Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1736
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιον Προφήτη Ζαχαρία Empty Παρακλητικός Κανών εις τον Άγιον Προφήτη Ζαχαρία

Την / Το Τρι Δεκ 03, 2019 10:02 am
Παρακλητικός Κανών εις τον Άγιον Προφήτην Ζαχαρία

Παρακλητικός Κανών εις τον Άγιον Προφήτη Ζαχαρία Zaxari10

Εὒλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν Ἀρχιερέα τοῦ Θεοῦ τοῦ Ὑψίστου, τὸν τὴν Παρθένον καὶ Ἁγνὴν Θεοτόκον, εἰς τὰ Ἁγια τῶν Ἁγίων εἰσάγων, πόθῳ εὐφημήσωμεν, καὶ βοήσωμεν πάντες· Ζαχαρία ἔνδοξε, ὁ πατὴρ τοῦ Προδρόμου, πρέσβευε δεόμεθα τυχεῖν, θείου φωτισμοῦ καὶ πάσι πταισμάτων θείαν ἄφεσιν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτέ Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών

ᾨδὴ α΄. Ἀνοίξω τὸ στόμα μου.

Ἀκτῖσι τοῦ Πνεύματος, ταῖς φωτοφόροις πρεσβείαις σου, τὸν νοῦν μου καταύγασον, ὅπως ὑμνήσω σου, τὴν λαμπρότητα, τοῦ βίου Ζαχαρία, καὶ μέλψω σοι Ἅγιε, ὕμνον ἀρμόνιον.

Ἰδὼν τὸν Ἀρχάγγελον, ἐν τῷ ναῷ ἐφεστῶτά σοι, καὶ τούτου δεξάμενος, τὰ εὐαγγέλια, υἱὸν τέτοκας, ἐν γήρατι, Προφῆτα, Κυρίου τὸν Πρόδρομον, θείῳ βουλήματι.

Ναῷ ὡς εἰσδέδεξαι, προσενεχθεῖσαν τὴν ἄμωμον, Παρθένον ὡδήγησας, αὐτὴν εἰς τὰ Ἅγια, ἀγαλλόμενος, τραφῆναι τῶν Ἁγίων, εἰς θείαν κατοίκησιν τοῦ Παντοκράτορος.

Θεοτοκίον.
Ὁ οἶκος ὁ πάμφωτος, τοῦ Ποιητοῦ πάσης κτίσεως, ὁ θρόνος ὁ ἔμψυχος τοῦ Παντοκράτορος, ἀνυμνείσθω μοι, ἡ μόνη Θεοτόκος, Χριστὸν γὰρ ἐκύησε, κόσμον καινίζοντα.


ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Νοὸς τὰς κινήσεις κατευθύνων, σοφῶς τοῖς προστάγμασι Θεοῦ, ἀρχιερεὺς θεόληπτος, οἷα Προφήτης ἔνθεος, ὦ Ζαχαρία πέφηνας, τοῦ Βασιλέως τῆς Κτίσεως.

Πλήρης φωτισμοῦ ἐπουρανίου, ὑπάρχων ἱέρευσας πιστῶς, Θεῷ τῷ Παντοκράτορι, καὶ τὰς ἀρχὰς εἰσδέδεξαι, τῆς τοῦ Χριστοῦ λαμπρότητος, τοῦ σαρκωθέντος δι’ ἔλεος.

Ῥήμασι τοῖς θείοις τοῦ Ἀγγέλου, ἀπείθειαν δείξας σιωπήν, ἐδέξω καὶ ἀνύμνησας, λυθέντος σου τοῦ στόματος, Θεὸν ὅτε ἐν γήρατι, ἡ σὴ γυνὴ υἱὸν τέτοκεν.

Θεοτοκίον.
Ὀρέων ἁπάντων ὑπεράνω, ἐδείχθης τὸ ὄρος τοῦ Θεοῦ, τὸ πῖον καὶ κατάσκιον, ταῖς ἀρεταῖς Πανάχραντε, ὡς οἱ Προφῆται ἔφησαν, θείῳ λαμπόμενοι Πνεύματι.


Διάσωσον, ἀπὸ παντοίων κινδύνων τοὺς δούλους ἱεράρχα, τοὺς εἰς σὲ τὴν ἐλπίδα ἔχοντας, ὡς μέγα Κυρίου θεράπων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα θερμῆ.

Προφῆτα πανάγιε, καὶ θείε διάκονε, τὴν μνήμην τὴν σήν, ὡς ἄνθος εὐωδέστατον, τιμῶντες ἑορτάζωμεν, καὶ φαιδρῶς ἀλαλάξωμεν· μὴ ἐάσης ἡμᾶς καταπιεῖν ἐχθρὸς ὁ παμβέβηλος.


ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Στόματι ηὐλόγησας, τὸν Ποιητήν, ὅτε Ἐλισάβετ ἐκτέτοκε, τὸν Ἰωάννην, Ζαχαρία ἐκβοῶν· Εὐλογητὸς εἶ Κύριε, ὁ ποιῶν καινὰ καὶ παράδοξα.

Ἀρχιερωσύνης τῆς νομικῆς, τὴν στολὴν τὴν θείαν ἐνδέδυσαι, καὶ τὰς θυσίας, κατὰ νόμον τῷ Θεῷ, προσήγαγες μακάριε, τεταπεινωμένῳ φρονήματι.

Δύναμιν ἐν γήρατι ἀναλαβών, ἔτεκες υἱὸν τὸν ὑπέρτατον, πάντων Ἁγίων, Ζαχαρία ἱερέ, λυθείσης τῆς στειρώσεως, νεύσει θεϊκῇ τῆς εὐνέτιδος.

Θεοτοκίον.
Ὤφθης ὑπερτέρα πάντων κτιστῶν, ὁρατῶν ὁμοῦ ἀοράτων τε, ὡς τετοκυΐα, τὸν τῶν ὅλων Ποιητήν, διὸ καμὲ ὑπέρτερον, δεῖξον Θεοτόκε τοῦ χείρονος.


Ωδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Σαρκὶ ὡς ἑώρακας, τεχθέντα τὸν Ὑπέρθεον, Κόρη Ζαχαρία ἐξ Ἀχράντου, ἔγνως τοῦ νόμου τὸ πέρας Ἅγιε, καὶ τῆς διαθήκης τῆς καινῆς, τὰς ἀρχὰς μεμύησαι, ὡς φωτὸς θείου ἔμπλεως.

Ὁ νοῦς σου λαμπόμενος, ταῖς πρὸς τὸ θεῖον νεύσεσιν, ἔνδον τῶν ἀδύτων ὡς ἐχώρεις, οἰκονομίας Χριστοῦ μεμύησαι, μάκαρ Ζαχαρία ἱερέ, τὸ φρικτὸν μυστήριον, δι’ οὗ πλάνης ἐῤῥύσθημεν.

Ἱέρευσας Ἄγιε, ἐν τύποις μὲν τὸ πρότερον, καὶ σκιᾷ τοῦ νόμου Ζαχαρία, νῦν δὲ ἀμέσως Θεῷ ἰστάμενος, πρέσβευε ἀεὶ ὑπὲρ ἡμῶν, τῶν ἀνευφημούντων σε, ὡς Κυρίου θεράποντα.

Θεοτοκίον.
Ζωῆς με τῆς κρείττονος, ἐχθρὸς ὁ δολιότροπος, πάλαι ἀπεμάκρυνε Παρθένε, ἀλλὰ τὸν πάντων τεκοῦσα Κύριον, πάλιν μὲ ἀνήγαγες Ἁγνή, πρὸς δόξαν τὴν ἄφθαρτον, διὰ τοῦτο δοξάζω σε.


ᾨδὴ στ΄. Τὴν θείαν στάσιν.
Ἅ πρὶν ἰδεῖν ἐπεθύμησαν, Προφῆτα Ζαχαρία οἱ Δίκαιοι, ἰδὼν ἐδόξασας, Χριστὸν παιδίον γενόμενον, ἐκ τῆς Ἁγνῆς Παρθένου, δι’ἀγαθότητα.

Χαρᾶς ἐπλήσθης ὡς ἔβλεψας, τεχθέντα Ἰωάννη τὸν Πρόδρομον, καὶ ἀποθέμενος, τὴν σιωπὴν ἐπευλόγησας, Προφῆτα Ζαχαρία, τὸν Παντοκράτορα.

Ἀδιαλείπτως ἱκέτευε, ὁμοῦ σὺν Ἰωάννη δεόμεθα, Χριστὸν τὸν Κύριον, καὶ Ἐλισάβετ τοῦ διδόσθαι, ἡμῖν ὦ Ζαχαρία, πταισμάτων ἄφεσιν.

Θεοτοκίον.
Ῥάβδος ἐδείχθης θεόβλαστος, ὠς ἄνθος ἀποτίστως βλαστήσασα, Χριστὸν τὸν Κύριον, Θεογεννῆτορ Πανάχραντε, διὸ τὰς τῶν παθῶν μου, βλαστήσεις ἔκτιλλον.


Διάσωσον, ἀπὸ παντοίων κινδύνων τοὺς δούλους ἱεράρχα, τοὺς εἰς σὲ τὴν ἐλπίδα ἔχοντας, ὡς μέγα Κυρίου θεράπων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον, ἦχος γ΄.
Ὁ Προφήτης σήμερον, καὶ ἱερεὺς τοῦ Ὑψίστου, Ζαχαρίας προΰθηκεν, ὁ τοῦ Προδρόμου γενέτης τράπεζαν, τῆς αὐτοῦ μνήμης, πιστοὺς ἐκτρέφων, πόμα τε δικαιοσύνης τούτοις κεράσας, διὸ τοῦτον εὐφημοῦμεν, ὡς θεῖον μύστην Θεοῦ τῆς χάριτος.


Προκείμενον
Σὺ ἱερεὺς εἰς υἱὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.
Στ.: Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἄν θῶ τοὺς ἐχθρούς σου, ὑποπόδιον τῶν ποδών σου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον (ΚΓ΄, 25-26):
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί... Οὕτω καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοὶ ἐστε ὑποκρίσεως καὶ ἀνομίας.

Δόξα
Ταῖς τοῦ σοῦ Προφήτου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν...
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.



Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Προφῆτα θεσπέσιε, ἡ παναγία σου μνήμη, σήμερον ἐξέλαμψε ὥσπερ ῥόδον ἀμάραντον καὶ ἐφαίδρυνε ἅπαντα πιστῶν τὰ συστήματα. Καὶ νόσους ἐφυγάδευσε καὶ ἐχθροῦ τὰ πλήστα τεχνάσματα. Καὶ παθῶν ἀνιάτων θεράπευσον ὡς ἰατρὸς ἀῤῥαγέστατος, πρεσβείαν προσάγων, ὡς μέγας μεσίτης πρὸς Θεόν, καὶ πάντας καταφεύγοντας ὑπὸ τὴν σκέπην σου φρούρησον ἀοίδιμε.


ᾨδὴ ζ΄. Ὁ διασώσας ἐν πυρί.
Ἱερωσύνης νομικῆς, τύπος Ζαχαρία ἐδείχθης, καὶ τὰ τῆς χάριτος σαφῶς, ἐμυήθης κραυγάζων μυστήρια· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Αἷμα ἐκχέας σου σοφέ, ὑπὲρ τῆς Ἀχράντου Παρθένου, μέσον ναοῦ ἀποκτανθείς, καὶ θυσιαστηρίου ὡς γέγραπται, μαρτυρίου διάδημα, Ζαχαρία ἐκομίσω παρὰ Κυρίου.

Γνοὺς διανοίᾳ καθαρᾷ, τὸ τετελεσμένον ἀῤῥήτως, τῆς σωματώσεως Θεοῦ, ἐκ Παρθένου Ἁγίας μυστήριον, Θεοτόκον πανάφθορον, τὴν αὐτὸν ἐκτετοκυῖαν μάκαρ κηρύττεις.

Θεοτοκίον.
Ἐν τῷ ναῷ τῷ κοσμικῷ, σὲ καθυπεδέξατο χαίρων, ὡς Ἱεράρχης ἱερός, Ζαχαρίας Θεοτόκε κραυγάζων σοι· χαῖρε Πάναγνε Δέσποινα, ὁ ναὸς ὁ καθαρώτατος τοῦ Δεσπότου.


ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντός.
Ῥείθροις θείων αἱμάτων μακάριε, τὴν στολὴν τὴν ἁγίαν ἐλάμπρυνας, καὶ πρὸς ναὸν οὐράνιον, μεταβέβηκας χαίρων, Ζαχαρία, ὑπὲρ πάντων πρεσβεύων πρὸς Κύριον.

Ἀκηλίδωτον βίον διήνυσας, ὡς Προφήτης Θεοῦ ἐνθεώτατος, καὶ τοῦ Χριστοῦ τὴν σάρκωσιν, κατιδεῖν ἠξιώθης Ζαχαρία ἱεράρχα, καὶ Μάρτυς θεόληπτε.

Σῷ υἱῷ προφητεύων προέλεγες, τοῦ Ὑψίστου Προφήτης καὶ Πρόδρομος, κληθήσῃ τέκνον Ἅγιον, προπορεύσῃ γὰρ τούτου, τοῦ ἐτοιμάσαι, τὰς ὁδοὺς εἰς εὐθεῖαν ἐπίβασιν.

Θεοτοκίον.
Ἰησοῦν τὸν Σωτῆρα καὶ Κύριον, ἀποῤῤήτως τεκοῦσα Πανάμωμε, τῆς δεσποτείας ῥῦσαί με, τοῦ δραπέτου τυράννου, ἐκδυσωπῶ σε, σωτηρίας πρὸς τρίβον με ἄγουσα.


ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.
Μύστης μυστικῶν θεαμάτων, οἷα Προφήτης τοῦ Κυρίου, καὶ Ἀρχιερεὺς θεοφόρος, καὶ Μάρτυς ὤφθης οἰκείῳ αἵματι, διό σε μακαρίζομεν, ὦ Ζαχαρία παμμακάριστε.

Ὅλην τῆς Ἁγίας Τριάδος, ἤδη δεχόμενος τὴν αἴγλην, καὶ τῆς ὑπὲρ νοῦν εὐφροσύνης, Προφητομάρτυς καταξιούμενος, ὦ Ζαχαρία πρέσβευε, ὑπὲρ ἡμῶν τῶν εὐφημούντων σε.

Ὕμνοις καὶ ᾠδαῖς δὲ τιμῶμεν, καὶ ἐκβοῶμέν σοι Προφῆτα· σὺν τῷ Βαπτιστῇ Ἰωάννῃ, καὶ Ἐλισάβετ τῇ σῇ εὐνέτιδι, ἀπαύστως καθικέτευε, ἡμῖν διδόναι θεῖον ἔλεος.

Θεοτοκίον.
Ὕδωρ ἀφθαρσίας μοι βλῦσον, οἷα πηγὴ ζωῆς ναμάτων, κεχαριτωμένη Παρθένε, καὶ τῶν παθῶν μου σβέσον τοὺς ἄνθρακας, ἵνα ὑμνῶ Πανύμνητε, τῆς σῆς χρηστότητος τὸ μέγεθος.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Χρῖσμα κατὰ νόμον περιβληθείς, Θεῷ τὰς λατρείας, ἀναφέρεις τὰς τοπικάς, καὶ τὴν τῶν συμβόλων, φανέρωσιν κηρύξας, Προφῆτα Ζαχαρία, ξίφει ἐκτέτμησαι.

Χρίσματι ἁγίῳ Ἀρχιερεύς, ὤφθης ἐν τῷ νόμῳ, Ζαχαρία ὡς ἀληθῶς, καὶ ὐπὲρ Κυρίου, τὸ αἷμά σου ἐκχέας, προφητομάρτυς θεῖος ἐδείχθης Ἅγιε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε οἱ φιλόθεοι πιστῶς, δεῦτε τῶν δικαίων οἱ πάντες ἑορτάσωμεν τὴν ἁγίαν πανήγυριν τοῦ ἱεράρχου Χριστοῦ, καὶ ἀξίως τιμήσωμεν αὐτὸν ἐκβοῶντες· ῥῦσαι πανάγιε πάντας ἡμᾶς, νόσων καὶ παντοίων κινδύνων, καὶ πάσης αἰρέσεως Ζαχαρία ταῖς πρεσβεῖαις σου

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχῶν τῶν 'Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης