Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκον την Παραμυθίαν Empty Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκον την Παραμυθίαν

Την / Το Δευ Νοε 12, 2012 4:29 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκον την Παραμυθίαν Ιεράς Μονής Βατοπαιδίου

Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκον την Παραμυθίαν Paramy11

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ'. Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.

Τῆ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν ἁμαρτωλοί καί ταπεινοί καί προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς. Δέσποινα βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα. σπεῦσον ἀπολλύμεθα, ὑπό πλήθους πταισμάτων. μή ἀποστρέψῃς σούς δούλους κενούς. σε γάρ καί μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα.
Τῆς ποίμνης κυκλωθείσης ὑπό τῶν πολεμίων, καί τῶν διωκτῶν ὑλακτούντων κατά τῶν σῶν προβάτων, προσεῖπας τῷ δούλῳ σου Ἀγνῇ, καθ' ὕπαρ φωνήσασα αὑτῷ. διά τοῦτο καί χορεῖαι τῶν μοναστῶν, σοι κράζουσι Θεοτόκε. Δόξα τῆ ἀντιλήψει σου Σεμνῇ, δόξα τῆ προστασία σου, δόξα Παραμυθίᾳ, σοί μόνη Πανύμνητε.

Καί νῦν.
Οὖ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. εἰ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τις ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὑκ ἀποστῶμεν, Δέσποινα, ἐκ σου. σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών

Ὠδἤ ἀ'. Ἦχος πλ. δ'. Ὑγράν διοδεύσας.

Πανύμνητε Δέσποινα Μαριαμ,παράσχου μοι χάριν, ὅπως στέψω χρεωστικῶς, ἀσμάτων τοῖς ἄνθεσιν εἰκόνα, τῆς σῆς μορφῆς, Παραμυθίᾳ μου.

Κυρία τοῦ Άθωνος κραταιᾷ, προστάτις καί σκέπη, ἐξαιρέτως δε τῆς Μονῆς, Μεγίστης κλεινῆς Βατοπαιδίου, τούς παροικοῦντας ἐν ταύτῃ περίσῳζε.

Ὡς πάλαι τήν ποίμνην σου θαυμαστώς, ὦ Παραμυθίᾳ, διασώσασα ἐκ λῃστῶν, καί νῦν ὡσαύτως δονουμένους, τῆ μεσιτεία σου λύτρωσαι Δέσποινα.

Ἐκ νόσων σκανδάλων καί πειρασμῶν, περικυκλωθέντες, τῆ εἰκόνι σου ὡς εἱκός, προσπίπτομεν Δέσποινα βοῶντες, Παραμυθίᾳ ἀπάλλαξον τάχιστα.


Ὠδἤ γ'. Οὐρανίας ἁψῖδος.
Βουληθείς ὁ Υἱός σου, Θεοχαρίτωτε Δέσποινα, βίον μοναστῶν ἀμελούντων, τούτου προστάγματα, ἐπανορθώσασθαι, δεινῶν βαρβάρων τά στίφη,κατά τῆς Μεγίστης σου Μονῆς ἀπέστειλε.

Διά τοῦτο Παρθένε, σύ ἀπωθήσασα ὄλεθρον, πάσῃ μητρικῇ παρρησία, χρωμένη ἔσπευσας. εἰ καί ὁ Κύριος, αὑτοῦ τήν χεῖρα ἐκτείνας, σοῖς ἀχράντοις χείλεσι, πάλιν ἐβόησας.

Παῦσον Μῆτερ φωνοῦσα, ὁ σός Υἱός ἔλεγεν. ἀλλά σύ Παρθένε καί πάλιν, τρίτον ἐφώνησας, παραμυθήσασα, πᾶσαν τήν Ποίμνην σου Κόρη. Ὅθεν πάντες κράζομεν, Δέσποινα, χαῖρε σοι.

Σύ ὑπάρχεις Παρθένε, πάντων ἡμῶν στήριγμα, σκέπη καί προστάτις καί ρύστις, πάσης κακώσεως, καί πρέσβυς ἄριστος, πρός τόν Υἱόν καί Θεόν σου, φύλαξ καί ὑπέρμαχος Βατοπαιδίου Μονῆς.


Διάσωσον ἀπό κινδύνων τούς δούλους σου Θεοτόκε, ὅτι πάντες μετά Θεόν εἰς σε καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καί προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β'. Τά ἄνω ζητῶν.

Πρεσβεῖα θερμῇ καί τεῖχος απροσμάχητον, ἐλέους πηγῇ, ἡμῶν τε παραμύθιον, ἐκτενῶς βοῶμεν σοι. Θεοτόκε Δέσποινα πρόφθασον, καί ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη προστάτις τοῦ ποιμνίου σου.


Ὠδή δ'. Εἰσακήκοα Κύριε.
Ἀνεδείχθη Πανάχραντε, ὁ Ναός σου οὗτος τῆς θείας Χάριτος, οἰκητήριον κοσμούμενος, τῆς σεπτῆς εἰκόνος ἐκτυπώματι.

Μοναστῶν καί μιγάδων τε πάντων τά συστήματα σοι κραυγάζουσι. Παραμύθησον Μητράνανδρε, πειρασμῶν παντοίων τούς οἰκέτας σου.

Τῆς Μονῆς σου οἱ τρόφιμοι, χαίροντες σκιρτῶντες καί ἀγαλλόμενοι, καθ' ἑκάστην τήν εἰκόνα σου, χάριτος πληροῦνται, ἀσπαζόμενοι.

Βατοπαίδιον γάννυται, συγκαλοῦν τοῦ Ὄρους ἅπαν τό σύστημα, ὅπως ἴδη τῆς εἰκόνος σου, τήν μορφήν στραφεῖσαν καί φωνήσασαν.


Ὠδἤ ἕ'. Φώτισον ἡμᾶς.
Στάμνον Κιβωτόν, Ῥάβδον Πλάκα, θείαν Τράπεζαν, Ὄρος, Βάτον ἀκατάφλεκτον, σε Προφῆται Κόρη προκατήγγειλαν.

Ὄρος Δανιήλ ἀλατόμητον κατεῖδε σε. ἄλλος πάλιν πόκον ἔνδροσον. ἕτερος χρυσῆν λυχνίαν Πάναγνε.

Λύονται ἐν σοι, νόμοι φύσεως Πανάχραντε, μόνη τίκτεις Βρέφος ἄσπορον, Λόγον τοῦ Πατρός τόν ἐνυπόστατον.

Σῶμα καί ψυχήν, καί διάνοιαν ἐμόλυνα, ὁ ἀνάξιος ἱκέτης σου, ὅθεν σοι κραυγάζω. Κόρη σῶσον με.


Ὠδἤ στ'. Τήν δέησιν ἐκχεῶ.
Πρεσβείας σου Μαριάμ, εγκαίνισον τοῖς ἐγκάτοις μου,προς σόν Υἱόν καί Θεόν, Πνεῦμα τό Πανάγιον. πάθος δε ὀλέθριον τῆς ἀναισθησίας, ἀποδίωξον Πανάχραντε.

Τῆς ταπεινώσεως εἷ, Παραμυθίᾳ τό σύμβολον. προσπίπτοντες οὑν ἡμεῖς, τῆ σεπτῇ εικόνο σου, ταπείνωσιν Δέσποινα διά σου αἰτοῦμεν, ταῖς πρός Κύριον πρεσβεῖας σου.

Τό Ὄρος τό θαυμαστόν, Παραμυθίᾳ τοῦ Άθωνος, κατέχον τήν σήν σεπτήν, εἰκόνα σεμνύνεται, καί τήν παναγίαν σου, Παναγία, Ζώνην, τῶν ἐχθρῶν φυγαδευτήριον.

Λοιμοῦ, λιμοῦ καί σεισμοῦ, πυρός μαχαίρας καί κλύδωνος, χαλάζης καί πειρασμοῦ, καί παντός νοσήματος, ῥῦσαι ὑπεράγαθε, Παναγία Κόρη, τήν σήν Ποίμνην ἱκετεύομεν.


Διάσωσον ἀπό κινδύνων τούς δούλους σου Θεοτόκε, ὅτι πάντες μετά Θεόν εἰς σε καταφεύγομεν, ὡς μόνη τῶν σῶν ἡ Παραμυθία.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ανερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β'. Προστασία τῶν Χριστιανῶν.

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρός τόν Ποιητήν ἀμετάθετε, μή παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς. ἀλλά πρόφθασον ὡς ἀγαθῇ, εἰς τήν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. τάχυνον εἰς πρεσβείαν, καί σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε τῶν τιμώντων σε.


Προκείμενον.
Μνησθήσομαιτού ὀνόματος Σου ἔν πάσῃ γενεά καί γενεά.
Στίχος. Τό πρόσωπον σου λιτανεύσουσιν οἵ πλούσιοι τού λαοῦ.

Εὐαγγέλιον κατά Λουκᾶν. (Κεφ. ἀ' 39 - 49, 56)

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετά σπουδῆς εἰς τήν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου καί ἠσπάσατο τήν Ἐλισάβετ. Καί ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καί ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καί ἀνεφώνησε φωνῇ μεγάλῃ καί εἶπεν· εὐλογημένη σύ ἐν γυναιξί καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου. Καί πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδού γάρ, ὡς ἐγένετο ἡ φωνῇ τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτα μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καί μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τόν Κύριον καί ἠγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῷ τῷ Σωτῆρι μου· ὅτι ἐπέβλεψεν ἐπί τήν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδού γάρ ἀπό τοῦ νῦν μακαριοῦσι με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησε μοι μεγαλεῖα ὁ Δυνατός καί ἅγιον τό ὄνομα Αὐτοῦ. Ἔμεινε δέ Μαριάμ σύν αὐτῇ, ὡσεί μῆνας τρεῖς καί ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς.


Δόξα.
Πάτερ, Λόγε Πνεῦμα Τριάς ἤ ἔν Μονάδι, έξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μή καταπιστεύσῃς με, ἀνθρωπίνῃ προστασίᾳ, Παναγία Δέσποινα, ἀλλά δέξαι δέησιν τοῦ ἱκέτου σου. θλῖψις γάρ ἔχει με, φέρειν οὐ δύναμαι τῶν δαιμόνων τά τοξεύματα. σκέπην οὐ κέκτημαι, οὐδέ που προσφύγῳ ὁ ἄθλιος, πάντοθεν πολεμούμενος καί Παραμυθίαν οὑκ ἔχω πλήν σου. Δέσποινα τοῦ κόσμου, ἐλπίς καί προστασίᾳ τῶν πιστών,μη μου παρίδῃς, τήν δέησιν τό συμφέρον ποίησον.


Ὠδἤ ζ'. Παῖδες Ἑβραίων.
Πόθῳ καί πίστει σοι προστρέχω, παραμύθησον, Παραμυθίᾳ Κόρη, παραμύθιον σύ, Μονῆς Βατοπαιδίου, πάλαι παραμυθήσασα, μοναστᾶς ἀπειλουμένους.

Ἔλαφος γέγονα διψῶσα, τάς πηγάς ἐκζητῶν, Παρθένε σῶν ὑδάτων. τοῦ ἐλέους τοῦ σου, ῥανίδα πότισον με, τῷ σῶ ναῶ προστρέχοντα, ὦ σεπτῇ Παραμυθίᾳ.

Γλυκυτέρα φωνῆς τῆς ἀηδόνος, μέλι στάζουσα, ἠκούσθη ἡ φωνῇ σου, καί διέσωσε πρίν, Μονήν Βατοπαιδίου. ἀλλά καί νῦν διάσῳζε, πάμφωτε Παραμυθίᾳ.

Σκεωρίας ματαίωσον Παρθένε, πονηρᾶς καί δεινάς, κατά τοῦ Ὄρους Ἄθω, ἐν ἐσχάτοις καιροῖς ἀφρόνως μελετώντων, Παραμυθίᾳ σῴζουσα, ὅ οἰκεῖον ηρετίσω.


Ὠδἤ ἡ'. Τόν Βασιλέα, τῶν οὐρανῶν.
Ἐπί σοί χαίρει, πᾶσα ἡ κτίσις, Ἀγγέλων, τά συστήματα καί τῶν ἀνθρώπων γένος. ἔψαλλον τά πλήθη, τῶν μοναστῶν Παρθένε.

Παραμυθίαν, ἐπαινέσωμεν πάντες, δεχομένην τῶν μοναστῶν τόν ὕμνον, καί λυτρωσαμένην, ἐκ πειρατῶν βεβήλων.

Τῶν ποιημάτων, Κόρη δεσπόζεις παντοίων, ἐπιγείων τε καί τῶν ἐπουρανίων, ὦ Παραμυθίᾳ, κρατοῦσα θεῖον Ἴον.

Τόν Βασιλέα, τῶν βασιλέων κρατοῦσα, βασιλείας βασιλικήν Μονήν σου, μοναστᾶς οἰκοῦντας, Βασίλισσα ἀξίου.


Ὠδἤ θ'. Κυρίως Θεοτόκον.
Ναῶ σου τῷ ἁγίῳ, πίστει προσιόντες οἱ διά σου σεσωσμένοι, Παραμυθίᾳ ἀγνῇ, τόν ταπεινόν ἡμῶν ὕμνον, σοι ἀναμέλπομεν.

Βοήθησον φύλαξαι, ὦ Παραμυθίᾳ, ἐπαγγελίας ἡμῶν ἆς ἐδώκαμεν, ὅτε τό Σχῆμα ἐλάβομεν, τῷ Θεῶ ἡμῶν.

Μονήν σου τήν ἀγίαν, ὦ Παραμυθίᾳ, τοῦ ἐμφυλίου πολέμου ἀπάλλαττε, ὅπως Υἱοῦ σου δοξάζηται θεῖον ὄνομα.

Περαίνοντες τόν ὕμνον, Χαῖρε σοι βοῶμεν, τῆ θαυμαστῇ σου εἰκόνι προσπίπτοντες, μετά δακρύων αἰτοῦντες, πταισμάτων ἄφεσιν.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Τήν ὑψηλοτέραν τῶν οὐρανῶν, καί καθαρωτέρα λαμπηδόνων ἡλιακῶν, τήν Παραμυθίαν ἡμῶν τῶν παροικούντων, Μονῇ Βατοπαιδίου, ὕμνοις τιμήσωμεν.

Δέσποινα καί Μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις μοναζόντων τῆ σῆ Μονῇ, καί Παραμυθίᾳ γενοῦ ἡμῶν καί σκέπη, καί πρέσβυς τῷ Υἱῶ σου,ὑπέρ τῶν δούλων σου.

Νῦν καιρός ἀνάγκης ἦλθεν ἡμῖν, νῦν παρέστη χρεῖαβοηθείας Κόρη τῆς σῆς. λύτρωσαι οὑν πάσης ἀνάγκης καί κινδύνου, καί χεῖρα βοηθείας, τάχιστα ὄρεξον.

Τέτρωμαι τῷ πόθῳ σου Μαριάμ, φλέγει με ὁ ἔρως καθορᾶν σου τῆς ἱεράς, εἰκόνος Παρθένε τό κάλλος καί τήν δόξαν, καί κόρον οὐ λαμβάνω τοῦ μεγαλύνειν σε.

Χαῖρε Πανυπέρτιμε Μαριάμ, ἡ Παραμυθίᾳ τῆς σής ποίμνης καί ἀρωγῇ, ἡ τόν Θεόν Λόγον κρατοῦσα ἐν ἀγκάλαις. ὄν δίδου σοῖς ἱκέταις σεμνῇ εὐίλατον.

Κόρη πανακήρατε ἡ ἐλπίς, τῶν ἀπηλπισμένων καί ἀντίληψις τῶν πιστῶν, σῶσον σούς οἰκέτας ἀπό παντοίας βλάβης,Παρθένε Θεοτόκε, Παραμυθίᾳ μου.

Νῦν εὐαγγελίζεται Γαβριήλ, τό χαῖρε κραυγάζων μετά δέους τῆ Μαριάμ, ὦ τοῦ ξένου τρόπου, ἐν μήτρα γάρ ἀχράντῳ, συνείληπται ὁ Πλάστης, σῴζων ὄν ἔπλασε.

Ζώνῃ πολυτίμητε τῆς Ἀγνῇς, πηγῇ τῶν θαυμάτων, καί χαρίτων ὁ θησαυρός, σῶσον τούς σούς δούλους, ἀπό παντοίας βλάβης, ὡς τῆς ζωῆς τό σκεῦος, σύ περιζώσασα.

Τᾶς σεπτᾶς εἰκόνας σου τῆς μορφῆς, τήν Παραμυθίαν προσκυνοῦμεν καί τάς λοιπάς, τήν Ἀντιφωνοῦσαν, τήν θείαν Ἐσφαγμένην καί τήν Παντάνασσαν.

Τούς ἀσπαζομένους σου εὐλαβῶς, σορόν τῶν λειψάνων, καί τελοῦντας σου τήν φαιδρᾶν, μνήμην περιφρούρει, ἀπό πᾶσης ἀνάγκης, Εὐδόκιμε τρισμάκαρ, ἀξιοθαύμαστε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς, οἱ ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβεῖαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἦχος ἀ'. Τοῦ λίθου σφραγισθέντος.
Τήν πάντων ὑπερτέραν Θεοτόκον ὑμνήσωμεν, τήν Παραμυθίαν ἐν ταύτῃ, τῆ Μονή καί προστάτιδα. ὑπάρχει γάρ φροῦδος τοῖς ἐχθροῖς, καί σκέπη σωτήριος ἡμῖν, διά τῆς αὑτῆς εἰκόνος ὡς βασιλίς, ἐν θρόνῳ καθιδρυμένῃ.
Δόξα διό τῆ σῆ βουλῇ, δόξα τοῖς θαυμασίοις σου, δόξα τῆ πρός ἡμᾶς, Παρθένε, θεῖα προνοίᾳ σου.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε τῆ εἰκόνι ἀδελφοί, τῆ θαυματουργῶ καί ἀγία, τῆς Θεοτόκου ἀγνῇς, δεῦτε νῦν προσπέσωμεν, δάκρυα χέοντες, καί ἐν πόθῳ κραυγάσωμεν, ψυχῆς καί καρδίας. πάσης περιστάσεως, ἡμᾶς ἀπάλλαξον, ἶνα ἐκ παντοίων κινδύνων, πάντοτε λυτρούμενοι, Κόρη, σε Παραμυθίαν ὀνομάζωμεν.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἴς σε ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ. φύλαξόν με ὑπό τήν σκέπην σου.


Δι' εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.


Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης