαβωρίῳ θεασάμενον τοῦ Χριστοῦ, τὴν ἄῤῥητον δόξαν καὶ βοῶμεν· αὐτῆς ἡμᾶς ἀπολαῦσαι ἀξίωσον.

Θεοτοκίον.
Σὲ θρόνε πυρίμορφε τοῦ Θεοῦ, χρυσήλατε πύλη, καὶ καθέδρα βασιλική, τιμῶντες εἰς πάντας τοὺς αἰῶνας, χαῖρε βοῶμεν ἁγνὴ ἀειπάρθενε.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐκκαθάρας τὸν νοῦν σου μυσταγωγὲ Ἅγιε, Μωϋσῆ ἀχλύος ἐνύλων, Θεοῦ ὀπίσθια, κατηξιώθης ἰδεῖν, ἐν τῷ Χωρὴβ καὶ τὴν δόξαν, ἐν Θαβὼρ τὴν ἄῤῥητον, Τούτου θεσπέσιε.

Ὡς φθαρτῶν ὑπερόπτης καὶ ζηλωτὴς ἔνθερμος, τῶν διαμενόντων ἀπαύστως πάντοτε πρέσβευε, ὑπὲρ ἡμῶν Μωϋσῆ, τῶν ἐκτελούντων ἐν πίστει, μνήμην σου τὴν πάμφωτον, καὶ ἀεισέβαστον.

Σωφροσύνης πυξία δεῖξον τοὺς σοὺς πρόσφυγας, Μωϋσῆ ὁ χάριτι θείᾳ κατακοσμούμενος, συνέσει καὶ Ἰσραήλ, τοῦ συγγενοῦς χρηματίσας, λυτρωτὴς κακώσεως, τοῦτον ῥυσάμενος.

Θεοτοκίον.
Θεοτόκε Παρθένε ἄρτου ζωῆς τράπεζα, δούλων λιμωττόντων Σου τάχος πλῆσον ὡς εὔσπλαγχνος, καρδία τοῦ Σοῦ Υἱοῦ, ἄρτου ἁγίου τῷ ὄντι, δωρουμένου ἅπασι, βίον αἰώνιον.


Ἀξίωσον, ἡμᾶς θεάσασθαι κάλλος, Θεοῦ προσώπου τὸ ἀμήχανον, Μωϋσῆ Θεόπτα, τὴν εὔκλειαν Αὐτοῦ ὁ ἰδών, ἐν τῷ Θαβωρίῳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα θερμῆ.

Σεπτὲ Μωϋσῆ ὁ βάτον ἀκατάφλεκτον, ἰδὼν ἐν Σινᾷ, σῶν πρεσβειῶν κατάφλεξον, πυρὶ ἁμαρτίας μου τὰς πολλάς, Προφητῶν ἀκροθίνιον, καὶ τοῦ δεινοῦ ἐξάρπασον πυρός, τοῦ μέλλοντος σοὶ τὸν καταφεύγοντα.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπαξίως τιμῶντές σε, τὸν ἐκ τῆς δουλείας Αἰγύπτου σώσαντα, Μωϋσῆ λαὸν φιλόθεον, σὰς λιτὰς πρὸς Κτίστην ἐξαιτούμεθα.

Ὁδηγὸς ἀπλανέστατος, ἴσθι πρὸς τελείωσιν τῶν προσφύγων σου, ἰθυντὴρ ὁ πέλων ἄριστος, Ἰσραὴλ πρὸς γῆν πατρώαν ἔνδοξε.

Πλάκας ὁ κομισάμενος, τοῦ ἐγγεγραμμένου χειρὶ τοῦ Κτίστου σου, νόμου πᾶσι καταξίωσον, Μωϋσῆ τηρεῖν αὐτὸν ἱκέτας σου.

Θεοτοκίον.
Τόκον Σὸν διερμήνευσε, Μωϋσῆς αἰνίγματι πλείστοις Δέσποινα, κιβωτόν Σε θεασάμενος, βάτον ἀκατάφλεκτον καὶ τράπεζαν.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄργανον Θεοῦ, χρηματίσας Πάτερ εὔχρηστον, πλήρου γνώσεως καρδίας τὰς ἡμῶν, οὐρανίου Μωϋσῆ θεοειδέστατε.

Ὕμνοις μελιχροῖς, Μωϋσῆ σὲ μεγαλύνοντες, δυσωποῦμέν σε τοῦ σώματος ὁρμάς, χαμαιζήλους τῶν προσφύγων σου κατάστειλον.

Λῦσον Μωϋσῆ, τῶν παθῶν ἡμῶν σκοτόμαιναν, ὁ λαμπρῶς ἐν τῷ Θαβὼρ ἀξιωθείς, τὸν Θεάνθρωπον ἰδεῖν μεταμορφούμενον.

Θεοτοκίον.
Ἵλεων ἡμῖν, τὸν Υἱόν Σου Μῆτερ ἔργασαι, καὶ Θεὸν ἡμῶν ἀόκνοις Σου εὐχαῖς, ἵνα Σὲ εἰς τοὺς αἰῶνας μεγαλύνομεν.


ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὸν πάνσεπτον, Προφητῶν ἀκρέμονα, καὶ ἀστέρα παμφαῆ οἰκουμένης, ὡς νομοθέτην θεόσδοτον πάντες, καὶ ἰσχυρὸν ἀνυμνοῦντες ἡγήτορα, βοῶμεν· νόμου Μωϋσῆ, τηρητὰς δεῖξον σοὶ τοὺς προσφεύγοντας.

Ἀντίπαλον, Μωϋσῆ ἐνίκησας, σοῦ τῷ σώματι σταυροῦ προχαράξας, τὸν τύπον καὶ Ἀμαλὴκ δυναστείαν, ἔθραυσας σθένει Προφῆτα θεόπνευστε, τοῦ σταυρωθέντος Ἰησοῦ, τοῦ ἡμῖν δωρουμένου τὸ ἔλεος.

Σωτήριον, ἧμαρ ἀνατείλαντα, Αἰγυπτίοις ὑπνοδούλῳ λαῷ σου, δεδουλωμένους τοῖς πάθεσι πάτερ, σαῖς προσευχαῖς Μωϋσῆ ἐλευθέρωσον, καὶ ἀκηράτων ἀγαθῶν, ἀπολαῦσαι ἡμᾶς καταξίωσον.

Θεοτοκίον.
Ἐπάκουσον, νῦν τῶν δεομένων Σου, Θεοτόκε ἡ ἀμάραντος ἄνθος, ἀσπόρως τέξασα ὡς προεδήλου, τοῦ Ἀαρὼν ῥάβδος πρὶν ἡ κατάξηρος, καὶ εὐωδίας μυστικῆς, τοῦ Υἱοῦ Σου ἡμᾶς πλήρου ἅπαντας.


Ἀξίωσον, ἡμᾶς θεάσασθαι κάλλος, Θεοῦ προσώπου τὸ ἀμήχανον, Μωϋσῆ Θεόπτα, τὴν εὔκλειαν Αὐτοῦ ὁ ἰδών, ἐν τῷ Θαβωρίῳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τὸν δι’ ἐρήμου λαὸν ὁδηγήσαντα, ὃν ἐξ Αἰγύπτου δεσμῶν ἠλευθέρωσε, πρὸς Χαναὰν γῆν ἐκθύμως τιμήσωμεν, θεοειδῆ Μωϋσέα αἰτούμενοι, αὐτοῦ τὰς λιτὰς πρὸς τὸν Κύριον.


Προκείμενον
Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῷ τοὺς ἐχθρούς σου, ὑποπόδιον τῶν ποδῶν σου.
Στ.: Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.

Ἐν ταῖς ἡμέραις ἐκείναις, παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. Καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας μετ᾿ αὐτοῦ συλλαλοῦντες. Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ. Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε· καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. Καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· ἐγέρθητε καὶ μὴ φοβεῖσθε. Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον. Καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.


Δόξα
Ταῖς τοῦ Σοῦ Προφήτου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ξένως ὁ τὴν ἄβυσσον, θαλάσσης ῥάβδῳ ξηράνας, καὶ λαὸν θεόφιλον ὅλον, ἀκατάκλυστον σώσας Ἅγιε, καὶ ἐχθροῦ ἅρματα σὺν τοῖς ἵπποις πᾶσι, Αἰγυπτίου εἰς τὰ ὕδατα βυθίσας, πρέσβευε Μωϋσῆ, λυτρῶσαι σοὺς πρόσφυγας, καὶ γένος τὸ χριστώνυμον, ἔλεος Θεοῦ ἐκδεχόμενον, ἐκ τῆς ἁμαρτίας, δεινοῦ κατακλυσμοῦ, θεοειδὲς Προφῆτα, ἵνα τιμῶμέν σε, οἱ πιστοὶ ἀείποτε.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ξένως σῇ θείᾳ ῥάβδῳ τῆς Μεῤῥᾶς ὁ γλυκάνας ποτὲ τὰ νάματα, μετάβαλε λιτῶν σου ἡμῶν, τὰς πικρογόνους ἁμαρτίας, δεόμεθα θεοεδὲς Μωϋσῆ, τῇ πανσθενεῖ δυνάμει.

Ἀκατάβλητε Πάτερ ὄφιν τὸν ἰοβόλον Εὔαν πτερνίσαντα, ἐνίκησας στυλώσας, αὐτὸν ἐν τῇ ἐρήμῳ, Μωϋσῇ· ὅθεν κράζομεν· ἡμῖν τὰς πύλας Ἐδέμ, διάνοιξον εὐχαῖς σου.

Ἱερέων λαμπρότης στρατηγῶν κοσμιότης καὶ ἑτοιμότατε, ἀκέστορ σῶν προσφύγων, ὁ ἐν ἐρήμῳ θρέψας Ἰσραὴλ τὸν ἀγνώμονα, θρέψον κἀμὲ Μωϋσῆ, τῷ ἄρτῳ μετανοίας.

Θεοτοκίον.
Τοῖς Σοῖς δούλοις βραβεῖα δίδου νίκης ἀλήκτου Θεογεννήτρια, καυχήσεως ἁπάντων, τῶν εὐσεβούντων στέφος, ἵνα Σὲ μεγαλύνομεν, μελισταγέσιν ᾠδαῖς, τὴν Κεχαριτωμένην.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Οὐρανοδρόμον, ὁ διανύσας πορείαν, Μωϋσῆ καὶ τὸν ἄσαρκον Λόγον, κατιδὼν ἐν γνόφῳ, γενοῦ μοι ἀντιλήπτωρ.

Ὑπὲρ ἁπάντων, τῶν γεραιρόντων σε εὔχου, Μωϋσῆ ὁ τὴν γῆν τῶν πραέων, κατιδὼν ἐξ ὄρους, καὶ πνεύματι εὐφράνας.

Μὴν μοῦ παρίδῃς, τὴν προσευχὴν ὁ ἱμάντα, ὑποδήματος λύσας πρὸ βάτου, καταφλεγομένης, τυπούσης Θεοτόκε.

Θεοτοκίον.
Ἁγνὴ Παρθένε, τοὺς ἐν Σινᾷ ἀσκουμένους, καὶ χριστώνυμον πᾶσαν χορείαν, σκέπε Μωϋσέως, δεήσεσιν ἀπαύστοις.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἱκάνωσον ἐνθέρμους, πρόσφυγάς σου τρίβον, τὴν σωστικὴν διαβῆναι χρηστότητος, καὶ καταντῆσαι Θεόπτα εἰς ὕψος ἄῤῥητον.

Χαρίτωσον ἱκέτας, σοὺς καὶ πρὸς λιμένα, τῆς ἐπιγνώσεως ἴθυνον ἅπαντας, σὲ Μωϋσῆ ἀνυμνοῦντας λαμπρῶς ἑκάστοτε.

Μορφώσας ἐν ψυχῇ σου, τὸ κάλλος τῆς Τριάδος, τῆς πανσθενοῦς χάριν εὗρες προσφύγων σου, μορφοῦν τὰ ἤθη Θεόπτα πανιερώτατε.

Θεοτοκίον.
Μητράναδρε Παρθένε, ἥνπερ προετύπου, ἡ ἐν Σινᾷ βάτος ἡ ἀκατάφλεκτος, φλέξον ἀκάνθας παθῶν μου, πυρὶ Σῆς χάριτος.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χαίροις, νομοθέτα τοῦ Ἰσραήλ, Μωϋσῆ θεόπτα, ἐκ δουλείας τοῦ Φαραώ, ὁ ἐλευθερώσας, λαὸν δεδουλωμένον, ἐπιταγῇ τῇ θείᾳ, πάτερ θειότατε.

Ῥάβδῳ σου διέταμες Ἐρυθράν, θάλασσαν τρισμάκαρ, καὶ ἐξήγαγες τὸν λαόν, ἐκ τῆς Αἰγυπτίας, δουλώσεως εἰς γαῖαν, ἐπαγγελίας πάτερ, θεοειδέστατε.

Τὸν θεοπτικώτατον οἱ πιστοί, Προφητῶν τὸ κλέος, τὸν ἐν ὄρει πάλαι Σινᾷ, Θεῷ συλλαλοῦντα, ἐν γνόφῳ καὶ ἐν βάτῳ, καὶ Νόμον δεδεγμένον, Μωσῆν τιμήσωμεν.

Πλάκας θεογράφους ἐν τῷ Χωρήβ, εἴληφας προστάξει, τοῦ παντάνακτος Μωϋσῆ, καὶ κατηξιώθης, τῶν ὀπισθίων μέρος, θεάσασθαι Κυρίου, πάσης τῆς κτίσεως.

Χαίροις θεαυγέστατε Μωϋσῆ, ὁ Χριστοῦ τὴν δόξαν, θεασάμενος ἐν Θαβώρ, ἧσπερ ἀπολαύεις, σὺν Προφητῶν χορείαις, καὶ τάγμασιν Ἁγίων, ἐν θείοις δώμασι.

Βάτον ἀκατάφλεκτον ἐν πυρί, Μωϋσῆ θεόπτα, θεασάμενος ἐν Σινᾷ, ἔλυσας ἱμάντα, τῶν σῶν ὑποδημάτων, πρὸ ταύτης προτυπούσης, τὴν Θεομήτορα.

Ὡς ἐκ τῆς δουλείας τοῦ Φαραώ, ἐλυτρώσω γένος, ἐμπερίστατον Ἰσραήλ, οὕτω λύτρωσαί με, ἁμαρτιῶν δουλείας, σοὶ Μωϋσῆ τῷ πίστει, νῦν καταφεύγοντι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Βάτον, φλεγομένην ἐν Σινᾷ, καὶ μὴ καιομένην Θεόπτα, ὁ θαυμαστῶς κατιδών, καὶ τὰ θεοχάρακτα λαβὼν θειότατε, ἐν Χωρὴβ ὄρει, γράμματα μὴ παύσῃ, πρεσβεύων Μωϋσῆ, τῷ Κτίσαντι Οὗπερ ἑώρακας δόξαν, ἐν Θαβὼρ ἀξιῶσαι, καὶ ἡμᾶς σαφῶς ἀπολαῦσαι, δόξης τῆς Αὐτοῦ Μεταμορφώσεως.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχῶν τῶν 'Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης