Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Παντάνασσαν Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Παντάνασσαν

Την / Το Πεμ Νοε 01, 2012 4:11 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Παντάνασσαν

Ποίημα Ἰωσὴφ Μοναχοῦ.
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Παντάνασσαν Pantan10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά παρόντα τροπάρια.

Ἦχος δ'. Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.

Τῆ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν ἁμαρτωλοί καί ταπεινοῖ καί προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς. Δέσποινα βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα. σπεῦσον ἀπολλύμεθα, ὑπό πλήθους πταισμάτων. μή ἀποστρέψῃς σούς δούλους κενούς. σε γάρ καί μόνην ἐλπίδα κεκτῄμεθα.

Δόξα.
Εἰκῶν χαριτόβρυτε τῆς Παντανάσσης σεπτῆ,τους πόθῳ τῆν χάριν σου ἐπιζητοῦντας θερμῶς, περίσῳζε Δέσποινα. Λῦσον ἤν χάριντας περιστάσεις τῶν εἰς σε προστρεχόντων, φρούρησον τῆν σῆν ποίμνην ἐκ παντοίων κινδύνων, τῆν ἐπικαλουμένην ἀεί τῆν σῆν ἀντίληψιν.

Καί Νὗν.
Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. εἰ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τις ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὑκ ἀποστῶμεν, Δέσποινα, ἐκ σου. σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Εἶτα ὁ Κανών

Ὠδἤ ἀ'. Ἦχος πλ. δ'. Ὑγράν διοδεύσας.

Ποικίλοις ὀχλούμενοι πειρασμοῖς, πρός σε τᾶς ἐλπίδας ἐπιρρίπτομεν τοῦ Θεοῦ, τήν ἀείζωον μητέρα. τῆ μεσιτείᾳ σου ῥῦσαι Παντάνασσα.

Παθῶν καί δαιμόνων αἱ προσβολαί, πάντοθεν κυκλοῦσι τήν σήν ποίμνην Μῆτερ Θεοῦ. ὡς πάντων κτισμάτων ὑπερτέρα, τῆ μεσιτείᾳ σου ῥῦσαι Παντάνασσα.

Σωτῆρος καί πάντων Δημιουργοῦ, τοῦ Παμβασιλέως ὡς γεννήτρια ἀληθῶς, πᾶσι τοῖς προσφεύγουσιν ὑγείαν, τῆ μεσιτεία σου δίδου Παντάνασσα.

Νοσοῦντας τό σῶμα καί τήν ψυχήν, ἀρωγῆς ἀπᾴσῃς καί ἰάσεως ταχινῆς, ἀξίωσον πάντας Θεομῆτορ, τῆ μεσιτεία σου μόνη Παντάνασσα.


Ὠδἤ γ'. Οὐρανίας ἁψῖδος.
Προστασία σύ μόνη, πάντων πιστῶν πέφυκας. τῆ σῆ ἀκοιμήτῳ προνοίᾳ, δεινῶν ἀπάλλαξον, τῶν συνεχόντων ἡμᾶς. τόν Βασιλέα τεκοῦσα, ἔχεις γάρ τό δύνασθαι, μόνη Παντάνασσα.

Ἱκεσίαν προσδέχου, τῶν ταπεινῶν δούλων σου, τῶν ἐν ἀσθενείαις παντοίαις καί περιστάσεσι. σύ γάρ μεσίτρια πρός τόν Υἱόν σου Παρθένε.Σώσον ταῖς πρεσβείαις σου, μόνη Παντάνασσα.

Ελεήμνα Λόγον, τόν τοῦ Θεοῦ τέτοκας, καί ἐλέους πηγήν σε, πιστῶν ἀνέδειξε. νῦν οὖν ἐλέησον, τούς κακουμένους καί ῥῦσαι, πειρασμῶν καί θλίψεων, μόνη Παντάνασσα.

Χαρισμάτων ταμεῖον, τοῦ παντουργοῦ Πνεύματος, σε Θεογεννήτορ Παρθένε, πάντες γινώσκομεν, καί σου δεόμεθα, τῶν συνεχόντων σκανδάλων, ῥῦσαι τῆ πρεσβεῖα σου μόνη Παντάνασσα.


Διάσωσον ἀπό κινδύνων τούς δούλους σου Θεοτόκε, ὅτι πάντες μετά Θεόν εἰς σε καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καί προστασίαν.

Ἐπίβλεψον,  ἐν  εὐμενείᾳ  πανύμνητε  Θεοτόκε,  ἐπί  τήν  ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα
Ἦχος β'. Τά ἄνω ζητῶν.

Προφθάνεις ἀεί, τῆ σκέπη σου Παντάνασσα,και σῴζεις ἡμᾶς, ἐν νόσοις καί κακώσεσιν,εκτενώς βοῶντας σοι. Θεοτόκε Δέσποινα πρόφθασον,και ἰαμάτων στάξον τούς κρουνούς, ἡ μόνη ταχέως θεραπεύουσα.


Ὠδἤ δ'. Εἰσακήκοα Κύριε.
Ἐπακούεις Παντάνασσα, ἐπικαλουμένους τήν εὐσπλαγχνίαν σου, ἡ τόν εὔσπλαγχνον γεννήσασα, καί Σωτῆρα πάντων τῶν τιμώντων σε.
Τῶν μισούντων τήν ἔφοδον, ἡ τῆς σωτηρίας μόνη ἀντίληψις, καί ἐπίνοιαν μετάβαλε, καί εἰρήνην δώρησαι Παντάνασσα.

Θεραπεύουσαν τάχιστα, τῶν σῶν δούλων τά ἀσθενήματα, ἀναπέμπομεν ἐφύμνια, οἱ γινώσκοντές σε, ὦ Παντάνασσα.

Οἱ ἐλπίδα καί στήριγμα, καί τῆς σωτηρίας βέβαιον ἔρεισμα, οἱ πλουτοῦντες σε Παντάνασσα, ἀρρωστίας πάσης ἐκλυτρούμεθα.


Ὠδἤ ε'. Φώτισον ἡμᾶς.
Νέφη πειρασμῶν, περιέσχον με τόν δείλαιον, τήν σήν ἀντίληψιν παράσχου σεμνῇ, τῆς σωτηρίας, ἡ κυήσασα τόν πρόξενον.

Λύτρωσε ἀγνῇ, περιστάσεων τούς δούλους σου, ἡ τόν Σωτῆρα Χριστόν κυήσασα, καί τήν σωτηρίαν, τοῖς αἰτοῦσι σε παρέχουσα.

Σβέσον τήν πυράν, τῶν παθῶν ἡμῶν Παντάνασσα, τῷ δροσισμῷ τῆς μεσιτείας σου, ἡ Φῶς τεκοῦσα, τοῦ Πατρός τόν ὁμοούσιον.

Ἴασαι Ἀγνῇ, τῶν πιστῶν τά ἀρρωστήματα, τῆ συμπαθῆ ἐπιστασία σου, καί τήν ὑγείαν, πᾶσι δώρησαι πρεσβεῖας σου.


Ὠδἤ στ'. Τήν δέησιν ἐκχεῶ.
Θανάτου, καί τῶν δεινῶν ἀπάλλαξον, τούς πιστῶς αἰτοῦντας σε Παρθένε, καί τῶν ἐχθρῶν τάς ἐφόδους εἰς τέλος, ἐκ τῆς σῆς ποίμνης ἀφάνισον τάχιστα. Παντάνασσα πέλεις διό, καί ἰσχύεις ὡς Μήτηρ τοῦ Κτίστου σου.

Προστάτιν σε, ταχινήν ἐπίσταμαι, καί σωτήριον ὄντως λιμένα, τῶν πειρασμῶν ἀπελαύνουσαν νέφη, καί ὀφλημάτων τήν λύσιν βραβεύουσαν, Παντάνασσα Μῆτερ Θεοῦ, ἀπεγνωσμένων ἡ μόνη ἀντίληψις.

Ἐν πόνῳ, καί ἐν κακώσει βέβλημαι, καί οὑκ ἔστιν ἴασις τῆ σαρκί μου. ἀλλ' ἡ τό λύτρον τοῦ σύμπαντος κόσμου,
τόν Θεόν Λόγον ἡ μόνη κυήσασα, ἀνάστησον με τῶν δεινῶν, καί ὑγείαν παράσχου Παντάνασσα.

Ὡς μόνην, τῆς σωτηρίας πρόξενον, καί κακῶν ἀπαλλαγήν σε πλουτοῦντες, μετά πόθου σοι προσπίπτομεν Κόρη, καί τῆ προνοίᾳ σου λύσιν λαμβάνομεν, Παντάνασσα καί νῦν ἡμᾶς, ἐκ φθορᾶς καί κινδύνων ἀπάλλαξον.


Διάσωσον, ἀπό κινδύνων τούς δούλους σου Θεοτόκε, ὅτι πάντες μετά Θεόν, εἰς σέ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καί προστασίαν.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ' ̓ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β'. Προστασία τῶν Χριστιανῶν.

Σωτηρίας τῶν πιστῶν μόνη πρόξενος,και μεσῖτις πρός Θεόν ἡ ἀκοίμητος, μή παρίδῃς τῶν ἀσθενῶν βοώντων σοι φωνᾶς ᾳλλά λύτρωσαι ὡς συμπαθῇς,  τῶν περιστάσεων ἡμᾶς, τούς πιστῶς δεομένους σου. βράβευσον θεραπείαν καί λύτρωσαι τῶν κινδύνων, ἡ προστατεύουσα ἀεί, Θεομῆτορ τούς ὑμνοῦντας σε.


Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ  καί γενεᾷ.
Στ. Το πρόσωπόν Σου λιτανεύσουσι οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δὅξἀ.
Πάτερ, Λόγε, Πνεῦμα, Τριάς ἡ ἐν Μονάδι, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.  

Καί νὗν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δός ἡμῖν τοῖς δούλοις σου, τῆ συμπαθῆ σου προνοία,τα πολλά ἐλέη σου,  καί δεινῶν ἀπάλλαξον μεσιτείαις σου. μεθ' ἡμῶν ἔφερες τόν Θεόν Ἄχραντε, καί θανάτου ἠλευθέρωσας. διό δεόμεθα, ἴασαι νοσοῦντας τούς δούλους σου, καί δώρησαι τήν ἄφεσιν, μόνη μητρικῇ παρρησία σου, λύτρωσαι κινδύνων, καί σῶσον τούς βοῶντας ἀληθῶς, χαῖρε πενθούντων παράκλησις, μετά σου ὁ Κύριος.


Ωδἤ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὤσπερ ἥλιον λάμψιν, ἐν εἰκόνι σου Κόρη Θεογεννήτρια, δεικνύεις τοῖς σοῖς δούλοις, καί τῆ προνοίᾳ σου σῴζεις τήν ποίμνην σου, εὐλογημένη Ἀγνῇ, ὡς Μήτηρ τοῦ Σωτῆρος.

Θεοτόκον κυρίως, οἱ τιμῶντες σε Κόρη, ἀεί σῳζόμεθα, ῥυόμενοι πταισμάτων καί πάσης μαλακίας, καί ἐν πίστει κραυγάζομεν, ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἷ.

Θησαυρόν τε καί σκέπην, καί φρουρόν ἀσφαλείας, τήν σήν Παντάνασσα, εἰκόνα προσκυνοῦμεν, κρουνούς τῶν σῶν θαυμάτων, τοῖς αἰτοῦσι σε βλύζουσαν. καί εὐλογοῦμεν ἀεί τόν τόκον σου Παρθένε.

Τῶν ψυχῶν καί σωμάτων, ἰατρεῖον παρέχεις, μόνη Παντάνασσα,  τῶν πόθῳ προσπιπτόντων, τῆ θεῖα σου προνοίᾳ, τῆ μητρικῇ παρρησία σου,  ἡ τόν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.


Ὠδἤ ἡ'. Τόν Βασιλέα.
Τῆς Παντανάσσης, καί σής Μητρός δεομένης, μή παρίδῃς Χριστέ μου τάς πρεσβείας, ἶνα σε ὑμνῶμεν, ὡς πάντων Βασιλέα.

Τοῖς ἀσθενοῦσι, τήν ἰατρείαν παρέχεις, τοῖς πιστῶς αἰτοῦσι σε Παρθένε, καί δοξολογούσι τόν ἄφραστον σου τόκον.

Μύρον Θεῖον, ὁ Τόκος σου Παρθένε. μύρου θείου πηγήν τήν σήν εἰκόνα, ἔδειξε καί οὕτω, θαυμάτων μύρα βλύζει.

Τῶν πειρασμῶν σύ, Παρθένε τάς νιφάδας, καί ἐχθρῶν τῶν μισούντων τήν μανίαν, δίωξον. καί σῶσον τούς σε ὑμνολογοῦντας.


Ὠδἤ θ'. Κυρίως Θεοτόκον.
Κυρίως ὡς αἰτίαν, ἡμῶν τῆς σωτηρίας, τῶν βροτῶν σε τό γένος κηρύττομεν, καί τοῦ Σωτῆρος τῶν ὅλων, Ἀγνῇ λοχεύτριαν.

Ῥανίδας μου δακρύων, μή παρασιωπήσεις, ἡ τοῦ θανάτου τό κέντρον συντρίψασα, τῷ τοκετῷ σου μόνη, Θεοχαρίτωτε.

Χαρᾶς πάσης δοχεῖον, σοι πρέπει χαίρειν μόνη, ὡς τῆς χαρᾶς τεξαμένη τό πλήρωμα.των λυπηρῶν πάντας ῥῦσαι, τῆ μεσιτείᾳ σου.

Λιμένι σής πρεσβείας, τούς πόθῳ προσφυγόντας, σῶσον Παρθένε καί φρούρησον πάντοθεν, ἡ σωτηρίαν τῷ κόσμῳ, Χριστόν κυήσασα.

Φωτί τοῦ σου προσώπου, ὡς ἔλαμψας τῷ πάλαι, τοῦ σκοτασμοῦ τῶν παθῶν με ἀπάλλαξον, τόν εὐσεβῶς Φωτοτόκον, σε καταγγέλοντα.

Κακώσεως καί πόνων, καί πάσης ἀσθενείας, τούς κακωθέντας ποικίλως θεράπευσον, καί ἐκζητοῦντας Παρθένε, τήν προστασίαν σου.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν Τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν· τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.

Καί εἶτα τά παρόντα Μεγαλυνάρια.
Πάντων ὑπερτέρα τῶν γηγενῶν, καί καθαρωτέρᾳ ἀσυγκρίτως τῶν οὐρανῶν, ὡς εἰσδεξαμένη τό πῦρ ἐν σοι τό θεῖον, πυρφόρον θεῖον ἄρμα, Κόρη γεγένησαι.

Τοῦ Παμβασιλέως τῶν ουρανών,Μήτηρ οὖσα Κόρη, ὑπερέχεις ὡς ἀληθῶς, πάντων ποιημάτων καί πάντες σε τιμῶμεν Παντάνασσαν ὑμνοῦντες καί Θεομήτορα.

Ἴδε τήν ἀσθένειαν μου Ἀγνῇ, ἴδε μου τήν θλῖψιν ὦ Παντάνασσα Ἀγαθῇ, ἴδε μου Παρθένε τόν ἐγκάρδιον πόνον, καί ἄφες φιλανθρώπως τάς ἁμαρτίας μου.

Φώτισον τό σκότος τῶν λογισμῶν, ἐμοῦ Φωτοτόκε, δεομένου σου ἐκτενῶς, πρίν ἤ καταλάβῃ, ὤρα με τοῦ θανάτου, καί ἐν φωτί με τάξον, Κόρη Παντάνασσα.

Νῦν εὐαγγελίζεται Γαβριήλ, τό χαῖρε κραυγάζων μετά δέους τῆ Μαριάμ. ὦ τοῦ ξένου τρόπου, ἐν μήτρα γάρ ἀχράντῳ, συνείληπται ὁ Πλάστης, σῴζων ὄν ἔπλασε.

Ζώνην πολυτίμητε τῆς Ἀγνῇς, πηγή τῶν θαυμάτων, καί χαρίτων ὁ θησαυρός, σῶσον τούς σούς δούλους, ἀπό παντοίας βλάβης, ὡς τῆς ζωῆς τό σκεῦος, σύ περιζώσασα.

Θείαν Βηματάρισσαν τήν σεπτήν, πάντες προσκυνοῦμεν, Ἐσφαγμένην καί τάς λοιπάς, τήν Παραμυθίαν, καί τήν Ελαιοβρύτιν σῦν τῆ Ἀντιφωνούσῃ, καί τήν Παντάνασσαν.

Τούς ἀσπαζομένους σου ευλαβῶς,σορόν τῶν λειψάνων, καί τελοῦντας σου Εὐδόκιμε τρισμάκαρ, αξιοθαύμαστε.την φαιδράν, μνήμην περιφρούρει, ἀπό πάσης ἀνάγκης,

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων προστατεύεις Ἀγαθῇ, τῶν καταφευγόντων ἐν πίστει τῆ κραταιᾷ σου χειρί. ἄλλην γάρ οὑκ ἔχομεν, ἁμαρτωλοί πρός Θεόν, ἐν κινδύνοις καί θλίψεσιν, ἀεί μεσιτείαν, οἱ κατακαμπτόμενοι, ὑπό πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου. ὅθεν σοι προσπίπτομεν. ῥῦσαι, πάσης περιστάσεως τούς δούλους σου.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς σε ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ. φύλαξόν με ὑπό τήν σκέπην σου.

Δι' εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.

Δίστιχον.

Παντάνασσα Δέσποινα, ὕμνον προσδέχου,
Ὅν Ἰωσήφ σοι, ἐκ καρδίας προσφέρει.





Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης