Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1765
https://www.proseyxi.com

Χαιρετισμοί εις τον Ένδοξον Προφήτην Ηλίου τον Θεσβίτην Empty Χαιρετισμοί εις τον Ένδοξον Προφήτην Ηλίου τον Θεσβίτην

Την / Το Σαβ Δεκ 07, 2019 9:32 am
Χαιρετισμοί εις τον Ένδοξον Προφήτην Ηλίου τον Θεσβίτην

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Χαιρετισμοί εις τον Ένδοξον Προφήτην Ηλίου τον Θεσβίτην Profit10

Κοντάκιον Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τόν θεασάμενον Χριστοῦ τήν Μεταμόρφωσιν ἐν Θαβωρίω, ὀν λεπτήν ὡς αὔραν πρότερον διησθάνθη ἐν Χωρήβ, νῦν τοῖς ὕμνων ῥόδοις οὐρανῶν τόν διφρηλάτην καταστέψωμεν, Ἡλιοῦ, τόν θαυμασίων μέγαν πρόξενον, ανακράζοντες˙ Χαίροις, Μέροψ ἰσάγγελε.

Ἄγγελος λαμπροφόρος μετά σώματος ὤφθης, προφῆτα Ἡλιοῦ, ἐν τῷ κόσμω˙ ἀνομοῦντα λαόν Ἰσραήλ σῦ γάρ θείῳ ζήλῳ καί σοφοῖς ῥήμασι διήλεγξας, φωτόλαμπρε, καί ἔπιθες πιστούς κραυγάζειν˙

Χαῖρε, ὁ στῦλος τῆς εὐσεβείας˙
Χαῖρε, ὁ φίλος τῆς ευσπλαγχνίας.
Χαῖρε, τοῦ λαοῦ τοῦ Θεοῦ ὁ διδάσκαλος˙
Χαῖρε, τῆς Χριστοῦ παρουσίας προάγγελος.
Χαῖρε, ἄγγελε ἐπίγειε καί οὐράνιε βροτέ˙
Χαῖρε, ἄνθρωπε ἰσάγγελε, τοῦ Κυρίου εκλεκτέ.
Χαῖρε, τοῦ Αχαάβ ὁ ὀξύτατος πέλεκυς˙
Χαῖρε ὁ τοῦ Σωβάκ ἱερώτατος άσταχυς.
Χαῖρε, πληγῇ εἰδώλων ανίατος˙
Χαῖρε, δι’ οὐ ὁ Σωτήρ ἐμηνύθη.
Χαῖρε, δι’ οὐ ὁ Σατάν κατεπόθη˙

Χαίροις, Μέροψ ἰσάγγελε.

Βλάστημα θεῖον Θέσβης, ἱερεῖς δεικνυούσης ἀρίστους τῷ λαῷ τοῦ Κυρίου, ἐκ φυλῆς Ααρών, Ἡλιοῦ, παμφαής ὡς ἄλλος καί λαμπρός ἥλιος ἀνέτειλας τήν ἄγνοιαν σκεδάζων τῶν ἀεί βοώντων˙

Ἀλληλούϊα.

Γάνυνται εὐσεβοῦντες σύν Σωβάκ τῶν πατρί σου ἐπί τῆ σῆ πανσέπτῳ γεννήσει˙ ἐν αὑτῇ γάρ Θεοῦ φωταυγείας προσηγόρευον σε, Ἡλιοῦ, ἄγγελοι καί πῦρ ἐσθίειν ἅγιον ἐδίδουν σοι, μεθ’ ὤν βοώμεν˙

Χαῖρε, ἡ λύρα τῆς εὐνομίας·
Χαῖρε, κινύρα τῆς ευσεβείας.
Χαῖρε, Προφητῶν τοῦ Κυρίου ἀκρώρεια·
Χαῖρε, ἀρετῶν θεϊκῶν τό απαύγασμα.
Χαῖρε, ὅτι ἐπεχόρευσε θεία χάρις ἐπί σοί·
Χαῖρε, ὅτι πλάνη πέπαυται διά σου ειδωλική.
Χαῖρε, ἀκτημοσύνης καί ἀσκήσεως φάρος·
Χαῖρε, ἁγιωσύνης τηλαυγέστατος λύχνος.
Χαῖρε, κανῶν νηστείας καί νήψεως·
Χαῖρε, εἰκών εὐχῆς αχειρότευκτος.
Χαῖρε, δι’ οὐ εὐσεβεῖς κρατιούνται·
Χαῖρε, δι’ οὐ ἀσεβεῖς πυρπολούνται.

Χαίροις, Μέροψ ἰσάγγελε.

Δύναμην καί τήν δόξαν τοῦ Χριστοῦ προφητεύων θεάσασθαι Αὑτόν  ἠξιώθης μετ’ αἰῶνος ὀκτώ ἐν Θαβώρ, Ἡλιοῦ, ἀστέκτου τοῦ φωτός μέτοχε˙ διό σε μακαρίζοντες φωνοῦμεν εὐχαρίστῳ γλώττῃ·

Ἀλληλούϊα.

Εἵργεις τάς ὀμβροτόκους οὐρανῶν σύ νεφέλας ἐνθέῳ πυρακτούμενος ζήλῳ καί ἀνόμων ἐξήρανας γῆν τοῦ καρπούς μή φέρειν, Ἡλιοῦ πάμφωτε˙ διό σοι ἀνακράζομεν θαυμάζοντες σήν πίστιν ούτω˙

Χαῖρε, ὁ ὄμβρος τῆς εὐκρασίας·
Χαῖρε, ὁ τόμος θεοσεβείας.
Χαῖρε, οὐρανῶν ἔχων κλεῖς ὑποχείριον·
Χαῖρε, χοϊκῶν καί ἀΰλων μεθόριον.
Χαῖρε, πύργε ἀρραγέστατε τῆς ἐνθέρμου προσευχῆς·
Χαῖρε, στῦλε ἀδιάσειστε φιλοθέου βιοτής.
Χαῖρε, ὁ τούς ἀνόμους βασιλεῖς στιγματίσας·
Χαῖρε, ὁ ψυχοφθόρους ἐντολάς αθετήσας.
Χαῖρε, δι’ οὐ καί νέφη συστέλλονται·
Χαῖρε, δι’ οὐ ἡ πλάνη κατήργηται.
Χαῖρε, σφραγίς ἐν Κυρίῳ ἁγνείας·
Χαῖρε, κρηπίς σταθηρᾶ ευσπλαγχνίας.

Χαίροις, Μέροψ ἰσάγγελε.

Ζόφον τῆς παρανόμου Αχαάβ πολιτείας, τοῦ ἄνακτος, ἐσκέδασας, πάτερ, τῷ φωτί σῶν σοφῶν διδαχῶν καί ἐλέγχου λόγων, Ηλιού˙ ὅθεν σου τοῖς ῥήμασι πειθόμενοι λαός ὁ τοῦ Θεοῦ ἐβόα·

Ἀλληλούϊα.

Ἢσχυνας τῆς ἀπάτης ἱερεῖς τούς εἰς Βάαλ προφέροντας ἀνόμους θυσίας τῆ θερμή σου εὐχῇ πρός Θεόν καί αὑτούς πλανῶντας τόν λαόν ἔσφαξας παρά χειμάρρουν, δίκαιε, Κισσώνα˙ ὅθεν σοι βοώμεν˙

Χαῖρε, ὁ ἔνθεον ἔχων ζῆλον·
Χαῖρε, ὁ πάμφωτον φέρων στέφος.
Χαῖρε, λατρευόντων τόν Βάαλ κατάπτωσις·
Χαῖρε, ἱερέων ἀνόμων ἡ κάθαρσις.
Χαῖρε, ὄρος εἰς Καρμήλιον ὁ ὑψόθεν πῦρ λαβῶν·
Χαῖρε,  λῶρος ὁ ὀμφάλιος εὐσεβούντων πρός Θεόν.
Χαῖρε, ὅτι ἐλέγχεις διδαχάς ψυχοκτόνους·
Χαῖρε, ὅτι ἐκφαίνεις ἀρετᾷς θεοσδότους.
Χαῖρε, πυρός δικαίου τό ἔναυσμα·
Χαῖρε, σκηπτός ἀπάτης καί σύντριμμα.
Χαῖρε, λαμπτήρ βιοτῆς τῆς ἀγήρῳ·
Χαῖρε, φωστήρ εὐσπλαγχνίας τῆς άνω.

Χαίροις, Μέροψ ἰσάγγελε.

Θαύματος ὦ τοῦ ξένου! Εἴς Καρμήλιον ὄρος κατέδειξας τήν δύναμιν πᾶσι, θεοφόρε, τοῦ μόνου Θεοῦ, οὐρανόθεν φλόγα σοι πυρός στέλλοντος, τόν βοῦν σου κατακαίουσαν καί πείθουσαν βροτούς κραυγάζειν·

Ἀλληλούϊα.

Ἴνδαλμα εὐσεβείας, εὐσπλαγχνίας, δικαίου καί βίου ἀκραιφνοῦς ἀνεδείχθης, Ἡλιοῦ, ἐραστά προσευχῆς, ὁ ἀγγέλων βίον ἐν φθαρτῷ σώματι μιμούμενος καί ἅπαντας κραυγάζειν σοι διδάσκων ούτω˙

Χαῖρε, τῶν θείων ὁ ὑποφήτης·
Χαῖρε, τήν ἄνω ὁ μυστηπόλος.
Χαῖρε, ὁ ξηραίνων τήν γῆν διά λόγων σου·
Χαῖρε, ὁ πυρσεύων τήν γῆν δι’ ἀκτίνων σου.
Χαῖρε, τίμιον διάδημα ἐναρέτου βιοτῆς·
Χαῖρε, πάμφωτον ἀμάρυγμα ἀγωγῆς ασκητικής.
Χαῖρε, ξίφος ἐκτέμνον τῶν παθῶν τάς αἰτίας·
Χαῖρε, μῆκος καί πλάτος τῆς ἐνθέου σοφίας.
Χαῖρε, βαλβίς καλοῦ ἀγωνίσματος·
Χαῖρε, παγίς τοῦ πλάνου αλάστορος.
Χαῖρε, ὁ κῆρυξ Θεοῦ τῶν φθεγμάτων·
Χαῖρε,  σάλπιγξ ἀρίστων δογμάτων.

Χαίροις, Μέροψ ἰσάγγελε.

Κάμπτει τόν σόν ὁ Κτίστης πυρακτούμενον ζῆλον καί πέμπει σε πρός χήρα γυναῖκα διατρέφεσθαι εἰς Σαρεφθά ὑπ’ αυτής˙ διό σε δυσωπώ˙ θρέψον μου ψυχήν σεπτοῖς χαρίσμασι καί ἀνοῖξον μοι στόμα κράζειν·

Ἀλληλούϊα.

Λόγῳ τῆς χάριτος σου τόν υἱόν τόν τῆς χήρας τόν ἤδη, Ἡλιοῦ, τεθνεῶτα ανεζώωσας˙ ὅθεν ἡμεῖς οἱ νεκροί τοῖς ἔργοις τῆς φθορᾶς κράζομεν˙ εὐχαῖς σου, πάντας, ἔγειρον τοῦ ψάλλειν σοι φωναῖς αισίαις˙

Χαῖρε, ἀνδρείας ὁ φυτοκόμος·
Χαῖρε, κακίας ὁ ριζοτόμος.
Χαῖρε, γυναικός ὁ ζωῶσας τό βλάστημα·
Χαῖρε, Αχαάβ ὁ ἐλέγξας ολίσθημα.
Χαῖρε, πάτερ προφητόφθογγε, ἀληθείας λατρευτᾶ·
Χαῖρε, ἄνερ ἠλιόφωτε, εὐσεβείας εραστᾶ.
Χαῖρε, ὅτι τήν δόξαν τῆς Τριάδος δεικνύεις·
Χαῖρε, ὅτι τήν μῆνιν Ιεζάβελ διάκεις.
Χαῖρε, υἱοῦ τῆς χήρας ἡ ἔγερσις·
Χαῖρε, πολλοῦ ἐλαίου ἡ έκβλυσις.
Χαῖρε, καμψάκην κενόν ὁ πληρώσας·
Χαῖρε, δοχεῖον ἀλεύρου ὁ πλήσας.

Χαίροις Μέροψ ἰσάγγελε.

Μένων ἐν τοῖς σπηλαίοις τοῦ Χορράθ τοῦ χειμάρρου στρουθίον ἑστιάτορα ἔσχες, τόν δι’ ἄρτου ἐκτρέφοντα σε ἐν λιμοῦ τοῖς χρόνοις, Ἡλιοῦ ένδοξε˙ διό σύ τούς λιμώττοντας ἱκέτας σου κραυγάζειν πείθεις·

Ἀλληλούϊα.

Νεύσει τῆς Ιεζάβελ Ναβουθαί εἰς τῶν λίθων παρέδωκαν βολάς οἱ ἐκείνης ψευδομάρτυρες πλήν, Ἡλιοῦ, ἐπιγνούς τόν φόνον σῦ τρανώς ἤλεγξας αὑτήν καί πάντας, δίκαιε, εδίξαξας βοᾶν σοι ταύτα˙

Χαῖρε, δικαίου ὁ ποδηγέτης·
Χαῖρε, ἀδίκου ὁ αναιρέτης.
Χαῖρε, τῶν σκανδάλων ἀνάκτων ἡ μάχαιρα·
Χαῖρε, τῆς πλησίον ἀγάπης θησαύρισμα.
Χαῖρε, ἄμπελον οὐράνιον ὁ φυτεύων ἐπί γῆς·
Χαῖρε, πάνσεπτον ὑπόδειγμα ἀσιγήτου προσευχής.
Χαῖρε, ὅτι σοῖς λόγοις μιαρούς ἐρεθίζεις·
Χαῖρε, ὅτι σοῖς τρόποις Ιεζάβελ οργίζεις.
Χαῖρε, ἀστήρ καλῶν φωτοπάροχε·
Χαῖρε, λουτήρ καθάρσεως πρόξενε.
Χαῖρε, ἡ πτῶσις δεινῇ Οχοζίου·
Χαῖρε, ἡ τρῶσις Βελίαρ τοῦ πλάνου.

Χαίροις, Μέροψ ἰσάγγελε.

Ξένον πολλῶν ἐπώφθη αὐτουργός, θεορρῆμον προφῆτα Ἡλιοῦ, καί θαυμάτων πολυτρόπων αείρρους πηγή˙ ὅθεν πίστει, πάντες, ἀρραγεῖ σπεύδοντες, ἡμεῖς, ταῖς ἱκεσίαις σου τῷ δόντι σοι ἰσχύν βοώμεν˙

Ἀλληλούϊα.

Οἶστρος ἐκδειματούσας φυγαδεύει γυναίου δεσμεῖν σε τόν λαχόντα καί λύειν τήν ἐπίβλυσιν ὄμβρων, σεπτέ Ἡλιοῦ, ἀόκνου προσευχῆς μέλαθρον εἰς σπήλαιον δυσπρόσιτον ερήμου˙ ὅθεν σοι βοώμεν˙

Χαῖρε, ἡ ψαῖσις τῆς ἀδικίας·
Χαῖρε, ἄρσις τῆς ανομβρίας.
Χαῖρε, ἀηδῶν προσευχῆς καλλικέλαδος·
Χαῖρε, ῥοδεών γενναιότητος ήδιστος.
Χαῖρε, νόμος ἱερώτατος θεωρίας εὐαγοῦς·
Χαῖρε, φάρος παμφαέστατος σωφροσύνης αληθοῦς.
Χαῖρε, ὅτι τούς ὄμβρους συγκρατεῖς εἰς τά ὕψη·
Χαῖρε, ὅτι τόν φθόνον καί τό μῖσος συντρίβεις.
Χαῖρε, βροχῇ διψῶσαν γῆν ἄρδουσα·
Χαῖρε, βροντῇ ἀσεβεῖς καταπλήττουσα.
Χαῖρε, κναφεῦ τῶν παθῶν τοῦ βορβόρου·
Χαῖρε, τομεῦ τῆς ἀπάτης τοῦ πλάνου.

Χαίροις, Μέροψ ἰσάγγελε.

Πάτερ σημειοφόρε, μηλωτῇ σου τῆ θεία διέσχισας τόν ῥοῦν Ἰορδάνου, ἶνα πᾶσιν ἡμῖν, Ἡλιοῦ, καταδείξῃς χάριν, ἤν Θεός δέδωκε τῆ σή πανοσιότητι, καί πίθῃς πρός Αὑτόν κραυγάζειν·

Ἀλληλούϊα.

Ῥήματι τῷ σεπτῷ σου ὑετίζοντα νέφη συνέστειλας, προφῆτα γενναίε˙ διό σε δυσωπῶ, Ἡλιοῦ, μετανοίας πύλας σωστικάς ἄνοιξον κάμοι καί κατανύξεως βροχήν μοι πέμψον τοῦ βοᾶν σοι˙

Χαῖρε, ἀγίας ζωῆς πυξίον·
Χαῖρε, ἀόκνου εὐχῆς ταμείον.
Χαῖρε, διφρηλάτα αἰθέρων μακάριε·
Χαῖρε, ἰχνηλάτα δικαίου σοφώτατε.
Χαῖρε, ὅτι Κτίστου ἄρρητον εἶδες δόξαν ἐν Θαβώρ·
Χαῖρε, ὅτι τοῦτον ἔγνωκας ὤσπερ αὔραν ἐν Χωρήβ.
Χαῖρε, ὅτι στρουθίον ἑστιάτορα ἔσχες·
Χαῖρε, ὅτι τό μένος Ιεζάβελ παρείδες.
Χαῖρε, πυξίς ἀνθρώπων τοῦ πνεύματος·
Χαῖρε, βολίς σοφίας τῆς κρείττονος.
Χαῖρε, ἐκ πέτρας ὁ μέλι συνάγων·
Χαῖρε, ἐκ βρέφους Θεῶ ὁ αρέσκων.

Χαίροις, Μέροψ ἰσάγγελε.

Σάρκα φορῶν γηίνην τόν σόν νοῦν ἀενάως επτέρους, Ἡλιοῦ, πρός τόν Κτίστην˙ διό σε καί πυρός πρός Θεόν ἄρμα γῆθεν, προφητῶν πρόβολε, μετήνεγκεν καί ἐᾶσαι σεμνόν Ελισσαιέ κραυγάζειν·

Ἀλληλούϊα.

Τόμος θεοσεβείας, Ἡλιοῦ, καί σοφίας χρυσόδετος τῆς ἄνω επώφθης˙ ὅθεν, πάντες, τῆς σῆς βιοτῆς μελετῶντες ὄντως τό σεμνόν σπεύδομεν τοῖς ὕμνοις καταστέψαι σε καί πόθῳ σοι βοῆσαι ταύτα˙

Χαῖρε, Θεσβίτα πνευματοφόρε·
Χαῖρε, προφῆτα ουρανοδρόμε.
Χαῖρε, ἐν πυρίνῳ τεθρίππῳ φερόμενος·
Χαῖρε, ἐν ἐρήμῳ Χορράθ ὁ κρυπτόμενος.
Χαῖρε, τίμιε διδάσκαλε τοῦ σεπτοῦ Ελισσαιέ·
Χαῖρε, εὔψυχε ὑπέρμαχε τοῦ δικαίου Ναβουθαί.
Χαῖρε, ὁ μηλωτῇ σου Ἰορδάνου ῥοῦν σχίσας·
Χαῖρε, ὁ δι’ εὐχῆς σου πλάσαν γῆν επομβρίσας.
Χαῖρε, Χριστοῦ εὐκλείας συμμέτοχος·
Χαῖρε, Αὑτοῦ τῆς δόξης ὁ σύσκηνος.
Χαῖρε, σεπτέ ζηλωτά τῶν ἀρρήτων·
Χαῖρε, κλεινέ μιμητά τῶν αγγέλων.

Χαίροις, Μέροψ ἰσάγγελε.

Ὕμνοις θεοσεβέσι καί τερπναῖς μελῳδίαις τιμῶμεν τήν ἀγίαν σου μνήμην, ἐκλεκτέ τοῦ Θεοῦ, Ἡλιοῦ, ὁ ἰδών τήν δόξαν τήν Αὑτοῦ ἄρρητον, ἤν πάντας καταξίωσον θεάσασθαι τοῦ νῦν βοῶντας·

Ἀλληλούϊα.

Φάρον δικαιοσύνης καί φωτόλαμπρον οἶκον ἀπείρου εὐσπλαγχνίας καί θάρρους ἔγνωμεν σε, σοφέ Ηλιού˙ ὅθεν σοι βοῶμεν ἐν σπουδή˙ πρόφθασον καί δίνην καταπράϋνον ὀργῆς τῶν φωνασκούντων ούτω˙

Χαῖρε, τό φέγγος τῆς εὐψυχίας·
Χαῖρε, τό ἄνθος τῆς ευτολμίας.
Χαῖρε, Ναβουθαί τῶν φονέων ὁ ἔλεγχος·
Χαῖρε, ἱερέ ὑποφῆτα τῆς χάριτος.
Χαῖρε, γλῶσσα θεοκίνητος στηλιτεύουσα κακούς·
Χαῖρε, ὄμμα τό ἀνύστακτον ἐπιβλέπον τούς πιστούς.
Χαῖρε, ὅτι συστέλλεις οὐρανῶν τάς  νεφέλας·
Χαῖρε, ὅτι ξηραίνεις τῆς ἀρούρης τάς νάπας.
Χαῖρε, χοροῦ δικαίων ὁ πρώταρχος·
Χαῖρε, λαοῦ κριτής ὁ αδέκαστος.
Χαῖρε, κανῶν διαυγῇς ἀσκουμένων·
Χαῖρε λειμῶν εὐθαλῇς μονοτρόπων.

Χαίροις, Μέροψ ἰσάγγελε.

Χάριτος οὐρανίου ἀνεξάντλητον φρέαρ, πρός δόμους οὐρανῶν ἀνελήφθης ἐπιβαίνων, θεόπτα σεπτέ, πυριμόρφου ὄντως, Ἡλιοῦ, άρματος˙ διό σε μακαρίζοντες ὑμνοῦμεν τόν Χριστόν βοώντες˙

Ἀλληλούϊα.

Ψάλλοντες καί αἰνοῦντες ὡς προφήτην σε μέγαν καί πρόδρομον δευτέρας Κυρίου παρουσίας, κλυτέ Ἡλιοῦ, τά θαυμάσια σου ἐν ᾠδαῖς μέλπομεν βοώντες˙ πάτερ, ἄκουσον ἡμῶν τῶν σοί βοώντων ούτω˙

Χαῖρε, προφῆτα Θεοῦ γενναῖε·
Χαῖρε, θεόπτα, δικαίου λύχνε.
Χαῖρε, εὐνομούντων φωστήρ ὁ ἀείφωτος·
Χαῖρε, ἀνομούντων ὁ πέλυξ ὁ δίστομος.
Χαῖρε, τύπος καί ὑπόδειγμα θεολήπτων ἀσκητῶν·
Χαῖρε, φάρος τηλαυγέστατος τῶν μεγάλων προφητών.
Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος·
Χαῖρε, τῆς ἀληθείας ἀρραγέστατον τείχος.
Χαῖρε, λαμπάς πιστούς ἡ φωτίζουσα·
Χαῖρε, ὁλκάς θαυμάτων ἡ γέμουσα.
Χαῖρε, στερρός ἑδρασμός εὐσπλαγχνίας·
Χαῖρε, λαμπρός ζηλωτής τῆς σοφίας.

Χαίροις, Μέροψ ἰσάγγελε.

Ώ λαμπρέ διφρηλάτα οὐρανῶν καί ἐπόπτα τῆς δόξης, Ἡλιοῦ, τοῦ Κυρίου ἐν δεινῇ τούς κειμένους σκιά ἁμαρτίας πάντας σαῖς αὐγαῖς φώτισον καί δώρησαι μετάνοιαν πιστοῖς τοῖς εὐλαβῶς βοῶσιν·

Ἀλληλούϊα.

Καί αὖθις τό Κοντάκιον.
Ἦχος πλ. δ'’. Τῆ Ὑπερμάχῳ.

Τόν θεασάμενον Χριστοῦ τήν Μεταμόρφωσιν ἐν Θαβωρίω, ὀν λεπτήν ὡς αὔραν πρότερον διησθάνθη ἐν Χωρήβ, νῦν τοῖς ὕμνων ῥόδοις οὐρανῶν τόν διφρηλάτην καταστέψωμεν, Ἡλιοῦ, τῶν θαυμασίων μέγαν πρόξενον, ανακράζοντες˙ Χαίροις Μέροψ ἰσάγγελε.

Δίστιχον·
Φωτός ἔμπλησον, Ἡλιοῦ, τοῦ ἀστέκτου
Χαραλάμπη ἀνακράζοντα σοί, Χαῖρε.


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης