Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1285
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπέρ Αγία Θεοτόκο την Κορφιώτισσαν Κορινθίας Empty Παρακλητικός Κανών εις την Υπέρ Αγία Θεοτόκο την Κορφιώτισσαν Κορινθίας

Την / Το Παρ Νοε 09, 2012 10:20 am
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΚΟΡΦΙΩΤΙΣΣΑΝ ΤΗΣ ΕΝ ΚΑΜΑΡΙΩ ΞΥΛΟΚΑΣΤΡΟΥ ΚΟΡΙΝΘΙΑΣ

(Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια).

Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὅ τὸ Θεὸς Κύριος καὶ τὰ ἐξῆς: Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὴν σὴν εἰκόνα, Κορφιώτισσα Μῆτερ, τὴν θαυμαστῶς ἐν Κορυφῇ εὑρεθεῖσαν, καὶ ἐποφθεῖσαν ἄφθονον θαυμάτων πηγήν, πάντες ἀσπαζόμενοι εὐλαβῶς ἐκβοῶμεν· σκέπε τὴν περίοικον Ξυλοκάστρου, Παρθένε, ἐκ συμφορῶν καὶ τήρει ἀσινεῖς, τῆς ἐπηρείας ἐχθροῦ τοὺς οἰκέτας σου.

Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε...

Ὁ Ν΄ ψαλμὸς καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς: Κορυφὰς θείας δεῖξόν μοι, Κορφιώτισσα. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.


Κατεύθυνον πάντας πρὸς κορυφάς, τοὺς σὲ ἀνυμνοῦντας, Κορφιώτισσα ἀρετῶν, καὶ σπεύδοντας πόθῳ προσκυνῆσαι, τὴν σεβασμίαν καὶ θείαν εἰκόνα σου.

Ὁδήγει πρὸς ἄμεμπτον βιοτήν, ὑγίειαν ἄκραν, Κορφιώτισσα καὶ ἰσχύν, πατῆσαι ἐπήρειαν τοῦ πλάνου, τοὺς εὐλαβῶς, ἀγαθὴ προσκυνοῦντάς σε.

Ῥυπώδους θελήματος Μαριάμ, ἀπάλλαξον τάχος, Κορφιώτισσα τοὺς πιστῶς, προσφεύγοντας χάριτι σῇ θείᾳ, καὶ ἐκζητοῦντας σὴν ἄκονον εὔνοιαν.

Ὑμνοῦμεν ἑκάστοτε ἀρωγὴν τὴν σὴν Θεοτόκε, Κορφιώτισσα ἥν ἡμῖν, δεικνύεις τοῖς πόθῳ προσκυνοῦσι, τὴν ἱερὰν καὶ ἁγίαν εἰκόνα σου.

Φωτὸς ἔμπλησόν μου Μῆτερ Θεοῦ, ἀΰλου καρδίαν, Κορφιώτισσα θαυμαστή, τὴν ἐζοφωμένην χαμαιζήλοις, καὶ ψυχοκτόνοις πανάμωμε πάθεσι.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.

Ἁγιάσματος κρήνη, ἡ σὴ εἰκὼν δέδεικται, τοῖς ἀρυομένοις ἐκ ταύτης, ὕδωρ σωτήριον, πρὸς ἀφθαρσίαν ψυχῶν, καὶ τῶν σωμάτων τὴν ῥῶσιν, Μῆτερ Κορφιώτισσα, θεομακάριστε.

Σὴν ἁγίαν εἰκόνα, πανευλαβῶς Δέσποινα, πάντες προσκυνοῦντες βοῶμεν· ἴσθι ἀείποτε, σῶν οἰκετῶν ἀρωγός, καὶ ταχινὴ παραστάτις, Μῆτερ Κορφιώτισσα, βίου ἐν κλύδωσι.

Θεοτόκε Παρθένε, χριστιανῶν στήριγμα, σκέπε Κορφιώτισσα πάντας, σοὶ καταφεύγοντας, ἡ ἐκ τροχαίων ταχύ, ἀτυχημάτων σοὺς δούλους, ἐπικαλουμένους σε, σώσασα Δέσποινα.

Ἐλεήμονος Λόγου, Μῆτερ ταχὺ πέμψον μοι, τὰ ἐλέη σοῦ θείου Τόκου, καὶ ἀπογνώσεως, μὲ συνεχούσης Ἁγνή, ῥῦσαι σὸν τλήμονα δοῦλον, πόθῳ Κορφιώτισσα, καθικετεύω σε.

Διάσωσον, ἐξ ἐπηρείας ἐχθίστου τοὺς σοὺς οἰκέτας, καὶ ἐκπλήρου ὡς συμπαθὴς ἡμῶν τὰ αἰτήματα, σεμνὴ Κορφιώτισσα Θεοτόκε.

Αἴτησις καὶ τὸ κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Ναῷ σῷ σεπτῷ προσπευφεγὼς ὁ δείλαιος, ὀδύναις πικραῖς ὁ, οἴμοι χειμαζόμενος, Κορφιώτισσα Δέσποινα, τὴν γαλήνην εὑρίσκω καὶ ᾄσμασι, σὲ μεγαλύνω θείοις καὶ τερπνοῖς, Ἁγνὴ Θεοτόκε, μελῳδήμασι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἱλαστήριον Δέσποινα, κόσμου νῦν ἱλέῳ με, Κορφιώτισσα, ὄμματι σεμνὴ ἐπισκέψαι, καὶ κρυπτά μου πάθη καταπράϋνον.

Ἀγλαὴ Κορφιώτισσα, ἡ ἐκ καταιγίδος σφοδρᾶς Διμήνιον, διασώσασα βαλλόμενον, ἀλγηδόσι δοῦλόν σου ἰάτρευσον.

Σφοδροτάταις ποντούμενον, τρικυμίαις βίου με, Κορφιώτισσα, σῶσον σαῖς θερμαῖς δεήσεσι, καὶ πρὸς ὄρμον ἴθυνόν με εὔδιον.

Δυνατοὺς τοὺς σοὺς πρόσφυγας, δείξον ἐν ταῖς μάχαις τοῦ βίου, Δέσποινα, Κορφιώτισσα πανύμνητε, προσκυνοῦντας πίστει τὸ σὸν ἔκτυπον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ἔμπλησον ἡμῶν, Κορφιώτισσα Πανύμνητε, χαρμονῆς καὶ εὐφροσύνης ἀκλινοῦς, τοὺς ἐν ὕμνοις μελιχροῖς σε μεγαλύνοντας.

Ἴασαι ἡμῶν, τῆς ψυχῆς δεινὴν ἀσθένειαν, καὶ θεράπευσον σωμάτων τὰς οὐλας, τῶν ἐκθύμως Κορφιώτισσα, σπευδόντων σοι.

Ξένων θαυμαστῶν, αὐτουργὸς ὑπάρχεις Πάναγνε, Κορφιώτισσα θαυμάτων ποταμέ, καὶ χειμάῤῥους ἰαμάτω ἀκεσώδυνε.

Οἴκτιρον ἡμᾶς, τοὺς πιστῶς ἐπιζητοῦντάς σου, τὴν ὁλόθερμον ἐν βίῳ ἀρωγήν, καὶ βοήθειαν καὶ δίναις, Κορφιώτισσα.

ᾨδὴ στ΄. Τὴν δέησιν.

Νοσοῦσάν μου, τὴν ψυχὴν ἰάτρευσον, Κορφιώτισσα νῦν κεκαμωμένην, πολλαῖς παθῶν μαστιγώσεσι Μῆτερ, καὶ σῶμα τὸ σαρκοφόρον μου ἴασαι, ὅπως τρανῶς δοξολογῶ, σὲ καὶ πλῆθος γεραίρω θαυμάτων σου.

Μητράναδρε, ἐκ πυλῶν ἐξάρπασον, τοῦ θανάτου τὸν πιστῶς προσκυνοῦντα, τὴν σὴν μορφὴν, Κορφιώτισσα Μῆτερ, καὶ εἰς λαμπρὰ σωτηρίας σκηνὠματα, εἰσάγαγε τὸν ἐν χαρᾷ, ψυχικῇ σὴν ἀντίληψιν μέλποντα.

Ὁλόφωτον, θαυμασίως τέμενος, καὶ περίλαμπρος ναὸς ἰαμάτων, ἡ σὴ Εἰκὼν Κορφιώτισσα ὤφθη, ἥν προσκυνοῦντες πιστῶς ἀνακράζομεν· τῆς Κορινθίας θησαυρός, καὶ ἁπάντων πιστῶν πέλεις κλέϊσμα.

Ἰάματα, βρύεις ὡς ἀστείρευτος, κρήνη τοῖς πανευλαβῶς προσκυνοῦσι, τὴν σὴν ἁγίαν εἰκόνα, Παρθένε, εὐλογημενη, σεμνὴ Κορφιώτισσα, καὶ ἀπελαύνεις τῶν ψυχῶν, καὶ σωμάτων λοιμώδη νοσήματα.

Αἴτησις καὶ τὸ κοντάκιον. Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.

Ταῖς σαῖς πρεσβείαις σεμνὴ Κορφιώτισσα, τῶν Κορινθίων χοροὶ καταφεύγοντες, ἐν βίου πάσι δειναῖς περιστάσεσι, λυτροῦνται βλάβης ἐχθροῦ καὶ στενώσεως· αὐτοὺς γὰρ ταχὺ σῴζεις θλίψεων.

Εἶτα, τὸ α΄ ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἦχου.

Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός σου...
Στ.: Ἄκουσον, Θύγατερ...
Εὐαγγέλιον. Λουκὰ α΄. 39-49, 56: Ἐν ταῖς ἡμέραις ἐκείναις...
Δόξα: Τῆς Κορφιωτίσσης πρεσβείας, Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...


Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός... Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μήτερ Κορφιώτισσα, τοῖς προσκυνοῦσιν Εἰκόνα, τὴν σεπτήν σου Δέσποινα, Κορινθίων σέμνωμα, πολυτίμητον, καὶ πηγὴ χάριτος, Καμαρίου δεῖξον, σὴν ἀνείκαστον συμπάθειαν, καὶ προστασία σου, τὴν θερμὴν καὶ ἄγρυπνον ἅπασι· ὑπάρχεις γὰρ ἀνύστακτος, ἀρωγὸς καὶ φύλαξ καὶ πρόμαχος, τῶν κινδυνευόντων, ἐν δίναις ποντουμένων χαλεπῶς, καὶ ἐν πικραῖς περιστάσεσι, βίου Μητροπάρθενε.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Κορφιώτισσα Μῆτερ, Καμαρίου ἀκέστορ, προστάτις ἄγρυπνος, ὑπάρχεις Ξυλοκάστρου, καὶ Ἄνω Διμηνίου, ἐν κινδύνοις διάσωσμα· διὸ εἰκόνα τὴ σὴν, ἐκθύμως προσκυνοῦμεν.

Ὄμβροτόκε νεφέλη, χαρμονῆς ἀτεκνίας, δεσμὰ διάλυσον, τῶν σοὶ πιστῶς σπευδόντων, καὶ θείαν σου εἰκόνα, Κορφιώτισσα Δέσποινα, τὴν ὄντως θαυματουργόν, πιστῶς ἀσπαζομένων.

Ῥάβδῳ τῶν πρεσβειῶν σου, πρὸς τὸν θεῖόν σου Τόκον, Θεογεννήτρια, νῦν στήριξον τοὺς πόθῳ, σὲ ἀνυμνολογοῦντας, καὶ τὴν θείαν εἰκόνα σου,, ἐν τῇ Μονῇ Κορυφῆς, πιστῶς ἀσπαζομένους.

Φωτισμὸν σοῖς οἰκέταις, Κορφιώτισσα δίδου, Θεοῦ ἐντάλματα, τηρεῖν καὶ ἀγνωσίας, διάλυσον τὰ σκότη, τῶν πιστῶς ἐκβοώντων σοι· Χαῖρε γλυκεῖα Χριστοῦ, τοῦ Φωτοδότου Μήτηρ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Ἱκάνωσόν με, πατῆσαι πλάνου παγίδας, καὶ συντρίψαι αὐτοῦ σῇ δυνάμει, Κορυφῆς προστάτις, τὰ ἰοβόλα βέλη.

Ὡς θλιβομένων, παραμυθίαν γλυκεῖαν, Κορφιώτισσα σὲ ἀνυμνοῦμεν, καὶ ἐπιζητοῦμεν, ἀντίληψιν σὴν θείαν.

Τὴν Κορινθίαν, καὶ αμαρίου τὴν κώμην, Κορφιώτισσα Θεογεννῆτορ, τῆρει ἐξαιρέτως, ἐν σῇ κηδεμονίᾳ.

Ἴασαι πάντων, τὰς ζοφερὰς ἀλγηδόνας, Κορφιώτισσα καὶ ἀτεκνίας, τὰ δεσμὰ σῶν δούλων, διάλυσον εὐχαῖς σου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Στηρίζουσα μὴ παύσῃ, πάντας κλονουμένους, καὶ ὁδηγοῦσα πιστοὺς πρὸς μετάνοιαν, τοὺς προσκυνοῦντας εἰκόνα σήν, Κορφιώτισσα.

Σὲ ἀνυμνολογοῦντες, ὡς Μονῆς σου κλέος, καὶ χριστωνύμων ἀπάντων ἀγλάϊσμα, ταῖς σαῖς λιταῖς Κορφιώτισσα καταφεύγομεν.

Ἀγαλλιᾶται δῆμος, Κορινθίων πάντων, σὴν θείαν χάριν πλουτῶν Κορφιώτισσα, ἄσυλον ὄντως ἐν κόλποις ἁγνὴ θησαύρισμα.

Χαρᾶς καρδίας πλῆσον, τῶν καταφευγόντων, σῇ ἀντιλήψει σεμνὴ Κορφιώτισσα, καὶ εὐλαβῶς προσκυνούντων τὸ σὸν ἐκτύπωμα.

Τὸ Ἄξιον ἐστὶ καὶ τὰ μεγαλυνάρια.

Τὴν σεπτὴν εἰκόνα σου ἐν Μονῇ, Κορυφῆς Παρθένε, προσκυνοῦντες πανευλαβῶς, πόθῳ ἐκβοῶμεν· ἀρήγουσα μὴ παύσῃ, ἡμῖν τοῖς σὲ τιμώσιν, ὦ Κορφιώτισσα.

Χαῖρε Ζωοπάροχε ποταμέ, κρήνη Ζωοδόχε, Κορφιώτισσα θαυμαστή, χαῖρε Καμαρίου, καὶ πάσης Κορινθίας, ἀγλάϊσμα καὶ κλέος, πόθῳ βοῶμέν σοι.

Ὡς ἐξ ἀτυχήματος Μαριάμ, ἔσωσας τροχαίου, Κορφιώτισσα τοὺς πιστῶς, κλῆσίν σου τὴν θείαν, καλοῦντας σῶσον βλάβης, ἐχθροῦ τοῦ μισοκάλου, πάντα χριστώνυμον.

Ἐξ ἐχθροῦ παγίδων τὴν σὴ Μονήν, τὴν σεμνυνομένην, Κορφιώτισσα σῇ μορφῇ, σῶσον καὶ χορήγει, αὐτῇ τῶν δωρεῶν σου, τὰς δόσεις οὐρανόθεν, Θεογεννήτρια.

Χαίροις Ξυλοκάστρου ἡ ἀρωγός, χαίροις Καμαρίου, ὁ ἀσύλητος θησαυρός, χαίροις Κορινθίας, τὸ καύχημα τὸ μέγα, καὶ χριστώνυμον εὖχος, ὦ Κορφιώτισσα.

Δεῦτε ἀσπασώμεθα εὐλαβῶς, τῆς Κορφιωτίσσης, τὴν εἰκόνα τὴν θαυμαστῶς, βρύουσαν ἰάσεις, παντὶ προσερχομένῳ, αὐτῇ καὶ ἐκζητοῦντι, ταύτης τὴν εὔνοιαν.

Τὸ τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος πλ. α΄ Τὸν συνάναρχον Λόγον.


Κορφιώτισσα Μῆτερ Θεογεννήτρια, τὴν σὴν ἁγίαν εἰκόνα, πανευλαβῶς οἱ χοροί, Κορινθίων ἀσπαζόμενοι κραυγάζομεν· σῶσον ἡμᾶς ἐκ πειρασμῶν, κατωδύνων συμφορῶν, καὶ θλίψεων τοὺς ἐν πίστει, ἀνευφημοῦντας θαυμάτων, σῶν ἀχανὲς Παρθένε πέλαγος.

Καὶ Ἀπόλυσις, μεθ’ ἥν τὸ ἐξῆς:
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.


Χαῖρε Ζωοπάροχε Πηγή, πᾶσιν ἀναβλύζουσα ὕδωρ, σωτηριῶδες ἡμῖν, Μῆτερ Κορφιώτισσα, σοὶ καταφεύγουσι, καὶ αἰτοῦσιν ἀντίληψιν, τὴν σὴν ἐκβοώντες, πόθῳ δυσωποῦμέν σε· ταχὺ ἀνάστησον, τοὺς ἐν ἁμαρτίας πεσόντας, δίναις καὶ ζωῆς κληρονόμους, τῆς μελλούσης δεῖξον τοὺς τιμῶντάς σε.





Πηγή
voutsinasilias.blogspot.gr

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης