Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1766
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Αγία Ανυσίαν την εν Θεσσαλονίκη Empty Παρακλητικός Κανών εις την Αγία Ανυσίαν την εν Θεσσαλονίκη

Την / Το Δευ Φεβ 10, 2020 9:33 am
Παρακλητικός Κανών εις την Αγίαν Παρθενομάρτυρα Ανυσίαν την εν Θεσσαλονίκη

Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου
Παρακλητικός Κανών εις την Αγία Ανυσίαν την εν Θεσσαλονίκη _aa_aa10
Εορτάζετε στις 30 Δεκεμβρίου

Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια

Ἦχος δ΄ Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

Τῆς παρθενίας τὸν λαμπρότατον οἶκον, καὶ τῶν Μαρτύρων τοῦ Χριστοῦ μέγα κλέος, τιμήσωμεν ἐν ἄσμασι βοῶντες πρὸς αὐτὴν. Ἀνυσία πάνσεμνε, τὰς ἡμῶν ἱκεσίας, πλήρωσον πρεσβείαις σου, πρὸς ψυχῶν τὸ συμφέρον, καὶ Βασιλείας τῆς τῶν οὐρανῶν, πάνταςμετόχους, γενέσθαι ἀξίωσον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Εἶτα ψάλλεται ὁ κανών, οὗ ἡ ἀκροστιχίς
«Θεοφιλῶς ἀνύσοιμεν τὸν βίον, ὦ Ἀνυσία. Ἀ(θανάσιος».

Ὠδῇ α΄. Ἦχος πλ.δ΄. Ὑγρὰν διοδεύσας.

Θεῷ παρεστῶσα σεμνοπρεπῶς, σεπτὴ Ἀνυσία, καθικέτευε ἐκτενῶς, ὑπὲρ τῶν τιμώντων σε ἐν πίστει, καὶ ἐκζητούντων ἁγίας πρεσβείας σου.

Ἐκ βρέφους ποθήσασα τὸν Χριστόν, Αὐτοῦ ἀνεδείχθης, Ἀνυσία οἶκος λαμπρός, τηρήσει τῶν θείων ἐνταλμάτων, ὧν καὶ ἡμᾶς τηρητὰς δεῖξον πάνσεμνε.

Οὐδόλως ἐσάλευσαν σὴν ψυχήν, κλεινὴ Ἀνυσία, αἱ φθειρόμεναι ἡδοναί, κατέχουσα μνήμην τοῦ Δεσπότου, ἣν καὶ ἡμῖν δίδου δῶρον ἰσόβιον.

Θεοτοκίον.
Φαιδρύνει καρδίας τῶν εὐσεβῶν, ἣ κλῆσίς σου Μῆτερ, καὶ στηρίζει ψυχὰς πιστῶν, οὺς φύλαττε σῴους ἐκ κινδύνων, καὶ ἀρετῶν ἐργασίᾳ προκόπτοντας.


Ὢδῇ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱερῶς εὐχομένη, τὸν Ἰησοῦν ἔφερες, ἐν τῇ παγκαθάρῳ ψυχῇ σου, μόνιμον ἔνοικον, ὅθεν ἀξίωσον, θεοπρεπῶς Ἀνυσία, εὔχεσθαι τοὺς ὅσοι σου, μνήμην γεραίρομεν.

Λύσιν εἶχες ἀρίστην, δυσκολιῶν πάντοτε, τὴν καταφυγὴν πρὸς Δεσπότην τὸν πολυέλεον, Ὃν ἐκδυσώπησον, ὑπὲρ ἡμῶν Ἀνυσία, ἐν τοῦ βίου θλίψεσιν, ἀεὶ παρίστασθαι.

Ὥσπερ μέλιττα μέλι, πνευματικὸν ἤθροισας, ἀπὸ τῶν Γραφῶν Ἀνυσία, διὸ κατώρθωσας, ἐχθρὸν τὸν πάγκακον, ὑπὸ τοὺς πόδας πατῆσαι, οὗ παγίδων λύτρωσαι, τοὺς ἀνυμνοῦντάς σε.

Σκέπε τέκνα σου Μῆτερ, πνευματικὰ σκέπῃ σου, καὶ κατὰ παθῶν πολεμοῦντα, ἀεὶ ἐνίσχυε, ὅπως δοξάζωμεν, τὴν κραταιὰν προστασίαν, καὶ τὰ μεγαλεῖά σου, οἱ σοὶ προσφεύγοντες.


Διάσωσον, ὦ Ἀνυσία σοὺς δούλους, ἀπὸ πάσης ἐπηρείας καὶ θλίψεως, διδοῦσα δύναμιν ἡμῖν, κατ’ ἐχθρῶν ἐναντίων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόμε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶἴΐασαι, τῆς ψυχήςμου ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἤχος β΄. Πρεσβεία Θερμή.

Παρθένε σεμνή, καὶ μάρτυς χριστοκάρδιε, μὴ παύσῃ θερμῶς, πρεσβεύειν πρὸς τὸν Κύριον, ὅπως δῷ ὡς τάχιστα, αἰτημάτων ἡμῶν τὴν ἐκπλήρωσιν, καὶ εὐγνωμόνως σου ἀεί, Ἀνυσία τὴν χάριν γεραίρωμεν.


Ὼδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἁγνοτάτως πεπόρευσαι, μέσον τῶν εἰδώλων βιοῦσα πάνσεμνε, Ἀνυσία ὅθεν χάρισαι, τοῖς ἁγνῶςβιοῦσι θείαν δύναμιν.

Νοῦν ναὸν τοῦ Δεσπότου σου, εὐχομένη ἔδειξας καλλιπάρθενε· ὅθεν Τούτου μνήμης πλήρωσον, Ἀνυσία νοῦν τῶν αἰτουμένων σε.

Ὕγλης πάσης ἀνώτερον, Ἀνυσία φρόνημα κατεκράτησας, διὸ μάρτυς καταξίωσον, καὶ ἡμᾶς τῆς ὕλης ὑπεραίρεσθαι.

Θεοτοκίον.
Σωτηρίας σε πρόξενον, πάναγνε Παρθένε ἐπιγινώσκομεν, καὶ ἀπαύστως μεγαλύνομεν, ἣν παρὰ Κυρίου δόξαν εἴληφας.


Ὼδῇ ε΄. Φώτισον ἡμᾶς.
Ὅλον μοῦ τὸν νοῦν, καὶ τὸ φρόνημα ἁγίασον, τῇ θείᾳ μνήμῃ Ἀνυσία τοῦ Χριστοῦ, ὥσπερ τὸν νοῦν σου, καθηγίασας τὸ πρότερον.

Ἴασαι ψυχῶν, καὶ σωμάτων τὰ παθήματα, τῶν αἰτουμένων Ἀνυσία σὰς εὐχάς, καὶ ὑγείαν, σταθερὰν δίδου ὡς δώρημα.

Μόνον τοῦ Θεοῦ, ἐκτελεῖν ἀεὶ τὸ θέλημα, ἀξίωσόν με Ἀνυσία καὶ ζωῆς, αἰωνίου μετασχεῖν ταῖς ἱκεσίαις σου.

Θεοτοκίον.
Ἔλλαμψον Ἁγνή, σκοτασμὸν ψυχῆς μου τάλαινας, ἣ Φῶς τεκοῦσα τῆς ζωῆς ἀληθινόν, καὶ συμπτωμάτων, ἁμαρτίας διαφύλαξον.


Ὠδῇ ζ΄. Τὴν δέησιν.
Νεότητα ἀπηρνήθης σώματος καὶ ἀπόλαυσιν ἡδέων γηΐνων, ἵνα Χριστοῦ, ἐπιτύχῃς τὸ κάλλος, τὸ μηδαμῶς Ἀνυσία φθειρόμενον, οὗ δεῖξον πάντας θεατάς, τοὺς τιμῶντας τὴν πάντιμον μνήμην σου.

Τὰ κύματα πειρασμῶν ὑψούμενα, Ἀνυσία θραῦσον θείαις εὐχαῖς σου, ὑπομονήν, ἐν ταῖς θλίψεσι βίου, παρεχομένη καὶ δύναμιν πνεύματος, εἰς δόξαν τοῦ καὶ σὲ σεμνή, ἀναδείξαντος πέτραν στερέμνιον.

Οὐ παύεται ἀκοντίζειν βέλεμνα, Ἀνυσία ὁ ἀρχέκακος δράκων, καὶ ἐκζητεῖν, τὰς ψυχὰς ἀπολέσαι, δι’ ἃς Χριστὸς ὁ Θεὸς ἐνηνθρώπησε, διὸ ἀκύρωσον αὐτοῦ, τὴν μανίαν ταῖς θείαις πρεσβείαις σου.

Θεοτοκίον.
Νεάνιδας ὁ Υἱός σου Πάναγνε, ἐξελέξατο ὡς νύμφας τιμίας, ὡς ὁ Δαβίδ, ὁ προφήτης προεῖδε, μεθ᾽ ὧν τὴν πάγκαλλον κόρην ἡρμόσατο, θανάτῳ τῷ μαρτυρικῷ, Ἀνυσίαν παρθένων τὸ καύχημα.


Διάσωσον, ὦ Ἀνυσία σοὺς δούλους, ἀπὸ πάσης ἐπηρείας καὶ θλίψεως, διδοῦσα δύναμιν ἡμῖν, κατ᾽ ἐχθρῶν ἐναντίων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Παρθενίᾳ τὸ αἷμα συμμείξασα, Ἀνυσία ὡς δῶρον πανάριστον, σῷ Νυμφίῳ, ταῦτα προσήγαγες τυθεῖσα δι᾽ Αὐτόν, καὶ νῦν μάρτυς παγκαλλής, τῶν σὲ τιμώντων ἐκ ψυχῆς, τὰς αἰτήσεις ἐπάκουσον, λύουσα περιστάσεις, τάχιστα ταῖς εὐχαῖς σοῦ, καὶ τῶν πταισμάτων τὴν πληθύν, μετανοίᾳ ἐξαλείφουσα.



Καὶ εὐθὺς τὸ Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἣ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. (δίς)
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἣ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Λουκᾶν (κα΄ 12-19)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾽ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ἢ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου’ καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τῆς Ἀθληφόρου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Εἶτα ψάλλομεν τὸ προσόμοιον.
Στίχος. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...
Ἦχος πλ β΄. Ὅλην ἀποθέμενοι.

Ἀνυσία πάνσεμνε, Θεσσαλονίκης τὸ κλέος, τῶν παρθένων καύχημα, καὶ μαρτύρων ἥδυσμα πανευφρόσυνον, τὸν Χριστὸν ὕλεων, δεῖξον ταῖς εὐχαῖς σου, παῤῥησίαν ὡς κατέχουσα, καὶ χάριν πάρεχε, ἐν βιοτικαῖς περιστάσεσιν: ὑγείαν ἀκατάσειστον,
καὶ ψυχῶν εἰρήνην ἀσάλευτον, αἴτησαι τοῖς ὅσοι, σὴν ἄθλησιν τιμῶμεν τὴν σεπτήν, καὶ τῷ Δεσπότῃ προβάλλομεν, πρέσβυν σε εὐπρόσδεκτον.

Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ὠδὰς τοῦ Κανόνος

Ὢδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Βάσιν ἔχουσα θείαν, Ἀνυσία μελλούσης ζωῆς βεβαίωσιν, οὐδόλως ἐταράχθης, ἀγροίκου στρατιώτον, ὑποστᾶσα ἐπίθεσιν, ἐξιλεοῦσα Χριστόν, ἡμῖν διδόναι πίστιν.

Ἱερώτατον θῦμα, προσηνέχθης ἐξαίφνης Μάρτυς Δεσπότῃ σου, Ὧ αἷμά σου δεικνῦσα, ἐξαίτει τοῖς τιμῶσι, τὸ σεπτόν σου μαρτύριον, ὑπομονὴν σταθερὰν, ἐν πειρασμοῖς τοῦ βίου.

Οὐδαμῶς Ἀνυσία, τοῦ θανάτου ὁ φόβος σε κατεκλόνησεν, ἀλλ᾽εὔθυμος τὸ στέφος, ἐδέξω μαρτυρίου: ὅθεν πάντας ἀπάλλαξον, τοὺς ψάλλοντάς σοι πιστῶς, ἐκ φόβου τοῦ θανάτου.

Θεοτοκίον.
Νεανίδων χορείαν, τοῦ Δεσπότου ὀπίσω Παρθένε βλέπουσα, σὺν ταύταις ἐκδυσώπει, Αὐτὸν ὑπὲρ λαοῦ σου, ὃν ἀεὶ περιφύλαττε, ἐκ πειρασμῶν τοῦ ἐχθροῦ, καὶ συμπτωμάτων βίου.


Ὠδῇ η΄. Τὸν βασιλέα.
Ὡς παῤῥησίαν, Ἀνυσία πλουτοῦσα, τὸν Δεσπότην ἱκέτευε ἀπαύστως, ὅπως φιλοθέως, τελέσωμεν τὸν βίον.

Ἁμαρτημάτων, Ἀνυσία τὸ πλῆθος, ταῖς εὐχαῖς σου ἐξάλειψον ἐφ’ ἅπαξ, καὶ τῆς μετανοίας, ἡμῖν δίδου τὴν χάριν.

Νόσων σωμάτων, καὶ ψυχῆς Ἀνυσία, σὲ τιμῶντας ἀπάλλαξον καὶ αἴτει, σταθερὰν ὑγιείαν, παρὰ τοῦ Ζῳοδότου.

Θεοτοκίον.
Ὕμνους προσδέχου, Θεοχαρίτωτε Μῆτερ, ἐκ χειλέων ἀπαύστως ἀνυμνούντων, καὶ δοξολογούντων, ἀνέκῳφραστόν σου δόξαν.


Ὢδῇ θ΄. Κυρίως Θεοτόκον.
Στολὴν ἀθανασίας, νῦν ἐπενδυθεῖσα, ὦ Ἀνυσία παρθένε μνημόνευε, τοὺς προσκυνοῦντας ἐν πίστει, θεῖά σου λείψανα.

Ἰάτρευε τὰ πάθη, μάρτυς Ἀνυσία, τὰ τυραννοῦντα ἡμᾶς ἐκ νεότητος, καὶ τὴν εἰρήνην παράσχου, Ἁγίου Πνεύματος.

Ἀνύσασα ἐνδόξως, βίον Ἀνυσία, σαῖς ἱκεσίαις ἡμᾶς καταξίωσον, θεοφιλῶς διανύσαι, ζωὴν ἐπίγειον.

Θεοτοκίον.
Ἁγίων μειζοτέρα, Πάναγνε Παρθένε, τὴν Ἀνυσίαν συμπρέσβυν παράλαβε, ὑπὲρ ἡμῶν ἀνυμνούντων, τὸν θεῖον τόκον σου.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τῆς Θεσσαλονίκης θεῖος βλαστός, καὶ ἄμωμος νύμφη, τοῦ Παντάνακτος Ἰησοῦ, ὥφθης Ἀνυσία, ἀσκήσει καὶ ἀθλήσει, ἐχθρὸν καταβαλοῦσα, τὸν πολυμήχανον.

Χαίροις Ἀνυσία μάρτυς Χριστοῦ, παρθενίας οἶκος, καὶ ἁγνείας ναὸς σεπτός, χαίροις καὶ τοὺς ὅσοι, τὴν μνήμην σου τιμῶμεν, φύλαττε ἐκ κινδύνων καὶ πάσηςθλίψεως.

Θείας σου ἀγάπης πρὸς Ἰησοῦν, μάρτυς Ἀνυσία, δὸς ἀπόμοιραν καὶ ἡμῖν, ἵνα δυνηθῶμεν, παλαῖσαι πρὸς τὰ πάθη, καὶ Τοῦτον ἀγαπῆσαι, ὡς σὺ ἠγάπησας.

Θήκην σῶν λειψάνων τὴν ἱεράν, πόθῳ προσκυνοῦντες, Ἀνυσία σεμνοπρεπής, ἴασιν σωμάτων ταχεῖαν ἐκζητοῦμεν, καὶ τῶν ψυχῶν εἰρήνην, τὴν ἀναφαίρετον.

Φύλαττε τὴν Κύπρον Μάρτυς σεμνή, ἐκ πάσης ἀνάγκης, καὶ μανίας τοῦ πονηροῦ, οὗ πικρὰς παγίδας διάλυε ὡς νέφη, παρέχουσα εἰρήνην, δῶρον πολύτιμον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.


Εἶτα ψάλλεται τὸ παρὸν Ἀπολυτίκον
Ἦχος δ΄ Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

Τῆς παρθενίας τὸν λαμπρότατον οἶκον, καὶ τῶν Μαρτύρων τοῦ Χριστοῦ μέγα κλέος, τιμήσωμεν ἐν ᾷσμασι βοῶντες πρὸς αὐτὴν· Ἀνυσία πάνσεμνε, τὰς ἡμῶν ἱκεσίας, πλήρωσον πρεσβείαις σου, πρὸς ψυχῶν τὸ συμφέρον, καὶ Βασιλείας τῆςτῶν οὐρανῶν, πάνταςμετόχους, γενέσθαι ἀξίωσον.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄ Ὅτε ἐκ τοῦ ξύλου σε.


Ὦ παρθενομάρτυς τοῦ Χριστοῦ, θεία Ἀνυσία προσδέχου, ἡμῶν τὴν δέησιν, καὶ τὰς νόσους ἴασαι, ψυχῆς καὶ σώματος, χορηγοῦσα ἀσάλευτον, εἰρήνην καρδίαις, καὶ Θεοῦ ἀγάπησιν τὴν ἀναφαίρετον, ὅπως διανύσαντες βίον, εὐαγγελικῶς τοῦ
Δεσπότου, Βασιλείας ἄνω ἐπιτύχωμεν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τῶν 'Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης