Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1765
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Παναγία την Κοσμοσώτειρα Empty Παρακλητικός Κανών εις την Παναγία την Κοσμοσώτειρα

Την / Το Κυρ Δεκ 08, 2019 9:08 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Παναγία την Κοσμοσώτειρα Φερρών Έβρου

Ποίημα Καϑηγουμένης Ἰσιδώρας Μοναχῆς Ἁγιεροϑεϊτίσσης

Ἥς ἡ Ἱερὰ καὶ Σεβασμία Μονὴ ἡ ἱδρυϑεῖσα ὑπὸ τοῦ Σεβαστοκράτορος Ἰσαακίου Κομνηνοῦ, ἐν Βήρᾳ τῆς Θράκης ὠκοδόμηται, ἔνϑα καὶ ἣ σύγχρονος Ἱερὰ Εἰκὼν τῆς Θεοτόκου τεϑησαύρισται.

Παρακλητικός Κανών εις την Παναγία την Κοσμοσώτειρα Kosmos11
Ἠ δὲ ἑόρτιος ταύτης σύναξις τελεῖται τὴν 15ην  Αὐγούστου


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Κατόπιν τὰ Τροπάρια

Ἦχος δ΄. Ὁ ὑψωϑεὶς ἐν τῷ Σταυρῷ.

Ἥ ἀσφαλὴς τῶν γηγενῶν σωτηρία, ἣ κραταιὰ τῶν ἐν δεινοῖς προστασία, ἣ ταχυνὴ ἀντίληψις καὶ σκέπη, ἡμῶν Δέσποινα Πανάχραντε, Θεοτόκε Μαρία, σκέπε καὶ διάσωζε, Κοσμοσώτειρα Κόρη τοὺς προσφωνοῦντας ὅλης ἐκ ψυχῆς, ἀνενδοιάστως, τὸ ϑεῖον σου Ὄνομα.

Δόξα Πατρί. Ὅμοιον.
Η ἱερὰ καὶ σεβασμία Μονή σου, ὦ Παναγία Κοσμοσώτειρα Κόρη, ὡς ἱερὸν προπύργιον, φρουρεῖ ἐν παντί τὴν Ἀλεξανδρούπολιν, καὶ τὴν ἔνδοξον Θράκην, πᾶσαν τὴν Ἑλλάδα τε, καὶ τὴν σύμπασαν κτίσυν καὶ εὐμενῆ παρέχεν ἱλασμόν, τοῖς προσκυνοῦσι, τὴν ϑείαν εἰκόνα σου.

Καὶ νῦν. Ὅμοιον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ἀρχόμεϑα τοῦ Κανόνος.Οὗ ἡ ἀχροστιχίς:
«Παναγίαν Κοσμοσώτειρα ἄδω. Ἰσιδώρας».

Ὠδη α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Παρϑένε πανύμνητε Μαριάμ, πιστῶν προστασία καὶ βεβαία καταφυγή, παντὸς τε τοῦ κόσμου σωτηρία σὲ δυσωπῶ Κοσμοσώτειρα σῶσον με.

Ἀνύμφευτε Νύμφη τοῦ Λυτρωτοῦ, ἀπείρανδρε Μῆτερ τοῦ τῶν ὅλων Δημιουργοῦ, Ἁγνὴ Κοσμοσώτειρα Παρϑένε ἐκ τῆς δουλείας ποϑῶν ἡμᾶς λύτρωσαι.

Νηστείαυς καὶ δάκρυσι προσπεσών, πρὸς Σὲ Παναγία Κοσμοσώτειρα ἐκβοῶ, χειρὶ μητρικῇ σου ἔγειρόν μὲ καὶ ἱλασμὸν τῶν πταισμάτων παράσχου μοι.

Ἀγάλλου καὶ σκίρτα περιφανῶς, ἡ Θράκη ὡς τεῖχος κεκτημένη καὶ ὀχυρόν, Μονὴν Κοσμοσώτειρας Παρϑένου Ἀλεξανδρούπολις ἅμα εὐφράνϑητι.


Ὠδη γ΄. Οὐρανίας ἀψίδος.
Γηϑοσύνως βοῶμεν, χαῖρε σεμνὴ Δέσποινα, Χαῖρε Κοσμοσώτειρα Κόρη, Θεοχαρίτωτε, χαΐρὲ ἐλπὶς τῶν πιστῶν, ἣ ἀψευδὴς καὶ βεβαία, ὁ λιμὴν ὁ εὔδιος, καὶ ἀκλυδώνιστος.

Ἰησοῦν τὸν Σωτῆρα, καὶ λυτρωτὴν τέξασα, σώζεις ἐκ δεινῶν συμπτωμάτων, καὶ περιστάσεῶν, τοὺς προσιόντας πρὸς Σε, ἀμεταϑέτῳ τῇ πίστει, καὶ εἰς Σὲ ἐλπίζοντας, ὦ Κοσμοσώτειρα.

Ἀσκητῶν αἷ χορεῖαι, τῶν Μοναστῶν τάγματα, δῆμον ἱερέων καὶ πλήϑη, τὰ χρυστεπώνυμα μετ’ εὐλαβείας πολλῆς, τὴν σὴν εἰκόνα τιμῶσι, καὶ Μονήν σου σέβουσιν, ὦ Κοσμοσώτειρα.

Νεουργεῖς τοὺς φϑαρέντας, ἐκ τῶν παϑῶν Πάναγνε, καὶ ἐξανιστᾶς τοὺς πεσόντα, ὦ Κοσμοσώτειρα, παραμυϑεῖς εὐμενῶς, τοὺς καμπτομένους ταῖς λύπαις, τοῖς πτωχοῖς παρίστασαι, ἐν οικειότητι.


Παράστηθι, ἡμῖν τοῖς πόϑῳ σὴν ϑείαν σου προστασίαν, ἐκζητοῦσυν ἐν συμφοραῖς Ἃγνὴ Κοσμοσώτειρα, καὶ φύλαττε σώους ἐκ πάσης βλάβης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσυν, καὶ ἴασαι τῇς ψυχῆς μου τὸ ἄλγος.



Αἴτησις καὶ τὸ Κάθισμα..
Ἤχος β΄. Πρεσβεία ϑερμή.

Τῆ σκέπῃ τῇ σῇ, Παρϑένε Κοσμοσώτειρα, ἐν πίστεν πολλῇ καὶ πόϑῳ καταφεύγομεν, καὶ ϑερμῶς δεόμεϑα σοῖς ἱκέταις πρόστηθι, εὐσυμπαϑήτως στέργουσα ἡμᾶς, ὡς Μήτηρ ἐλέους ἣ φιλόστοργος.


Ὠδη δ΄. Εἰσακήκοα Κύριε.
Κυκλωσάτο με Δέσποινα, σοῦ ἣ εὐσπλαγχνία ἡ ἀνεξάντλητος καὶ γενέσϑω μοι ἣ χάρις σου, ἀρωγὸς ἐν πᾶσι Κοσμοσώτειρα.

Ὀ λαὸς Κοσμοσώτειρα, ὃ ἐν ἀπογνώσεν δεινώς κρατούμενος ἀδιστάκτως καταφεύγεν σου, εἰς τὴν σὴν ἐλπίζων ἀγαϑότητα.

Σἐλασφόρος ὡς ἥλιος, λάμπει σου τὸ πρόσωσον Κοσμοσώτειρα καὶ ἣ ϑεία ὡραιότης σου, ἐξυστᾶ ἀγγέλων τὰ στρατεύματα.

Μὴ μνησϑῆς τῶν πταισμάτων μου, Κόρη Κοσμοσώτειρα εὐσυμπάϑητε ἀλλ᾽ ἐλέει σου ἐπίβλεψον, ἐπ᾽ ἐμὲ καὶ δός μοι τὴν συγχώρησιν.


Ὥδη ε΄. Φώτισον ἡμᾶς.
Ὄλην μου πρὸς σε, Παναγία Κοσμοσώτειρα, τὴν καρδίαν καὶ τὴν ἔφεσιν κινῶ, καὶ σοὺ μου πᾶσαν, τὴν ἐλπίδα ἀνατίϑημι.

Σἥμερον κοινήν, οὐρανὸς καὶ τὰ ἐπίγεια, συγκροτοῦσι πανηγύρεως χαράν, τῇ εὐφροσύνῳ, ἑορτῇ σου Κοσμοσώτειρα.

Ὄ τῶν ὑπὲρ νοῦν, δωρεῶν σου Κοσμοσώτειρα, ὅτι σώζεις ἐκ κυνδύνων χαλεπῶν, καὶ περιϑάλπεις, τοὺς ἐν ϑλίψεσυν ἑκάστοτε.

Τἁξεις οὐρανοῦ, καταπλήττοντανι τῇ δόξῃ σου, Θεοτόκε Κοσμοσώτειρα σεμνή, καὶ τῶν ἀνϑρώπων, γενεαὶ σὲ μακαρίζουσιν.


Ὧδη στ΄. Τὴν δέησιν.
Ἐπίσκεψαι, ἐν ἐλέει Δέσποινα, Κοσμοσώτειρα τοὺς πίστει σὲ τιμῶντας τὴν ἱεράν, καὶ σεπτήν σου εἰκόνα, καὺ μετὰ δέους ψυχῆς ἀτενίζοντας τὴν ϑείαν σου Ἁγνὴ μορφήν ἐξαιρέτως ἣν σέβουσιν Ἄγγελοι.

Ἴάτρευσον, τὰ δεινά μου τραύματα, Παναγία Κοσμοσώτειρα Κόρη καὶ τὰς οὐλάς, τῶν δυσφύκτων παϑῶν μου, τῇ συμπαϑεῖ, σου χειρὶ περιποίησαι κχαὶ δός μὸι ρῶσιν κατ᾽ ἀμφοῖν τῇ χρηστῇ ἐπισκέψει σου Δέσποινα.

‘Ραγδαίως μοι, πειρασμῶν οἱ ἄνεμοι, καὶ ποθῶν αἱ δυναταὶ τρικυμίαι παντοδαπαί,
συμφοραὶ καὶ ἀνάγκαι, δοκυμασίαν καὶ ϑλίψεις ἐπῆλϑον μοι οὐδόλως ὅμως δειλιῶ σὲ γὰρ ἔχω ἰσχὺν Κοσμοσώτειρα.

Ἀγκάλαις σου, μητρικαῖς ἐβάστασας, Κοσμοσώτειρα Μαρία Παρϑένε τὸν Ποιητήν, καὶ Δεσπότην τῶν ὅλων, τὸν ἐκ φϑορᾶς τοὺς βροτοὺς λυτρωσάμενον Αὐτὸν δυσώπει ἐκτενῶς διασώζειν λαὸν καὶ τὴν ποίμνην σου.



Παράστηθι ἡμῖν τοῖς πόϑῳ τὴν ϑείαν σου προστασίαν, ἐκζητοῦσιν ἔν συμφοραῖς Ἁγνὴ Κοσμοσώτειρα, καὶ φύλαττε σώους ἐκ πάσης βλάβης.

Ἀχραντε, ἣ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρυκὴν παρρησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἵκεσίαις ταῖς ἵλαστικαῖς Κοσμοσώτειρα, εὐσπλαχνία τῇ μητροπρεπεῖ, τε πανάγαϑε, ἐν ἐλέεν καὶ οἰκτιρμοῖς ἐπίσκεψαι ἡμᾶς δειναῖς ϑλίψεσι καὶ συμφοραῖς, ἐπαναστάσεσι λαϑῶν, χαλεπῶς ϑαλαττεύοντας ἔκτεινον δυσωποῦμεν, τὰς χεῖρας τὰς μητρικάς σου, ἀντιπαρέχουσα ἡμῖν, Θεοτόκε τὰ συμφέροντα.


Εἶτα τὸ Α΄ Ἀντίφωνον τῶν Ἀναβαϑμῶν τοῦ δ΄ ἤχου.
Ἔκ νεότητός μου, πολλὰ πολεμεῖ μὲ πάϑη ἀλλ᾽ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου. (δίς)
Οἱ μισοῦντες Σιών, αἰσχύνϑητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσϑε ἀπεξηραμμένοι. (δίς)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἀγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται,  καὶ καϑάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδυκῇ μονάδι, ἱεροκρυφίως.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
“Αγίῳ Πνεύματι, ἀναβλύζεν τὰ τῆς χάριτος ρείθρα ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Καὶ εὐθὺς τὸ Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσι γενεᾷ καὶ γενεᾷ. (δίς)
Στίχος. Ἄκουσον, ϑύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ  ἐπιλάϑου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιϑυμήσει ὃ Βασιλεὺς τοῦ κάλλους σου.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσι γενεᾷ καὶ γενεᾷ.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα
Τἧς Ἁγνῆς Παρϑένου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Εἶτα Στίχ. Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι..

Δέχου ἱκετεύομεν, Παρϑενομῆτορ Μαρία, τὰς φωνὰς τῶν δούλων σου, ἐκτενῶς βοώντῶν σοι Κοσμοσώτειρα τῶν πιστῶν στήριγμα, κραταιὸν καὶ μέγα, ὡς ὑπάρχουσα Θεόνυμφε ἡμᾶς ἐκλύτρωσαι, ἐξ ἐπηρειῶν τοῦ ἀλάστορος παρέχουσα τὴν σκέπην σου, τὴν πανασφαλῇ καὶ ἀκράδαντον ἵνα διὰ ταύτης, φρουρούμενοι οἱ δούλοι σου ἀεί, εὐχαριστήριον αἷνον σοι, ἐκ πόϑου προσφέρομεν.


Ὠδη ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νεουργεῖς τῶν ἀνθρώπων, τὴν φϑαρεῖσαν εἰκόνα τῷ ϑείῳ τόκῳ σου, καὶ σώζεις ἐκ
κυνδύνων, καὶ πάσης δυσχερείας, Μαριὰμ Κοσμοσώτειρα, τοὺς ἀδιστάκτως τὰς σας, εὐχὰς ἐξαντουμένους.

Ἀγαλλέσϑω ἡ Θράκη, καὶ σκιρτάτῳ συνάμα  Ἀλεξανδρούπολις, κατέχουσαν ὡς σϑένος καὶ τεῖχος ἀσφαλείας, τῆς Ἁγνῆς Κοσμοσώτειρας τὴν σεβασμίαν Μονήν, τὴν λάμψασαν ἐν δόξῃ.

Δυνατὸν ἐν ἰσχύειν, κρατανὸν ἐν δυνάμει, ὦ Κοσμοσώτειρα, Θεὸν τὸν πρὸ αἰώνων, ἐβάστασας χερσί σου, μητρικαῖς καὶ διέσωσας ἐκ τῆς χειρὸς τοῦ ἐχϑροῦ, τὸ γένος τῶν ἀνϑρώπων.

Ὠραιότητος πάσης, Κοσμοσώτειρα Κόρη Θεομακάριστε, τὸ κάλλος τῆς μορφῆς σου, ὑπέρτερον ὑπάρχει, καὶ γλυκὺ καὶ ἐράσμιον καὶ γὰρ Ἀγγέλων χορούς, ἐξέστησας ἐν ϑάμβει.


Ὠδη η΄. Τὸν Βασιλέα.
Ἰδοῦ σὲ πᾶσαι, αἱ γενεαὶ τῶν ἀνϑρώπων, Κοσμοσώτειρα Κόρη Παρϑένε, ᾷδουσιν ἀξίως, τὴν σὴν μεγαλωσύνην.

Σκίρτα καὶ χαῖρε, ὦ Κοσμοσώτειρα Κόρη, διὰ σοῦ γὰρ ἣ λύπη τῆς Εὔας, πέπαυται καὶ χάρις, ἐδόϑη τοῖς ἀνθρώποις.

Ἴλεων ποίεν, καὶ εὐμενῆ σοῖς ἱκέταις, τὸν Θεὸν Κοσμοσώτειρα Κόρη, ἔχεις γὰρ ὡς Μήτηρ, μεγάλην παῤῥησίαν.

Δίψα τῆς Εὔας, ἡ στυγερὰ κατεπόϑη, διὰ σοῦ Κοσμοσώτειρα Κόρη, καὶ εὐεργεσίας, ἀνέβλυσαν τὰ ρεῖϑρα.


Ὠδη ϑ΄. Κυρίως Θεοτόκον.
Ὠ ϑοῦμα τῶν ϑαυμάτων, ξένον τὲ καὶ μέγα, πῶς παρϑενία καὶ τόκος, ἐν σοὺ ἁρμοστῶς, ὦ Κοσμοσώτειρα Κόρη, μένουσιν ἄφϑορα.

‘Ρανάτωσαν νεφέλαι, ἄνωϑεν τὴν δρόσον, καὶ σταλαξάτωσαν ὄρη, γλυκὺν γλυκασμόν, τῇ εὐφροσύνῳ σου μνήμῃ, ὦ Κοσμοσώτειρα.

Ἀγγέλων αἱ χορεῖαι, και τῶν Ἀρχαγγέλων, ταξιαρχίαι ἐν ὕμνοις, τιμῶσιν ὁμοῦ, τὴν Κοσμοσώτειρα Κόρην, τὴν ὑπερύμνητον.

Σε ἔχομεν ἐλπίδα, τεῖχος ἔν κυνδύνοις, ἐν ταῖς ἀνάγκαις τοῦ βίου μεγίστην ἰσχύν, καὶ ἐν παντὶ σωτηρίαν, ὦ Κοσμοσώτειρα.


Καὶ εὐϑύς, τό
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καὶ τὰ ἐπόμενα Μεγαλυνάρια
Ὧν ἡ ἀχροστιχίς: «Χαῖρε Δέσποινα»

Χαῖρε Κοσμοσώτειρα Μαριάμ, γέφυρα τοῦ κόσμου ἣ βεβαία καὶ ἀσφαλής κλίμαξ ἣ ἑνοῦσα τὴν γῆν τοῖς οὐρανίοις λιμὴν τῆς σωτηρίας ὁ ἀκλυδώνιστος.

Ἄμισθον σὲ ἔχομεν ἰατρόν, λύουσαν τὰς νόσους τῶν σωμάτων καὶ τῶν ψυχῶν καὶ τὴν εὐρωστίαν παρέχουσα τοῖς πᾶσιν· ἀφϑόνως καϑ’ ἑκάστην, ὦ Κοσμοσώτειρα.

Ἴδωμεν καρδίας τοῖς ὀφϑαλμοῖς, τὴν εὐλογημένην Κοσμοσώτειρα Μαριάμ, ταύτης τὲ ὡς δοῦλον φωνῇ συντετριμμένῃ τὴν ϑείαν συμμαχίαν ἐξαιτησώμεϑα.

‘Ρόδον τῆς ἀγνείας σεμνοπρεπές, ἄνϑος παρϑενίας εὐωδέστατον καὶ τερπνόν, κρίνον τῆς μητρῷας καὶ ϑείας εὐκοσμίας· σὺ εἶ ἐν ἁρμονίῳ, ὦ Κοσμοσώτειρα.

Ἔλεος χρηστότητος συμπαϑοῦς δίδου φιλοστόργως, Κοσμοσώτειρα Μαριάμ, καὶ τὸν μέγαν πλοῦτον τῆς σῆς ἀγαϑωσύνης· Θεοῦ τοῦ φιλανϑρώπου Μήτηρ ὡς εὔσπλαχνος.

Δίκαιοι σχυρτῶσι πνευματυκῶς, χαίρουσι Προφῆται καὶ εὐφραίνονται Βασιλεῖς, πόϑῳ οἱ πιστοί τε ἀγάλλονται συμφώνως τῇ ϑείᾳ ἑορτῇ σου, ὦ Κοσμοσώτειρα.

Ἔπαρον τὰς χεῖρας σου πρὸς Θεόν, Τοῦτον δυσωποῦσα, Κοσμοσώτειρα, μητρικῶς, ἄφεσιν τοῦ δοῦναι ἡμῖν παραπτωμάτων· καὶ χάριν σωτηρίας ἐξιλαστήριον.

Σκέπε Κοσμοσώτειρα ἀγαϑή, κλῆρον καὶ λαόν σου ἐξ ἐνέδρας δαιμονικῇς, φύλαττε ἀτρώτους ἐκ βλάβης καὶ κυνδύνων· τοὺς πίστει σου ὑμνοῦντας τὸ μέγα ὄνομα.

Πὑργον Κοσμοσώτειρα ὑψηλόν, τεῖχος ἀσφαλείας καὶ ἀπόρϑητον ὀχυρόν, ἔχομεν τὴν σκέπην τὴν σὴν καὶ συμμαχίαν· διὸ οὐ δειλιώμεν ἐν περιστάσεσιν.

Ὄλῃ μου χκαρδία σὲ προσφωνῶ, ὅλῃ μου προϑέσει καὶ ἐξ ὅλης μου τῆς ψυχῆς, σὲ ἐπικαλοῦμαι ἐν πάσῃ μου ἀνάγκῃ, βοῶν ἐλέησον με, ὦ Κοσμοσώτειρα.

Ἴδωμεν τὴν χάρυν τὴν πολλαπλῆν, ἣν ἡμῖν δωρεῖται ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ἀφϑονοπαρόχως χειρὶ συμπαϑεστάτῃ ἣ Μήτηρ τοῦ Κυρίου ἣ Κοσμοσώτειρα.

Νάρδος ὡς τιμία καὶ πειστυκή, μὔρον ἀποστάζεις Κοσμοσώτειρα ἐκλεκτόν, τῆς ἐπουρανίου καὶ ϑείας χαρμοσύνης, καὶ λύπης ἐκδιώκεις πᾶσαν κατήφειαν.

Ἄκουε καὶ πρόσχες μου τῇ φωνῇ, τῆς δεήσεώς μου Κοσμοσώτειρα εὐμενῶς, δίδου μοι τὴν χάριν τῆς σῆς ἑπιστασίας· χαὶ σκέπε μὲ φύλαξ κόσμου ἀκοίμητος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου.
Η Μονή σου Παρϑένε, Μαριάμ Κοσμοσώτειρα, ἣν σεβαστοκράτωρ ὁ μέγας,
Κομνηνὸς Ἰσαάκιος ἀνήγειρεν ἐν Βήρῳ τῶν Φερῶν, τὴν Θράκην νῦν φρουρεῖ πανασφαλῶς, ἡ εἰκών σου δὲ ὡσαύτως πλουτοποιεῖ, λαμπρῶς Ἀλεξανδρούπολιν. Χαΐροις ἀπηλπισμένων ἣ ἔλπίς, χαῖροις πιστῶν ἣ σκέπη τε χαίροις πολεμουμένων ἡ ἰσχύς, τοῦ κόσμου σωτηρία τε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Χαίροις Θεοτόκε ἀγαϑή,, τεῖχος καὶ λιμὴν σωτηρίας, ἡ τῶν περάτων ἐλπίς, σϑένος καὶ κραταίωμα, τῶν προστρεχόντων σοι ἣ τοῦ ϑρήνου κατάπαυσις, χαρᾶς ἣ αἰτία, Εὔας ἣ ἀνόρϑωσις, καὶ ἐπανάκλησις. Χαΐροις τῶν καλῶν ἣ αἰτία, πρόξενος ζωῆς αἰωνίου· χαῖροις Παναγία Κοσμοσώτειρα.

Θράκης ὁ χρυστεπώνυμος λαός, ἔχει ὡς ἀπόρϑητον τεῖχος, τὴν ἱεράν σου Μονήν, Κόρη Κοσμοσώτειρα, ἣν ὠκοδόμησεν· Κομνηνὸς Ἰσαάκιος, ὃ ἔνδοξος ἄρχων, σέβας εὐλαβείας σου, ἀνατιϑέμενος. Ἔνϑα καν ἡμεῖς προσιόντες, σοῦ τὴν σεβασμίαν εἰκόνα· εὐλαβῶς Παρϑένε ἀσπαζόμεϑα.

Δεῦτε Μοναζόντων οἱ χοροί, δεῦτε ἱερέων αἱ τάξεις, καὶ τῶν πιστῶν ἣ πληϑύς, δεῦτε μεγαλύνωμεν, σὴν Κοσμοσώτειρα· πρὸς Αὐτὴν ἀνακράζοντες, ψυχῆς ἐκ βαϑέων, σῶσον τῷ ἐλέει σου, Θεοχαρίτωτε. Πάντας τοὺς εἰς σὲ πεποιϑότας, τεῦχος ἀσφαλὲς γὰρ ὑπάρχεις· σωτηρία κόσμου τὲ καὶ λύτρωσις.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχα Ἀκροτελεύτια

Ἐπάκουσον μου δέομαι καὶ τὰς ὠδάς μου δέξαι, ὦ Κοσμοσώτειρα Ἁγνὴ Παρϑένε Παναγία, ἧ πένης τε καὶ ἐνδεὴς βοᾶ σὸι Ἶσιδώρα, πόϑῳ σοι προσκομίζουσα τὸν ὀβολὸν τῶν ὕμνων, οὺς τῇ αἰτήσει ἔγραφον τοῦ δούλου Γεωργίου, πιστῶς εὐλαβουμένου σου τὸ Ὄνομα τὸ ϑεῖον, ὅπως αὐτοὺς ὡς ἔνδειξιν χρέους  εὐγνωμοσύνης μετὰ πολλοῦ τοῦ σεβασμοῦ προσφέρει τῷ Ἀνϑίμῳ, τῆς Ἀλεξανδρουπόλεως σεπτῷ Μητροπολίτῃ, αἰτούμενος τὴν παρ᾽ Αὐτοῦ τιμίαν εὐλογίαν, ἣν ἔχοντες ὡς ὁδηγὸν καὶ στήριγμα ἐν βίῳ, Θεῷ εὐαρεστήσωμεν ἔν ἀρεταῖς ἀξίως, Πατέρα ἅμα καἰ Υἱὸν σὺν Πνεύμᾶτι  Ἁγίῳ, Τριάδα τὴν ἀχώριστον καὶ μίαν τῇ οὐσίᾳ, ἣ πρέπει ἣ προσκύνησις εἰς αἰώνας τῶν αἰῶνων.


Παρακλητικός Κανών εις την Παναγία την Κοσμοσώτειρα Kosmos12




_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης