Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1765
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Επιφανέντα εν δόξη εν Ιορδάνη Κύριου και Θεού και Σωτήρος ημών Ιησού Χριστού Empty Παρακλητικός Κανών εις τον Επιφανέντα εν δόξη εν Ιορδάνη Κύριου και Θεού και Σωτήρος ημών Ιησού Χριστού

Την / Το Δευ Ιαν 06, 2020 3:17 am
Παρακλητικός Κανών εις τον Επιφανέντα εν δόξη εν Ιορδάνη Κύριου και Θεού και Σωτήρος ημών Ιησού Χριστού και Βαπτισθέντος σου υπο Ιωάννου Προδρόμου

Ποίημα Μοναχής Μελάνης
Παρακλητικός Κανών εις τον Επιφανέντα εν δόξη εν Ιορδάνη Κύριου και Θεού και Σωτήρος ημών Ιησού Χριστού Theofa10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.

Ἐπί ὑδάτων ἡ πηγή ζωαρχίας, ἐπιφανείς λαμπρῶς, Χριστέ Φωτοδότα, Μονογενές ἀπαύγασμα τῆς δόξης τοῦ Πατρός, ῥῦσαι Σοῦ δεόμεθα, τῶν παθῶν τῆς ἀχλύος, δίδων τοῖς ποθοῦσι Σε, φωτισμόν ἀληθείας, καί πλουτισμόν ἁγίας βιοτῆς, τοῖς βαπτισθεῖσι, Σῷ θείῳ ὀνόματι.

Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ο ΕΠΙΦΑΝΕΙΣ ΧΡΙΣΤΟΣ ΩΣ ΦΩΣ ΦΩΤΙΣΟΝ ΜΕ Μ(ελάνης) Μ (Μοναχῆς).

ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.

Οὐ δύναμαι Λόγε κατανοεῖν, Σῆς Ἐπιφανείας, τό μυστήριον τό φρικτόν· διό δέομαί Σου Παντεχνῆμον, εἰς ὑμνωδίαν αὐτοῦ με ἀξίωσον.

Ἐπίφανον Σῶτερ νῦν ἐπ’ ἐμοί, σκιᾷ καθημένῳ, καί ἐν σκότει τῶν γεηρῶν, τό φῶς τοῦ προσώπου Σου τό θεῖον, ἵνα ὑμνῶ καί δοξάζω τό κράτος Σου.

Παράσχου τήν αἴγλην Σοῦ φωτισμοῦ, τοῖς ἐσκοτισμένοις, ἐν τοῦ βίου τοῖς χθαμαλοῖς, ὁ κόσμου τά πέρατα φωτίσας, ἐξ Ἰορδάνου τοῖς ῥείθροις Φωτόνυμε.

Θεοτοκίον.
Ἰάσεων τύχοιμεν τῶν πληγῶν, ἐκ βελῶν τοῦ ἐχθίστου, Σῇ πρεσβείᾳ Μῆτερ Ἁγνή, οἱ θείου Βαπτίσματος λαβόντες, ἁγιασμόν καί τήν χάριν δεόμεθα.


ᾨδή γ΄. Οὐρανίας ἁψίδος.
Φωτειναῖς Σου ἀκτῖσιν, ἐμήν ψυχήν αὔγασον, οὖσαν σκοτεινήν καί ζοφώδη, ἐκ μίσους δαίμονος, ὁ φῶς τρισήλιον, ἐν Ἰορδάνῃ ἀστράψας, ὅτε βαπτιζόμενος, κόσμον κατηύγασας.

Ἀπορῶ καί θαυμάζω, καί σεβασμῷ ἵσταμαι, πρό  τῆς ἀποῤῥήτου τοῦ Κτίστου, συγκαταβάσεως, διό καί δέομαι, τοῦ Ἰορδάνου τοῖς ῥείθροις, ψυχήν μου καταλύψειεν, ἡ θεία Γύμνωσις.

Νέαν ἔδειξας κτίσιν, Παμβασιλεῦ Κύριε, βροτῶν ἀποπλύνας σπιλάδας διά Βαπτίσματος, διό δεόμεθα, ἵν’ ἀπολαύσωμεν θεῖον, τῶν ψυχῶν φῶς ἄδυτον, Σέ Φωτοπάροχε.

Θεοτοκίον.
Εὐεργέτιδα γνῶμεν, οἱ ἐξ Ἀδάμ ἅπαντες, Σέ τῶν χοϊκῶν χρεωλύτην, ἀποκυήσασαν· διό βαπτίσματος, τοῖς διά Σοῦ ἐνδυθεῖσι, χάριν δεόμεθα, θερμήν συντήρησον.


Διάσωσον, ἐκ τοῦ βυθοῦ ἁμαρτίας καί ἀπονοίας, τούς Σούς δούλους ὁ βαπτισθείς Ἰορδάνου ὕδασι, καί κάραν συντρίψας τοῦ δολομήτου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τήν  χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Θεός ἀληθῶς ἐν Τριάδι ἐπέφανεν, φωτός Ποιητής καί Κτίστης κόσμου σύμπαντος, ἵνα τῷ βαπτίσματι, ἀναδείξῃ υἱούς Αὐτοῦ ἅπαντας, ἐναγκαλίζων πάλιν ὡς Πατήρ, τούς κρατοῦντας Χριστοῦ θεῖον ὄνομα.


ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Ἰησοῦ πολυεύσπλαχνε, Σοῦ ὁ Ἰορδάνης ἰδών ταπείνωσιν, ἐκπληττόμενος ἐδίδαξεν, καί ἡμᾶς αἰδεῖσθαι Σά μυστήρια.

Σῶσον πάντας μυστήριον, ἄρρητον δοξάζοντας Σῆς Βαπτίσεως, δι’ ἧς Κύριε ἀνέπλασας, παλιγγενεσίᾳ γένος βρότειον.

Χριστωνύμως πορεύεται, ὁ Χριστοτερπής λαός πρός τό βάπτισμα, δι’ οὗ πάντων ἀποπλύνεται, τοῦ Ἀδάμ ὁ ῥῦπος ἐκ τῆς
πτώσεως.

Θεοτοκίον.
Ῥῦσαι δέομαι Ἄνασσα, τούς σφραγιζομένους θείῳ ὀνόματι, τοῦ Υἱοῦ Σου εἰς τό βάπτισμα, εἰς ὁδούς εἰσάγον τῆς θεώσεως.


ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ἵλεων βροτοῖς, ἀπεργάζεται Παράκλητος, τόν Πατέρα βαπτισθεῖσιν ἐν Υἱῷ, καί προσκυνοῦσι τῆς Τριάδος θεῖον Ὄνομα.

Σῶσον ὦ Χριστέ, τούς λουσθέντας ἐν τοῖς δάκρυσι, μετανοίας ἐκ πηγῶν τῶν ὀφθαλμῶν, ἅ καλοῦσιν ἀληθῶς δεύτερον βάπτισμα.

Τρῶσον τάς ψυχάς, τῶν ἐρώντων Σε Γλυκύτατε, πρός τήν θεάν Σοῦ προσώπου Ἰησοῦ, εἰς τήν γῆν ἐπισκοπῆς φωτός ἀδύτος Σου.

Θεοτοκίον.
Ὅλην πτερνιστοῦ, κατεπάτησας τήν δύναμιν, ὑπακούσασα θελήματι Θεοῦ· ὅθεν ὑπήκοον κἀμέ εἰς τέλος ποίησον.


ᾨδή στ΄. Τήν δέησιν ἐκχεῶ.
Στηλίτευσον, τήν ἡμῶν κακόνοιαν, ὁ συντρίψας κεφαλάς τῶν δρακόντων, ἐν Ἰορδάνῃ πατήσας τόν ὄφιν, ἀνακαινίζων τήν κτίσιν ὠδίνουσαν, καί κράζουσιαν ἐν στεναγμῷ· ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε.

Ὦ θαύματος, οὗ ἡ φύσις ἔκπληκτος, κοινωνός ἀναφανεῖσα ἐβόα· νῦν τόν Θεόν ἐν Τριάδι ὁρῶσα, ἐπιφανέντα δοξάζω καί σέβομαι· ὅθεν καί ἅμα σύν βροτοῖς, τόν Χριστόν ὡς Σωτῆρα ἐκδέχομαι.

Σκιρτήσατε, οἱ βουνοί ἁλλόμενοι, θεωρίᾳ τοῦ Χριστοῦ βαπτισθέντος, καί ποταμέ Ἰορδάνη ἐκδέχου, φωτοχυσίαν πυρός τῆς θεότητος, ἀνάκραξον δέ Βαπτιστά· νῦν ἰδού ὁ Δεσπότης ἐπέφανεν.

Θεοτοκίον.
Φωτίσθητι, ἡ καρδία μου Δέσποινα, τῷ φωτί τοῦ Σοῦ Υἱοῦ καί Νυμφίου, ἥ τῇ πηγῇ πρεσβειῶν Σου προσφεύγει, ὡς ἁλομένη διψῶσά τε ελαφος, ἵνα ἐκφύγῃ σκοτασμοῦ, ἐν καιρῷ δυστυχίας καί θλίψεως.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.

Ἐκ βυθοῦ ἐμπαθείας ἀνάγαγε, ὁ τοῦ βυθοῦ ἀνατρέψας τούς δράκοντας, τόν νοῦν τῶν βοώντων Σοι Δέσποτα, τοῦ Σοῦ φωτός ἐν τῇ αἴγλῃ καταύγασον, τά σκότη καρδίας ζητούσης Σε.

Προκείμενον.
Ἡ θάλασσα εἶδε καί ἔφυγεν, ὁ Ἰορδάνης ἀστράφη εἰς τά ὀπίσω.
Στίχ. Τί σοι θάλασσα, ὅτι ἔφυγες καί σύ Ἰορδάνη, ὅτι ἐστράφης εἰς τά ὀπίσω;

Εὐαγγέλιον ἐκ τοῦ κατά Μάρκον (Κεφ. α΄ 9 - 11).

Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν Ἰησοῦς ἀπό Ναζαρέτ τῆς Γαλιλαίας καί ἐβαπτίσθη ὑπό Ἰωάννου εἰς τόν Ἰορδάνην. Καί εὐθέως ἀναβαίνων ἀπό τοῦ ὕδατος, εἶδε σχιζομένους τούς οὐρανούς, καί το Πνεῦμα ὡσεί περιστεράν καταβαῖνον ἐπ’ αὐτόν. Καί φωνή ἐγένετο ἐκ τοῦ οὐρανοῦ, σύ εἶ ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα.

Δόξα.
Σῶτερ ἐν Τριάδι, φανεῖς ἐν Ἰορδάνῃ, ἀπόπλυνον τόν ῥῦπον τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Στίχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Κύριε ἐπίφανον, τῇ παναθλίᾳ ψυχῇ μου, ἀπαρχήν καθάρσεως, χάριν Ἰωάννειον μετανοίας τε, ὅπως μου πταίσματα, ἐν ῥοαῖς δακρύων, ἀποπλύνων ὁ ταλαίπωρος, τύχω μεθέξεως, θείου Σου φωτός τῆς ἐλλάμψεως, ἐλπίζων εἰς τήν λύτρωσιν, ἐξ αἰωνιζούσης κολάσεως, διά ἐργασίας, εἰς βάθος τῆς καρδίας ἐν κρυφῇ, μόνης τηρούσης ἀλώβητον, χάριν τοῦ βαπτίσματος.


ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὥσπερ κλάδον ἐλαίας, Παρακλήτου ἡ θέα βροτοῖς ἐμήνυσεν, ἐπάνω τῶν ὑδάτων, κατάπαυσιν τῆς ἔχθρας, τοῖς ἐν πίστει κραυγάζουσιν· εὐλογητός ὁ φανείς, Θεός ἐν Ἰορδάνῃ.

Σωτηρίαν μηνύει, ἡ φωνή τοῦ Προδρόμου ῥήξασα σύμπαντα, δακτύλῳ δέ δεικνύει, σωτήριον Κυρίου, ἵνα πόθῳ κραυγάζωμεν· εὐλογητός ὁ φανείς, Θεός ἐν Ἰορδάνῃ.

Φώτισόν μου τά σκότη, ἀλαλάζω ὁ τάλας  ὥσπερ οἱ φίλοι Σου, πρεσβείαις τοῦ Προδρόμου, φωτός Σου ὄντως λύχνου, ὅς καί πρῶτος ἀνέκραξεν· εὐλογητός ὁ φανείς, Θεός ἐν Ἰορδάνῃ.

Θεοτοκίον.
Ὠκεάνεια ῥεῖθρα, ἐκ φωτός τῆς γαστρός Σου κατηγλαΐσθησαν, διό τοῦ Ἰορδάνου, τῆς χάριτος καρδίας, τῶν ὑμνούντων Σε ἔμπλησον, εὐλογημένη Ἁγνή, φωτός θείου λυχνία.


ᾨδή η΄. Τόν Βασιλέα.
Τῶν νοσημάτων, καί ἀλγηδόνων παντοίων, τῶν ψυχῶν τε ὁμοῦ καί σωμάτων, Σῶτερ ἀπαλλάττεις, τούς Σοί βοῶντας δόξα.

Ἰωαννείως, πολιτευθῶμεν ἐν βίῳ, σθεναρᾶς Χριστοῦ ὁμολογίας, ἵν’ ἀξιωθῶμεν, μερίδος σωζομένων.

Σοῦ τά ἐλέη, καί οἰκτιρμούς πέμψον Σῶτερ, Ὀρθοδόξοις ἐν βίῳ τε καί ἤθει, τοῖς βεβαπτισμένοις, εἰς θεῖον ὄνομά Σου.

Θεοτοκίον.
Ὀλεθροτόκος, ὁ καθ’ ἡμέραν μου βίος, ἐκ παθῶν καί φροντίδων Παρθένε, ὅθεν δέομαί Σου, ἀπάλλαξον ἐν τάχει.


ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Νοτίδα μου δακρύων, πρόσδεξαι ὡς δῶρον, τῷ Βαπτισμῷ Σου Χριστέ διά βάπτισμα, οὗ ἠξιώθην εὐγνώμων, σωθείς ὁ δοῦλος Σου.

Μυστήριον ὁρῶντες, τῆς Βαπτίσεώς Σου, δι’ ἧς ἠνοίγησαν τά ἐπουράνια, δοξολογοῦμεν ἀπαύστως, Σέ Φωτοπάροχε.

Ἐλέησον Σούς δούλους, Σέ δοξολογοῦντας, ὡς ἐν Μονάδι Τριάδα Θεάνθρωπε, ἐν Ἰορδάνου τοῖς ῥεῖθροις ἐπιφαινόμενον.

Θεοτοκίον.
Μητράνανδρε Παρθένε, Κεχαριτωμένη, ἡμᾶς λαβόντας σωτήριον βάπτισμα, ἐν ὀρθοδόξῳ τῷ ἤθη, ἀτρέπτως τήρησον.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ἐν Τριάδι Θεός  φανείς, καί διά ἀκτίστου, ἐνεργείας ἐπενεργῶν, Πατήρ δι’ Υἱοῦ τε ἐν Πνεύματι Ἁγίῳ, τήν θέωσιν ἀνθρώπων, μόνε Θεάνθρωπε.

Χαίροις Ἰορδάνου τόν φύει ῥοῦν, ἐν τῇ Σῇ Βαπτίσει, ἀναστρέψας καί θεϊκῶς, πρός βάπτισμα καλέσας, λαούς, φυλάς καί γλώσσας, δι’ οὗ ἡ σωτηρία, πιστοῖς χαρίζεται.

Κάθαρον τούς δούλους Σου ἐκ παθῶν, ὁ ἐκπλύνας ῥῦπον, Ἰορδάνου ἐν ταῖς ῥοαῖς, χοός τῶν Προπατόρων, ὧν σκεύη ἀναπλάττεις, συντρίβων καταδύσει, θείου Βαπτίσματος.

Δεῦτε πάντες μέλψωμεν ἐν ᾠδαῖς, Χριστόν τόν φανέντα, Ἰορδάνου ἐν ταῖς ῥοαῖς, ἐν ἀρρήτῳ δόξῃ, ὡς Λόγον τῆς Τριάδος, Πατρός τῇ εὐδοκίᾳ, καί θέᾳ Πνεύματος.

Χαίροις Ἰωάννη καί Βαπτιστά, ὁ καθυπουργήσας, τό μυστήριον τό φρικτόν, Βαπτίσεως τοῦ Λόγου, Ὅν ἵλεων δυσώπει, φανῆναι τοῖς σοῖς μύσταις, φιλοῦσι βίον σου.

Πρόδρομε Κυρίου καί Βαπτιστά, θερμῶς ἐξαιτοῦμαι, ἵνα ὅλην μου τήν ζωήν, σθένους σου ἐνδύσῃς, ὁμολογεῖν Χριστόν μου, ὡς ἐν ἁγίᾳ ὥρᾳ, ἐμοῦ βαπτίσματος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Μόνε ἀκατάληπτε Θεέ, ὁ ἐπιφανείς ἐν τοῖς ῥείθροις, τοῦ Ἰορδάνου ὡς φῶς, λάμπρυνον καί φώτισον καί σκότους λύτρωσαι, αἰωνίου κολάσεως, ἡμᾶς τούς ποθοῦντας, ἵνα ἀναμέλπωμεν ᾠδήν τρισάγιον, κύκλῳ παριστάμενοι θρόνῳ, Σῆς μεγαλειότητος Ἄναξ, ἐς ἀεί δοξάζοντας τό κράτους Σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχῶν τῶν Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.

Δίστιχον·

Φώτισόν μου τά σκότη, κράζει Μελάνη,
πλέξασα ὕμνον, τῇ Σῇ Θεοφανείᾳ.




_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης