Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Κριτήν Ιησού Χριστόν δια της Οικονομικής Κρίσεως  Empty Παρακλητικός Κανών εις τον Κριτήν Ιησού Χριστόν δια της Οικονομικής Κρίσεως

Την / Το Τρι Δεκ 03, 2019 11:32 am
Παρακλητικός Κανών εις τον δια της Οικονομικής Κρίσεως και Πτωχεύσεως Παιδαγωγούντα ημάς Ευσημπάθητον Κριτήν Ιησού Χριστόν

Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια,
Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας

Παρακλητικός Κανών εις τον Κριτήν Ιησού Χριστόν δια της Οικονομικής Κρίσεως  Christ10

Ὁ Παρακλητικὸς Κανὼν στὸν Κύριό μας, ποὺ μᾶς παιδαγωγεῖ μὲ τὴν  οἰκονομικὴ κρίση καὶ τὴν πτωχεία, ἂς ἀποτελέσει τὴν καθημερινή μας ἱκετευτικὴ προ σευχὴ πρός Αὐτόν, τὸ φιλάνθρωπο κυρίαρχο τῆς ζωῆς μας, αὐτὲς τὶς δύσκολες ἡμέρες ποὺ περνοῦμε ὡς ἔθνος. Θερμὲς εὐχαριστίες ὀφείλουμε στὸ φίλ τατό μας Καθηγητή, Δρα Χαράλαμπο Μπούσια, ποὺ ἐμπνεύσθηκε καὶ συνέθεσε καὶ αὐτὸν τὸν Παρακλητικὸ Κανόνα, τὸν τόσο ἐπίκαιρο σήμερα. Μὲ αὐτὸν ἐμπλουτίζουμε καὶ τὸ Ἐγκόλπιο Ἡμερολόγιο τῆς Μητροπόλεώς μας τοῦ σωτηρίου ἔτους 2012 καὶ εὔχομαι, ὅπως σύν τομα, περνώντας διὰ πυρὸς καὶ σιδήρου, ἐξέλθωμεν εἰς ἀναψυχήν, δοξολογοῦντες ἀκατάπαυστα τὸν παδαγωγό μας Ἰησοῦ Χριστό.

Εὐχέτης πρὸς Κύριον
ὁ Μητροπολίτης ὁ Κύκκου καὶ Τηλλυρίας
Νικηφόρος


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ εξής Τροπάρια˙

Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὁ πλουτιστὴρ καὶ εὐεργέτης τοῦ γένους τῶν χοϊκῶν, Υἱὲ Θεοῦ τοῦ Ὑψίστου, εἰς πίστιν τοὺς πτωχεύσαντας οἰκέτας τοὺς Σοὺς καὶ εἰς ἐπιείκειαν, οἰκτιρμοὺς καὶ ἐλέη,
κρίσεως ἐξάρπασον τάχος οἰκονομίας καὶ τῶν ἠθῶν, φιλάνθρωπε Χριστέ, κατακαυχᾶται οὗ θριαμβεύει τὸ ἔλεος κρίσεως.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ˙ σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς˙
Κρίσεων ἡμᾶς ἀνωτέρους, Ἰησοῦ, τήρει. Χ. Μ..

Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Κριτὰ δικαιότατε, Ἰησοῦ, εἰκὼν εὐσπλαγχνίας, ἐν ἐλέει καὶ οἰκτιρμοῖς ὁ πλούσιος2, δὸς ἡμῖν πτωχεύειν εἰς ἀπιστίαν καὶ ἔργα κακότητος.

Ῥαθύμους οἰκέτας Σου, Ἰησοῦ, ἐν ἤθει καὶ ἔργοις τοὺς πτωχεύσαντας καὶ δεινὴν βιοῦντας οἰκονομίας κρίσιν ἐν ἐγρηγόρσει συντήρει Σῇ χάριτι.

Ἱκάνωσον δούλους Σου, Ἰησοῦ, τοὺς ἐκδαπανῶντας τῆς καρδίας πλοῦτον κακῶς τὴν κρίσιν δεινῆς οἰκονομίας ὡς εὐλογίαν λογίζεσθαι θείαν Σου.

Θεοτοκίον.
Σωτῆρα τεκοῦσα καὶ Λυτρωτὴν ἡμῶν, Θεοτόκε, ῥῦσαι κρίσεως ἠθικῆς καὶ πάσης ἀνάγκης σοὺς οἰκέτας τοὺς εἰς Αὐτὸν ἐπιῤῥίπτοντας μέριμναν.


Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Εὐσυμπάθητε Σῶτερ, Λόγε Θεοῦ Κτίσαντος, ἔλεος Οὗ κατακαυχᾶται κρίσεως, ἄλλαξον ῥοῦν βιοτῆς τῶν λαῶν τῶν πτωχευσάντων σπατάλῃ καὶ ταῖς καταχρήσεσιν ἤθους Σῇ χάριτι.

Ὡς Θεὸς πανοικτίρμων καὶ συμπαθής, Κύριε, παραπικρανάντων σε πλήθους τάχος ἐπάκουσον καὶ ταχινὸς βοηθὸς γενοῦ ἡμῖν τοῖς ἐν κρίσει καὶ πτωχεύσει στένουσι δούλοις ἀχρείοις Σου.

Νῦν θερμῶς δυσωπῶ Σε, Παιδαγωγὲ ἄριστε τῶν λαῶν, γενοῦ μοι, Οἰκτίρμον, διὰ πτωχεύσεως καὶ δι’ οἰκονομικῆς κρίσεως, Λόγε Ὑψίστου, ἰθυντὴρ πρὸς ἄνεσιν
διαιωνίζουσαν.

Θεοτοκίον.
Ἡἑτοίμη σῶν δούλων ἐν συμφοραῖς, ἄχραντε, προστασία, Θεογεννῆτορ, κρίσεως ἅπαντας οἰκονομίας ἡμᾶς καὶ ἠθικῆς ὑπερόπτας δεῖξον τοὺς ἀείποτε
σὲ μακαρίζοντας.


Πτωχεύσασιν ἐξ ἀσωτίας κατάδειξον καὶ σπατάλης Σοῦ ἐλέους καὶ οἰκτιρμῶν ἡμῖν πλοῦτον, Κύριε, ὀνόματος ἕνεκεν τοῦ σεπτοῦ Σου.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα˙
Ἦχος β΄. Πρεσβεία θερμή.

Ὁπαιδαγωγῶν τοὺς δούλους Σου ἀείποτε, Χριστὲ ὁ Θεός, οἰκονομίας κρίσεως καὶ δεινῆς ἐξάρπασον νῦν πτωχείας λαόν Σου, Φιλάνθρωπε, ἡμαρτηκότα, οἴμοι, καὶ τὴν Σὴν ὁργίσαντα ἄκραν ἀγαθότητα.


Ὠδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Μετανοίας διάνοιξον πύλας6 τῷ λαῷ Σου καὶ ἐκ τῆς κρίσεως τῆς οἰκονομίας λύτρωσαι, ὡς τοὺς Νινευΐτας, τοὺς οἰκέτας Σου.

Ἀπομάκρυνον πτώχευσιν ἐκ λαοῦ σου, Σῶτερ, εἰς Σὲ πιστεύοντος, ὅτι ἔλεός Σου πάντοτε θριαμβεύει κρίσιν τὴν δικαίαν Σου.

Σὲ λατρεύομεν, Κύριε, εἰ καὶ Σοὶ ἑκάστοτε ἁμαρτάνομεν, Σοὶ βοῶντες ἐκδεχόμεθα χάριν Σου πολλὴν ἐν ὥρᾳ κρίσεως.

Θεοτοκίον.
Ἀειπάρθενε Δέσποινα, πλοῦτον δαπανῶντα κακῶς, ὅν Τόκος σου ἔδωκέ μοι, ταμιεύειν με νουνεχῶς ἐν πόλῳ καταξίωσον.


Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Νεῦσον ταῖς ἡμῶν παρακλήσεσι, Θεάνθρωπε, ἐκ τῆς κρίσεως ἐξάγων τῶν ἠθῶν καὶ δεινῆς οἰκονομίας τοὺς οἰκέτας Σου.


Ὥσπερ συμπαθὴς ἐκ τοῦ λάκκου8 ἀπωλείας με καὶ ἐκ κρίσεως ἐξάγαγε δεινῆς τῆς οἰκονομίας, Σῶτερ, τὸν πολύστηνον.

Τρέμω τὴν φρικτὴν ὥραν Κρίσεώς Σου, Κύριε, ἐν ᾗ βίβλον διανοίξεις μου φρικτῶν ἐγκλημάτων9, πανευΐλατε Θεάνθρωπε.

Θεοτοκίον.
Ἔλεος ἡμῖν τοῦ Υἱοῦ σου ἐξαπόστειλον τοῖς ἐν κρίσει καὶ πτωχείᾳ ἀλγεινῇ οὖσι δούλοις σου, Κυρία Μητροπάρθενε.


Ὠδὴ στ΄. Τὴν δέησιν.
Ῥιψάσπιδας ἐν πολέμῳ, Κύριε, καθ’ ἡμέραν σοὺς οἰκέτας μὴ δείξῃς, ὑπὲρ ἠθῶν τῶν χρηστῶν καὶ δογμάτων τῶν πατρικῶν, Ἰησοῦ πολυεύσπλαγχνε, ἐν κρίσει πέλοντας δεινῇ ἀσωτίας καί, οἴμοι, πτωχεύοντας.

Ὁεὔσπλαγχνος Ἰησοῦς διάθρεψον σοὺς οἰκέτας, Ἠλιοὺ ὡς Θεσβίτην ἀποκρυβέντα Χοῤῥὰθ ἐν χειμἀῤῥῳ διὰ στρουθίου διέθρεψας10, Κύριε, πτωχεύσαντας διὰ πληθὺν παρανόμων, Θεάνθρωπε, πράξεων.

Ὑφέρποντος τῆς σπατάλης ὄφεως κεφαλὴν οἰκονομίας μαχαίρᾳ κατασυντρίψαι ἀξίωσον, Σῶτερ, μόνον εἰς Σὲ τοὺς ἐκθύμως πιστεύοντας ἀλλά, φεῦ, ἔργοις ἀλγεινοῖς
ἀσωτίας ἀεί Σε πικραίνοντας.

Θεοτοκίον.
Σπατάλης με ὑπερόπτην, Δέσποινα, δεῖξον δοῦλόν σου ἀσώτως βιοῦντα, ἔχοντα μόρφωσιν, φεῦ, εὐσεβείας, ἀλλὰ αὐτῆς ἀρνησάμενον δύναμιν καὶ ἐν ἰλύϊ τῶν παθῶν κυλινδούμενον, Θεογεννήτρια.


Πτωχεύσασιν ἐξ ἀσωτίας κατάδειξον καὶ σπατάλης Σοῦ ἐλέους καὶ οἰκτιρμῶν ἡμῖν πλοῦτον, Κύριε, ὀνόματος ἕνεκεν τοῦ σεπτοῦ Σου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον˙
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Οἰκονομίας ἐν κρίσει τρυχόμενον λαὸν πιστὸν μὴ ἐάσῃς, Φιλάνθρωπε, πτωχεῦσαι, πᾶσι τὸν πλοῦτον Σῆς χάριτος ὁ καθ’ ἑκάστην δωρούμενος, Κύριε, τοῖς ἐκζητοῦσι Σὸν ἄμετρον ἔλεος.


Προκείμενον.
Ἦχος δ΄. Τὸ ἔλεός Σου, Κύριε, καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.
Στίχος. Τοῦ ἐλέους Σου, Κύριε, πλήρης ἡ γῆ.

Εὐαγγέλιον˙ κατὰ Ἰωάννην. (Κεφ. ιβ΄ 19 - 36 )

Τῶ καιρῷ ἐκείνῳ συμβούλιον ἐποίησαν οἱ Φαρισαῖοι κατὰ τοῦ Ἰησοῦ καὶ εἶπον πρὸς ἑαυτούς˙ Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; Ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν. Ἦσαν δέ τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων, ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. Οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας καὶ ἠρώτων αὐτὸν λέγοντες˙ Κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. Ἔρχεται Φίλιππος καὶ λέγει τῷἈνδρέᾳ καὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος λέγουσι τῷ Ἰησοῦ˙ ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων˙ Ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει˙ ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτὴν καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξῃ αὐτήν. Ἐὰν ἐμοὶ διακονῇ τις, ἐμοὶ ἀκολου θείτω καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται. Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τι εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης˙ ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. Πάτερ, δόξασόν σου τὸ ὄνομα. Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ˙ Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. Ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι˙ ἄλλοι ἔλεγον˙ Ἄγγελος αὐτῷ λελάληκεν. Ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν˙ Οὐ δι’ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι’ ὑμᾶς. Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω˙ κἀγώ, ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Τοῦτο δὲ ἔλεγε σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν. Ἀπεκρίθη αὐτῷ ὁ ὄχλος˙ Ἡμεῖς ἠκού σαμεν ἐκ τοῦ νόμου, ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα καὶ πῶς σὺ λέγεις, ὅτι δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου; Τίς ἐστιν οὗτος ὁ Υἱὸς τοῦ ἀν θρώπου; Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς˙ Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ’ ὑμῶν ἐστι˙ περιπατεῖτε, ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει. Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.

Δόξα.
Ῥῦσαί με πτωχείας, Δικαιοκρῖτα Σῶτερ, καὶ Κρίσεως δικαίας ἐν ἐτάσεως ὥρᾳ.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν  ἐγκλημάτων.


Προσόμοιον.
Ἦχος πλ β΄. Ὅλην ἀποθέμενοι.
Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός..

Κρίσεως ἐκλύτρωσαι οἰκονομίας Σὸν δοῦλον καὶ δεινῆς πτωχεύσεως τὸν λαόν σου, Κύριε πολυεύσπλαγχνε, τρυφηλαῖς πράξεσι καὶ σπατάλαις βίον, φεῦ, ἀσώτως δαπανήσαντα ἀλλ’ εἰς μετάνοιαν νῦν ἐπανελθόντα, φιλάνθρωπε, καὶ ἐκ μυχίων κράζοντα τῆς καρδίας˙ Ἥμαρτον, Κύριε˙ δέξαι με ὡς ἕνα μισθίων Σου καὶ Κρίσεως δεινῆς ἐν ὥρᾳ με συναρίθμησον μετὰ τῶν δικαίων Σου.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...

Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἰησοῦ πανοικτίρμον, ὁ πτωχεύσας πλουσίους κατὰ τὴν κρίσιν Σου καὶ πένητας πλουτίσας, ἐκ τῆς οἰκονομίας ἀπολύτρωσαι κρίσεως καὶ ἐκ πτωχείας λαὸν Σοῦ τὸν ἠγαπημένον.

Ἠνομήσαμεν, Σῶτερ, οἱ φρικτοὶ ἀλαζόνες καὶ ἄγαν φίλαυτοι καὶ ἀγαθότητά Σου σπατάλαις ἐν τῷ βίῳ παρωργίσαμεν, Κύριε, οἱ ἀπολαύοντες νῦν καρπῶν τῆς ἁμαρτίας.

Σὲ θερμῶς δυσωποῦμεν ἀσωτίας τοῦ ἄρτου οἱ προγευσάμενοι καὶ νῦν οἰκονομίας, πανοικτίρμον, ἐν κρίσει, καταντήσαντες, Κύριε, Κρίσεως ῥῦσαι ἡμᾶς ὡς συμπαθὴς ἐσχάτης.

Θεοτοκίον.
Οἱ πατήσαντες πάγας τῶν δυνάμεων σκότους, Θεογεννήτρια, γλυκὺ πικρὸν λεγόντων καὶ πρόοδον τὴν πτῶσιν τῶν ἠθῶν, δυσωποῦμέν σε˙ Τήρει ἡμᾶς ἀσινεῖς αὐτῶν τῆς δυναστείας.


Ὠδὴ η΄. Τὸν Βασιλέα.
Ὕψωσον κέρας τῶν ταπεινῶν οἰκετῶν Σου, φοβουμένων δικαίαν Σου κρίσιν, καὶ Σὲ δοξαζόντων ἀπαύστως, Ἰησοῦ μου.

Τετρυχωμένῳ ἐκ τῆς πτωχείας λαῷ σου δίδου πλοῦτον Σοῦ θείου ἐλέους, Λόγε τοῦ Ὑψίστου Θεοῦ, παντελεῆμον.

Ἡμαρτηκότι λαῷ συγχώρησον βίουἀνομίας ὡς εὔσπλαγχνος, Σῶτερ, νῦν βιοῦντι κρίσιν δεινὴν οἰκονομίας.

Θεοτοκίον.
Ῥοὰς δακρύων λαοῦ πτωχεύσαντος, Μῆτερ, μανδηλίῳ τῆς σῆς εὐσπλαγχνίας σμῆξον, Θεοτόκε ὑπερευλογημένη.


Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἐπάκουσον λαοῦ Σου καὶ τοὺς ἀδικοῦντας αὐτὸν ἐνδόξους τῆς γῆς, δικαιότατε Χριστέ, ἰσχύϊ σου θείᾳ ταχὺ ταπείνωσον.

Ἰσχύος πλῆσον, Σῶτερ, πάντας ἀδυνάτους, ἀλλὰ πιστούς σου οἰκέτας, Θεάνθρωπε, τοὺς ἰσχυροὺς καταισχῦναι14 δυνάμει θείᾳ Σου.

Χαρᾶς δικαίων πάντων καταξίωσόν με τῆς ἐν τῷ πόλῳ ὡς ἄγαν φιλάνθρωπος, ὁ εἰς χαρὰν μεταλλάσσων τὰς λύπας δούλων Σου.

Θεοτοκίον.
Μὴ παύσῃ δυσωποῦσα τὸν ἐκ σοῦ τεχθέντα ἡμᾶς πλουτίζειν προνοίᾳ Αὐτοῦ καὶ χάριτι, Θεογεννῆτορ, οἰκέτας τοὺς σοὺς πτωχεύοντας.


Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια·
Κρίσεως οἰκέτας Σου ἠθικῆς, Σῶτερ πανοικτίρμον, ῥῦσαι καὶ οἰκονομικῆς, φεῦ, τοὺς δαπανῶντας τὸν πλοῦτον ἀσωτίαις, σπατάλαις καὶ ἀνόμοις λόγοις καὶ πράξεσιν.

Οἴμοι, ἐπτωχεύσαμεν, Ἰησοῦ! Σπεῦσον βοηθῆσαι σοῖς οἰκέταις, Λόγε Θεοῦ, τοῦς φωνοῦσι˙ Πάτερ, ἱλάσθητι, Παντάναξ, ἡμῖν ἐν ἀσωτίαις βίου καθεύδουσι.

Ὁπροστεταγμένους καιροὺς ἐθνῶν καὶ ὁροθεσίας κατοικίας αὐτῶν, σεπτὲ Λόγε τοῦ Ὑψίστου, ὁρίσας, τὸν λαόν σου ἐχθρῶν μανίας τήρει, Σῶτερ, ἀπήμονα.

Κρίσιν νῦν ἐπέτρεψε τῷ λαῷ, φεῦ! τῷ ἀποστάντι ὁ εὐΐλατος Πλαστουργὸς τῆς οἰκονομίας καὶ πτώχευσιν ἀνόμων καὶ μὴ μετανοούντων ἐξ ἁμαρτήματος.

Σῶτερ, τοὺς βιοῦντας ἐν ἠθικῇ παρακμῇ τε σήψει, ἀσωτίᾳ, διαφθορᾷ καὶ κακίᾳ ῥῦσαι πτωχεύσεως ἐν βίῳ καὶ Κρίσεως δικαίας καὶ ἀδεκάστου Σου.

Φιληδόνους δούλους Σου, προπετεῖς, ἀπειθεῖς γονεῦσιν, ἀλαζόνας καὶ ἀκρατεῖς διὰ τῆς πτωχείας καὶ κρίσεως ὁδήγει πρὸς τρίβους μετανοίας, Σῶτερ φιλάνθρωπε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον˙
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ἐν ἀφάτῳ ἀγάπῃ ὁ μόνος πλούσιος, ὁ τοὺς πτωχοὺς ἐν τῇ πίστει παιδαγωγῶν, Ἰησοῦ, διὰ κρίσεως ἐν βίῳ καὶ πτωχεύσεως, δεῖξον ἡμῖν τοῦ πλουτισμοῦ τὴν ὁδὸν εἰς οἰκτιρμοὺς πρὸς πάντας ἐμπεριστάτους καὶ εἰς τὴν σῴζουσαν πίστιν, δικαιοκρῖτα εὐσυμπάθητε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τὸ ἑξῆς˙

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.

Κρίσεως ἐξ οἰκονομικῆς ῥῦσαι τοὺς δοξάζοντας, Σῶτερ, ὄνομα Σὸν ἱερὸν καὶ δεινῆς πτωχεύσεως ἡμᾶς ἐξάρπασον τοὺς «ἡμάρτομεν» κράζοντας, εὐΐλατε Πάτερ, ὥς ποτε ὁ ἄσωτος, καὶ ἐν δικαίᾳ Σου Κρίσει μετὰ πάντων Ἁγίων τάξον τοὺς Σοὺς δούλους, ὁ θέλων σῶσαι ἅπαν γένος τὸ μερόπειον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ˙ φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ ευχῶν τῶν 'Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.

Δίστιχον·

Ἐν ὥρᾳ Κρίσεως δεῖξον Σὸν ἔλεος
Νικηφόρῳ, Κύριε, καὶ Χαραλάμπει.



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης