Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1766
https://www.proseyxi.com

Παρακλητικός Κανών Παναγίων Προσκυνημάτων των Αγίων Τόπων Empty Παρακλητικός Κανών Παναγίων Προσκυνημάτων των Αγίων Τόπων

Την / Το Σαβ Μαρ 14, 2020 8:53 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών Ψαλλόμενος εν τοις Πανιεροίς Προσκυνήμασι των Αγίων καὶ Θεοβάδιστων Τόπων

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Παρακλητικός Κανών Παναγίων Προσκυνημάτων των Αγίων Τόπων Ieroso11

Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὁ ἀπ᾿ ἀρχῆς Θεὸς ὑπάρχων ὁ νόμους, τῷ Μωϋσῇ διδοὺς ἐν ὄρει Σιναίου, ἐν χρόνῳ ἐπεσκέψατο ἐξ ὕψους ἡμᾶς, καὶ παθὼν ὡς ἄνθρωπος ἑκουσίως ἀνέστη, συνεγείρας ἅπαντας, τοὺς βροτοὺς καὶ τὴν ἄνω, χαρίσας τούτοις Ἱερουσαλήμ, σῴζει θανάτου ὡς μόνος Φιλάνθρωπος.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Ἥν προετύπου ἡ βλαστήσασα ῥάβδος, τοῦ Ἀαρὼν καὶ βάτος ἡ φλεγομένη, ἁγνὴν Παρθένον ᾄσωμεν πιστοὶ ἐκτενῶς, ὅτι καθηγίασε τὸ ἀνθρώπινον γένος, ἐν γαστρὶ βαστάσασα τὸν Θεοῦ Θεὸν Λόγον, καὶ ἱκετεύει Τοῦτον ἐκ δεινῶν, τοὺς προσκυνοῦντας Αὐτὴν πάντας ῥύσασθαι.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καί ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
ΧΡΙΣΤΕ ΣΩΤΗΡ ΕΛΕΗΣΟΝ ΗΜΑΣ. ΧΑΡΑΛΑΜΠΟΥΣ

ᾨδὴ α´. Ἦχος πλ. α´. Ὑγρὰν διοδεύσας.

Χαρίτωσον Δέσποτα κραταιέ, τὸν νοῦν μου καὶ δός μοι, παῤῥησίαν τοῦ ἀνυμνεῖν, εὐσχήμως εὐήχως καὶ ἀσμένως, τὴν Σὴν παγκόσμιον δόξαν Φιλάνθρωπε.

Ῥυσίπονος ὤφθη Χριστὲ Σωτήρ, ὁ θεῖός σου Τάφος, ὁ ζωήῥῥυτος καὶ σεπτός, παρ’ ᾧ πολύστηνος προσπίπτων, παντοίων νόσων λαμβάνω τὴν ἴασιν.

Ἰσχύς μου καὶ δύναμις πανσθενής, ὑπάρχει ὁ θεῖος, καὶ πανίερος Γολγοθᾶς, ἐν ᾧ ἐν Σταυρῷ Χριστὲ ἐτάθης, ἵνα ζωήν μοι δωρήσῃς αἰώνιον.

Θεοτοκίον.
Σωτήριον μήνυμα Μαριάμ, ὁ ἄρχων Κυρίου, ἐν τῷ φρέατι Ναζαρέτ, ἀνήγγειλέ Σοι Θεοκυῆτορ, καὶ χαρμονῆς ἡμᾶς πάντας ἐνέπλησεν.


ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ταπεινὲ ἐγεννήθης, Παμβασιλεῦ οἶαπερ, πένης ἐν σπηλαίῳ καὶ κόσμον, πάντα ἐπλούτισας, Σαῖς θεϊκαῖς δωρεαῖς, ἅς ἐξαιτοῦμαι ὁ τάλας, καὶ ἐμοὶ ἐπόμβρισον, τῷ ἀνυμνοῦντί Σε.

Ἐν ἡμέραις Ἡρῴδου, τὴν χοϊκὴν εἴληφας, σάρκα Ἀναλλοίωτε Λόγε, σφαγὴν δὲ ἔφυγες, τὴν τῶν Νηπίων Χριστέ, δι’ ἣν ἠσχύνθη ὁ ὄφις, καὶ ἡμεῖς ἐσώθημεν, τῇ διασώσει Σου.

Σπιθαμῇ ὁ μετρήσας, τὸν οὐρανὸν ἔφθασας, ἐν τοῖς ῥείθροις τοῦ Ἰορδάνου, καὶ κάραν ἔκκλινας, τῇ τοῦ Προδρόμου χειρί, ἵνα κἀμοῦ ἁμαρτίαν, ἀποπλύνης Κύριε, καὶ ῥύπου ῥύσῃ με.

Θεοτοκίον.
Ὡραιότης μητέρων, παρθενικὸν καύχημα, τράπεζα ἁγία τὸν Ἄρτον, ζωῆς ἡ φέρουσα, εὐλογημένη γαστήρ, ἡ τὸν Σωτῆρα τοῦ κόσμου, συλλαβοῦσα πρέσβευε, ὑπὲρ τῶν δούλων Σου.


Διάσωσον, τοὺς προσιόντας τοῖς τόποις τοῖς πανιέροις, ἐν οἶς Σῶτερ, τὸ χοϊκὸν σαρκίον γευσάμενος, ἐδώρησας κόσμῳ ἀθανασίαν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Υἱὲ τοῦ Θεοῦ Θεέ τε καὶ Κύριε, ζωῆς χορηγὲ, τοῦ κόσμου παραμύθιον, εὐλαβῶς κραυγάζομεν· ἀσινεῖς Σοὺς δούλους συντήρησον, τοὺς προσκυνοῦντας πίστει ἀκλινεῖ, τοὺς Τόπους ἐν οἶς Χριστὲ ἐβίωσας.


ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Τεσσαράκοντα Κύριε, ἐν ἐρήμῳ νῆστις ἡμέρας ἔμεινας, πειραζόμενος ὡς ἄνθρωπος, ὑπὸ τοῦ δολίου πολεμήτορος.

Ἡλιόμορφε Κύριε, σαγηνεῦσαι πάντας ἡμᾶς τῷ λόγῳ Σου, καταξίωσον ὡς ἔθελξας, ἁλιεῖς Τιβεριάδος Πάνσοφε.

Ῥῆμα Σὸν μόνον Κύριε, παραλυτικὸν ἐγερεῖν ἐξήρκεσεν, ἵνα δείξῃ τὴν Σὴν δύναμιν, πρὸς ἣν καταφεύγω καὶ ὁ δύστηνος.

Θεοτοκίον.
Εὐφροσύνης ἀκήρατε, Παναγία Μῆτερ Σοὺς δούλους ἔμπλησον, ὡς τὴν ἄληκτον βαστάσασα, εὐφροσύνην ἐν χερσὶ τὸν Κύριον.


ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Λάμπρυνον ἡμᾶς, τῷ φωτὶ τῆς Σῆς Θεότητος, ὁ ἐν Θαβὼρ τῷ ὄρει καταυγασθείς, φωτὶ ἀΰλῳ, καὶ λάμψας ὑπὲρ τὸν ἥλιον.

Ἔνδυσον ἡμᾶς, τῷ χιτῶνι Σῆς χρηστότητος, ὁ ἐκζητῶν καὶ σῴζων ἐκ κολασμοῦ, ὡς τὸν Ζακχαῖον, Οἰκτῖρμον Χριστὲ Φιλεύσπλαγχνε.

Ἡ χαρὰ ἡμῶν, ἡ τὸ ὕδωρ μετατρέψασα, εἰς οἶνον πανευφρόσυνον ἐν Κανᾷ, μετάτρεψόν μου, τὰς θλίψεις εἰς ἀγαλλίασιν.

Θεοτοκίον.
Σὲ τῂν Ἀγαθήν, καὶ ἀνύστακτον βοήθειαν, ἐκδυσωπῶ μεσίτευσον Σῷ Υἱῷ, δοῦναί μοι βίον, ἀνέφελον Παμμακάριστε.


ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Ὁ τρίστηνος, ἐκ βαθέων δέομαι· δὸς κἀμοὶ τὸ τῆς ζωῆς Σῶτερ ὕδωρ, τοῦ μὴ διψῆσαι εἰς πάντας αἰῶνας, ὡς εἶπας τῇ γυναικὶ Σαμαρείτιδι, παρὰ τὸ φρέαρ Ἰακώβ, Ζωοδότα φιλάνθρωπε Κύριε.

Νοσοῦντά με, ἀνιάτως πρόσδεξαι, ἐν ἀγκάλαις Σου καὶ ἴασιν δός μοι, ὁ ἐν χερσὶ τοῦ δικαίου πρεσβύτου, τοῦ Συμεὼν βασταχθεὶς μόνε Κύριε, τοῦ πολιοῦ καὶ ταπεινοῦ, τοῦ ποθοῦντος ἰδεῖν Σὴν θεότητα.

Ἠλίβατον, συμφορὰν διώξατε, ἀφ᾿ ἡμῶν τῶν εὐλαβῶς προστρεχόντων, ταῖς ὑμετέραις πρεσβείαις Ἠλία, καὶ Ἐλισσαῖε Προφῆται θεόφρονες, τῶν παρανόμων ἐλεγκταί, καὶ στεῥῥοὶ ἀληθείας ὑπέρμαχοι.

Θεοτοκίον.
Μητρόθεε, ἀδυνάτων δύναμις, καὶ ἰσχὺς τῶν ῥαθυμούντων ὑπάρχεις, τῶν ἐν δειναῖς συμφοραῖς ταχυτάτη, παραμυθία ἐλπὶς καὶ ἀντίληψις, ἀναβοῶμεν οἱ πιστοί, οἱ προστρέχοντες σκέπῃ τῇ θείᾳ Σου.


Αῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.

Τῆς ἐρήμου Πατέρες σοφοὶ ἐγκρατέστατοι, καὶ συστοιχία τῶν Προφητῶν θεοσύλλεκτε, σὺν Μαρτύρων τῇ ἐκλεκτῇ συστάδι ἐκτενῶς, μεσιτεύσατε τῷ Λυτρωτῇ, τῷ σαρκωθέντι δι᾿ ἡμᾶς, καὶ τὸ αἶμα ἐκχύσαντι, ἵνα ἐκ τοῦ βορβόρου, τῶν ἔργων ἀποκαθάρῃ, καὶ ἐκ βυθοῦ ἁμαρτιῶν, ἀναγάγῃ ἡμᾶς ἅπαντας.


Προκείμενον.
Ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου Σου, Κύριε.
Στ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. θ΄ 51-57, ι΄ 22-24).

Τῷ καιρῷ ἐκείνῳ ἐγένετο ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ καὶ αὐτὸς τὸ πρόσωπον αὐτοῦ ἐστήριξε τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. Καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὥστε ἑτοιμάσαι αὐτῷ· καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ. Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης, εἶπον· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς, ὡς καὶ Ἠλίας ἐποίησε; Στραφεὶς δέ, ἐπετίμησεν αὐτοῖς καὶ εἶπεν· οὐκ οἴδατε οἵου πνεύματός ἐστε ὑμεῖς· ὁ γὰρ Υἱὸς τοῦ ἀνθρώπου, οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. Καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην. Ἐγένετο δὲ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ, ἔλεγε τοῖς ἀκολουθοῦσιν αὐτῷ· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ, καὶ τίς ἐστιν ὁ Πατήρ, εἰ μὴ ὁ Υἱός, καὶ ὧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Καὶ στραφεῖς πρὸς τοὺς Μαθητάς, κατ᾽ ἰδίαν εἶπε· μακάριοι οἱ ὀφθαλμοί, οἱ βλέποντες ἃ βλέπετε· λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ Προφῆται καὶ Βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν. Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Ἐλέησόν με, ὁ Θεός...  
Προσόμοιον.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.

Δεῦτε ἀνυμνήσωμεν, ἐν καθαρῷ συνειδότι, τὸν δι᾿ ἀγαθότητα, ἄφατον γευσάμενον σάρκα βρότειον, ἐμπαιγμοὺς μάστιγας, ἄκραν ταπείνωσιν, καὶ σταυροῦ πεῖραν ἐπώδυνον, μόνον φιλάνθρωπον, τὸν ἐξαναστάντα τριήμερον. Κύριε Θεέ μου, πιστῶν τῶν προσιόντων εὐσεβῶς, τοῖς Σοῖς σεπτοῖς προσκυνήμασι, τὴν ζωὴν εἰρήνευσον.


ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἅλας ἐν τῇ ἐρήμῳ, Χοζεβῖται Πατέρες θεῖοι ἐβλήθητε, ἐκ τοῦ Θεοῦ διόπερ, τὸν νοῦν ἡμῶν κρατίστοις, δυσωποῦμεν παλαίσμασι, ἀρτύσατε ἀσκηταί, ὑμῶν ταῖς ἱκεσίαις.

Συντηρεῖται ἀσπίλους, Μυροφόροι ταῖς θείαις ὑμῶν ἐντεύξεσι, Μαρία τε καὶ Μάρθα, τῆς Βηθανίας ῥόδα, τοὺς ὑμᾶς ἀναμέλποντας, καὶ τὸν Νυμφίον Χριστόν, ἀπαύστως ἀνυμνοῦντας.

Χριστοτρόπως βιῶσαι, καὶ ἐγείρασθαι πάντας ἐκ παραπτώσεων, ἀξίωσον τοὺς πίστει, σὴν ἔγερσιν ἐκ τάφου, τετραήμερε Λάζαρε, τῇ τοῦ Δεσπότου Χριστοῦ, κελεύσει μελῳδοῦντας.

Θεοτοκίον.
Αἱ μερόπων χορεῖαι, ἐν εὐήχοις ὀργάνοις Μῆτερ πανύμνητε, τὸ μνῆμά Σου κυκλοῦσι, καὶ τοῦτο προσκυνοῦντες, ἐκζητοῦσι τὴν χάριν Σου, τὴν ἐν τῇ Γεθσημανῇ, ἐκρέουσαν ἀφθόνως.


ᾨδὴ η´. Τὸν Βασιλέα.
Ῥείθροις σοφίας, τῆς σῆς σεπτὲ Ἰωάννη, τὴν καρδίαν μου κατάρδευσον τοῦ ᾄδειν, χρυσοῥῥόα κρήνη, Δαμασκηνὲ τὸν Κτίστην.

Ἀδύτου φέγγους, τῇ φωταυγείᾳ φωσφόρε, ἐλλαμπόμενος τοὺς στένοντας ἐν σκότει, λύτρωσαι ὁσίων, ἀκρότης πάτερ Σάββα.

Λιμὴν γενοῦ μοι, τῷ ἐν σκιᾷ τοῦ θανάτου, κατοικοῦντι καὶ αἰτοῦντι σὴν πρεσβείαν, Ἰορδάνου κλέος, Γεράσιμε θεόφρον.

Θεοτοκίον.
Αὐλὸς γλυκαίνων τὴν ἀκοήν Θεοτόκε, καὶ διάνοιαν ὁμοῦ Μῆτερ ὑπάρχεις, τῶν Σὲ ἀνυμνούντων, ὦ Κεχαριτωμένη.


ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τούτῳ.
Μαστίγων ψυχοφθόρων καὶ χαλεπῶν, ἀπειράστους συντήρει πανεύφημε, τοὺς εὐλαβῶς προσκυνοῦντας τάχυ τὴν ἱεράν, τῶν σῶν λειψάνων λάρνακα, καὶ τὸ σὸν μαρτύριον ἐκτενῶς, ὦ νύμφη τοῦ Δεσπότου, γεραίροντας ἐν ὕμνοις, Αἰκατερίνα πολυδόξαστε.

Πρὸς ὄρος θεοβάδιστον ἀδελφοί, πορευθῶμεν καὶ πόθῳ βοήσωμεν· ὦ Ἰησοῦ ἀπειράστους τήρει νόσων ἡμᾶς, τοὺς πιστῶς ἀναβαίνοντας, πρὸς τὴν πανακήρατον Κορυφήν, ἐν ᾗ Μωσῆς τὸ πάλαι, τοῦ νόμου τὰ πυξία, τὰ θεοχάρακτα παρέλαβεν.

Ὁδὸν ἀκολουθῶν τὴν ἀσκητικήν, ἐν ἐρήμῳ Σιναίου κατῴκῃσας, καὶ προσευχαῖς ἀγρυπνίαις πόνοις παντοδαποῖς, τῶν ἀρετῶν τὴν κλίμακα, συγγραφεῦ θεόπνευστε καὶ σεπτέ, ἀνῆλθες Ἰωάννη· διὸ τῷ Παντεπόπτῃ, ὑπὲρ ἡμῶν νῦν καθικέτευε.

Ὑπέρλαμπρος ἐν μέσῳ ἀνύδρου γῆς, τῆς ἐρήμου φωτίζουσα πέρατα, ἡ ἐν Σινᾷ τῆς τοῦ Κτίστου νύμφης πέλει Μονή, ἐν ᾗ ἑστῶτες λέγομεν· ὦ Αἰκατερίνα πανευκλεής, μὴ παύσης δυσωποῦσα, ὑπὲρ τῶν ἀνυμνοῦντων, τὸν Ζωοδότην καὶ Νυμφίον σου.

Θεοτοκίον.
Συνέτισον Παρθένε γένος βροτῶν, βλασφημούντων ἀκόπως τὸν Τόκον Σου, καὶ ἀκοὴν ῥυπαινόντων πάντων τῶν εὐσεβῶν, τῶν ἐκ ψυχῆς ὑμνούντων Σε, ἄφθορε ἐν χρόνῳ ἣν Μωϋσῆς, ὡς Βάτον φλεγομένην, κατεῖδεν ἐν Σιναίῳ, προτυπουμένην Σε Πανύμνητε.


Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σε μεγαλύνομεν.

Καὶ τὰ ἐπόμενα Μεγαλυνάρια,

Ἐν τῇ Δρυΐ τῇ Μαβρῇ
Ὤφθης τρισυπόστατε Βασιλεῦ, Ἀβραὰμ τῷ πάλαι, κατοικοῦντι ἐν τῇ Μαμβρῇ, τῇ δρυΐ ὃς χαίρων, ξενίαν ἀκροτάτην, παρέσχε Σοι Θεέ μου, Φῶς τριλαμπέστατον.

Ἐν τῇ Βηθλεέμ.
Τῷ δι᾿ ἀγαθότητα ἐξ ἁγνῆς, ἀπειράνδρου Κόρης, ἐν σπηλαίῳ τῆς Βηθλεέμ, γεννηθέντι δεῦτε, ὁμοῦ σὺν τοῖς Ἄγγέλοις, τὸ «δόξα ἐν ὑψίστοις», ἀναβοήσωμεν.

Ἤλθον προσκυνῆσαί Σε ταπεινέ, Βασιλεῦ ἐν φάτνῃ, οἱ Ποιμένες τῆς Βηθλεέμ, καθοδηγηθέντες, ὑπὸ χορῶν Ἀγγέλων, ἀπαύστως ἀνυμνούντων, τὴν Σὴν ἐνσάρκωσιν.

Μάγοι ἐκ Περσίδος ἐκ τῶν Γραφῶν, γνόντες Σε προσῆλθον, προσκυνῆσαι μόνε Σοφέ, Σὲ τὸν ἐν ἀγκάλαις, Παρθένου βασταχθέντα, Θεὸν ἐνσαρκωθέντα, κτίσεως Κύριον.

Βασιλεῦ οὐράνιε ἐπὶ γῆς, σαρκωθεὶς ὡς βρέφος, ἐκ Παρθένου ἐν Βηθλεέμ, ἔσυρας τὴν μῆνιν, τοῦ ἄφρονος Ἡρῴδου, ὅστις καὶ τὸ Νηπίων, πλῆθος κατέσφαξεν.

Ἐν τῷ Ἰορδάνῃ Ποταμῷ.
Ἐν τῷ Ἰορδάνῃ τῷ ποταμῷ, τῇ χειρὶ Προδρόμου, ἐβαπτίσθης Χριστὲ Σωτήρ, ἵνα ἀποπλύνῃς, ἀνομημάτων πλῆθος, ἡμῶν τῶν εἰς αἰῶνα, δοξολογούντων Σε.

Ἐν τῷ Σαρανταρίῳ Ὄρει.
Πρὶν διακονῆσαι τὸν Σὸν λαόν, ἔμεινας ἡμέρας, τεσσαράκοντα Ἰησοῦ, ἐν ἐρήμῳ νῆστις, τοῦ μισοκάλου φεύγων, τοὺς πειρασμοὺς δυνάμει, τοῦ θείου λόγου Σου.

Ἐν τῇ Τιβεριάδι.
Ἁλιεῖς ἀσόφους Χριστὲ Σωτήρ, τῆς Τιβεριάδος, ἐξελέξω ὡς μαθητάς, ἵνα διὰ τούτων, τοὺς ἰσχυροὺς τροπώσῃς, καὶ σαγηνεύσῃς πάντας, τοῖς κείνων ῥήμασι.

Ἐν τῇ Κανᾷ.
Θείᾳ ὑποδείξει τῆς Σῆς Μητρός, ἐν τῷ γενομένῳ, γάμῳ Σῶτερ τῷ ἐν Κανᾷ, ἤρχισας δεόντως, θαυματουργεῖν καὶ οἴνου, τὰς ὕδατος ὑδρίας, τάχος ἐνέπλησας.

Ἐν τῇ Καπερναούμ.
Ὥσπερ τὸν παράλυτον Λυτρωτά, ἤγειρας τὸ πάλαι, ἐν τῇ κώμῃ Καπερναούμ, οὕτως ἔγειρόν με, ἐκ πτώσεων θανάτου, καὶ ὡς ἐκείνου ἄφες, τὰς ἁμαρτίας μου.

Τοῦ Ἑκατοντάρχου Χριστὲ ἰδών, πίστιν τὴν μεγάλην, εὐθὺς ἴασας τὸν υἱόν, διὰ λόγου μόνον, καὶ ἤγειρας ἐκ κλίνης, ὀδύνης τε καὶ πόνου, ὅπου κατέκειτο.

Ἐν τῇ Ἱεριχώ.
Διαβαίνων πόλιν Ἱεριχοῦς, ἦλθον τοῦ ζητῆσαι, Λυτρωτὰ «τὸ ἀπολωλός», ἔφησθα ὡς εἶδες, ἐν τῇ συκομορέᾳ, Ζακχαῖον τὸν Τελώνην, ὃν καὶ διέσωσας.

Ἴασας τὸ ὕδωρ Ἱεριχοῦς, ἔνδοξε Προφῆτα, Ἐλισσαῖε θαυματουργέ, καὶ υἱοὺς τῆς χήρας, τῇ σῇ πολυευσπλάγχνῳ, βουλήσει ἐκ δουλείας, τάχος διέσωσας.

Ἐν τῷ Φρέατι τοῦ Ἰακώβ.
Δός μοι Ζωοδότα ὕδωρ ζωῆς, τὸ ἐκ Σοῦ πηγάζον, καὶ ἀρδεῦον πάντα πιστόν, ὡς παρὰ τὸ φρέαρ, τοῦ Ἰακὼβ προεῖπας, ἐν τῇ Συχὲμ Χριστέ μου, τῇ Σαμαρείτιδι.

Ἐν τῷ Θαβωρίῳ.
Ἐν τῷ Θαβωρίῳ αἴγλην τὴν Σήν, Ἰησοῦ Χριστέ μου, τοῖς προκρίτοις τῶν Μαθητῶν, ἔδειξας ἀστράπτων, ὡς ἥλιος πυρφόρος, καὶ τὴν βροτῶν αὐγάζων, φύσιν Ὑπέρφωτε.

Ἐν τῇ Βηθανίᾳ.
Ἐκ τῆς Βηθανίας ἡ ἀδελφή, τοῦ Λαζάρου Σῶτερ, ὑπαντήσασα Σοὶ ταχύ, ἤκουσεν τὸ ῥῆμα, ὅ ἔφησθα ἐλπίδος, «ἐγὼ εἰμὶ ζωή τε, καὶ ἡ ἀνάστασις».

Ὄντα τετραήμερον Ἰησοῦ, ᾔγειρας ἐκ τάφου, θαῦμα ξένον τε καὶ φρικτόν, Λάζαρον τὸν θεῖον, τὸν ἀδελφόν Μαρίας, καὶ Μάρθας ὃν ἠγάπας, ὡς φίλον γνήσιον.

Ἐν τῷ Πραιτωρίῳ.
Φυλακήν τε χλεύην καὶ ἐμπτυσμούς, ἐν τῷ Πραιτωρίῳ, καθυπέμεινας Ἰησοῦ, ὑπὸ παρανόμων, κραζόντων «σταυρωθήτω», ὡς ἄνομος καὶ πλάνος, ὦ μόνε Δίκαιε.

Ἐν τῇ Ὁδῷ τοῦ Μαρτυρίου.
Τὸν Σταυρὸν ἀράμενος Λυτρωτά, καὶ ὑπὸ τοῦ ὄχλου, ἐμπαιζόμενος τὴν ὁδόν, τοῦ Σοῦ μαρτυρίου, ἀνῆλθες πλήρης ὄμβρων, αἱμάτων καὶ ἱδρῶτος, πάντιμε Κύριε.

Ἐν τῷ Γολγοθᾷ.
Ξύλῳ προσηλώθης τῷ τοῦ Σταυροῦ, Λόγε τοῦ Ὑψίστου, ἐν τῷ βράχῳ τοῦ Γολγοθᾶ, ἵνα προσηλώσῃς, ἐν δέλτῳ σωτηρίας, κἀμὲ τὸν προσκυνοῦντα, τὸ θεῖον πάθος Σου.

Ἐν τῇ Ἀποκαθηλώσει.
Σὺν τῷ Νικοδήμῳ ὁ Ἰωσήφ, φέρων τὴν σινδόνην, μετὰ μύρων σῶμα τὸ Σόν, Λυτρωτᾶ καθῆλεν, ἐκ τοῦ Σταυροῦ καὶ τοῦτο, ἀλόῃ τε καὶ σμύρνῃ, ἐνεταφίασεν.

Ἐν τῷ Παναγίῳ Τάφῳ.
Ὄλβιον ἀνέδειξας Λυτρωτά, τὸν Σὸν θεῖον Τάφον, τὸν ζωήῤῥυτον καὶ σεπτόν, ἐν ᾦ ἡ ἁπάντων, Ζωὴ σαρκὶ ἐτέθης, ζωὴν βροτοῖς δωρῆσαι, τὴν αἰωνίζουσαν.

Ἐν τῷ «Μή μοῦ ἄπτου».
Οἰομένη Λόγε Σε κηπουρόν, ἔνδον τοῦ Μνημεῖου, ἡ Μαρία Μαγδαληνή, πόθῳ ἐπερώτα, Σε ποῦ τὸ ζωηφόρον, τοῦ Λυτρωτοῦ μου σῶμα, Κύριε τέθεικας;

Πλὴν στραφεῖσα εἶδέ Σε Ἰησοῦ, τάφου Ἀναστάντα, καὶ ποθήσασα Σοὺς σεπτούς, καὶ ἀχράντους πόδας, φιλῆσαι «Μὴ μοῦ ἅπτου», λεγούσης τῆς φωνῆς Σου, πάραυτα ἤκουσεν.

Ἐν τῇ Ἀναλήψει.
Εἰς τὸ Ὄρος φθάσας τῶν Ἐλαιῶν, σὺν τοῖς μαθηταῖς Σου, ἀνελήφθης εἰς οὐρανούς, προμηνύσας πᾶσι, τὴν Πνεύματος Ἁγίου, ταχέως εἰς τὸν κόσμον, Κύριε, ἔλευσιν.

Ἐν τῇ Ἱερᾷ Μονῇ Τιμίου Σταυροῦ.
Δένδρου προϋπῆρχες ποτὲ κορμός, ὦ Σταυρὲ Κυρίου, τρισυνθέτου καὶ θαλεροῦ, ὑπὸ Λὼτ φυέντος, ἐν Ἱεροσολύμοις, καὶ τὴν ἀθανασίαν, κόσμῳ καρπώσαντος.

Ἐν τῇ Εὑρέσει τοῦ Τιμίου Σταυροῦ.
Ξῦλον κεκρυμμένον τὸ τοῦ Σταυροῦ, ὅ Ἐσταυρωμένε, οἱ παράνομοι ὑπὸ γῆν, ἔκρυψαν τὸ πάλαι, ἡ ἄνασσα Ἑλένη, ἐκ τῶν λαγόνων ταύτης, πόθῳ ἀνέφηνεν.

Ἐν τῇ Ναζαρέτ.
«Κεχαριτωμένη χαῖρε ἁγνή», Σοὶ Παρθένε, εἶπεν, ὁ Ἀρχάγγελος Γαβριήλ, ὁ ἀπεσταλμένος, τῇ Ναζαρὲτ ἐξ ὕψους, βουλὴν Σοὶ προσκομῖσαι, Κόρη εὐφρόσυνον.

Ἐν τῇ Γεθσημανῇ.
Τῷ ἐν τῷ χωρίῳ Γεθσημανῇ, θείῳ Σου τεμένει, Ὑπερύμνητε Μαριάμ, προσιόντες πάντες, λαμβάνομεν ἀφθόνως, τὰ ἐκ τοῦ Μνήματός Σου, βρύοντα νάματα.

Ἐν τῇ Μονῇ τοῦ Ἁγίου Στεφάνου.
Λίθων καθυπέμεινας τὰς βολάς, Στέφανε τρισμάκαρ, Πρωτομάρτυς τοῦ Λυτρωτοῦ, ἷνα πρὸς τὴν πίστιν, ἑλκύσῃς τὴν ἁγίαν, τὸ πλῆθος τῶν ἀνόμων, τῶν λιθαζόντων σε.

Ἐν τῇ Καταμόνας Μονῇ.
Τὸν δρακὶ κρατοῦντα πᾶσαν τὴν γῆν, ἐν δραξὶ ἐδέξω, πρέσβυ δίκαιε Συμεών, ὅνπερ καὶ εἰσάγων, ἐν τῷ ναῷ Κυρίου, νῦν ἀπολύεις, ἔφης, Σῶτερ, τὸν δοῦλόν σου.

Ἐν τῇ Ἱερᾷ Μονῇ Χοζεβᾷ.
Ἄνθη τῆς ἐρήμου καὶ Χοζεβᾶ, τῆς μονῆς τὰ κρίνα, ἀναμέλψωμεν ἐν χορῷ, σὺν τῷ Ἰωάννῃ, Γεώργιον τὸν θεῖον, τοὺς τῶν βροτῶν ἀΰλους, καὶ ἀγγελόφρονας.

Σὲ ἐν τῷ σπηλαίῳ τῷ ἐν Χοῤῥάθ, τῷ χειμάῤῥῳ μάκαρ, κεκρυμμένον κόραξ Θεοῦ, Ἠλιοὺ Θεσβίτα, διέτρεφεν ἀπαύστως, πρωΐας καὶ ἑσπέρας, Πνευματοφόρητε.

Ἐν τῷ σῷ ποιμνίῳ Ἰωακείμ, καὶ ἐν τῷ σπηλαίῳ, Θεοπάτορ τοῦ Χοζεβᾶ, τὴν τῆς Θεοτόκου, εὐηγγελίσθης γένναν, δι᾿ ἧς χαρὰν τὸν κόσμον, πάντα ἐνέπλησας.

Οὐ βαρβάρων ξῖφος, οὐδ᾿ ἀπειλὴ, τμήσεως αὐχένος, ἠδυνήθησαν ἀνελεῖν, τὰς ὑμῶν καρδίας, φωσφόροι Χοζεβῖται, τρισχίλιοι Ἀββάδες, Ὁσιομάρτυρες.

Ἐν τῇ Μονῇ τοῦ Ὁσίου Θεοδοσίου τοῦ Κοινοβιάρχου.
Τὴν κοινὴν ἐδίδαξας βιωτήν, ἐν ταῖς θείαις μάνδραις, Θεοδόσιε ἱερέ, καὶ ταῖς σῶν δακρύων, ῥοαῖς τὸ τῆς ἐρήμου, κατήρδευσας παμμάκαρ, ἄγονον ἔδαφος.

Ἐν τῇ Μονῇ Ὁσίου Γερασίμου ἐν Ἰορδάνῃ.
Γέρας ἐκομίσω τῶν ἀρετῶν, τῇ σῇ θεαρέστῳ, ἐνασκήσει καὶ ἀγωγῇ, σέμνωμα ἐρήμου, καὶ Ἰορδάνου κλέος, Γεράσιμε θεόφρον, λύχνε ἀείφωτε.

Ἐν Λύδδῃ καί Πετζάλᾳ.
Χαίροις ὁ τῆς Λύδδης γόνος λαμπρός· χαίροις Ὀρθοδόξων, ἀδιάψευστος βοηθός· χαίροις ἀθλοφόρων, Γεώργιε ἀκρότης, τροπαιοφόρε Μάρτυς, ἀκαταμάχητε.

Ἐν τῇ Λαύρᾳ τοῦ Ἁγίου Σάββα.
Λαύραν περιώνυμον καὶ λαμπράν, μοναστῶν ἀλείπτα, καὶ κειμήλιον νουνεχές, ἵδρυσας ὡς φάρον, ἐν μέσῳ τῆς ἐρήμου, ὑφηγητὰ ἀζύγων, Σάββα πανόλβιε.

Ἰωάννην πάντες Δαμασκηνόν, τὸν Πνευματοφόρον, καὶ θεόφθογγον μελλουργόν, τὸν λαμπρὸν φωστῆρα, Μονῆς Ὁσίου Σάββα, ἐν σάλπιγγι εὐήχῳ, ἀνευφημήσωμεν.

Δεῦτε, ἀνυμνήσωμεν οἱ πιστοί, τὴν σεπτὴν χορείαν, τῶν Πατέρων τῶν φαεινῶν, τῶν ἀναιρεθέντων, ὑπὸ βαρβάρων ξίφους, ἐν τῇ μονῇ τοῦ θείου, Σάββα τοῦ μάκαρος.

Ἐν τῇ Ὀρεινῇ.
Ἔχουσα ἐν μήτρᾳ τὸν τοῦ Θεοῦ, Λόγον Θεοτόκε, παρεγένου πρὸς Ὀρεινήν, καὶ τὴν Ἐλισάβετ, ἀσμένως κατησπάσω, τὴν ἐν γαστρὶ τὸν θεῖον, φέρουσα Πρόδρομον.

Ἐκ λαγόνων στείρας ἄνθος τερπνόν, κατ᾿ ἐπαγγελίαν, ἀνεβλάστησας ἱεράν, Πρόδρομε Κυρίου, τῷ κόσμῳ ἀποπνέον, ὀσμὴν τῆς μετανοίας, τὴν μυροχεύμονα.

Ὄρθρος μυροβόλος καὶ φαεινός, θεῖε Ἰωάννη, προσελύληθας ἐν τῇ γῇ, ἐκ νηδύος στείρας, τοῖς πᾶσι προμηνύων, Χριστὸν τὸν Ζωοδότην, δόξης τὸν ἥλιον.

Ἐν τῷ οἴκῳ Ἰωακείμ καί Ἄννης.
Τέρπου καὶ ἀγάλλου Ἰωακείμ, σὺν τῇ θείᾳ Ἄννῃ, Θεοπάτορες ἱεροί, ἐπὶ τῇ γεννήσει, τῆς Παναγίας Κόρης, ἐξ ᾗς προῆλθε κόσμου, ἡ ἀπολύτρωσις.

Ἐν τῷ Ἁγίῳ Ἰακώβῳ τῷ Ἀδελφοθέῳ.
Ἅρμα Παρακλήτου φωτοειδές, πρὸς θεολογίαν, κατευθύνων ὁδοὺς πιστῶν, καὶ Ἱερομάρτυς, Ἰάκωβε ἐπώφθης, Ἀπόστολος καὶ μύστης, ὦ Ἀδελφόθεε.

Ἐν τῇ Ὁσίᾳ Μελάνῃ.
Δόξαν τὴν εὐμάραντον καὶ τιμάς, ἀπαρνησαμένη, τὰς ματαίας τε καὶ ῥευστάς, τὴν καλὴν καὶ θείαν, ἀλλοίωσιν ἐδέξω, Μελάνη ἐνασκοῦσα, ὄντως ὡς ἄσαρκος.

Ἐν τῇ Μονῇ τοῦ Προφήτου Ἠλιού.
Ἠλιοὺ Θεσβίτα τῶν Προφητῶν, ἡ κρηπὶς καὶ πλάνης, ὁ ἀτρόμητος ἐλεγκτής, ὤφθης· διὸ ἤρθης, ἐν ἅρματι πυρίνῳ, πρὸς οὐρανοὺς καὶ δόξαν, τὴν αἰωνίζουσαν.

Ἐν τῇ Μονῇ τοῦ Προφήτου Μωϋσέως ἐν Φαράν.
Ἐντολῶν πυξία παρὰ Θεοῦ, εἴληφας Θεόπτα, ἐν Σιναίου τῇ κορυφῇ, καὶ ἐν Θαβωρίῳ, τῆς αἴγλης τοῦ Σωτῆρος, ὦ Μωϋσῆ αὐτόπτης, γέγονας ὄλβιε.

Ἐν τῷ Ὄρει Σινᾷ.
Πρὸς τὴν θεοβάδιστον Κορυφήν, τὴν Χωρὴβ ὁ τάλας, ἀναβαίνων μετὰ σπουδῆς, ἐκβοῶ Σοι Σῶτερ, Θεὲ καὶ Πλαστουργέ μου, τῆς ἄνω κληρουχίας, μέτοχον δεῖξόν με.

Ἐν τῇ Ἁγίᾳ Κορυφῇ τοῦ Σινᾶ.
Ἐν Χωρὴβ τῷ ὄρει ὁ Μωϋσῆς, μόνος τῶν μερόπων, προσωμίλησε τῷ Θεῷ, καὶ τοῦ Δεκαλόγου, τὰ ἱερὰ πυξία, ἐκ τῶν χειρῶν Ἐκείνου, τρέμων παρέλαβεν.

Ἐν τῷ Ἁγίῳ Ἰωάννῃ τῆς Κλίμακος.
Ἀρετῶν τὴν Κλίμακα τὴν ἐκ γῆς, τὰς πιστῶν καρδίας, ἀναγούσας πρὸς οὐρανόν, θεῖε Ἰωάννη, σεπτὲ ποιμὴν Σιναίου, καὶ μονοτρόπων κλέος, πίστει συνέγραψας.

Ἐν τῇ Ἁγίᾳ Ἐπιστήμη.
Πόνους τῆς ἀσκήσεως ἐν Σινᾷ, ἤνεγκας σωφρόνως, Ἐπιστήμη καὶ ἀθλητῶν, δεκαεξαέτις, τὰς τρίβους ἐμιμήσω, ὁμοῦ σὺν σῷ συμβίῳ, τῷ Γαλακτίωνι.

Καθορῶν ὁ ἔνθεος Μωϋσῆς, τὴν Ἁγίαν Βάτον, φλεγομένην ἐν τῷ Σινᾷ, καὶ μὴ καιομένην, προετυποῦτο Κόρη, μυστήριον τὸ μέγα, τοῦ θείου Τόκου Σου.

Τὴν σεμνὴν ἀμνάδα τοῦ Λυτρωτοῦ, τὴν σοφὴν τοῖς λόγοις, καὶ Σιναίου τὴν καλλονήν, τὴν ηὐτρεπισμένην, αἱμάτων ταῖς ῥανίσι, Αἰκατερίναν πάντες, ἀνευφημήσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ὀρθοδόξων χορεῖαι δεῦτε προσδράμωμεν, τοῖς τόποις τοῖς πανιέροις, ἔνθα Χριστὸς ὁ Θεός, ἐσαρκώθη ἐκ Παρθένου ἐβαπτίσθη τε, καὶ σταυρωθεὶς ὑπὲρ ἡμῶν, ἐνετάφη ὡς θνητός, τριήμερος δὲ ἀνέστη, ἐκ τῆς φθορᾶς συνεγείρων, τοὺς εἰς Αὐτὸν ἀεὶ πιστεύοντας.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄.Πάντων προστατεύεις ἀγαθή.

Πάντων, τῶν Σῶν δούλων Λυτρωτά, τῶν τιμῶντων τοὺς θείους Τόπους, οὓς πόδες Σου οἱ σεπτοί, οἱ καὶ ὑπεράχραντοι, ἐβάδισαν εὐλαβῶς, τὰς αἰτήσεις ἐκπλήρωσον, καὶ τῆς αἰωνίου, βιοτῆς ἀξίωσον, Λόγε Θεοῦ καὶ Θεέ, ἵνα σὺν Ἀγγέλων χορείαις, Ἀθλοφόρων τε καὶ Δικαίων, τὸ ὗπὲρ πᾶν ὄνομά Σου ᾄδουσι.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τῶν 'Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης