Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1766
https://www.proseyxi.com

Χαιρετισμοί εις την Ζωοδόχον Πηγήν Empty Χαιρετισμοί εις την Ζωοδόχον Πηγήν

Την / Το Δευ Μαρ 23, 2020 11:40 am
Οι  Χαιρετισμοί εις την Ζωοδόχον Πηγήν της Υπερευλογημένης Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας.

Ως ψάλλεται εν Αγίω Όρει και εν τη εν Πάρω Ιερα Μονή της Ζωοδόχου Πηγής της Λογγοβάρδας

Ποίημα Νικοδήμου Ιερομονάχου Κάππου του Πατμίου.

Χαιρετισμοί εις την Ζωοδόχον Πηγήν Zoodox10


Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τῆ Ζωοδόχῳ σου Πηγῇ, Θεοχαρίτωτε, προσενεγκεῖν ὁ εὐτελής δοῦλος σου, Δέσποινα, τό ἐφύμνιον τεϑάρρηκα, Θεοτόκε. ᾿Αλλ᾽ ὡς Μήτηρ τοῦ Παντάνακτος ὑπάρχουσα, τοῦ ἐλέους σου ρανίδα μοι ἐπίσταξον, ἵνα κράζω σοι· Χαῖρε ὕδωρ σωτήριον.

Ἄγγελοι σύν ἀνϑρώποις, ἐποφείλουσιν ὄντως, Παρϑένε, προσφωνεῖν σοι τό χαῖρε (ἐκ τρίτου) καί γάρ ὡς τετοκυῖαν τόν Χριστόν, ἄνευϑεν ὠδίνων μητρικῶν θλέποντες. εἰκότως ἐξιστάμενοι κραυγάζουσι πρός σέ τοιαῦτα·

Χαῖρε δι᾽ ἧς ἡ χαρά ἐδόϑη·
Χαῖρε δι᾽ ἧς ἡ ἀρά ἐπαύϑη.
Χαῖρε μυστηρίου ἀρχαίου φανέρωσις·
Χαῖρε τῆς Βουλῆς τοῦ Ὑψίστου ἐκπλήρωσις.
Χαῖρε ὅτι Πνεῦμα Ἅγιον ἐπελήλυϑεν ἐν σοί·
Χαῖρε ὅτι τό γεννώμενον ἐκ σοῦ “Αγιόν ἐστι.
Χαῖρε ἡ σεβομένη ἐκ βροτῶν καί ᾿Αγγέλων·
Χαῖρε δεδοξασμένη εἰς αἰῶνας αἰώνων.
Χαῖρε δι᾽ ἧς λαμδάνομεν ἄφεσιν·
Χαῖρε δι᾽ ἧς ἀντλοῦμεν τήν ἴασιν.
Χαῖρε φλέψ ἡ ἐν τῷ οἴκῳ Κυρίου·
Χαῖρε πηγή ὕδατος σωτηρίου.

Χαῖρε ὕδωρ σωτήριον

Βάτον σε ὁ Θεόπτης ἐϑεώρει, φωνῆς τε Θεϊκῆς ἀκηκόει· Λέων δε ὁ μέγας βασιλεύς, ἔνδον τοῦ δάσους ὕδωρ εὑρεῖν ηὔχετο, φωνῆς δέ τῆς ἁγίας σου ἀκούσας, ἐν ἐκπλήξει ἔφη·

᾿Αλληλούϊα

Γένος ἀδαμιαῖον, διά σοῦ σεσωσμένον, Πανάχραντε ᾿Αγνή, καϑορᾶται· τόν Σωτῆρα γάρ καί Ποιητήν ἀρρήτως καί ὑπερφυῶς ἔτεκες διό κινεῖς πρός αἶνόν σου, πᾶσαν γλῶσσαν φϑέγγεσϑαι ταῦτα·

Χαῖρε τιμή τοῦ βροτείου γένους·
Χαῖρε δόξα τοῦ σύμπαντος κόσμου.
Χαῖρε Μαριάμ τό γλυκύτατον ὄνομα·
Χαῖρε τῆς ἀϑλίας ψυχῆς μου μελέτημα.
Χαῖρε ὅτι περ ἐγέννησας τόν Σωτῆρα μου Χριστόν·
Χαῖρε ὅτι περ ἐϑήλασας τόν τροφέα τοῦ παντός.
Χαῖρε ἡ ἐκ τῆς ρίζης Ἰεσσαί φυεῖσα·
Χαῖρε ἡ ἐκ στείρας παραδόξως τεχϑεῖσα.
Χαῖρε εὐδοκίας Θεοῦ τό προοίμιον·
Χαῖρε σωτηρίας ἡμῶν τό κεφάλαιον.
Χαῖρε σέ γάρ πᾶς πιστός προσκαλεῖται·
Χαῖρε σέ γάρ θοηϑόν ἐξαιτεῖται·

Χαῖρε ὕδωρ σωτήριον

Δύναμις τοῦ Ὑψίστου, ἀριδήλως ὁρᾶται, ἐν ὕδατι Πηγῆς σου, Παρϑένε· οἱ γάρ προστρέχοντες ἐν αὐτῷ, τυφλοί. χωλοί, γενικῶς ἅπαντες. κομίζονται τήν ἴασιν, ψυχῆς καί σώματος βοῶντες·

᾿Αλληλούϊα

Ἔχουσα τήν Πηγήν σου, Θεοτόκε Παρϑένε. ἡ πόλις σου ϑησαυρόν ἰαμάτων, τήν τῆς πίστεως ἕδραν πλουτεῖ, καί σέ πολιοῦχον κραταιάν κέκτηται· ἡμεῖς δέ ἀγαλλόμενοι σύν αὐτῇ δοῶμεν ταῦτα·

Χαῖρε ἡ δόξα τῆς Ἐκκλησίας·
Χαῖρε ἡ λάμψις Ὀρϑοδοξίας.
Χαῖρε Βασιλέων τό ϑεῖον ἀγλάϊσμα·
Χαῖρε Πατριαρχῶν σεπτόν ἐγκαλλώπισμα.
Χαῖρε ἀνακεφαλαίωσις τῶν δύο Διαϑηκῶν.
Χαῖρε ράβδος ποιμαντήριος τῶν κλεινῶν Ἱεραρχῶν.
Χαῖρε τῶν ἱερέων καλλονή καί λαμπρότης·
Χαῖρε τῶν διακόνων χαρμονή καί τερπνότης.
Χαῖρε Κληρικῶν τό σεμνολόγημα·
Χαῖρε ᾿Ασκητῶν μέγα ἐντρύφημα.
Χαῖρε πιστῶν Ὀρϑοδόξων τό κῦδος·
Χαῖρε τῶν ὀρϑά φρονούντων τό νῖκος.

Χαῖρε ὕδωρ σωτήριον

Ζἦτησον ἐπιμόνως καί εὑρήσεις τό ὕδωρ. ἐνταῦϑά που τοῦ ἄλσους. ὦ Λέων· ποτίσας δέ ἐκ τούτου τόν τυφλόν, καί τάς κόρας αὐτοῦ τῷ πηλῷ ἴασαι· ἀμφότεροι δέ οἰκοῦσάν με τόν δε τόν χῶρον, κράξατε γνόντες·

᾿Αλληλούϊα

Ἤκουσε τῆς φωνῆς σου ἰδιώτης ὦν τότε, τήν σήν Πηγήν ὁ ἀνακαλύψας φιλάνϑρωπος μέν πράγματι ὦν, Λέοντος δέ ὄνομα πλουτῶν ἔντρομος, ὅς οἶκόν σοι δειμάμενος ἐδίδαξε πάντας βοᾶν σοι·

Χαῖρε πηγή ἀκενώτου μύρου·
Χαῖρε κρατήρ ἀειζώου ρείϑρου.
Χαῖρε ποταμέ Παραδείσου ἀείρρυτε·
Χαῖρε εἰς ἀρχάς πολλαπλάς διαιρούμενε.
Χαῖρε ὕδωρ τό ἀνώτερον κολυμβήϑρας Σιλωάμ·
Χαῖρε ἅπαντας ἰώμενον τούς φωνοῦντας Μαριάμ!
Χαῖρε ὅτι ὑπάρχεις ἰατρεῖον τῶν νόσων·
Χαῖρε ὅτι καϑαίρεις τάς ψυχάς τῶν ἀνθρώπων.
Χαῖρε φλογμόν τῶν παϑῶν ἡ σβεννύουσα·
Χαῖρε παντός κινδύνου ἐξαίρουσα.
Χαῖρε σέ γάρ προσκυνοῦμεν οἱ δοῦλοι·
Χαῖρε σοί γάρ προσφωνοῦμεν ἐν πίστει·

Χαῖρε ὕδωρ σωτήριον

Θετταλός νεανίας, ἐξανίσταται αἴφνης, προσχύσει τῇ τριττῇ ὔδατός σου· ϑανών γάρ γλιχόμενος αὐτοῦ, παλινζωΐας ὡς ϑαυμαστῶς ἔτυχε, δοξάζων, μεγαλύνων σε, μετά πάντων ψάλλων·

᾿Αλληλούϊα

Ἴδε μου τήν ἀνάγκην, καί τήν ϑλίψιν, Παρϑένε, καί ἐπίσκεψαι την κάκωσιν ἥν ἔχω κατά σάρκα, δεινῶς γε κακουχούμενος, ἐλεεινῶς ἄληκτα· καί γάρ ἐπικαλοῦμαΐ σε ἐν κλαυϑμῷ γοερῶς ἀνακραυγάζων·

Χαῖρε ἐπίσκεψις τῶν νοσούντων·
Χαῖρε παράκλησις τῶν πενϑούντων.
Χαῖρε τῶν ἐν κλίνῃ κειμένων ἀνέγερσις·
Χαῖρε ψυχικῶν παϑημάτων ἀφάνισις.
Χαῖρε πάντων ἡ ἀνάρρωσις καχεκτούντων ἐν σαρκί·
Χαῖρε αὖϑις ἡ διόρϑωσις τῶν νοσούντων ἐν νοΐ.
Χαῖρε ὅτι τούς πόνους τῆς σαρκός καταπαύεις·
Χαῖρε ὅτι ἁπάντων τάς ψυχάς διασώζεις.
Χαῖρε, ἰατρέ, ψυχῆς τε καί σώματος·
Χαῖρε χορηγέ πάσης ἁγιότητος.
Χαῖρε ζωῆς τῆς αἰωνίου φρέαρ·
Χαῖρε ἐξ ἧς ϑεῖα χέονται ρεῖϑρα·

Χαῖρε ὕδωρ σωτήριον

Κλίμαξ οὐρανομήκης ἀπό γῆς τεταμένη πρός ὕψος τό τοῦ πόλου ἐφάνης τῷ προπάτορι πάλαι Ἰακώβ, δι᾽ ἧς Θεός κατῆλϑεν ἐν γῇ, Πάναγνε, ἡμῖν δέ ἀναδέδειξαι πηγή ζωῆς τοῖς ἐκβοῶσιν·

᾿Αλληλούϊα

Λόγους ἐμῶν χειλέων καί καρδίας τόν πόϑον δεξαμένη, Μητράνανδρε Κόρη, ἀντιλήψεως καί ἀρωγῆς ποίησόν με, Δέσποινα, τῆς σῆς, ἄξιον οἰκτείρασα τόν δείλαιον, ἐκ ψυχῆς δοῶντά σοι ταῦτα·

Χαῖρε ᾿Αγγέλων ἡ ὑμνωδία·
Χαῖρε ἀνθρώπων ἡ σωτηρία.
Χαῖρε τῶν Προφητῶν Σεμνή τό προκήρυγμα·
Χαῖρε τῶν πρωτοπλάστων ᾿Αγνή τό καύχημα.
Χαῖρε ἥν περ ἐθεάσατο πύλην Ἰεζεκιήλ·
Χαῖρε ἥν περ προεώρακεν ὄρος πρίν ὁ Δανιήλ.
Χαῖρε σέ γάρ παρϑένων Ἡσαΐας προλέγει·
Χαῖρε σέ γάρ Μητέρα τοῦ Θεοῦ προαγγέλλει.
Χαῖρε Προφητίδων ὑπερέχουσα·
Χαῖρε πασῶν γυναικῶν ἐξάρχουσα.
Χαῖρε ἡ τιμή πάντων τῶν Δικαίων·
Χαῖρε ἡ δόξα πάντων τῶν ᾿Αγίων·

Χαῖρε ὕδωρ σωτήριον

Μέλλοντος καταπίπτειν τοῦ Ναοῦ τῆς Πηγῆς σου, Ὑπέραγνε ἁγία Παρϑένε, βαστάζουσα ὥφϑης αὐτόν, ἕως οὗ τό πλῆϑος τοῦ λαοὔ ἀπιόν ὥχετο’ οὐ γάρ βούλει τόν ϑάνατον, ἀλλά τήν ζωήν τῶν βοώντων·

᾿Αλληλούϊα

Νάουσιν ἐκ πηγῆς σου δαψιλῶς τε καί χύδην, ρεῖϑρα τῶν ϑαυμάτων, Θεοτόκε, ἐπικαλύπτοντα ἀληϑῶς, ἅπαν τό τῆς ϑαλάσσης καί γῆς πρόσωπον, καί πάντας διεγείροντα, ἐν ἑνί στόματι βοᾶν σοι·

Χαῖρε συντήρησις τῆς ὑγείας·
Χαῖρε ἐκδίωξις ἀσϑενείας.
Χαῖρε ἡ ἐκ κινδύνων πολλῶν ἐξαίρουσα·
Χαῖρε ἡ ἐκ νηπίων αἶνον καταρτίζουσα.
Χαῖρε σέ γάρ προσκαλούμεϑα ἐν ἡμέρᾳ καί νυκτί·
Χαῖρε σέ γάρ ἐπιστάμεϑα βοηϑῆσαι δυνατήν.
Χαῖρε ὅτι καί Μήτηρ καί τροφός σύ ὑπάρχεις·
Χαῖρε ὅτι καί σκέπη καί ἀντίληψις πέλεις.
Χαῖρε Χριστιανῶν τό καταφύγιον·
Χαῖρε τῶν εὐσεβῶν τό προπύργιον.
Χαῖρε τό ἔρεισμα τῶν ἑστηκότων·
Χαῖρε διόρϑωσις τῶν ἐπταικότων·

Χαῖρε ὕδωρ σωτήριον

Ξένα καί ὑπέρ λόγον τά τεράστια πέλει, τοῦ ὕδατος τῆς Πηγῆς σου, Παρϑένε· καί γάρ τά πεπραγμένα ἐν σοί ξενήκουστα και ὑπερφυῆ ἔνεστιν· ἀλλ᾽ οὖν ἡμεῖς πιστεύοντες, προσκυνοῦμεν ταῦτα βοῶντες·

᾿Αλληλούϊα

Ὂλην μου τήν ἐλπίδα ἀνατίϑημι Κόρη. εἰς σέ τήν τοῦ Θεοῦ μου Μητέρα· σύ οὖν ὥσπερ στρουϑίον μικρόν, πτέρυξιν ἁγίαις με ταῖς Σαῖς σκέπασον, ὡς ἄν περιϑαλπόμενος κελαδῶ ἐκ καρδίας οὕτω·

Χαῖρε ἡ Μήτηρ τοῦ Ἰησοῦ μου·
Χαῖρε καϑέδρα τοῦ Λυτρωτοῦ μου.
Χαῖρε ᾿Ασωμάτων Δυνάμεων ἔπαινος·
Χαῖρε τῶν ἀΐλων Ταγμάτων ἐγκώμιον.
Χαῖρε ὅτι τῆς Εἰκόνος Σου ἔμπροσϑεν ὁ Γαβριήλ·
Χαῖρε χαίρων ἐξεβόησεν ὕμνον "Αξιόν ἐστι.
Χαῖρε ὅτι ὑπάρχεις παντός τοῦ κόσμου προστάτις·
Χαῖρε ὅτι τάς πόλεις καί τάς νήσους φυλάττεις.
Χαῖρε Προυσοῦ, Τήνου, Κύκκου ἔφορος·
Χαῖρε καλή πολιοῦχος Αϑωνος.
Χαῖρε τῆς γῆς καὶ θαλάσσης Κυρία
χαῖρε ᾿Αγνή, Θεοτόχε Μαρία

Χαῖρε ὕδωρ Σωτήριον.

Πόνους μου άφορήτους καὶ ὀδύνας ἀῤῤήτους, ἐλάφρυνον ἐν ὤρα θανάτου·περισκέπουσά μου τῆν ψυχήν, δαιμόνων λυτρουμένη χειρός, Πάνσεμνε, σὺν πᾶσι τοῖς Δικαίοις με τὸν ὔμνον ἀξιοῦσα μέλπειν·

᾿Αλληλούϊα.

Ρήσεσι θεηγόροις, Προφητῶν Ἀποστόλων καὶ πάντων τῶν Ἀγίων Πατέρων, πειθαρχῶν ἔκαστος εὐσεβής Θεοτόκον σε παναληθῆ σέβεται, πιστεύων τῆ καρδία μὲν, στόματι δὲ όμολογῶν ταῦτα·

Χαῖρε ὸ θρόνος τοῦ Βασιλέως·
Χαῖρε ἠ πόλις Θεοῦ τοῦ ζῶντος.
Χαῖρε ἀπειράνδρως Χριστόν σωματῶσασα·
Χαῖρε ἀνωδίνως αὐτόν ἠ κυήσασα.
Χαῖρε, ἥν περ ἐμνηστεύσατο ὁ Δίκαιος ᾿Ιωσήφ·
Χαῖρε, ἣν εὐηγγελίσατο πρωτοστάτης Γαβριήλ.
Χαῖρε ἣ πρὸ τόχου καὶ ἐν τόχῳ Παρθένος·
Χαῖρε ἡ καὶ μετὰ τόκον μείνασα Παρθένος.
Χαῖρε τοῦ Θεοῦ Λόγου τὸ σκήνωμα·
Χαῖρε Πατρὸς καὶ Πνεύματος οἴκημα.
Χαῖρε, ἐξ ἧς ὁ Σωτὴρ ἐσαρκῴθη·
Χαῖρε, δι᾽ ἧς πᾶς ὁ κόσμος ἐσώθη.

Χαῖρε ὕδωρ Σωτήριον.

Στάμνος  χρυσῆ τοῦ μάννα καὶ ἣ Βάτος Μωσέως, καὶ Ῥάβδος ᾿Ααρὼν βλαστηφόρος· χαὶ ὁ Πόκος ὃ τοῦ Γεδεών, καὶ τὰ Σύμβολα τῶν Προφητῶν ἅπαντα, ἐτύπουν σε τὴν Δέσποιναν, ἅ οἵ ὁρῶντες Θεῷ ἤδον·

᾿Αλληλούϊα.

Τρέμω τὴν τῆς Δευτέρας Παρουσίας ἡμέραν καὶ φρίττω τοῦ Υἱοῦ σου τὸ Βῆμα, ἐργασάμενος πράξεις αἰσχράς, καὶ μιάνας σῶμα καὶ ψυχὴν πάθεσιν· ἀλλ᾽ οὖν ἐν μετανοίᾳ με πρόέσδεξαι, Πάναγνε, βοῶντα·

Χαῖρε προστάτις τῶν ὑπευθύνων·
Χαῖρε ἀθῴωσις τῶν ἐνόχων.
Χαῖρε ἀδεχάστου Κριτοῦ ἣ δυσώπησις·
Χαῖρε κρινομένου βροτοῦ ἡ ἀντίληψις.
Χαῖρε Σὺ γὰρ εἶ μεσίτρια ἁπάντων τῶν ἁμαρτωλῶν·
Χαῖρε Σὺ γὰρ ἐγγυήτρια δι᾿ αὐτοὺς πρὸς τὸν Θεόν.
Χαῖρε ἀπολογία τῶν ἐξεταζομενων·
χαῖρε συνηγορία τῶν ἐκδικαζομένων.
Χαῖρε πιστῶν ἐλπίς ἀχαταίσχυντος·
χαῖρε ἣ χρηπὶς αὐτῶν ἡ στερέμνιος.
Χαῖρε γεέννης ἡμᾶς λυτρουμένη·
χαῖρε ἀσβέστου πυρὸς ρυομένη.

Χαῖρε ὕδωρ Σωτήριον.

“Υδωρ ἀϑανασίας καί πόμα ἀμόβροσίας, καί τοῦ νέκταρος φέρτερον νᾶμα, ἐκ τῆς Ζωοπαρόχου Πηγῆς, χαρᾷ καί πόϑῳ ἀδελφοί πίετε, τήν πάνσεπτον Εἰκόνα δέ ταύτης προσκυνοῦντες βοᾶτε·

᾿Αλληλούϊα

Φἐρουσαν ἐν νηδύϊ τόν πρό πάντων αἰώνων, ἀρρήτως ἐκ Πατρός γεννηϑέντα, αἰσϑόμενος ὁ στειρωτικῇ κρυπτόμενος μητρώᾳ γαστρί  Πρόδρομος, ἐσκίρτησεν, ἐδόξασεν, ἐβόησε πρός τήν Παρϑένον·

Χαῖρε ᾿Αγνή Κεχαριτωμένη·
Χαῖρε ἐν γυναιξίν εὐλογημένη.
Χαῖρε τόν Σωτηρα τῶν ψυχῶν ἡ τέξασα·
Χαῖρε τόν Δοτῆρα τῶν καλῶν κυήσασα.
Χαῖρε ὅτι περ ὁ Κύριος μετά σοῦ ὁ αἰνετός·
Χαῖρε ὅτι τῆς κοιλίας σου ὁ καρπός εὐλογητός.
Χαῖρε δι᾽ ἧς ἐδόϑη ἡ χάρις τοῖς ἀνθρώποις·
Χαῖρε δι᾽ ἧς ἐπαύϑη τῆς ἀρᾶς ἡ πικρότης.
Χαῖρε γλυκύρρουν ὕδωρ προρρέουσα·
Χαῖρε αὐχμόν τῆς πλάνης διώκουσα.
Χαῖρε ζωῆς τόν ὄμβρον ἡ τεκοῦσα·
Χαῖρε Πηγή ϑαυμαστῶς πλημμυροῦσα·

Χαῖρε ὕδωρ σωτήριον

Χαῖρε σοι ἀνακράζω, ὡς τεκούσῃ ἀφράστως, τοῦ κόσμου τήν χαράν, Θεοτόκε, καϑ᾽ ἑκάστην σέ ἐκλιπαρῶν, τῆς ἀλήκτου με ποιῆσαι χαρᾶς μέτοχον, φωνῆς ἀγαλλιάσεως, καί ἤχου ἑορτάζοντος ἀκούειν·

᾿Αλληλούϊα

Ψάλατε ἀνακράζει, τῷ Θεῷ ὁ Προφήτης, ψάλατε, δή τῷ Βασιλεῖ πάντες· ἐπαινῶν ἐν τῷ αὐτῷ ψαλμῷ, σέ τήν καλλονήν τοῦ Ἰακώβ ἄριστα· ἡμεῖς οὖν τῷ προπάτορι πειϑόμενοι ψάλλομεν ταῦτα·

Χαῖρε τό ἀσμα τῆς Ἐκκλησίας·
Χαῖρε ὠδή τῆς σῆς κληρουχίας.
Χαῖρε μελωδιῶν ἱερῶν ἡ ὑπόϑεσις·
Χαῖρε μουσουργῶν χοροστατῶν ἡ ὕμνησις.
Χαῖρε πάντερπνον ψαλτήριον τοῦ Προπάτορος Δαβίδ·
Χαῖρε ἄσμα Σολομώντειον ἐξιστῶν πᾶσαν πνοήν.
Χαῖρε ὅτι φωτίζεις τούς τυφλούς ὕδατί σου·
Χαῖρε ὅτι φωτίζεις τούς ἀσόφους φωτί σου.
Χαῖρε πιστούς ἐξ “Αδου ἁρπάζουσα·
Χαῖρε ψυχάς τῶν δούλων σου σώζουσα.
Χαῖρε δι᾽ ἧς σωτηρίαν ἐλπίζω·
Χαῖρε ἐφ᾽ ἥν πεποιϑώς ἀποθνήσκω.

Χαῖρε ὕδωρ σωτήριον

Ὤ Πηγή Ζωοδόχε, ἡ θλυστάνουσα πᾶσι, ψυχῆς ὁμοῦ καί σώματος ρῶσιν (ἐκ τρίτου)· δεδεγμένη δέησιν οἰκτράν, ἀπό πάσης ρῦσαι συμφορᾶς ἅπαντας, καί αἰωνίου λύτρωσαι κολάσεως τους συμβοῶντας·

᾿Αλληλούϊα

Καί αὖϑις το Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τῆ Ζωοδόχῳ σου Πηγῇ, Θεοχαρίτωτε, προσενεγκεῖν ὁ εὐτελής δοῦλος σου, Δέσποινα, τό ἐφύμνιον τεϑάρρηκα, Θεοτόκε. ᾿Αλλ᾽ ὡς Μήτηρ τοῦ Παντάνακτος ὑπάρχουσα, τοῦ ἐλέους σου ρανίδα μοι ἐπίσταξον, ἵνα κράζω σοι·
Χαῖρε ὕδωρ σωτήριον.





_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης