Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1766
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Ταξιάρχη Μιχαήλ Μανταμάδου Empty Παρακλητικός Κανών εις τον Ταξιάρχη Μιχαήλ Μανταμάδου

Την / Το Παρ Μαρ 06, 2020 1:28 pm
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις τον Ταξιάρχη Μιχαήλ Μανταμάδου

Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου
Παρακλητικός Κανών εις τον Ταξιάρχη Μιχαήλ Μανταμάδου Matama10

Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια

Ἦχος δ'.Ο ὑψωθείς ἐν τῷ Σταυρῶ

Τῶν Ἀσωματῶν λειτουργῶν Ἀρχιστράτηγε, ὸ κατἐνωπιον Θεοῦ παριστάμενος, καί ταῖς εκείθεν, λάμψεσι λαμπόμενος, φαίδρυνον ἀγίασον τούς πιστῶς σε ὑμνοῦντας, πᾶσης ἀπολύτρωσαι τοῦ ἐχθροῦ τυραννίδος, καί εἰρηναίαν αἰτήσαι ζωήν, τοῖς Βασιλεῦσι καί πᾶσι τοῖς πέρασι.

Δόξα.
Τῶν οὐρανιῶν στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἤμεις οἱ αναξιοι, ἴνα ταῖς ἤμων δεήσεσι τειχίσηται ἠμᾶς, σκέπη τῶν πτερύγων τῆς αὐλοῦ ὑμῶν δόξης, φρουροῦντες ἠμᾶς, προσπίπτοντες ἐκτενῶς καί βοῶντας ἐκ τῶν κινδύνων λυτρώσασθε ἤμας ὡς Ταξιάρχαι τῶν ἀνῶ δυνάμεων.

Καί νῦν.  Θεοτόκιον.
Οὐ σιωπήσωμεν πότε Θεοτόκε, τᾶς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι ειμή γάρ σύ προΐστασο πρεσβεύουσα,τις ἤμας ἐρρύσατο ἐκ τοσοῦτον κινδυνων,τις δε διεφύλαξεν ἐῷς νῦν ελευθέρους; Ουκ ἀποστῶμεν Δέσποινα ἐκ σου. Σούς γάρ δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Καί ὁ Κανῶν, οῦ ἡ ἀκροστιχίς
Ἐπικαλεῖσθε κάμνοντες τούς Ἀγγέλους
Ἐν δε τοῖς Θεοτοκίοις Ἀθανασίῳ

Ὠδή ἀ' Ἦχος πλ.δ'. 'Υγράν διοδεύσας

Ἐκ βάθους καρδιᾷς μου προσελθῶν, ναῶ τῷ πανσέπτῳ τῶν αὐλών σου λειτουργῶν Ἀγία Τριάς τούτους φρουρούς μοι, εκδυσωπῶ σε προστήσαι ἑκάστοτε.

Πολλαῖς περιπέπτωκα συμφοραῖς, καὶ νόσοις ποικίλαις ἐκ πολλῶν μου ἀμαρτιῶν, διό Μιχαήλ ὁ Ταξιαρχῇς καί Γαβριήλ με πασῶν τούτων ῥύσασθε.

Ἱστάμενος ἔμπροσθεν τριλαμπροῦς, θεότητος αἴγλης καί θεοῦμενος μετοχή, φωτός τοῦ ἀρρήτου Ταξιάρχα, τῆς τῶν παθῶν με σκοτώσεως λύτρωσαι.

Κακίας καί βλαβῇς τῶν δυσμενῶν, Μιχαήλ ὁ ἀρχῶν τῶν Ἀγγελῶν με εξελοῦ, καὶ πᾶσαν πικρίαν τῆς ψύχῃς μου, εἴς γλυκασμόν εὐμενῶς μεταποιῆσον.

Θεοτοκίον.
Ἀρρήτως συνέλαβες Μαριάμ, Θεόν τῶν ἀπαντῶν, ἐν γαστρί σου παρθενική, διο μετά πάντων τῶν Ἀγγελῶν ὑπέρ ἡμῶν ὡς Υἱόν σου ἱκετεῦσον.


Ὠδή γ'. Ουρανίας ἁψῖδος
Ἀπορήσας ἐκ πάντων ὀδυνηρῶς κράζω σοι, πρόφθασον κάμοι Ταξιάρχα, τῷ ἐκζητοῦντι νῦν, τῆν σῆν ἀντίληψιν καὶ τῆν ταχεῖαν σου σκέπην, ῳς πολλοῖς προέφθασας καί πάλαι ἔσωσας.

Λειτουργοί μυστηρίων τῶν τοῦ Θεοῦ μέγιστοι, οι πρός σωτηρίαν ἀνθρώπων καταπεμπτόμενοι, θείοι Ἀρχάγγελοι, τους σούς ἱκέτας φρουρείτε, καὶ πρός βιόν ἔνθεον τούτους προτρέπετε.


Ἱκεσίαν μου ταύτην ,τήν πενιχράν πρόσδεξαι ῃν ἀπό καρδιᾷς ἐν πόθῳ καί κατανύξει προσαγῶ σοι, θείε Ἀρχάγγελε,και πρός τόν Κτιστήν μου ταύτην ἀναφέρων αἰτήσαι πταισμάτων ἄφεσιν.

Θεοτοκίον
Θεολόγων αἱ γλωσσαί τό ἐπί σοι μέγιστον, ἐξειπεῖν τολμῶσαι ἀδυνατοῦσιν Ἀγνή, μυστήριον, διὸ τούς σιγή τοῦτο προσκυνοῦντας Παρθένε, καί πιστῶς δοξάζοντας σκέπε καί φύλαττε.


Διασῶσον ἀπό κινδύνων τούς δούλους σου, Μιχαήλ Νόε, ὄτι πάντες ἐν πειρασμοῖς ναῶ σου προστρέχομεν ῶς τάχιστον βόηθον τῶν ἐν πόνοις.


Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόμε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχής μου ἄλγος.


Αῖτησις καὶ τὸ κάθισμα
Ἦχος β'. Πρεσβεια θερμῇ.

Πρεσβείαν τήν σήν αἰτούμεθα Αρχαγγελε, οι πάλαι τε καί νῦν τῷ Ναῶ σου προστρέχοντες, Μιχαήλ πρωτάγγελε φάνηθι, καὶ τάς παγίδας τοῦ ἐχθροῦ διάλυσον ῳς ἔχων ἐξουσίαν Ἀρχιστράτηγε.


Ὠδή δ' Εἰσακήκοα Κύριε
Συμβουλία τοῦ ὄφεως, υπακούσας ὄλως, Θεοῦ Ἀρχάγγελε, παρρησίας σής γεγύγνωμαι, μετάγνοντα ἤδη μή παρίδῃς με.

Θεωρίας Ἀρχάγγελε, τῶν σκοτεινοτάτων δαιμόνων ῥυσαί με, ἐν καιρῶ ὅτε τοῦ σώματος ἡ ψύχη μου μέλλει ἐκχωρήσεσθαι.

Καταφύγιον απαντες, και ὠχυρωμένον πύργον, πυρίμορφοι, τον ναόν ὐμῶν Ἀρχάγγελοι, κεκτημένοι νῦν ὑμῖν προσφεύγομεν.

Θεοτοκίον
Ἀποστάντα τοῦ κτιστοῦ μου ἀλλά ἐν μετανοίᾳ επανερχομενον, τούτω πάλιν με οικείωσον, συ Παρθενομήτορ, μεσιτεῖαις σου.


Ὠδή ε'. Φῶτισον ἤμας.
Ἀπαντᾷ φλογμόν, ἀθυμίας αποσβέσατε, της ταπεινῆς μου ψύχῃς οἱ πυρσολαμπεῖς, καί τῆς χαράς ὑμῶν δρόσον ταύτῃ ἐκπέμψατε.

Νίκην τῶν ἐχθρῶν, τῶν αὐλών, ὦ Ἀρχάγγελοι, τῶν κινουμένων πάντοθεν καθ' ἠμῶν, συμπολεμούντες ἀοράτως μοι παρέχετε.

Ὀλόν μου τόν νοῦν, ἀστραπαῖς ταῖς ἐκ προσώπου σου, καταλαμπρύνας καθαρόν Μιχαήλ, ἴνά τρανῶς καθορῶ σου κάλλος τό ἄρρητον.

Θεοτοκίον
Νεάν καί δεινην, ἔφιστασαν μοι τήν ἔφοδον, ἔκ λῃστρικῶν τοῦ πονηροῦ προσβολῶν, συ Θεοτόκε δυνάμει ἄρδην ἀπόλεσον.


ᾨδή ς'. Την δέησιν ἐκχεῶ
Νεότητος, τῆς ἐμῆς Ἂρχάγγελε ἀμαρτίας καί ἀγνοίας μου πάσας, τόν ποιητήν καί Θεόν μου δυσῶπει, ἐπιλησθήναι ἐν ὤρα τῆς κρίσεως, καἰ μοίρας αὑτοῦ τῆς δεξιάς, δωρεάν με ποιήσαι συμμέτοχον.

Εισάκουσον, Μιχαήλ Ἂρχάγγελε, της φωνῆς τῶν ἐν τῷ θειῶ ναῶ σου, καἰ πρό τῆς σῆς θειοτάτης εἰκόνος, γονυπετούντων θερμαῖς παρακλῆσεσι, καἰ δός τῶν εὐχῶν ἐπιτυχείν, καἰ χαρά ἀπελθεῖν εἰς τά ἰδία.

Συνέκδημον, ἐν ἐξόδῳ ψύχῃς μου, πρός πορείαν τήν οὐρανιῶν ἔχειν, σε δυσωπῶ, Μιχαήλ Ταξιάρχα, καἰ τῆς ζώῃς μου ἐνταῦθα συλλῆπτορα, προς πᾶσαν παράταξιν ἐχθρῶν, καὶ φρουράν μου καὶ σκέπην καί φύλακα.

Θεοτοκίον
Ἀνείκαστον, τοῦ ἐκ σου γεννηθέντος, Θεοτόκε ἀειπάρθενε οἴδα, τῆν διά σου σωτηρίαν τῷ κόσμω, καὶ εὐσπλαχνίαν καὶ οἶκτον καὶ ἐλεόν διό ὑπέρ πάντων τῶν πιστῶν, πρός αὑτόν σε μεσίτην προβάλλομαι.


Διασῶσον ἀπό κινδύνων τούς δούλους σου, Ταξιάρχα, ὄτι πάντες πρός τόν Θεόν μεσίτην θερμότατον, κεκτήμεθα Ἂρχάγγελε τοῦ Κυρίου.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόμε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχήςμου ἄλγος.


Αῖτησις καὶ τὸ Κοντάκιον
Ἦχος δ' Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.

Οἱ τῷ Ναῶ σου τῷ σεπτῶ παρεδρεύοντες, καὶ ἐν αὑτῷ σε εὐσεβῶς μεγαλύνοντες ὡς τῶν αὐλων τάξεων πρωτεύοντα, πιίστει δυσωποῦμεν σε, Ἀρχιστράτηγε θεῖε, πᾶσης ἐξελοῦ ἤμας τῆς ἐχθρῶν τυραννίδος, καὶ τῆς μελλούσης ῥῦσαι ἀπειλῆς, καὶ τῆς γεέννης ταῖς σαῖς παρακλήσεσι.


Προκείμενον
Ο ποιῶν τούς Ἀγγέλους αὑτοῦ πνεύματα καί τούς λειτουργούς Αὑτοῦ πυρός φλόγα. (δις)
Στίχ. Ευλόγει ἡ ψύχη μου τόν Κύριον.
Ο ποιῶν τούς Ἀγγέλους αὑτοῦ πνεύματα καί τούς λειτουργούς Αὑτοῦ πυρός φλόγα.

Εὐαγγέλιον κατά Ματθαῖον (Κεφ.ιη' 10-20).

Εἶπεν ὁ Κύριος .Ὁρατέ μή καταφρονήσητε ἔνος τῶν μικρῶν τούτων, λέγω γάρ ὑμῖν ὅτι οἱ ἀγγελοῖ αὑτῶν ἐν οὐρανοῖς διά παντός βλέπουσι τό πρόσωπον τοῦ πατρός μου τοῦ ἐν ουρανοῖς ἤλθε γάρ ὁ υἱός τοῦ ἀνθρώπου σώσαι τό ἀπολωλός. Τι ὑμῖν δόκει; εαν γενηταί τινι ἀνθρώπῳ ἑκατόν πρόβατα καί πλανηθῇ ἐν ἐξ αὑτῶν, οὐχί ἀφείς τά ἐνενήκοντα ἐννεά ἐπί τά ορη, πορευθεις ζητεῖ τό πλανωμενον; Και ἐάν γενηταί εὑρεῖν αὑτό ἀμήν λέγω υμιν,οτι χαίρει ἐπ' αὑτῷ μαλλον ῃ ἐπί τοῖς ἐνενήκοντα ἐννεά τοῖς μή πεπλανημενοις. Ούτως οὑκ ἐστι θέλημα ἔμπροσθεν τοῦ πατρός ὑμῶν τοῦ ἐν οὐρανοῖς ἰνᾷ ἀπόληται εἰς τῶν μικρῶν τουτων. Πάλιν ἀμήν λέγω ὑμῖν ὅτι ἐάν δύο ὑμῶν συμφωνήσωσιν ἐπί τῆς γῆς περί παντός πράγματος οὐ ἐάν αἰτήσωνται, γενήσεται αὑτοῖς παρά τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς οὐ γάρ εἰσι δύο ἡ τρίς συνηγμένοι εἰς τό ἐμόν ὄνομα, ἐκεῖ εἰμι ἐν μεσῶ αὑτῶν.


Δόξα.
Ταῖς τῶν Ἀσωματῶν πρεσβείες Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νυν.
Ταις τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Προσόμοιον.
Στίχ.Ελεησον με ὁ Θεός...
Ἦχος πλ.β’. Ὸλην ἀποθέμενοι

Ταξιάρχαι μέγιστοι, και ἀρχηγοί τῶν ἀγγέλων, προστάται θερμότατοι, Μιχαήλ καί Γαβριήλ, πᾶσης κτίσεως οἱ περί τήν ἄκτιστον τῆς Τριάδος δόξαν, ἐν ὑψίστοις διιπτάμενοι, καί ἐπινίκιον ὕμνον τόν τρισάγιον μέλποντες, Θεόν τόν τρισυπόστατον, κτιστήν τῶν ἀπαντῶν καί εὔσπλαχνον, θείαις προστασίαις ὑμῶν εκδυσωπήτε εκτενῶς επιτυχείν ἠμᾶς ἀπαντάς, τῆς Αὑτοῦ ἐλλάμψεως.

Σῶσον ὁ Θεός τόν λαόν σου.

Ὠδή ζ'. Οι ἐκ τῆς Ἰουδαίας

Τῆ δυναμη σου πάσης, λοιμικῆς ἀσθενείας καί πυρετοῦ χαλεποῦ, τούς σε προσκαλουμένους ἀπαλλάξον ἐν ταχεῖ, Μιχαήλ Ἀρχιστράτηγε, καί ὀφθαλμιᾷς δεινῆς καί πάσης μαλακιᾷς.

Οἱ τόν θρόνον κυκλοῦντες τῆς τρισυποστάτου Θεότητος Ἄγγελοι, και λάμψεως ἐκείνης μετέχοντες ἀρρῆτως τοῖς ἐν σκότει καθεύδουσι ᾳντιπαρέχοντες φῶς νυκτός ἀπολυτροῦσθε.

Σωτηρίαν παράσχου,τοις μακρόθεν ἅπασιν ἐπιφοιτήσασι, συναμᾷ τοῖς πλησίον Ναῶ σου τῷ ἁγίῳ Μιχαήλ Ἀρχιστράτηγε, τῶν ὁρατῶν τε αὑτῶν ἐχθρῶν καί ἀοράτων.

Θεοτοκίον
Σε τήν Μόνην Παρθένον, καί μητέρα ἀπαντῶν τοῦ Βασιλέως Χριστοῦ,Θεοῦ τοῦ ζωοδότου, ὑμνοῦμεν, προσκυνοῦμεν Μαριάμ χαριτῶνυμε, και εὐλογοῦμεν πιστῶς, εἰς πάντας τούς αἰῶνας.


Ὠδή η᾿ Τον Βασιλέα
Ἀποτεφρώσαντες, τά ὑλώδη μου πάθη, τῷ πυρί τῆς Ὑμῶν ἀπαθείας ζῆν με ἐν ἀγνεία  Ἀρχάγγελοι φρουρεῖτε.

Γενναιοφρόνως μοι, καὶ στερρᾷ διανοια, προσβολᾶς τοῦ διαβόλου τροποῦσθαι, θεἰε Ταξιάρχα, τῆ σή δυνάμει δίδου.

Γαλήνην ἄνωθεν, τοῖς ἱκέταις σου δίδου, Μιχαήλ ὁ Ἀρχῶν τῶν ἀγγελῶν, περιφερομένοις τοῖς κύμασι τοῦ βιοῦ.

Ἐπί τά πάλαι σου, κατιδόντες σημεία, παρεγένοντο τά πλήθη τῶν ὤδε, δείξον οὑν κἀν τούτοις, τήν σήν θαυματουργίαν.

Θεοτοκίον
Ἰθῦνον Δέσποινα τόν ἐμόν βιόν παντᾷ, πρός τόν θεῖον νόμον τοῦ Χριστοῦ μου, πέμπτουσα μοι χάριν τήν σήν εἰς σωτηρίαν.


ᾨδή θ'. Κυρίως Θεοτόκον
Λιμένι τοῦ Σωτῆρος, τήν οἰκτράν ψυχήν μου, χωριζόμενοι τοῦ σώματος Ἀγγελοῖ, τῆς μετανοίας ἱστίῳ ἐγκαθωρμίσατε.

Ο ῥύστης καί φρουρός, μου καί παραμύθια, τῆς τελευταίας πνοῆς μου Ἀρχάγγελε, μή ἀπ' ἐμοῦ χωρισθείης, καί τότε δέομαι.

Ὑπόπτεροι τελοῦντες, ταχεῖ λειτουργείται, καί φοβεροί τοῖς πολλοῖς επιδείκνυσθε, διο ἐμοί ἐπελθόντες, φαιδροί ὀφθείητε.

Σύν πᾶσαις ουρανίων, ταιῖς χοροστασίαις, ὐπερ ἤμων τόν Θεόν ικετεύετε, οι ἀρχηγοί τῶν Ἀγγελῶν καί ὑπερεύχεσθε.

Θεοτοκίον
Ὡς Μήτηρ τοῦ Θεοῦ μου, Κόρη Παναγία, τοῖς οἰκτιρμοῖς σου ἠμέρα τῆς κρίσεως, τοῦ σου Υἱοῦ ἤμᾶς ῥῦσαι τῆς κατακρίσεως.


Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σε μεγαλύνομεν.

Καὶ τὰ ἐπόμενα Μεγαλυνάρια,

Ω τῆς θεωρίας σου τῆς φρικτῆς, καί τῆς καλλονῆς σου, τῆς πυρίνης καί θεαυγοῦς, κατέχεις τό σκῆπτρον Μιχαήλ τῆ χειρί σου, καί μέλπεις τῆ Τριάδι, ὕμνον τρισάγιον.

Πρωτός ὡς ὑπαρχῶν τῆς στρατιάς, τῆς ἐπουρανίου Ἀρχιστράτηγε Μιχαήλ, παρεσό προστάτα πάντων ἤμων ἐν μεσῶ τῶν πίστει τε καί πόθῳ ἀνευφημούντων σε.

Ἔχων σε προστάτην καί βόηθον, φύλακα καί ῥὐστην, τῆς ψύχῃς μου τῆς ταπεινῆς, Μιχαήλ πρωτάρχα, και μέγα Ταξιάρχα, ἔν ὤρα τοῦ κινδύνου σύ μοι βοηθῆσον.

Μιχαήλ Ἀρχάγγελε τοῦ Χριστοῦ, μή ἔλθῃς ὡς λεών ἀγριώτατος ἐπ' εμε, μηδέ τῆν ψυχήν μου ἁρπάσῃς ὡς στρουθίον, ἔν ὤρα τοῦ κινδύνου σύ μοι βοηθῆσον.

Χαῖροις, ἱερώτατε Γαβριήλ, χαῖροις ὦ προστάτα, τῶν Ἀγγελῶν προμηνυτά, χαῖροις ὁ τό χαῖρε μηνύσας τῆ Παρθενο ἐν Ναζαρετ τῆν πόλει, σε μεγαλύνομεν.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τους δύο φωστῆρας τούς μεγάλους καί φωταυγεῖς, Μιχαήλ τόν μέγαν καί Γαβριήλ τόν θείον, τους δύο Ταξιάρχας τοῦ Παντοκράτορος.

Πάσαι τῶν ἀγγελῶν αἱ στρατιαί ,Πρόδρομε Κυριουᾼποστολων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτοκου,ποιησατε πρεσβείαν εἰς τό σωθῆναι ἤμας.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καί τό απολυτίκιον.  Ἦχος δ᾿. Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.
Τῶν οὐρανιῶν στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἤμεις οἱ αναξιοι, ἴνα ταῖς ἤμων δεήσεσι τειχίσηται ἠμᾶς, σκέπη τῶν πτερύγων τῆς αὐλοῦ ὑμῶν δόξης, φρουροῦντες ἠμᾶς, προσπίπτοντες ἐκτενῶς καί βοῶντας ἐκ τῶν κινδύνων λυτρώσασθε ἤμας ὡς Ταξιάρχαι τῶν ἀνῶ δυνάμεων.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου

Πάντας τούς τήν θείαν καί σεπτήν, σου ἀσπαζομένους εικόνα, Μιχαήλ μέγιστε, πᾶσης ἀπολύτρωσαι ὀργῆς καί θλίψεως, καί θανατοῦ ἀπάλλαξον, πικροῦ ᾳιφνιδίου, καὶ δεινῆς κακώσεως, σοφέ Ταξίαρχε, ὄπως προστασῖαις σου θείαις πάντοτε σωζόμενοι πόθω, το σεπτόν σου ὄνομα γεραίρωμεν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τῶν 'Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης