Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Ελεούσαν Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Ελεούσαν

Την / Το Τρι Νοε 06, 2012 4:01 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Ελεούσαν

Ποίημα Δρος Χαραλάμπους Μ. Μπουσια
Μ.Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας.

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Ελεούσαν Eleous10
ΤΗΣ ΙΕΡΑΣ ΜΟΝΗΣ ΖΩΟΔΟΧΟΥ ΠΗΓΗΣ ΠΑΤΜΟΥ

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα καὶ τὰ εξής  Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.

Τῆν θαυματόβρυτον σεπτήν σου εἰκόνα ἔν πανιέρῳ σου Μόνη, Ἐλεοῦσα, φερούσῃ κλῆσιν, Μῆτερ, Ζωοδόχου Πηγῆς, πόθῳ ἀσπαζόμενοι εὐλαβῶς σοί βοῶμεν ἐμπλῆσον σής χάριτος τῶν σῶν δούλων καρδίας καί ἀφθαρσίας δεῖξον ἀτραπούς τοῖς ἐκζητοῦσιν Υἱοῦ σου τό ἐλεός.

Δόξα. Καί νῦν,
Οὗ σιωπήσομέν πότε, Θεοτόκε,τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.
Εἰ μή γάρ σύ προχστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Ούκ ἀποστῶμεν, Δέσποινα, ἐκ σου σούς γάρ δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.

Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καί ὅ Κανών, οὐ ἤ Άκροστιχίς•
«Ἐλεοῦσα κατάπεμψόν μοί Υἱοῦ σου έλέη. X.»

’Ωδή α΄ Ὑγράν διοδεύσας.

Ἐλέη κατάπεμψόν ἐφ’ ἡμᾶς  τοῦ μονογενοῦς σου θείου Τόκου καί Λυτρωτοῦ βροτῶν τάς χορείας, Ἐλεοῦσα, Πατμίων νήσου ἀκέστορ καί πρόμαχε.

Λαμπάς προστασίας χριστιανῶν ὑπάρχουσα, Μῆτερ Ἐλεοῦσα, τήν ζοφεράν σκοτείαν παθῶν τῶν οἰκετῶν σου φωτί σής χάριτος τάχος διάλυσον.

Εὐλόγει θεόθεν τούς εὐλαβῶς μορφήν προσκυνοῦντας, Ἐλεοῦσα, σήν θαυμαστήν, ἔν κόλποις ὦς ὄλβον ἤν ἤ Μάνδρα τῆς Ζωοδόχου Πηγῆς ἔχει ἄσυλον.

Ούράνωσον φρόνημα τῶν πιστῶν καί κοίμισον πάθη τά χαμαίζηλα σαῖς εὐχαῖς τῶν νῦν προσκυνούντων, Ἐλεοῦσα, τήν θαυματόβρυτον ὄντως εἰκόνα σου.


Ώδή γ΄ Οὐρανίας ἁψῖδος.
Ὑπερύμνητε Μῆτερ, σόν ἱερόν ἔκτυπον φέρον ἔν μετώπῳ μορφῆς σου ὄμμα, Μητρόθεε, τρίτον, τῶν σῶν οἰκετῶν τάς προσευχάς μή παρίδῃς, Ἐλεοῦσα πάναγνε, θεομακάριστε.

Σoυ τήν θείαν εἰκόνα ὦς θησαυρόν ἔχουσα τιμαλφῆ Πηγῆς Ζωοδόχου Μάνδρα ἤ πάνσεπτος ἔν νήσω Πάτμω αὐτῇ ἔν βίου ζάλαις προστρέχει καί ἀντλεῖ ἑκάστοτε ὕδωρ σῆς χάριτος.

Ἀκεσώδυνον φρέαρ δούλοις τοῖς σοῖς δέδοσαι,Μήτερ τοῦ Θεοΰ, Ἐλεοῦσα,
σθένος καί δύναμιν ῥῶσιν, ἰσχύν καί χαράν στάζον διό σε τιμῶντες σου τό θεῖον ἔκτυπον κατασπαζόμεθα.

Καταφύγιον θεῖον χριστιανῶν, Δέσποινα, Μῆτερ Ἐλεοῦσα, Πατμίων εὖχος ἀτίμητον, ἔν Ζωοδόχῳ Πηγῇ τήν σήν μορφήν προσκυνοῦντες πάντες ἀπολαύομεν τῆς προστασίας σου.


Διάσωσον, Πατμίων γέρας, πανύμνητε Έλεοῦσα ᾴπό μένους τοῦ πονηροῦ ἐχθροῦ καί κακότητος τούς πόθῳ εἰκόνα σήν προσκυνοῦντας.

Ἐπίβλεψον ἔν εύμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄ Πρεσβεία θερμή.

Εἰκόνα τήν σήν διακοσμοῦσαν νάρθηκα σεμνείου Πηγῆς τῆς Ζωοδόχου, Δέσποινα, εὐλαβῶς άσπαζόμενοι,Έλεοΰσα, θερμῶς σοι κραυγάζομεν τούς λογισμούς διόρθωσον ἡμῶν καί βίον σή χάριτι άγίασον.


’Ὠδή δ'. Εἰσακήκοα, Κύριε
Ἀσθενείας θεράπευσον,Έλεοΰσα, πάντων τῶν προστρεχόντων σοι, δι’ ἐλαίου τῆς κανδήλας σου ὄγκον γυναικός ἤ ἀφανίσασα.

Τήν άγίαν εἰκόνα σου ξένως τήν σβεσθεῖσαν καί αὖθις, Δέσποινα, χαραχθεῖσαν ὄμμα φέρουσαν,Έλεοΰσα, τρίτον ἀσπαζόμεθα.

Ἀποδίωξον τάχιστα  ζόφον ἀπιστίας λαοῦ τοΰ σπεύδοντος,  Ἐλεοῦσα, τήν εἰκόνα σου προσκυνῆσαι χάριν τήν ἐκχέουσαν.

Ποταμός τῶν ἰάσεων καί τῶν θαυμασίων χειμάρρους ἄφθονος, Ἐλεοῦσα μητροπάρθενε, ὤφθη ἤ εἰκών ἤ σεβασμία σου.


Ώδή ε΄ Φώτισον ἡμᾶς.
Εὖχος ἱερόν νήσου Πάτμου καί θησαύρισμα Ζωοδόχου πολυτίμητον μονῆς, Ἐλεοῦσα, περιφρούρει τούς τιμῶντας σε.

Μέμνησο ημών,Έλεοΰσα Μητροπάρθενε, τῶν ἑκάστοτε σπευδόντων σαῖς λιταῖς καί πιστῶς ἀσπαζομένων τήν εἰκόνα σου.

Υάλλοντες λαμπρῶς τήν πληθύν τῶν θαυμασίων σου, Ἐλεοῦσα, προσκυνοῦμεν ταπεινῶς σήν μορφήν, τήν ξένως τρίτον ὄμμα ἔχουσαν.

Ὄμβρον σῶν εὐχῶν, Ἐλεοῦσα, ἐκδεχόμεθα οἱ ξηροί ἕξ ἔργων πίστεως καλῶν ΐνα χθόνα τῶν ψυχῶν ἡμῶν πιάνωμεν.


Ὠδή στ'. Τήν δέησιν.
Νῦν ἄσμενοι, Ἐλεοῦσα, σπεύδομεν τῶν Πατμίων οἱ χοροί προσκυνῆσαι τήν θαυμαστήν σου εἰκόνα τήν ξένως σβεσθεῖσαν καί μετ’ ἡμέρας, πανύμνητε ἔχουσαν τρίτον ὀφθαλμόν χαραχθεῖσαν μονῆς σου ἔν νάρθηκι.

Μακάριοι πάντες προσπελάζοντες Ζωοδόχου τῆ μονή τῆ ἔν Πάτμω καί προσκυνοῦντες σήν θείαν εἰκόνα τήν παραδόξως προχέουσαν νάματα ἰάσεων παντοδαπῶν, Ἐλεοῦσα, νοσούντων ίάτειρα.

Ούράνωσον φρόνημα τῶν δούλων σου καί κατάστειλον όρμάς τοΰ σαρκίου τῶν προσκυνούντων, σεπτῇ Ἐλεοῦσα, τήν τρίτον ὄμμα εἰκόνα σου ἔχουσαν άχειροτεύκτως, ἀγαθῇ, ταχινῇ οἰκετῶν σου βοήθεια.

Ιλέωσαι σόν Υἱόν καί Κύριον τοῖς προστρέχουσι πιστῶς, Ἐλεοῦσα, τήν ἱλαράν σου μορφήν προσκυνῆσαι τήν ὀχετούς θαυμασίων ἐκχέουσαν καί καταρδεύουσαν ψυχάς σῶν προσφύγων σής χάριτος νάμασι.


Διάσωσον, Πατμίων γέρας, πανύμνητε Ἐλεοῦσα, ἀπό μένους τοῦ πονηροῦ ἐχθροῦ καί κακότητος τούς πόθῳ εἰκόνα σήν προσκυνοῦντας.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον άνερμηνεύτως  ἐπ’ έσχατων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὦς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β'. Τοῖς τῶν αἱμάτων σου.

Τοῦ ἐλεήμονος Λόγου τοῦ Κτίσαντος πάντες μητέρα θερμῶς τῆ φιλόστοργον ἔν κατανύξει ψυχῆς μεγαλύνωμεν ὦς ἐλεοῦσαν βροτῶν τά συστήματα βοώντες• Χαῖρε, πηγή ἀγαθότητος.

Προκείμενον.
Μνησθήσομαι τοΰ ὀνόματος Σου ἔν πάσῃ γενεά καί γενεά.
Στίχος. Τό πρόσωπον σου λιτανεύσουσιν οἱ πλούσιοι τού λαοῦ.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν.(Κεφ. α´ 39-49, 56)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα• καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς• καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν• Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ• Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί• ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς λιταῖς, Οικτΐρμον, τόν κόσμον Ἐλεούσης έξάλειψον μητρός σου τάς ήμών ἁμαρτάδας.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, έξάλειψον τά πλήθη τῶν έμών ἐγκλημάτων.
Προσόμοιον.


Στίχος. Ἐλεῆμον, έλέησόν με, ὅ Θεός,
Ἦχος πλ. β'. ‘Ὅλην ἀποθέμενοι.

Ἐλεοῦσα πάναγνε, Πατμίων πάνσεπτον γέρας,  σου τό θαυματόβρυτον πόθῳ ἀσπαζόμενοι θεῖον ἔκτυπον τό ἔν τῷ νάρθηκι χαραχθέν τῆς μάνδρας  Ζωοδόχου ὄντως Κρήνης σου άναβοώμέν σόν Κεχαριτωμένη πανύμνητε, ἤ πάντας περισκέπουσα καί περιφρουροῦσα ἑκάστοτε, ρΰσαι σούς οἰκέτας παντοίων, Θεοτόκε, συμφορῶν, καί κατωδύνων ἀπάλλαξον νόσων καί κακώσεων.

Σῶσον, ὅ Θεός, τόν λαόν Σου...

Ώδή ζ΄ ΟΙ ἐκ τῆς Ἰουδαίας.

Ὑμνηπολῶν σου Ἴσθι ταχινῇ προστασίᾳ καί φύλαξ ἄγρυπνος, Παρθένε Ἐλεοῦσα, τῶν σοῦ ἀσπαζομένων ἔν τῆ Πάτμω εἰκόνα σου τῆς Ζωοδόχου Πηγῆς μονή τῆ σεβασμία.

Ἰαμάτων χειμάρρους καί ἀείρυτος κρήνῃ θαυμάτων δέδεικται ἤ πάνσεπτος μορφή σου ἔν Πάτμω, Ἐλεοῦσα, ἤν πιστῶς ἀσπαζόμενοι ἀντλοῦμεν τήν ἕξ αὐτῆς ἐκχεομένην χάριν.

0ι πιστοῖ καθ’ ἑκάστην ἔν τοῦ βίου ταῖς ζάλαις καί πάσαις ἁλιήρεσι προστρέχουσι σή θεία εἰκόνι, Ἐλεοῦσα, Θεοτόκε πανύμνητε, πληροῦνται θείας χαράς ταχύ καί εὐφροσύνης.

Ὑπέρ πάντων δυσώπει σόν Υἱόν, Ἐλεοῦσα, μεγαλυνόντων σε καί σοῦ ἀσπαζομένων εἰκόνα τήν άγίαν τρίτον δμμα τήν ἔχουσαν ἔν Ζωοδόχῳ Πηγῇ, κοσμούσῃ νῆσον Πάτμον.


Ώδή ἡ'. Τόν Βασιλέα
Σέβας καί κλέος Πατμίων, σκέπε άπαύστως,Έλεοΰσα, χορούς μονοτρόπων καί προσκυνητῶν σου πανευλαβῶν τόν δῆμον.

Οὐρανοδρόμον δεῖξον πορείαν σοῖς δούλοις, Ἐλεοῦσα Παρθένε, ὦς πάντων ἀπλανής πρός πόλου ἰθύντειρα ἐπάλξεις.

Ὑμνῶν οὗ παύων τῆς χάριτος σου τό πλῆθος, Ἐλεοῦσα, καί σήν προστασίαν, ἤν δεικνύεις πᾶσι σε άνυμνολογοΰσιν.

Ελέησόν με  καί τῆς καρδίας μου ῥύπον πρεσβειῶν σου άπόπλυνον ῥείθροις πρός τόν Ζωοδότην Υἱόν σου, Ἐλεοῦσα.


Ώδή Θ'. Κυρίως Θεοτόκον.
Λιμήν τῶν ποντουμένων εὔδιος ὑπάρχεις Πατμίων ἔν βίου δίναις καί κλύδωσι καί γαληνός, Ἐλεοῦσα, ὅρμος, πανύμνητε.

Εὐλόγει οὐρανόθεν τούς ὁμολογοῦντας κλῆσιν σήν τήν, Ἐλεοῦσα πανθαύμαστε, καί εὐλαβῶς προσκυνοῦντας τό σόν ἐκτύπωμα.

Ηγιασμένη Μῆτερ τοῦ πανευίλατου Δημιουργοῦ ελνοούσα, τοΰ σύμπαντος, έλέει πάντας ζητοῦντας τῆ σήν ἀντίληψιν.

Χαρίτωσον σούς δούλους τούς ἀσπαζομένους, ἔν Ζωοδόχῳ Πηγή τήν εἰκόνα σου, τήν θαυμαστήν, Ἐλεοῦσα θεοχαρίτωτε.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Μῆτερ Ἐλεοῦσα, θαυματουργέ, τούς ἀσπαζομένους Ζωοδόχῳ ἔν τῆ Πηγῇ σήν μορφήν, ἐλέει άπαύστως καί ἀρήγει τοῖς μεγαλύνουσι σε πόθῳ ἑκάστοτε.

Θησαυρῶν ὡς ἄσυλον ἀληθῶς ἔχει τήν μορφήν σου ἡ ἐν Πάτμω σεπτῇ μονῇ μῆτερ Ἐλεοῦσα, Πηγῆς τῆς Ζωοδόχου, ἤν πόθῳ προσκυνοῦντες σε μεγαλύνομεν.

Ἐλεοῦσα Μῆτερ τοΰ Λυτρωτοῦ, σκέπε τούς Πατμίους  καί χορείας μοναζουσῶν τήν ἔν τῷ σεμνείῳ Πηγῆς τῆς Ζωοδόχου σεμνῶς ἐνασκουμένην, Θεογεννήτρια.

Τήν σβεσθεῖσαν ξένως σήν Ἱεράν καί σεπτήν εἰκόνα, Ἐλεοῦσα, καί θαυμαστώς αὖθις χαραχθεῖσαν ἔν νάρθηκι μονῆς σου Πηγῆς τῆς Ζωοδόχου νΰν ἀσπαζόμεθα.

Ἅπαντες έλέει τούς εύσεβεΐς ἀπεκδεχομένους, Ἐλεοῦσα, σήν μητρικήν χάριν καί πρεσβείαν πρός τόν μονογενῆ σου Υἱόν, τόν Ζωοδότην παντελεήμονα.

Σκέπε καί προστάτευε ἀκλινῶς τούς πιστούς Πατμίους καί βοήθει τοῖς ἐκτενῶς μεγαλύνουσι σε, Κυρία Θεοτόκε,Παρθένε Ἐλεοῦσα, κόσμου διάσωσμα.

Πάσαι τῶν ’Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἤ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετά τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.


Καί τό Ἀπολυτίκιον. Ἦχος πλ, ἀ'. Τόν σννάναρχον Λόγον.
Ἀρωγῆς σου σφραγῖδα ἀγρύπνου φέρουσαν ἔν τῷ μετώπῳ μορφήν σου ἔν Ζωοδόχῳ Πηγῇ προσκυνοῦντες, Ἐλεοῦσα θαυματόβρυτε, ἀναβοῷμεν σου Υἱοῦ, ἐλεήμονος Θεοϋ, κατάπεμψόν τά ἐλέη πιστοῖς Πατμίοις καί πᾶσιν ἐκδεχομένοις τήν σήν εὔνοιαν.

Ἐκτενής καί Ἀπόλυσις, μεθ' ἤν ψάλλομεν τό ἐξῇς'

Ἦχος β΄ Ὅτε ἐκ τόν Ξύλου.

Μῆτερ Ἐλεοῦσα, θαυμαστῇ, τούς ἀσπαζομένους εἰκόνα ἔν κατανύξει ψυχῆς τήν κοσμοῦσαν νάρθηκα τῆς Ζωοδόχου Πηγῆς ἔν τῆ Πάτμω διάσῳζε ἐκ βλάβης τοΰ πλάνου, κατωδύνων θλίψεων, δεινῶν κακώσεων, καί ἀσθενειῶν ἀνιάτων, ι'να τήν σήν χάριν ἐκθύμως πάντες οἱ πιστοῖ ὁμολογῶμεν σου.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον·

Έλέησον, Χαραλάμπη, Ἐλεοῦσα,
σύν Γεωργίῳ καί μοναζουσῶν δήμοις.



Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης