Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον της Πορταίτισσας Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον της Πορταίτισσας

Την / Το Δευ Νοε 05, 2012 2:26 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον της Πορταίτισσης

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον της Πορταίτισσας Panagi17
Ψαλλόμενος τήν Τρίτην τής Διακαινησίμου.

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἐἶτα καί τά ἐξῇς  Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

Τῆ θαυμαστή σου Πορταΐτισσα σκέπη δι' ἦς λυτροῦται ἤμας πάσης ἀνάγκης προστρέχομεν ἑκάστοτε κραυγάζοντες θερμώς• ὤσπερ πάλαι ἔδειξας, ἐφ’ ἡμῖν τήν σήν χάριν, οϋτω καί νϋν Δέσποινα, μή ἐλλείπῃς εἵς τέλος, ὦς ἐπηγγείλω σκέπειν καί φρουρεῖν, τούς ἀδιστάκτῳ ψυχή, προσιόντας σοι.

Δόξα, καί νϋν. "Ὅμοιον.
Ή εὐκλεής καί παναγία Είκών σου, ὤσπερ ἐχέγγυον ἡμῖν σωτηρίας, τῆ σῆ προνοίᾳ "Ἄχραντε δεδώρηται, "Ἤνπερ θησαυρίσασα ἤ Μονή τῶν ’Ἰβήρων, πάσης ἀπαλλάττεται, διά σοϋ ἐπηρείας, καί σῦν αὐτῇ ἐλπίδος ἀρραγοῦς, πληροῦται Κόρη, καί πᾶς ὅ προστρέχων σοι.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καί εὐθύς ψάλλομεν τόν Κανόνα.

Ἦχος πλ. δ'. ’Ωδή α'. Άρμστηλάτην Φαραώ.

Τά μεγαλεῖα τῆς σεπτῆς εἰκόνος σου, ἀνευφημῆσαι τολμῶν, ἔν ὑλικῇ γλώσσῃ, καί ῥυπῶσι χείλεσι• τῆς πυριμόρφου δέομαι καθαρσίου λαβίδος ἦς Ἠσαΐας ἠξίωται, Μήτηρ τοῦ Θεοῦ ἀπειρόγαμε.

Ῥῶσιν καί χάριν ἀληθῇ καί ἐλεός, ἤ σῇ ἀγία Είκών, δαψιλώς βλυστάνει, ὦς πηγή ἀκένωτος, καί θλίψεων τού; ἄνθρακας, καταπαύει Παρθένε, δρόσῳ τῆς σής άγαθότητοτ πάντων τάς καρδίας εὐφραίνουσα.

Όδυνηρών ἐπιφορῶν άπάλλαξον, καί νοσημάτων δεινῶν, καί τῶν ἔν βίῳ Κόρη περιστάσεων, τούς εὐλαβῶς προστρέχοντας, τῆ σεπτῇ σου Εἰκόνι, τῆ δοξασθείσῃ Πανάχραντε, τῆ ἐπισκιάσει τῆς δόξης σου.

Ὕπερθεον Κόρη τῶν πυλῶν ηὐδόκησας, τῆς τῶν ’Ἰβήρων Μονῆς, τό θεοειδές σου σωθῆναι Έκτύπωμα• ἐντεῦθεν ΙΙορταΐτισσα, φερωνύμως ἐκλήθης, ὦς θυρωρός αὐτεπάγγελτος, ταύτης σου τῆς ποίμνης καί πρόμαχος.


Ώδή γ'. Ούρανίας ἁψῖδος.
Ρϋσαι πάσης ἀνάγκης, καί προβολῆς Ἄχραντε, ταύτην σου τήν ποίμνην Παρθένε, ἀνακειμένην σοι, καί πᾶσαν ἄδικον βουλήν διάλυε τάχος κατ' αὐτῆς δεόμεθα, ὦ Πορταίτισσα.

"Ἐν τῆ σή προστασία καί μητρική χάριτι, καί συμπαθεστάτη προνοίᾳ καί ἀντιλήψει σου, ἀεί προστρέχοντες, οἵ τόν σόν κλῆρον οἰκοῦντες Κόρη Πορταίτισσα, διασῳζόμεθα.

Ἱλαστήριον θεῖον, ὦς ἀληθῶς ἔδειξας, ἡμῖν Πορταίτισσα Κόρη, τό σόν Ἐκτύπωμα, ὦ προσπελάζοντες, ψυχῶν ὁμοῦ καί σωμάτων, ἰᾶσιν λαμβάνομεν, τῆ σῇ χρηστότητι.

Παραδόξως ἀφῖκται, ἤ σῇ Είκών Ἄχραντε, πάλαι ἐκ Νικαίας ἔν Ἄθῳ τῆ εύδοκία σου, καί ὑπέρ ἥλιον, τῆς ἀρωγῆς σου ἀστράπτει, πᾶσι τά δωρήματα, τοῖς σέ δοξάζουσι.


Διάσωσον ὦ Πορταίτισσα Πάναγνε Θεοτόκε, πάσης βλάβης καί ἀναγκῶν τε καί θλίψεων, τούς όλοψύχως προστρέγοντας τῆ σῇ σκέπῃ.

Ἐπίβλεψον ἔν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοϋ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις Καὶ τὸ Κάθισμα.
Ἦχος β'. Πρεσβεῖα θερμῆ.

Προστάτις θερμῇ, καί μέγα καταφύγιον, καί σκέπη στερρά, καί σύμμαχος καί ἔφορος, ὑπάρχεις Πορταίτισσα, τῶν τήν σήν ἐκζητούντων βοήθειαν διό λύτρωσαι πάσης άπειλής, ὦς ὑπέσχου Πανάμωμε.


Ώδή δ', Σύ μου ίσχύς.
Ὄλῃ ψυχή, καί διανοίᾳ προστρέχομεν, Θεοτόκε τῆ ἀγαθότητι, καί ἐκβοῷμεν σοι ἔν κλαυθμῷ κλῖνον σου τά ὦτα, εἵς τάς φωνάς ἡμῶν Ἄχραντε, καί πλήρου τάς αἰτήσεις, Πορταίτισσα Κόρη, τάς ἡμῶν ὦς Θεοϋ Μήτηρ εὔσπλαγχνος.

Ῥήσεις τᾶς σᾶς, ἆς άπεφήνω,Πανάχραντε, περϊ ταύτης, τῆς κληρονομίας σου, πλήρου Παρθένε ὦς συμπαθής, καί μή ἀποστήσῃς, ἐκ ταύτης τήν προστασίαν σου• ἡμάρτομεν γάρ Κόρη, άλλά σοϊ καθ' ἑκάστην, τάς ἐλπίδας ήμών ἀναφέρομεν.

Τάς ψυχικάς, ἡμῶν όδύνας θεράπευσον, καί τάς νόσους, πάσας τάς τούς σώματος, τάς δυσφορήτους καί χαλεπάς, ἴασαι Παρθένε, καί θείω φόβῳ στοιχείωσον, ήμών τάς διανοίας, Πορταίτισσα Κόρη πρός Θεοϋ θελημάτων έκπλήρωσιν.

Νόμοι ἔν σοί, φύσεως κεκαινοτόμηνται, Θεομῆτορ, πάντα ὑπέρ φϋσιν γάρ, τά κατά σέ καί καινοπρεπή• καί γάρ παραδόξως, ἤ θάλασσα τήν Εἰκόνα σου, Μονή τῆ τῶν ’Ἰβήρων, ἀσινῆ ἐξαισίως, παρέδωκε φέρουσα Δέσποινα.


Ώδή ε'. Ἶνα τί με ἀπώσω;
Ἰνᾷ τϊ ἐλαμπρύνθη, ἤ δεδοξασμένη Είκών τοϋ προσώπου σου, καί ἐμεγαλύνθη, ὑπέρ, λόγον Άγνή Πορταίτισσα; ξένως γάρ ὦς ᾖκεν, ἡμῖν ποτέ διά θαλάσσης οϋτω ξένα ἐργάζεται θαύμιατα.

Τῶν δαιμόνων τά θράση, καθ' ἡμῶν κατάβαλε Θεοχαρίτωτε, καί τῶν μελετώντων, πονηρά καί κενά Πορταίτισσα, κατά τοϋ σοϋ ’Ὄρους, ὁ ήρετίσω ὦς οἰκεῖον, τάς δεινάς σκευωρίας ματαίωσον.

Ἱεράν σε κρηπῖδα, καί άπεριδόνητον ἱεράν ἄγκυραν, κεκτημένοι Κόρη, οἵ σοϊ δοϋλοι, πρός σέ καταφεύγομεν• διό τάς σπιλάδας τῶν πειρασμῶν, καί καταιγίδας, ὦς ἀφροῦς θαλαττίους διάλυσον.

Σωτηρίας πρός τρίβον, καί πρός μετανοίας όδόν τήν σωτήριον, ϊθυνον Παρθένε, τούς θερμῶς πρoσιόντας τῆ σκέπή σου, καί μετά τό τέλος ὑπέρ ήμών ὦς ἐπηγγείλω, ἀγαθά τῷ Θεῶ ἡμῶν λάλησον.


Ὠδή στ'. Τῆν δέησιν ἐκχεῶ.
Σωμάτων σε, ἰατῆρα ἄμισθον, τῶν ψυχῶν θεραπευτήν κεκτημένοι, ὦς ἀληθῶς Πορταίτισσα Κόρη, τῆ εὐκλεεῖ σου εἰκόνι προστρέχομεν, καί ἕξ αὐτῆς τάς δωρεᾶς, τῆς εὐνοίας σου πίστει λαμβάνομεν.

Ἀκύμαντος τῶν κυμάτων ὕπερθεν, διαπλεύσασα ἤ θεία Εἰκών σου, ᾖκεν ἡμῖν ὦς λιμήν σωτηρίας, καί τῶν δεινῶν κατευνάζει τά κύματα, γαλήνην δέ τήν ἀληθῇ, πρυτανεύει ἡμῖν Πορταίτισσα.

Τήν πύλην μοι, τῆς ζωῆς ύπάνοιξον, ἀφαρπάζουσα πυλών με τοϋ ἌΙδου, ἤ Πυλωρός τῆς Μονῆς τῶν ’Ἰβήρων, ὀνομασθῆναι θελήσασα Δέσποινα, ἀποκοπήν μοι τῶν χρεών, τῶν πολλῶν μου εύσπλάγχνως βραβευθεῖσα.

Ήγίασται, ἀληθῶς ἤ θάλασσα, διαπλεύσει τῆς ἀγίας Μορφῆς σου, ἤ δέ Μονή τῶν ’Ἰβήρων ὦς πλοῦτον, τῆς ἀρωγῆς σου αὐτήν ὑπεδέξατο, ἅπας ὅ Ἄθως δέ αὐτήν, ὦς ἐλπίδος πυρσόν κατεπλούεησε.


Διάσωσον ὦ Πορταίτισσα Πάναγνε Θεοτόκε, πάσης βλάβης καί ἀναγκῶν τε καί θλίψεων, τούς όλοψϊχως προστρέχοντας τῆ σῇ σκέπη.

Ἄχραντε ἤ διά λόγου τόν λόγον άνερμηνεύτως, ἐπ' έσχάτων τῶν ήμερων τεκοῦσα δυσώπησον, ὦς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις Καὶ τὸ Κοντάκιον.
Ἦχος β'. Τοῖς τόν αίμάτων σου.

Ὦς προστασίαν καί σκέπην καί ἔφορον, ὅ περιώνυμος κλῆρος σου Ἄχραντε, ὑμνεῖ σε ἀεί Πορταίτισσα, καί ἐκ βαθέων ψυχῆς ἀνακράζει σοι• άπαύστως με φύλαττε Δέσποινα.


Καὶ εὐϑὺς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς)
Στίχ. Τό πρόσωπον σου λιτανεύσουσιν οἵ πλούσιοι τοϋ λαοῦ.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, έξάλειψον τά πλήθη, τῶν έμών ἐγκλημάτων.

Καί νϋν.
Τῆς Πορταϊτίσσης ταῖς θείαις ἱκεσίαις, ἐξαλεῖψον τά πλήθη τῶν έμών ἐγκλημάτων.


Στίχος: Ἐλεῆμον ἐλέησόν με ὁ Θεὸς
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποϑέμενοι.

Ἔχει σε Πανάχραντε, τό μέγα Ὄρος τοῦ Ἄθω, μέγα καταφύγιον, οἰκεῖα χρηστότητι καί διάσωσμα• διά σοϋ πάσης γάρ, θλίψεως λυτροϋται• Πορταίτισσαν δέ ἄγρυπνον, ὤσπερ ηὐδόκησας Μάνδρα τῶν ’Ἰβήρων τί ἔνδοξος. Ἀλλ' ὦ θεοχαρίτωτε, δίδου ἡμῖν πᾶσιν τήν χάριν σου, καί μή ἀποστρέψῃς, τό πρόσωπον σου Κόρη ἀφ' ήμών, ἄχρι τερμάτων αἰῶνος δέ, φύλαττε τούς δούλους σου.

Σῶσον ὅ Θεός τόν λαόν σου κ.τ.λ.
Κύριε έλέησον ιβ',
καί εὐθύς, αἵ λοιπαί ᾠδαί.

"Ωδή ζ'. Παῖδες Ἑβραῖον ἔν καμίνῳ.

Νόσους ποικίλας θεραπεύει, καί ἀκάθαρτα πνεύματα διῴκει, τῆς Εἰκόνος τῆς σῆς ἤ χάρις Θεοτόκε• ἐντεῦθεν Πορταίτισσα, πᾶσα γλῶσσα σέ δοξάζει.

Δύναμιν δίδου Θεοτόκε, τοῦ πατεῖν ἤμας ἐχθροῦ τάς πανουργίας, καί συμμάχει ἡμῖν, ἀεί ὦς καθυπέσχου, κατά τοϋ πολεμήτορος, καθ' ἡμῶν ὠρυομένου.

Ἔλαιον ἄλευρον καί οΐνον, ὦς ἐπλήθυνας πότε ἔν τῆ Μονή σου, οϋτω δίδου Άγνή, τοῖς σοῖς ἱκέταις πᾶσι, τῆς μητρικῆς εὐνοίας σου, τάς πλουσίας εὐλογίας.

Σκέπε τῆν σῆν κληοονομίαν, Πορταίτισσα ἐκ πάσης έπηρείας• ὅτι ἅπας πρός σέ, ὅ Ἄθως ἀτενίζει, ἔν εὐκαιρίαις Ἄχραντε, καί ἔν θλίψεσι τοϋ βίου.


Ώδή η'. Τῆν ἔν Ὄρει άγιω δοξασθέντα.
Ἔν έσπέρα πρωϊ, καί μεσημβρία• ἔν ήμέρα, νυκτί καί πάσῃ ὤρα καί ἔν παντί καιρῶ καθικετεύω σε, στένων καί δακρύων, ἀσπάζομαι φόβῳ σήν σεπτήν Εἰκόνα.

Ἴασαι μου τά πάθῃ τῆς καρδίας φώτισόν μου τόν νοῦν έσκοτισμένον ὄντα, καί τήν ψυχήν μου τεθνηκυῖαν ζώωσον, καί υἱόν ἡμέρας, καί φωτός με δεῖξον, Δέσποινα κληρονόμον.

Σέ αἰνοῦσιν, ἀγγέλων πανηγύρεις, καί ὑμνοῦσιν ἀνθρώπων όμηγηρεις• καί οὐρανός καί γῆς καί θάλασσα, πάναγνε κυρίως ἀνυμνολογοῦσι τήν σήν σεπτήν Εἰκόνα.

Χαῖρε, πύλη, καί γέφυρα καί κλῖμαξ, ἐκ θανάτου πρός τήν ἀθανασίαν, δι' ἦς χωροῦμεν διαπεραιούμενοι, τήν ὑγράν τοϋ βίου θάλασσαν καί γῆθεν, ὑψούμεθα πρός πόλον.


Ώδή θ'. Ἐξέστη ἐπί τούτῳ ὅ οὐρανός.
Ὦς θάλαμον ὡραῖον καί φαεινόν, ὦς εύώδη νυμφῶνα Πανάμωμε, ὦς εύανθή, κῆπον καί παράδεισον εὐθαλῇ, ὦς νοητόν ἁγίασμα, ὦς χρυσοπορφύρωτον κιβωτόν, ὦς ἔμψυχον χωρίον, καί πύρινον ὦς θρόνον, τήν σήν Εἰκόνα ὀνομάζομεν.

Ἰσχύν καί θυμηδίαν ἔν τοῖς δεινοῖς, καί παράκλησιν Κόρη ἔν θλίψεσι, δίδου ἡμῖν, τοῖς ὑπό τήν σκέπην σου τήν σεπτήν, Παρθένε Πορταίτισσα, πίστει καταφεύγουσιν ἀκλινεῖ, συγχώρησιν πταισμάτων, ἡμῖν ἐξαιτουμένῃ, καί μετοχήν ζωῆς τῆς κρείττονος.

Μή παύσῃ περισκέπουσα ἔν παντί, τό περίβλεπτον Ὄρος Ἄχραντε, τό εὐλαβῶς, Κόρη ἔν ήμέρα τε καί νυκτί, τό Ἅγιον σου ὄνομα, φέρον ἔν τῷ στόματι καί νοῖ, παρέχουσα ἔν τούτῳ τῆς σῆς ἐπιστασίας, χειρί πλουσία τά γνωρίσματα.

Ναμάτων ψυχοτρόφων καί γλυκερῶν, ὦς πηγή σωτηρίου ἀκένωτος, βλύζεις ἀεί, ῥεῖθρα τά θεόβρυτα μυστικῶς, καί ἅπασαν, τήν Ποίμνην σου, ἄρδεις καί εὐφραίνεις προφητικῶς άλλά καί μετά τέλος, ἤμας ἀκατακρίτους, τῷ σῶ Υίω Άγνή παράστησον.

Ή ἄχραντος Εἰκών σου καί εὐκλεής, ὤσπερ ἥλιος Κόρη ὑπέρλαμπρος, αϊγλη τῆ σῇ, ἐκ τῶν Ἰβήρων σεπτῆς Μονῆς, ἀστράπτει ἔν τῷ Ὄρει σου, καί εἵς πάντα κόσμον ὑπερφυῶς, καί λύει παθημάτων, τήν νύκτα Θεοτόκε, ταῖς τῶν θαυμάτων ἀναλάμψεσι.

Νόος μου τῆν όμίχλην τήν χαλεπήν, τῷ φωτί τοϋ προσώπου σου δέομαι, λῦσον Άγνη, καί τά τῆς ψυχῆς μου πάθῃ δεινά, θεράπευσον καί σῶσον με, ἐκ τῆς δυναστείας τοϋ πονηροῦ, καί ὤρα τοϋ θανάτου, ἐξάρπασον με Κόρη, ἐκ τῶν χειρῶν τοϋ κοσμοκράτορος.


Καὶ εὐϑύς, τό’
Ἄξιον ἐστιν ὡς ἀληϑῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τῆν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφϑόρως Θεὸν Λόγον
τεκοῦσαν τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Πρόσδεξαι τούς ὕμνους Μῆτερ Άγνή, οϋς ἔν τῷ Ναῶ Σου, Σοϊ προσφέρομεν εὐλαβῶς, καί δός ἡμῖν χάριν, τοϋ προσκυνεῖν ἀξίως, τήν πάνσεπτον Εἰκόνα Σου Πορταίτισσα.

Ἦνκε ξενοτρόπως ἤ σῇ Είκών, ἔν τῷ Ὄρει Ἄθω, καί ἐδόθη ὦς θησαυρός, τῆ Μονή Ἰβήρων, Άγνή θεογεννήτορ• διό ὑμνολογοῦμεν τά σά θαυμάσια.

Χαῖρε τῶν Άγγέλων ἤ χαρμονή, καί Μονῆς Ἰβήρων, Πορταίτισσα άρωγή, καί παντός τοῦ κόσμου ἐξαίρετος Προστάτις, καί κηδεμών καί σκέπη Θεογεννήτρια.

Στήλη θεοτύπωτος ἐμφανής, τῆς περϊ ἤμας σου, προστασίας ἤ σή Εἰκών, πέλει Θεοτόκε• διό ἅπας ὅ Ἄθως καί μεγαλύνει σέ Πορταίτισσα.

Σκέπε τῆν Μονήν σου πάσης ὀργῆς, καί βλάβης Παρθένε, καί μανίας τοϋ δυσμενοῦς, καί ἔν ὤρα δίκης, ἤμας ἀκατακρίτους, φύλαξον Θεοτόκε τούς πεποιθότας σοι.

Τούς τοῦ Ὄρους Ἄθω Καθηγητάς, Μοναστάς Μιγάδας, Ἱεράρχας καί Ἀθλητάς, Ὁμολογητάς τε, Ποιμένας καί Ὁσίους, τῶν Μοναστῶν τά πλήθη, ὕμνοις τιμήσωμεν.

Πάσαι τῶν, Άγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἤ δωδεκάς, οἵ ἅγιοι πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἵς τό σωθῆναι ἤμας.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.


Ἀπολυτίκιον τῆς Πορταϊτίσσης. Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος.
Τήν θείαν Σοῦ Εἰκόνα δεδεγμένοι ἔν θαύματι, Πυλωρόν Παρθένε καί σκέπην καί Προστάτιδα ἔχομεν, τοϋ κλήρου σου οἵ τρόφιμοι ἀεί, καί Σοῦ ὦς άφομείωμα ἡμεῖς, τήν Αύτήν Σου προσκυνοῦντες ἀπό ψυχῆς, βοῶμεν σοι Θεοτόκε• δόξα τῆ παναγάθῳ Σου βουλή, δόξα τῆ προστασία Σου, δόξα τῆ πρός ἤμας Άγνή θεῖα προνοίᾳ Σοῦ.

Κοντάκιον. Ἦχος πλ. δ'. Τό προσταχθέν μυστικῶς.
Τῶν μοναστῶν ἤ πληθῦς δεῦτε τοῦ Ἄθω, ἀνευφημήσωμεν πιστῶς ἔν θείοις ϋμνοις, τήν Πανάχραντον Παρθένον καί Θεοτόκον, Ἰβήρων τῆς σεβασμίας θείας Μονῆς τήν μόνην κηδεμονίαν καί θυρωρόν, καί τοῦ ’Ὄρους τήν Ἔφορον, ἀναβοῶντες ἐκτενῶς, χριστιανῶν τό στήριγμα, Χαῖρε Κόρη Μητρόθεε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β'. Ὅτε ἐκ τοϋ ξύλου σε νεκρόν.

Πάντας τούς προστρέχοντας πιστῶς, τῆ σῇ κραταιά προστασία, τήν Εἰκόνα σου, χάριν τε καί ἐλεός, ἡμῖν πηγάζουσαν, μετά φόβου καί πίστεως, Άγνή προσκυνοῦντας, σῷζε Πορταίτισσα, πάσης στενώσεως πάσης προσβολῆς ἐναντίας καί ὀδυνηρῶν συμπτωμάτων, καί τῶν ἔν βίῳ περιστάσεων.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.


Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης