Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1571
https://www.proseyxi.com

Παρακλητικός κανών εις τον εν Αγίοις Πατέρα ημών Παρθένιον Λαμψάκου τον Θαυματουργόν Empty Παρακλητικός κανών εις τον εν Αγίοις Πατέρα ημών Παρθένιον Λαμψάκου τον Θαυματουργόν

Την / Το Παρ Νοε 09, 2012 9:10 am
Παρακλητικός κανών εις τον εν Αγίοις Πατέρα ημών Παρθένιον Λαμψάκου τον Θαυματουργόν

Ψαλλόμενος τήν 7ην Φεβρουάριου

Ποιηθείς ύπό Μοναχού Γερασίμου Μικραγιαννανίτου.

Παρακλητικός κανών εις τον εν Αγίοις Πατέρα ημών Παρθένιον Λαμψάκου τον Θαυματουργόν Aaya10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καί τό εξής:

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

'Ως ιεράρχης τού Χριστού θεοφόρος, πλουσίαν χάριν παρ’ αυτού έκομίσω, τού ένεργεΐν παράδοξα Παρθένιε όθεν ταίς πρεσβείαις σου, πολυτρόπων κινδύνων, καί παντοίων θλίψεων, καί δαιμόνων μανίας, φύλαττε Πάτερ άπαντας ημάς, τούς σε μεσίτην, πρός Κύριον έχοντας.

Δόξα. Τό αύτό. Και νυν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


καί κανών ού ή άκροστιχίς.
«Παθών Παρθένιε ημάς ρϋσαι. Γερασίμου».

Ήδη α'. ΄Ηχος πλ. δ΄.  Ύγράν διοδεύσας.

Παθών άνηκέστων ταϊς προσβολαϊς, θλιβόμενος Πάτερ, τή θέρμη σου επισκοπή, προστρέχω δεόμενος ρυσθήναι, τής χαλεπής με Παρθένιε Θλίψεως.

Αγγέλων συνόμιλος γεγονώς, δαιμόνων κακίας, καί άπάσης επιβουλής, ανώτερους διατηρεί, ταϊς σαϊς πρεσβείαις Παρθένιε Όσιε.

Θεράπευσον Πάτερ ως συμπαθής, ημών την οδύνην, την συνέχουσαν τήν ζωήν, ημών Ίεράρχα καί ειρήνην, αιτεί ήμΐν καί πταισμάτων συγχώρησιν.

Θεοτοκίον.
'Ως Μήτηρ τού πάντων Δημιουργού, καί πάντων προστάτις. Θεοτόκε Χριστιανών, προστάτευε πάντοτε Παρθένε, τών άδιστάκτω ψυχή προσιόντων σοι.


Ωδή γ'. Ουρανίας άψίδος.
Νοσημάτων ποικίλων, καί χαλεπών θλίψεων, ώσπερ έλυτρώσω θεόφρον, τούς προσιόντας σοι, ούτως άπάλλαξον, πάσης ανάγκης καί λύπης, "Αγιε Παρθένιε, τούς σε γεραίνοντας.

Πύρ ό λόγος σου ώφθη, ώς άληθώς "Οσιε, φλέγων τών δαιμόνων τά σμήνη, δυνάμει κρείττονι όθεν κατάφλεξον,τήν τών παθών ήμών ύλην, άνθραξι Παρθένιε, τής προστασίας σου.

Άπερίτρεπτον τείχος, καί αρραγές έρεισμα, καί καταφυγή εν άνάγκαις, καί περιστάσεσι, γενού Παρθένιε, τοΐς όλοτρόπω καρδία σπεύδουσιν έκάστοτε, τή άντιλήψει σου.

Θεοτοκίον.
Ράβδος ώφθης άγια, άνθος Χρίστον φέρουσα, ώσπερ Ήσαΐας προέφη, 'Αγίω Πνεύματι, Κόρη Πανύμνητε διό τή σή ευωδία, τό δυσώδες σκέδασον, τής διάνοίας μου.


Διάσωσον θαυματουργέ Ίεράρχα πάσης ανάγκης, καί μανίας τοϋ πονηρού πολεμήτορος, τούς σέ τιμώντας Παρθένιε θεοφόρε.

Έπίβλεψον εν εύμενεία πανύμνητε Θεοχόκε, επί τήν έμήν χαλεπήν τοϋ σώμαχος κάκωσιν, καί ιασαι τής ψυχής μου τό άλγος.

Αϊτησις και τό Κάθισμα.
΄Ηχος β'. Πρεσβεία θερμή

Λαμψάκου ποιμήν, έδείχθης ένθεώταχος, καί πάντας σοφέ, έξέπληξας τοΐς θαύμασι καί νΰν Πάτερ προΐστασο, τών θερμώς προσιόνχων τή σκέπη σου, καί τόν Σωτήρα δυσώπει άεί, διδόναι ήμίν πταισμάτων άφεσιν.


’Ωδή δ'. Είσακήκοα Κύριε.
Θείαν χάριν δεξάμενος, οιάπερ θεράπων Χριστοϋ θερμότατος, άπαλλάττειν τήν ζωήν ημών, Πάτερ μή ελλιπής πάσης θλίψεως.

Έπωδύνων κακώσεων, λύτρωσαι Παρθένιε τή πρεσβεία σου, τούς προστάτην καί μεσίτην σε, κεκτημένους Πάτερ πρός τόν Κύριον.

Νεκρωθέντας ώς ήγειρας, τή ζωοποιώ έντεύξει σου "Οσιε, ούτω ζώωσον Παρθένιε, νεκρωθεΐσαν Πάτερ τήν καρδίαν μου.

Θεοτοκίον.
Iησούν τον πανάγαθον, όν άκαταλήπτως Κόρη έκύησας, καθικέτευε δωρήσασθαι, των πλημμελημάτων ήμϊν άφεσιν.


Ωδή ε'. Φώτισον ημάς.
Έχοντες την σήν, προστασίαν ού πτοούμεθα, τών δαιμόνων καθ’ ημών τάς προσβολάς διά τοϋτό σοι προστρέχομεν Παρθένιε.

΄Ήστραψας ώς φως, καί άκτίσι τών θαυμάτων σου, διαλύεις την σκοτόμαιναν άεί, τών παθών ήμών Παρθένιε πανθαύμαστε.

Μέγας άρωγός, άνεδείχθης ήμών "Αγιε διά τοΰτο σου δεόμεθα θερμώς. Έξελού ημάς στενώσεων και θλίψεων.

ΘεοτοκΙον
Αχραντε 'Αγνή, Θεοτόκε Αειπάρθενε, έξελοΰ ημάς παντοίων πειρασμών, οία Μήτηρ τοϋ Θεοϋ ήμών φιλάγαθος.


’Ωδή στ'. Την δέησιν.
Σωμάτων, ϊασαι Πάτερ τούς πόνους, τών πρός σε μετά σπουδής προσιόντων, καί τών ψυχών άθυμίας τό βάρος, τό καταθλΐβον ήμάς έπικούφισον, Παρθένιε θαυματουργέ, τή θερμή σου πρεσβεία πρός Κύριον.

Ρυσθήναι, τής τοΰ εχθρού κακουργίας, καί άπάσης άπειλής καί μανίας, καί πικροτάτων ήμάς συμπτωμάτων, Χρίστον δυσώπει παμμάκαρ Παρθένιε ότι μεγίστην πρός αυτόν, παρρησίαν πλουτεΐς ίερώτατε.

Υπάρχων, θεοειδής 'Ιεράρχης, άνεδείχθης τών πασχόντων προστάτης, και θλιβομένων θερμός άντιλήπτωρ, καί έλατήρ των δαιμόνων Παρθένιε διό τής σής δίδου ήμΐν, αρωγής καθ’ έκάστην τάς χάριτας.

Θεοτοκίον.
Σέ πάντες, καταφυγήν εν άνάγκαις, και βοήθειαν Παρθένε πλουτούντες, πάσης ανάγκης έν βίω καί ζάλης, τή χάριτί σου ταχέως λυτρούμεθα, Θεοκυήτορ Μαριάμ' διά τούτο άεί σέ δοξάζομεν.


Διάσωσον θαυματουργέ Ίεράρχα πάσης ανάγκης, και μανίας τού πονηρού πολεμήτορος, τούς σέ τιμώντας Παρθένιε θεοφόρε.

’Άχραντε ή διά λόγου τον Λόγον άνερμηνεύτως, επ’ εσχάτων των ήμερων τεκούσα δυσώπησον, ώς έχουσα μητρικήν παρρησίαν.


Αϊτησις και τό Κοντάκιον.
Ήχος β'. Τοϊς των αιμάτων σου.

Τοΐς των θαυμάτων σου Πάτερ πυρσεύμασιν, άποδιώκεις παθών τήν σκοτόμαιναν καί ρώσιν καί χάριν ουράνιον, καί ευφροσύνην παρέχεις Παρθένιε, ήμϊν τοΐς εκ πόθου τιμώσί σε.


Προκείμενον.
Οι ιερείς σου Κύριε ένδύσονται δικαιοσύνην καί οι όσιοί σου άγαλλιάσονται.
Στίχ. Μακάριος άνηρ ό φοβούμενος τόν Κύριον.

Εύαγγέλιον. Έκ τού κατά Ματθαίον.

Τώ καιρώ έκείνω, προσκαλεσάμενος ό Ιησούς τούς δώδεκα Μαθητάς αυτού, έδωκεν αύτοΐς εξουσίαν κατά πνευμάτων ακαθάρτου, ώστε έκβάλλειν αύτά, καί θεραπεύειν πάσαν νόσον καί πάσαν μαλακίαν. Τούτους άπέστειλεν ό Ιησούς, παραγγείλας αύτοΐς, λέγουν Εις οδόν εθνών μή άπέλθητε, καί εις πόλιν Σαμαρειτών μή είσέλθητε. Πορεύεσθε δε μάλλον πρός τά πρόβατα τα άπολωλότα οϊκου Ισραήλ. Πορευόμενοι δε κηρύσσετε, λέγοντες, ότι ήγγικεν, ή βασιλεία τών ουρανών. Άσθενούντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς εγείρετε, δαιμόνια εκβάλλετε δωρεάν έλάβετε, δωρεάν δότε.

Δόξα.
Ταϊς τού Ιεράρχου πρεσβείαις έλεήμον έξάλειψον τα πλήθη των έμών εγκλημάτων.

Και νΰν.
Ταϊς τής Θεοτόκου πρεσβείαις έλεήμον έξάλειψον τα πλήθη των έμών εγκλημάτων.


Στίχ. Έλέησόν με ό Θεός .....
Προσόμοιον.
Ήχος πλ. β'. Όλην άποθέμενοι.

Θαύμασιν έκόσμησας, την σήν ζωήν Ιεράρχα, καί πολλούς διέσωσας, λύμης τού άλάστορος ώς φιλάγαθος δαψιλώς πάσι γάρ, νέμεις τάς ίάσεις διά τούτο σου δεόμεθα. ’Ίασαι "Αγιε, τής ψυχής ημών τήν κατήφειαν, καί άχθος τό τών θλίψεων, θάττον άφ’ ήμών διασκέδασον, ειρήνην παρέχων, ήμΐν καί ευφροσύνην αληθή, Πάτερ παμμάκαρ Παρθένιε, ταϊς σαΐς άντιλήψεσι.

Σώσον ό Θεός τον λαόν σου...

’Ωδή ζ'. Οί έκ τής Ίουδαίας.

Ακαθάρτων πνευμάτων, ώς καθεΐλες παμμάκαρ πάσαν τήν δύναμιν, ούτω τής έπηρείας, αυτών τής ολέθριου, άσινεΐς διαφύλαττε, Παρθένιε θαυμαστέ, τούς σε ύμνολογούντας.

'Ιλασμόν ήμΐν αιτεί, και δεινών συντριμμάτων την έπανόρθωσιν, και βίου ευπραγίαν, καί πάσαν ευλογίαν, εκ Θεού Πάτερ Όσιε, τοϊς προσιούσιν άεί,τη σή σεπτή πρεσβεία.

Γεωργεϊν μετανοίας, τούς καρπούς με ένίσχυσον Πάτερ "Οσιε, ώς αν τής άμαρτίας, έκφύγω την απάτην, και ζωής τύχω κρείττονος, Παρθένιε ιερέ, διά των πρεσβειών σου.

Θεοτοκίον.
Έν άγκάλαις κρατούσα, ώσπερ νήπιον Κόρη τον άπερίληπτον, χειρών με τού Βελίαρ, άπάλλαξον έν τάχει, και Θεώ με οίκείωσαι, δι’ έναρέτου ζωής, Παρθένε Θεοτόκε.


Ωδή η'. Τόν Βασιλέα.
Ρύσαί με Πάτερ, τής τού εχθρού δυναστείας, καί καταύγασον φωτί τής μετανοίας, την άμαυρωθεΐσαν, Παρθένιε ψυχήν μου.

Από σκανδάλων, καί μαγγανείας καί πλάνης, δια φύλαττε Παρθένιε άτρωτους, τούς έπιζητούντας, την σήν επιστασίαν.

Σωματικών με, καί ψυχικών νοσημάτων, τήρει άτρωτον Παρθένιε παμμάκαρ, ό καρκίνου πάθος, τώ λόγω θεραπεύσας.

Θεοτοκίον.
’Ίασαι Κόρη, την άσθενούσαν ψυχήν μου, δεινοΐς πάθεσι καί πλείσταις άμαρτίαις, ινα σε δοξάζω την Κεχαριτωμένην.


Ωδή θ'. Κυρίως Θεοτόκον.
Μεγίστων θαυμασίων, αυτουργός υπάρχουν, μή διαλίπης παρέχειν έκάστοτε, ένί έκάστω Παρθένιε τά αίτήματα.

Ό θείος τής Λαμψάκου, και κλεινός ποιμάντωρ, θαυμαχουργέ Ίεράρχα Παρθένιε, υπέρ ημών την Τριάδα αεί ίκέτευε.

Ύψίστου νϋν τώ θρόνω, παρεσχώς παμμάκαρ, ίκετηρίους άπαύστως προσάγαγε, ύπέράπάνχων δεήσεις χών εύφημούνχων σε.

Θεοτοκίον.
Ύπέρτερον τόν νοϋν μου, δεΐξον τών γηίνων, ώς ύπερτέρα άπάσης τής κτίσεως, Θεοκυήτορ Παρθένε ινα δοξάζω σε.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τής Λαμψάκου θείος πυρσός, ό καταπυρσεύων, εν τοϊς θαύμασι πάσαν γην χαίροις ό διώκων, παθών και νοσημάτων, καί τών δαιμόνων ζόφον, Πάτερ Παρθένιε.

Θείος άνεδείχθης Άρχιερεύς, λαμπρότητι βίου, διαλάμπων από παιδός, καί τοΐς θαύμασί σου, πολλούς εύεργετήσας, άξίως έδοξάσθης, Πάτερ Παρθένιε.

Ρϋσαι μαγγανείας τής χαλεπής, καί πάσης μαγείας, ένεργεία τή τοϋ έχθροΰ, καί άτρωτον τήρει, ημών τόν βίον Πάτερ, εκ πάσης έπηρείας, τοΰ παναλάστορος.

Νόσους θεραπεύεις όδυνηράς, καί καρκίνου πάθος, ίασάμενος συμπαθώς, δίδου ήμΐν ρώσιν, έν βίω καί υγείαν, Παρθένιε παμμάκαρ, τή άνΤιλήψει σου.

Χαίροις Αποστόλων ό μιμητής, και "Αρχιερέων, εγκαλλώπισμα ίερόν χαίροις των θαυμάτων, ή πολυχεύμων κρήνη, Παρθένιε παμμάκαρ, ημών βοήθεια.

Μη ελλιπής Πάτερ έκδυσωπείν, τον πάντων Δεσπότην, τού διδόναι ήμϊν αεί, άφεσιν πταισμάτων, και πάσαν ευπραγίαν, Παρθένιε παμμάκαρ, ώς συμπαθέστατος.

Πάσαι τών Αγγέλων αί στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων ή δωδεκάς, οι "Αγιοι Πάντες, μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν εις τό σωθήναι ημάς.


Τό τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.


Και τά συνήθη τροπάρια,
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς....Δόξα....Κύριε, ἐλέησον ἡμᾶς....Καὶ νῦν...
Θεοτοκίον.Τῆς εὐσπλαγχνίας τὴν πύλην....

εκτενής και άπόλυσις, μεθ’ ήν τό εξής:

Ηχος β'. Ότε έκ τού ξύλου.

Θείος 'Ιεράρχης πεφηνώς, καί θαυμάτων πλήθει έμπρέψας, Πάτερ Παρθένιε, πάσης περιστάσεως, και άλγηδόνος πίκρας, και δαιμόνων κακώσεως, καί δολοπλοκίας, καί μαγείας λύτρωσαι, τούς προσιόντας σοι έχεις γάρ πολλήν παρρησίαν, πρός τον Βασιλέα τών όλων, έκπληροϋν απάντων τά αιτήματα.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τών δούλων Σου, καί λύτρωσαι ημάς, άπό πάσης άνάγκης καί θλίψεως.

Την πάσαν ελπίδα μου, εις Σε άνατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην Σου.


Δι ευχών.....[/color]

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης