Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Γλυκοφιλούσα Empty Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Γλυκοφιλούσα

Την / Το Τρι Νοε 06, 2012 2:16 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Γλυκοφιλούσα

Ποιηθείς ἑν Αγίω Όρει υπὸ Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
'Υμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Εκκλησίας

Ἐκδίδονται Δαπάνη τῆς ἐν Αγίω Ὄρει Ἰεράς Μονής Φιλοθέου.


Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Γλυκοφιλούσα Panagi15

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἔν τῆ άληθεία σου, εἰσάκουσον μου ἔν τῆ δικαιοσύνη σου. Καί μή εἰσέλθῃς εἵς κρίσιν μετά τοϋ δούλου σου, ὅτι οὗ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὅ ἐχθρός τήν ψυχήν μου ἐταπείνωσεν εἵς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἔν σκοτεινοῖς, ὦς νεκρούς αἰῶνος, καί ήκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἔν έμοι ἐταράχθη ἤ καρδία μου. Ἐμνήσθην ήμερων ἀρχαίων, ἐμελέτησα ἔν πᾶσι τοῖς ἔργοις σου, ἔν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ἤ ψυχή μου ὦς γῆ ἄνυδρος σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἵς λάκκον. Ἀκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ὅτι ἐπί σοι ἤλπισα. Γνώρισον μοι, Κύριε, όδόν ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἷ ὅ Θεός μου. Τό Πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει με ἔν γῆ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις με. Ἔν τῆ δικαιοσύνη σου, έξάξεις ἐκ θλίψεως τήν ψυχήν μου. Καί ἔν τῷ έλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί άπολεΐς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σοῦ εΐμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Β'. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Γ'. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καί τά Τροπάρια

Ἦχος δ'. Ό ὑψωθείς ἔν τῷ Σταυρῶ.

Ὡς παραδόξως ἤ ἅγια Είκών σου, ἐκ Βυζαντίδος τῆ Μονῇ Φιλοθέου, διά θαλάσσης πάλαι παραγέγονε, θάλασσαν χαρίτων σου, άεννάως βλυστάνει, τοῖς πιστῶς προστρέχουσι, τῆ αὐτῆς ἀντιλήψει, καί ἐκβοῶσι Κόρη ἐκ ψυχῆς Γλυκοφιλοῦσα, σύ εἰ ἡμῶν ἔφορος.

Δόξα. Ὅμοιον.
Γλυκέως Κόρη οἵα Μήτηρ φιλοῦσαν, καθάπερ βρέφος τόν παντέλειον Λόγον, τῆ σή Εἰκόνι ἔκθαμβοι όοώντές σε, πίστει έκβοώμέν σοι Μητρικαῖς σου πρεσβείαις, τοῦτον ἡμῖν ἰλεῶν, ὦς φιλάνθρωπον φύσει, τοῖς ἀναξίοις τέκνοις σου Ἀγνῇ, Γλυκοφιλοῦσα, μή παύσῃ παρέχουσα.

Καί νῦν. Ὅμοιον.
Οὗ σιωπᾷ τοῦ Φιλοθέου ἤ Μάνδρα, ἀνακηρύττειν τά πολλά μεγαλεία, τῆς θαυμαστῆς Εἰκόνος σου ἑκάστοτε' σῴζεις ἐκ κινδύνων γάρ, ἔν ξηρά καί θαλάσσῃ, τούς πιστῶς φωνοῦντας σου, τήν σωτήριον κλῆσιν. ’Ἀλλά μή παύσῃ Κόρη προνοεῖν, Γλυκοφιλοῦσα, καί σκέπειν τήν ποίμνην σου.


Ό Ν' (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.


καί ὁ Κανών οὗ ἤ ἀκροστιχίς
«Γλυκοφιλούσης τήν χάριν ὕδω. Γερασίμου».

’Ὠδή ἀ'. ’Ἦχος πλ. Σ'. Ὑγράν διοδεύσας.

Γαλήνην παρέχουσα καί χαράν, καί ἄφθονον χάριν, Φιλοθέου ἔν τῆ Μονῇ, κατῆρεν Ἀγνῇ ἐκ τῆς Έώας, Γλυκοφιλοῦσα Είκών σου ἤ πάνσεπτος.

Λιμένι ὦς ὥρμισται θαυμαστώς, Μονῆς Φιλοθέου, ἤ Εἰκών σου ἤ ἱερά, λιμήν σωτηρίας ἀνεδείχθη, Γλυκοφιλοῦσα τοῖς ταύτῃ προστρέχουσι.

Ὑπέπλευσε Κόρη τῆ σή χειρί, θάλασσαν άκλύστως, ἤ  Είκών σου ὑπερφυῶς, καί ᾖκε πηγάζουσα ἔν Ἄθω, Γλυκοφιλοῦσα ζωῆς θείας νάματα.

Κινδύνων λυτροῦσαι παντοδαπῶν, καί πάθη ἴασαι, τῆ σή χάριτι χαλεπᾷ, τοῖς πίστει στερρᾷ ἀναφωνοῦσι, Γλυκοφιλοῦσα τό μέγα σου ὄνομα.


Ὠδή γ΄ Ούρανίας ἁψῖδος.
Ov ὦς βρέφος οἰκεῖον, καταφιλεῖς Ἄχραντε, καί Γλυκοφιλούσης τήν κλῆσιν, προσφόρως ἔχουσα, αὑτόν ἱκέτευε, συμπαθεστάτη ὦς μήτηρ, δοῦναι ταῖς ψυχαῖς ήμών, χάριν καί ἐλεός.

Φοβερά τοῖς ὁρῶσιν, ἤ σῆ μορφή δείκνυται, φλέγουσα δαιμόνων τά στίφη, καί πᾶσι νέμουσα, φώς θεῖον Ἄχραντε ὅθεν τῆ σῆ προστασία Φιλοθέου γάννυται, Μονῇ ἤ ἔνθεος.

Ἰδέ ἄνωθεν Κόρη, ἔν συμπαθεῖ βλέμματι, τούς δέει πολλῷ παρεστῶτας, πρό τῆς Εἰκόνος σου, καί δός ὦς εὔσπλαγχνος, Γλυκοφιλοῦσα Παρθένε, τούτοις τά σωτήρια, ὄντως δωρήματα.

Λύσιν πάσης ἀνάγκης, καί ἀρωγήν κρείττονα, καί ἔν συμφοραῖς σωτηρίαν, ἀεί κομίζεται, ἤ Φιλοθέου Μονῇ, Γλυκοφιλοῦσα σή σκέπη ὅθεν χαριστήριον, αἶνον προσᾴδει σοι.


Διάσωσον Γλυκοφιλοῦσα Παρθένε πάσης ἀνάγκης, τήν Φιλοθέου Μονήν θερμῶς θησαυρίζουσαν, τήν σήν Εἰκόνα ὦς τεῖχος καί προστασίαν.

’Ἐπίβλεψον ἔν εύμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ’ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β'. Πρεσβεῖα θερμῇ.

Πρεσβείαν τήν σήν, ὦς μέγα καταφύγιον, καί σκέπην στεῤῤάν, καί ἔν παντί βοήθειαν, πλουτοῦντες έκβοώμέν σοι ’Ἀπό πάσης ἡμᾶς ῥύου πάντοτε, Γλυκοφιλοῦσα Παρθένε Ἀγνῇ, μανίας καί βλάβης τοῦ ἀλάστορος.


’Ὠδή δ'. Εἰσακήκοα Κύριε.
Ὄρος Κόρη τού Άθωνος, τά σά μεγαλεῖα κηρύττει πάντοτε βοηθός γάρ τούτου πέφηνας, ὦ Γλυκοφιλοῦσα καί ἀντίληψις.

Ὕδωρ θεῖον ἀνέβλυσεν, ἔνθα ἤ Είκών σου τό πρῶτον τέθειται ὦ άγίασον καί ἴασαι, ὦ Γλυκοφιλοῦσα τούς ὑμνοῦντας σε.

Σήν ἐξαίρετον εὔνοιαν, Ίωαννικίω ὦς πρίν ἐδήλωσας, οὕτω δείκνυε ἑκάστοτε, περί τήν Μονήν σου ταύτην Ἄχραντε,

Η Εἰκών σου ἤ πάνσεπτος, χύδην ἀναβλύζουσα τά ἰάματα, τῶν παθών ξηραίνει βόρβορον, ὦ Γλυκοφιλοῦσα ’Ἀειπάρθενε.


Ώδή ἒ΄ Φωτίσαν ἡμᾶς.
Στόμα μητρικόν, ὦ φιλεῖς Χριστόν ὦς νήπιον, Κόρη ἄνοιξον καί λάλησον αὐτῷ, ἀγαθά ὑπέρ ἡμῶν τῶν δοξαζόντοον σε.

Ταύτην τήν Μονήν, σύν αὑτῇ δέ πάν τό ’Ὄρος σου, οάνέδειξας ἁγίασμα σεπτόν, τῆ σή σκέπη Θεοτόκε σκέπε πάντοτε.

’ἬΙνεσε τά σά, μεγαλεία λαμπρῷ στόματι, ὅ πεσῶν ἐκ τοῦ τριστέγους καί σωθείς, Θεοτόκε παραδόξως τῆ σή χάριτι.

Νοῦς οὑκ ἐξαρκεῖ, ἐξειπεῖν τά σά θαυμάσια ὡς μονάζουσα  ὀφθεῖσα γάρ Ἀγνῇ, τόν πεσόντα ἐκ βεβαίας συντριβῇς ἔσωσας.


Ώδή στ'. Τήν δέησιν έκχεῶ.
Χαρίτων παντοδαπῶν πρυτανεῖον, ἀνεδείχθη ἤ ἅγια Είκών σου, ἔνθα όράσαι φιλοῦσα ὦς βρέφος, τόν Ποιητήν τῶν αἰώνων καί Κύριον διό ἀγάλλεται ἔν σοί, Φιλοθέου Μονῆς ἤ συγκρότησις.

Ακλύστως διασωθέν ἐκ τοῦ σάλου, τοῦ συμβάντος τῆ θαλάσσῃ τό πλοῖον, Γλυκοφιλοῦσα τῆ σῆ ἐπικλῄσει, καί οἱ ἔν τούτῳ σωθέντες ἀνύμνησαν, τό μέγα σου ὦς ἀληθῶς, τῆς αὑτῶν σωτηρίας θαυμάσιον.

'Ῥημάτων ἐκ κατωδύνου καρδίας, ἐπακούσασα τού σοί προσελθόντος, τούτῳ υἱόν ἐχαρίσω Παρθένε, τῆς ὁμοζύγου τήν στείρωσιν λύσασα' διό καρπούς πνευματικούς, καί ἡμᾶς ἐκβλαστάνειν ἀξίωσον.

’Ἰάσεις ἐπισκιάσει σου θεῖα, ἀναβλύζει ἤ ἅγια Εἰκών σου, Γλυκοφιλοῦσα Μονῆς Φιλοθέου, περιφανές καί σεπτόν ἀγαλλίαμα, καί τῶν σωματων καί ψυχῶν, θεραπεύει ἀεί τά συντρίμματα.


Διάσωσον Γλυκοφιλοῦσα, Παρθένε πάσης ἀνάγκης, τήν Φιλοθέου Μονήν θερμῶς θησαυρίζουσαν, τήν σήν Εἰκόνα ὦς τεῖχος καί προστασίαν.

Ἄχραντε. ἤ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὦς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β. Προστασία τῶν Χριστιανῶν.

Ὡς τόν πάντων καταφιλοῦσα δεσπόζοντα, καί Γλυκοφιλοῦσα κεκλῃμένῃ Πανάχραντε, μή έλλείπης ὦς συμπαθής σκέπειν καί φρουρεῖν, τήν σήν σεπτήν ταύτην Μονήν, καί τούς προσπίπτοντας πιστῶς τῆ ἅγια Εἰκόνι σου, πάσης ἐχθρῶν μανίας, καί λύπης καί ἀθυμίας, ὦς προστασία άληθής, τοῦ σοῦ κλήρου Παναμώμητε.


Ποοκείμιενον.
Τό πρόσωπον σου λιτανεύσουσιν οἵ πλούσιοι τοῦ λαοῦ.
Στιχ. Μνησθήσομαι τοῦ ὀνόματος σου...

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν.(Κεφ. α´ 39-49, 56)

’Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, εἰς τήν ὀρεινήν μετά σπουδῆς, εἰς πόλιν ’Ἰούδα καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου, καί ἠσπάσατο τήν ’Ελισάβετ. Καί ἐγένετο, ὦς ἤκουσεν ἤ ’Ελισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἔν τῆ κοιλία αύτής καί ἐπλήσθη Πνεύματος άγιου ἤ ’Ελισάβετ, καί ἀνεφώνησε φωνή μεγάλη, καί εἶπεν Εὐλογημένη σύ ἐν γυναιξικαί εύλογημένοςοκαρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο, ἰνᾷ ἔλθῃ ἤ Μήτηρ τοῦ Κυρίου μου πρός με; ’Ἰδού γάρ, ὦς ἐγένετο ἤ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτα μου, ἐσκίρτησε τό βρέφος ἔν ἀγαλλιάσει ἔν τῆ κοιλία μου. Καί μακαρία ἤ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὑτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ Μεγαλύνει ἤ ψυχή μου τόν Κύριον, καί ήγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῶ τῷ Σωτῆρι μου ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης αύτου ἰδού γάρ, ἀπό τοῦ νῦν μακαριοῦσι με πάσαι αἵ γενεαί ὅτι ἐποίησε μοι μεγαλεία ὅ δυνατός καί ἅγιον τό ὄνομα αύτοΰ. ’Ἔμεινε δέ Μαριάμ σύν αύτή ώσεί μήνας τρεῖς, καί ὑπέστρεψεν εἰς τόν οἶκον αὑτῆς.

Δόξα.
Ταῖς Γλυκοφιλούσης, λιταῖς Μητρός σου Σῶτερ, έξάλειψον τά πλήθη, τῶν ἑμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, έξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον.
’Ἠχός πλ. β'. Ὅλην ἀποθέμενοι.
Στίχ. Έλέησόν με ὅ Θεός κατά τό μέγα ἐλεός σου...

Ὄλβον ἐπουράνιον, καί ἱλαστήριον μέγα, ἐξ Έώας δέδεκται, ἤ Μονῇ σου Δέσποινα τήν Εἰκόνα σου μυστικῶς βλύζει γάρ, τῆς σής προστασίας, καθ’ ἑκάστην τά δωρήματα, κινδύνων σῴζουσα, χάριν δέ καί ἔλεος νέμουσα, τοῖς τό σεπτόν σου ὄνομα, ἐπικαλουμένοις ἐκ πίστεως° ὄθεν σοι βοῶμεν Άγνή Γλυκοφιλοῦσα Μαριάμ, τήν Μάνδραν ταύτην διάσῳζε, καί ἅπαν τό Ὄρος σου.


Σῶσον ὁ Θεός τόν λαόν σου...

Ώδή ζ'. Οἵ ἐκ τῆς Ἰουδαίας.

Νοσημάτων παντοίων καί λῃστῶν εξ’εφόδου πάλαι ὡς ἔσωσας, Ἀγνῇ Γλυκοφιλούσα,τον σόν πιστόν ἱκέτην, οὕτω σῷζε ἑκάστοτε, τούς προσιόντας πιστῶς τῆ θεῖα σου Εἰκόνι.

'Ὑπέρ φῦσιν Παρθένε, ἐνεργεῖ καθ’ ἑκάστην χάρις ἤ ἔνθεος, Εἰκόνος σου τῆς θείας, Ἀγνῇ Γλυκοφιλοῦσα, καί ἐξαιρεῖ τῶν θλίψεων, καί χαλεπῶν συμφορῶν, τούς σε παρακαλοῦντας.

Δοξασθεῖσα χορεύει, ἤ Μονῇ Φιλοθέου ἔν τῆ Εἰκόνι σου’ ἐκ ταύτης γάρ καρποῦται, καλῶν τήν ἀφθονίαν, καί πηγήν πάσης χάριτος, καί σε δοξάζει φαιδρώς, Ἀγνῇ Γλυκοφιλοῦσα.

Ὡς ἔν γῆ διασῴζεις, καί ἐκ σάλου θαλάσσης Άγνή τούς δούλους σου, μή παύσῃ καί μελλόντων, κινδύνων τε καί πόνων, Θεοτόκε ἐξαιροῦσα, τούς σοῦς ἱκέτας ἤμας, Γλυκοφιλοῦσα Κόρη.


Ώδή ἡ'. Τόν βασιλέα.
Γλυκοφιλούσης, τῆ Παναγία Εἰκόνι, νῦν προσπέσωμεν. οἵ πάσχοντες ποικίλως, ἶνα λυτρωθῶμεν, δεινῶν τῶν συνεχόντων.

Ἐκ τῆς Έώας, θαλασσοπόρος ὦς ᾖκεν, ἡμῖν Δέσποινα Είκών σου ἤ άγία, θάλασσαν πηγάζει, χαρίτων ούρανίων.

Ῥῶσιν λαμβάνει, καί τήν κατ’ ἄμφω ὑγείαν, πᾶς προστρέχων σου Γλυκοφιλοῦσα Κόρη, τῆ σεπτῇ Εἰκόνι, κηρύττων σου τήν χάριν.

Ἀγνῇ Παρθένε, τούς τῆ Μονῇ Φιλοθέου, ἐνασκήσαντας  παράλαβε Ὁσίους, καί σύν τούτοις Κόρη, ὑπέρ ἡμῶν δυσώπει.


Ὠδή θ΄. Κυρίως Θεοτόκον
Σωτήριον λιμένα, κέκτηται ἤ ποίμνη, τοῦ Φιλοθέου τήν θείαν Εἰκόνα σου, Γλυκοφιλοῦσα καί ταύτῃ σπεύδει ἑκάστοτε.

Ἰδού τῆ σῆ Εἰκόνι, ὡς μητρί σοι Κόρη, τά σά ἀνάξια τέκνα προσπίπτομεν, Γλυκοφιλοῦσα ζητοῦντες τήν προστασίαν σου.

Μονῇ ἤ Φιλοθέου, τέρπου καί ἀγάλλου, Γλυκοφιλούσης Εἰκόνα κατέχουσα, τῆς μητρικῆς σοι εὐνοίας τά δῶρα νέμουσαν.

Ὁσίων τῶν ἔν ταύτῃ, Μονῇ ἠσκηκότων, Γλυκοφιλοῦσα προσδέχου τήν δέησιν, ὑπέρ ἡμῶν τῷ Υἱῷ σου ταύτην προσάγουσα.

'Ὑμνεῖν ἀδιαλείπτως, ὀφείλομεν Κόρη, τῶν πρός ήμάς σου χαρίτων τό μέγεθος, ἀλλ’ ἀποροῦντες σιγῇ σοι ἀεί προσπίπτομεν.


’Ἀξιόν ἔστιν ὦς ἀληθῶς, μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί τταναμώμητον, καί μητέρα τοΰ Θεοΰ ήμών. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σε μεγαλύνομεν.

καί τά παρόντα Μεγαλυνάρια
Τῆς Γλυκοφιλούσης τήν ἱεράν, καί σεπτήν Εἰκόνα, οἵα γέρας περιφανές, ἤ τοῦ Φιλοθέου, Μονή πλουτοῦσα ἀδεῖ, χαριστηρίους ὕμνους τῆ Θεομήτορι.

Ἦκε διαπλεύσασα θαυμαστῶς, ἐκ τοῦ Βυζαντίου, ἤ Είκών σου ἤ εὐκλεής, ἔν τῷ ’Ὄρει ’Ἄθω, καί δέδοται Παρθένε, Μονῇ τού Φιλοθέου, τῆ ἀντιλήψει σου.

Χάρις τῆς Εἰκόνος σου ἤ σεπτῇ, ὦ Γλυκοφιλοῦσα, διαλάμπει πάσῃ τῆ γῆ, καί τούς ἔν κινδύνους, καί θλίψεσι προφθάνει, καί σῴζει τούς φωνοῦντας τήν θείαν κλῆσιν σου.

Χαίροις ἤ τοῦ Ἄθω σκέπη στεῤῤά, καί τῆς Φιλοθέου, Μονῆς φύλαξ καί βοηθός' ταύτῃ γάρ βραβεύεις, ἀεί Γλυκοφιλοῦσα, τῆς θείας ἀρωγῆς σου, πλοῦτον τόν ἄφθονον.

Ὡς άνεχειρίσω τῆ σή χειρί, τό πῦρ τό παμφάγον, ἔν τῷ δάσει τῆς σῆς Μονῆς, ούτο^ σκέπε ταύτην, Άγνή Γλυκοφιλοῦσα, ἐκ πάσης ἐπηρείας, τοῦ πολεμήτορος.

Ἔχει Φιλοθέου ἤ σῆ Μονῇ, ὦ Γλυκοφιλοῦσα, τήν Εἰκόνα σου τήν σεπτῇ Ν, πύργον ἀσφαλείας, καί σκέπην σωτηρίας• διό καί καταφεύγει, ταύτῃ ἑκάστοτε.

’Ἐν ἀνάγκη πάσῃ καί συμφορά, θλίψει καί ὀδύνη, καταφεύγομεν εὐλαβῶς, ὦ Γλυκοφιλοῦσα, τῆ σή σεπτῇ Εἰκόνι, καί θᾶττον ἐπηρείας, πάσης λυτρούμεθα.

Δέχου τῶν τεκνίων σου τάς φωνάς, ὦ Γλυκοφιλοῦσα, οἵα μήτηρ πάντων πιστῶν, καί πταισμάτων λύσιν, καί ἀρετῶν τήν κτῆσιν, καί σωτηρίαν αΐτει, ἡμῖν αἰώνιον.

Φιλόθεον πάντες τόν τῆς Μονῆς, δομήτορα θεῖον, Θεοδόσιον Συμεών, σύν Διονυσίῳ, Κοσμά Δαμιανῷ τε, συνάμα Δομετίῳ Ὗμνοις τιμήσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἵ Στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἤ δωδεκάς, οἵ ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τούς προσπίπτοντας πιστῶς, τῆ χαριτοβρύτῳ Εἰκόνι, τῆς ἐμφερείας σου, Δέσποινα Πανύμνητε, Γλυκοφιλοῦσα Ἀγνῇ, πάσης θλίψεως λύτρωσαι, τῆ σή ἀντιλήψει, Ἴασιν καί ἄφεσιν, πᾶσι παρέχουσα σύ γάρ οἵα Μήτηρ 'Ὑψίστου, πάντων ἐκπληροῖς τάς αἰτήσεις ὅθεν σου τήν δόξαν μεγαλύνομεν.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μήτηρ, τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Δίστιχον

Γλυκοφιλοῦσα τήν Γερασίμου δέξαι
δέησιν ταύτην, ὦ σωτηρίαν δίδου.





Κατεβάστε την Παράκληση



Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης