Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1766
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον της Σγράπας Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον της Σγράπας

Την / Το Παρ Μαρ 06, 2020 12:27 pm
Παρακλητικός Κανών εις την Θαυματουργόν εικόνα της Υπεραγίας Θεοτόκου της Σγράπας Τρίπολης

Ποίημα του Σεβασμιωτάτου Μητροπολίτου Ἐδέσσης Ἰωήλ
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον της Σγράπας A_eaya10

Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια

Ἦχος δ'. Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.

Τῆς Θεοτόκου τὴν εἰκόνα ἐν Σγράπᾳ, τὴν θαυμαστῶς ἐκ τοῦ χοὸς εὑρεθεῖσαν, τὴν βρύσιν τὴν ἐκχέουσαν θαυμάτων ῥοάς, δεῦτε προσκυνήσωμεν, ἀνακράζοντες πάντες, πρὸς τὴν Ἀειπάρθενον, ἱκεσίας τὸν ὕμνον, ὅπως προστάτις γένηται ἡμῖν, τοῖς ἐκζητοῦσιν, αὐτῆς τὴν βοήθειαν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς.
«Θεοτόκου εἰκόνα ἐν Σγράπᾳ λιτάζω. Ἰωήλ»

Ὠδὴ α΄. Ὑγρὰν διοδεύσας.

Θεόνυμφε Κόρη ἐπιθυμῶ, τὸν ὕμνον σου πλέξαι, ἱκεσίαις πανευλαβῶς, διὸ καὶ αἰτοῦμαι τὴν σὴν χάριν, ὅπως εἰς τέλος τὸ μέλος ἐργάσωμαι.

Εὑρέθη εἰκόνισμα τὸ σεπτόν, τῆς σῆς ἐμφερείας, ἐν τῇ Σγράπᾳ ἀπὸ τῆς γῆς, ὡς δῶρον ἡμῖν τοῖς ἐνδεέσι, καὶ ἐκζητοῦσι τὰ θεῖα ἐλέη σου.

Ὁ οἶκος σου Δέσποινα Μαριάμ, ἐν Σγράπᾳ ὑπάρχει, ἰατρεῖον ἀσθενειῶν, ἡμῖν τοῖς ἐν πόθῳ προσκυνοῦσι, τὴν θαυματόβρυτον θείαν εἰκόνα σου.

Ταμεῖον χαρίτων ὑπερφυές, Παρθένε ἁγία, ἐν τῇ Σγράπᾳ ἡ σὴ εἰκών, καθαίρουσα ὄντως ἀτεκνίας, τὰ ἀνυπέρβλητα Μῆτερ ἐμπόδια.


Ὠδὴ γ᾽. Οὐρανίας ἁψῖδος.
Ὀρθοδόξων τὰ πλήθη, χρεωστικῶς Δέσποινα, πρὸς τὴν σὴν ἁγίαν εἰκόνα, ὅτε ἀλλόφυλοι, ἐπιδρομεῖς ἐν Πυλαίᾳ, ἐφορμῶσι Πάναγνε, ταύτην δουλώσασθαι.

Κραταιὰν προστασίαν, καὶ ἀληθῆ σύμμαχον, ἔσχομεν ἁγία Παρθένε, τὸ σὸν ἐκτύπωμα, διὸ πρεσβείαις σου, μὴ ὀλιγώρει ἐν Σγράπᾳ, ποὺς πιστοὺς σκεπάζουσα, ἐκ πάσης θλίψεως.

Ὁ λαὸς ἐν τῇ Σγράπᾳ, γονυπετὴς Δέσποινα, πρὸς τῆς σῆς σεμνῆς ἐμφερείας, καθικετεύει σε ψυχῆς καὶ σώματος, ταῖς σαῖς λιταῖς μὴ ὀκνήσῃς, τὰ πολλὰ παθήματα, αὐτοῦ ἰάσασθαι.

Ὁλοθύμως τὸ μέλος, ἔτρεχον πάντοτε, ἱκετικῶς ψάλλομεν, πάντες οἱ σοὶ δοῦλοι Παρθένε, Σγράπας τὸ στήριγμα, γνώμην ἀπέλπιδα, καὶ τοῦ νοὸς τὰς φοβίας, ἀφ’ ἡμῶν ἀπόστησον, τῇ δυναστείᾳ σου.



Διάσωσον, ταῖς σαῖς πρεσβείαις, τοὺς προσκυνοῦντας ἐν πίστει, ἐν τῇ Σγράπᾳ τὸ σὸν σεπτὸν εἰκόνισμα Δέσποινα, ἀπὸ κινδύνων ποικίλων καὶ νόσων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτις θερμή, τῆς Σγράπας Ἀειπάρθενε, ἡ θεία εἰκών, τῆς σῆς μορφῆς ἐγένετο, διὸ ἡμᾶς τοὺς δούλους σου, τοὺς ὑμνοῦντας θερμῶς τὰ ἐλέη σου, Ὑπεραγία μὴ παύσῃ ἀεί, διδοῦσα τὴν ἄμαχον πρεσβείαν σου.


Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπακούεις Παντάνασσα, τοὺς ἀσπαζομένους τὸ σὸν εἰκόνισμα, διὸ δὸς τὸ ἄκος ἅπασι, τοῖς ἐν ἀσθενείαις περιπίπτουσι.

Ἰαμάτων τὸ πέλαγος, ἡ σεπτὴ εἰκών σου Μῆτερ ὑπάρχουσα, ἀτεκνίας τὰ νοσήματα, ἐκ τῶν ἀνυμνούντων σε ἀπέλασον.

Κραταιὸν ὑποστήριγμα, τῶν κατατρεγμένων ὁ θεῖος οἶκός σου, ἀναδέδεικται Πανάχραντε, διὸ τοὺς ἐν θλίψεσι βοήθησον.

Ὁ λαὸς τὴν εἰκόνα σου, ὡς πηγὴν ναμάτων ψυχῆς καὶ σώματος, ζωοδόχων ἔχει Δέσποινα, ὅθεν ταῦτα δίδου τοῖς ἱκέταις σου.


Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Νεῦσον συμπαθῶς, πρὸς ἡμᾶς καὶ διασκέδασον, τοῦ βελίαρ τὰς ποικίλας μηχανάς, ἃς δολίως καθ' ἡμῶν, στρέφει ἑκάστοτε.

Ἄνωθεν Ἁγνή, ἐπισκόπησον τὴν ποίμνην σου, καὶ προφύλαξον αὐτὴν ἐκ τῶν δεινῶν, καὶ σκανδάλων τοῦ δολίου πολεμήτορος.

Ἔπαρον Ἁγνή, τὰς σὰς χεῖρας πρὸς τὸν Κύριον, ὑπὲρ πάντων τῶν πτωχῶν ἐν τῇ ζωῇ, καὶ αἰτούντων τὰ τοῦ βίου ἀπαραίτητα.

Νῦν ὡς ἐνδεεῖς, ἀρετῶν Θεοχαρίτωτε, ἐξαιτούμεθα τὴν σὴν ἐπισκοπήν, ὅπως πάντες πλουτισθῶμεν τῇ σῇ χάριτι.


Ὠδὴ στ΄. Τὴν δέησιν.
Σοφίαν, τῇ γυναικὶ ἐδωρήσω, καὶ ἀνεῦρε τὴν εἰκόνα σου Μῆτερ, καὶ παραλύτου ἰάσω τοὺς πόδας, καὶ ἀτεκνίαν πολλῶν διεσκέδασας, ἐξ ὧν θαῤῥοῦμεν σαῖς λιταῖς, τοῦ ῥυσθῆναι ἡμᾶς ἐκ συμπτώσεων.

Γηπόνος, ἐπιμελὴς Θεοτόκε, τῶν ψυχῶν ἡμῶν γενοῦ καὶ τὸν σπόρον, τῶν ἐντολῶν τοῦ Χριστοῦ καὶ Θεοῦ σου, καταβαλοῦσα μὴ παύῃ ἐν αὔλαξιν, τῶν καρδιῶν ἡμῶν ἁγνή, ὅπως σχῶμεν τὸ ἄριστον κάρπωμα.

Ῥοαῖς σου, ὡς ἡ πηγὴ Ζωοδόχος, τὸν λαόν σου ἐν τῇ Σγράπᾳ Παρθένε, μὴ ἀμελήσῃ ἀπαύστως ποτίζειν, θαυματουργοῦσα πιστοῖς ὑπὲρ ἔννοιαν, σὺ γὰρ ὑπάρχεις ποταμός, καὶ ἡ βρύσις ἐλέους τῆς χάριτος.

Ἀσπόρως, τὸν ποιητὴν τῶν ἁπάντων, καὶ Φιλάνθρωπον Δεσπότην ἐτέξω, ἵνα ἡμεῖς ἐκ τοῦ λάκκου πταισμάτων, ἀνορθωθῶμεν Παρθένε Θεόνυμφε, διὸ προστρέχομεν ἀεί, ἐπὶ σὲ ἐκζητοῦντες τὴν ῥώμην σου.


Διάσωσον, ταῖς σαῖς πρεσβείαις, τοὺς προσκυνοῦντας ἐν πίστει, ἐν τῇ Σγράπᾳ τὸ σὸν σεπτὸν εἰκόνισμα Δέσποινα, ἀτοὸ κινδύνων ποικίλων καὶ νόσων.

Ἄχρᾶντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα διάσωσον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἢχος β΄. Τοῖς τῶν αἱμάτων σου.


Ὡς θησαυρὸν ἐκ τῆς γῆς παρελάβομεν, τὴν ἱεράν σου εἰκόνα Παντάνασσα, καὶ ἐγκαυχόμεθα πάντες οἱ δοῦλοί σου, ἐν τῇ Πυλαίᾳ καὶ Σγράπᾳ κηρύττοντες, τὸ πλῆθος ἁγνὴ τῶν θαυμάτων σου.

Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ ἐπορεύθη εἰς τήν ὀρεινήν μετά σπουδῆς εἰς πόλιν Ἰούδα, καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καί ἠσπάσατο τήν Ελισάβετ. Καί ἐγένετο ὡς ἤκουσεν ἡ Ελισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῆ κοιλία αυτής˙ καί ἐπλήσθη Πνεύματος Ἀγίου ἡ Ελισάβετ καί ἀνεφώνησε φωνή μεγάλη καί είπεν˙ Εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο ἶνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γάρ ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτα μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῆ κοιλία μου. Καί μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὑτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ ˙ Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον καί ηγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῶ τῷ Σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης αὑτοῦ. Ἰδού γάρ ἀπό τοῦ νῦν μακαριοῦσι με πάσαι αἱ γενεαί ˙ ὅτι ἐποίησε μοι μεγαλεία ὁ δυνατός καί ἅγιον τό ὄνομα αὑτοῦ. Ἔμεινε δε Μαριάμ σύν αὑτῇ ὡσεί μήνας τρεῖς καί ὑπέστρεψεν εἰς τόν οἶκον αὑτῆς.

Δόξα.
Πάτερ Λόγε Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Ἐλέησόν με ὁ Θεὸς....
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δέσποινα Πανάμωμε, πάσης Πυλαίας ὁ κόσμος, καὶ τῆς Σγράπας καύχημα, τὸ σεπτὸν εἰκόνισμα, ἐμφερείας σου, ἀληθῶς γέγονεν· ὅθεν ὀρθοδόξων, τὰ πληρώματα τοῖς ᾷσμασι, ἐν πίστει πάντοτε, τοῦτο καταστέφει αἰτούμενα, καρδίας καθαρότητα, λύσιν ἀθυμίας καὶ δύναμιν, κινδύνων τὸ τέλος, καὶ σάλον πειρασμῶν βιοτικῶν, τὴν ταχυτάτην κατάπαυσιν, πρεσβείαις σου Πάναγνε.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου.

Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Πῶς ἐξέκλινα Μῆτερ, τῆς ὁδοῦ τῆς εὐθείας τῆς σωτηρίας μου, ἐν βάθει ἁμαρτάδων, καὶ πράξεων ἀτόπων, ἐμπεσὼν ὡς ὁ ἄσωτος, διὸ θερμῶς ἐκζητῶ, τὴν σὴν ἐπικουρίαν.

Ἀκατάφλεκτον βάτον, σὲ προεῖδε Παρθένε, ὁ κραταιὸς Μωῦύσῆς, διὸ τὰ φρυγανώδη, ἐφάμαρτά μου πάθη, τῷ πυρὶ κατακαίουσα, τῶν πρεσβειῶν σου ταχύ, μὴ διαλίπῃς Μῆτερ.

Λοιμικὰς ἀσθενείας, καὶ τὰς νόσους ἀτέκνων, καὶ τὰ ἐπίλοιπα, παθήματα ἀνθρώπων, τῇ θείᾳ σου εἰκόνι, ἐν τῇ Σγράπᾳ θεράπευσον, ἵνα ὑμνῶμεν ἁγνή, χαρίτων σου τὸν πλοῦτον.

Ἰατρεύεις Παρθένε, τοὺς ἐν πίστει τιμῶντας, τὸ σὸν εἰκόνισμα, ἐκ πάσης ἀῤῥωστίας, ψυχῶν τε καὶ σωμάτων, καὶ ἐκ πάσης κακώσεως, τοῦ ἀρχεκάκου ἐχθροῦ, οὗ σύντριψον τὸ θράσος.


Ὠδὴ η΄. Τὸν Βασιλέα.
Τοῦ ἀντιδίκου, ἐπιδρομὰς καὶ τὰ βέλη, κατασπάζουσα Παρθένε μὴ ὀκνήσῃς, καὶ τοὺς προσκυνοῦντας, τὴν σὴν εἰκόνα σῶσον.

Ἀντιβολῶ σε, Ὑπεραγία τὴν Σγράπαν, καὶ κατοίκους ἐν αὐτῇ τοὺς Ὀρθοδόξους, σκέπαζε διδοῦσα, αὐτοῖς τὴν ὑγιείαν.

Ζωὴν τὴν ἄνω, καὶ τὰς μονὰς Παραδείσου, καὶ τὴν ὅρασιν προσώπου τοῦ Ὑἱοῦ σου, χάρισαι ὡς Μήτηρ, τοῖς τέκνοις σου Παρθένε.

Ὡς πάλαι ὥφθης, ἡ κραταιὰ προστασία, τῆς Πυλαίας ἐξ ἐχθρῶν ποικιλωνύμων, οὕτω καὶ τὴν Σγράπαν, φροντίζουσα μὴ παύσῃ.


Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάτειρα ἐφάνης, ἐν ἐσχάτοις χρόνοις, ἐν τῇ πολίχνῃ τῆς Σγράπας παρέχουσα, τὰ τῆς ψυχῆς καὶ τοῦ σώματος, μῆτερ πρόσφορα.

Ὡς ἄλλη σιτοδότις, θρέψον Θεοτόκε, τοὺς εὐλαβῶς τὴν ἁγίαν εἰκόνα σου, ἀσπαζομένους ἐν Σγράπᾳ Θεομακάριστε.

Ἡ χώρα τῆς Πυλαίας, καὶ ἡ πολίχνη Σγράπα, ὡς θησαυρὸν τὴν εἰκόνα σου ἔχομεν, ἐξ ἧς πολλὰ προσδοκῶμεν Θεοχαρίτωτε.

Λιμὴν χειμαζομένων, φάνηθι τοῖς πᾶσι, τοῖς εἰσιοῦσι πιστοῖς ἐν τῷ οἴκῳ σου, ἐν τῷ χωρίῳ τῆς Σγράπας Ἀειμακάριστε.


Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σε μεγαλύνομεν.

Καὶ τὰ ἐπόμενα Μεγαλυνάρια

Χαίροις Ἀειπάρθενε Μαριάμ, Σγράπας τῆς πολίχνης, καὶ Πυλαίας ἡ χαρμονή, χαίροις τῶν στενόντων, τὸ κούφισμα καὶ ἄκος, καὶ τῶν ἐν ἀσθενείαις, ταχεῖα ἴασις.

Πάντες προσκυνοῦμεν πανευλαβῶς, Δέσποινα Παρθένε, τὴν εἰκόνα σου τὴν σεπτήν, ἐν τῇ κώμῃ Σγράπᾳ, αἰτοῦντες τὴν σὴν χάριν, ὅπως ὑγείαν σχῶμεν, ψυχῆς καὶ σώματος.

Ἡ σεπτὴ εἰκών σου ὡς θησαυρός, καὶ χρυσὸς ἐκ βάθους, ἀνεσύρθη ἀπὸ τῆς γῆς, καὶ χαρὰν τοῖς πᾶσιν, μετέδωκε Παρθένε, ἁγία Θεοτόκε, Σγράπας τὸ στήριγμα.

Πάλαι μὲν ἀπέκρουσας τῶν ἐχθρῶν, ἐν Πυλαίᾳ Μῆτερ, ἀπαισίας ἐπιδρομάς, νῦν δὲ ἐν τῇ Σγράπᾳ, σκεδάζεις τοῦ Βελίαρ, δεινοῦ ἀνθρωποκτόνου, τὰ μηχανήματα.

Χαίροις δυστυχούντων ἐν τῇ ζωῇ, Μῆτερ Θεοτόκε, ἡ ἀνάκλησις καὶ χαρά, χαίροις θλιβομένων, παραμυθία ὄντως, καὶ τῶν ἀπηλπισμένων, στεῤῥὸν κραταίωμα.

Χάριν τῆς εἰκόνος σου οἱ πιστοί, ἐκζητοῦμεν πάντες, ἐν τῇ Σγράπᾳ σεμνοπρεπῶς, ὅπως εἰρηναῖον, διάγωμεν τὸ μῆκος, τοῦ βίου ἡμῶν Μῆτερ, τοῦ πολυφρόντιδος.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἢχος α΄. Τῆς Ἐρήμου.
Τὴν σεπτήν σου εἰκόνα, ὡς πηγὴν ζωοπάροχον, ἐν τῇ κώμῃ Σγράπα Παρθένε, οἱ Ὀρθόδοξοι ἔχοντες, γεραίρομεν θησαύρισμα τὸ σόν, καὶ ὕμνοις καταστέφομεν αὐτό, ἀναβλύζει γὰρ ἰάσεις ὑπερφυεῖς, τοῖς εὐλαβῶς κραυγάζουσι· Δόξα τῇ γλυκυτάτῃ σου μορφῇ, δόξα τῷ θείῳ τόκῳ σου, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δέσποινα εἰκόνισμα τὸ σόν, ἐν τῇ κώμῃ Σγράπας ὡς ὄλβον, Μῆτερ κατέχοντες, πάντες ἀρυόμεθα ψυχῆς τὰ πρόσφορα, καὶ σωμάτων τὴν ἴασιν, καὶ πάσης ἀνάγκης, ἐν τῷ βίῳ Ἄχραντε τὴν διευθέτησιν, ὅθεν ἀνατείνομεν χεῖρας, πρὸς τὴν σὴν μορφὴν καὶ βοῶμεν, μὴ ἐάσῃς μόνους τοὺς ἱκέτας σου.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τῶν 'Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.






Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης