Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1765
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκο της Πορταίτισσης Νο2 Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκο της Πορταίτισσης Νο2

Την / Το Δευ Νοε 12, 2012 10:54 am
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκο της Πορταίτισσης

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκο της Πορταίτισσης Νο2 Panagi17

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.  

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.

Τῇ θαυμαστῇ Σου Πορταΐτισσα σκέπῃ, δι’ ἧς λυτροῦσαι ἡμᾶς πάσης ἀνάγκης, προστρέχομεν ἑκάστοτε κραυγάζοντες θερμῶς· ὥσπερ πάλαι ἔδειξας, ἐφ’ ἡμῖν τὴν σὴν χάριν, οὕτω καὶ νῦν Δέσποινα, μὴ ἐλλίπῃς εἰς τέλος, ὡς ἐπηγγείλω σκέπειν καὶ φρουρεῖν, τοὺς ἀδιστάκτῳ, ψυχῇ προσιόντας Σοι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ εὐκλεὴς καὶ παναγία Εἰκών Σου, ὥσπερ ἐχέγγυον ἡμῖν σωτηρίας, τῇ Σῇ προνοίᾳ Ἄχραντε δεδώρηται, ἥνπερ θησαυρίσασα, ἡ Μονὴ τῶν Ἰβήρων, πάσης ἀπαλλάττεται, διὰ Σοῦ ἐπηρείας, καὶ σὺν αὐτῇ ἐλπίδος ἀῤῥαγοῦς, πληροῦται Κόρη, καὶ πᾶς ὁ προστρέχων Σοι.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Καὶ ὀ Κανών.  

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Τὰ μεγαλεῖα τῆς σεπτῆς Εἰκόνος Σου ἀνευφημῆσαι τολμῶν, ἐν ὑλικῇ γλώσσῃ, καὶ ῥυπῶσι χείλεσι, τῆς πυριμόρφου δέομαι, καθαρσίου λαβίδος, ἧς Ἡσαΐας ἠξίωται, Μήτηρ τοῦ Θεοῦ Ἀπειρόγαμε.

Ὑπὸ τὴν σκέπην τῆς λαμπρᾶς Εἰκόνος Σου, Θεογεννήτρια, ἡμεῖς ὁ Σὸς κλῆρος, πάντοτε προσφεύγοντες, τοὺς δυσμενεῖς τροπούμεθα, καὶ παντοίων κινδύνων, τὴν ζάλην ἀποκρουόμεθα, καὶ τοὺς πειρασμοὺς ἐκτρεπόμεθα.

Πύργος ἰσχύος ὀχυρὸς καὶ ἄῤῥηκτος, ἀπὸ προσώπου ἐχθρῶν, καὶ στερεὰ πέτρα, ἀῤῥαγής τε πρόβολος, γενοῦ Θεογεννήτρια, τῇ τιμώσῃ Σε ποίμνῃ, καὶ ταύτην σκέπαζε ἄνωθεν, σκέπῃ τῶν ἀχράντων πτερύγων Σου.

Ἐξαποστείλας ἐξ ἁγίου Δέσποινα, ἡμῶν βοήθειαν, καὶ ἐκ Σιὼν ῥάβδον, ἀληθοῦς δυνάμεως, ᾗ κατακυριεύσομεν, τῶν παθῶν Θεοτόκε, οἱ τὴν ἁγίαν Εἰκόνα Σου, φόβῳ καὶ χαρᾷ ἀσπαζόμενοι.


ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Σὺ εἶ τὸ τεῖχος τῶν πιστῶν, Σὺ εἶ ἡ ἰσχὺς καὶ τὰ ὅπλα, Σὺ ἀκράδαντος ἀπόρθητος πύργος, Σὺ ὀχύρωμα στεῤῥόν, Σὺ καὶ περιχαράκωμα, Θεογεννῆτορ Κόρη· διὸ τὴν ποίμνην Σου φύλαττε.

Ἡ ματαιόφρων στρατιά, ἡ φιλοπόλεμος φάλαγξ, τῶν δαιμόνων Θεοτόκε Παρθένε, ἦραν ὅπλα καθ’ ἡμῶν, οἷς ἀντιπαρατάχθητι, Δέσποινα ὅπως γνῶσι, τῆς Σῆς Εἰκόνος τὴν δύναμιν.

Τὴν Σὴν Εἰκόνα τὴν λαμπράν, τῇ Σῇ Μονῇ Θεοτόκε, παραμύθιον ψυχῶν ἐδωρήσω, θλιβομένων καὶ φρουρόν, τῇ πύλῃ ταύτης ἵστασθαι, πρὸς φυλακὴν ἁπάντων, τῶν ἐνοικούντων εὐδόκησας.

Οὐρανίαις στρατιαῖς, περιτειχίσας κυκλόθεν, Ἐλισσαῖον τὸν Προφήτην Σου πάλαι, νοερᾷ παρεμβολῇ, δυνάμεων ἀΰλων Χριστέ, τῆς Σῆς Μητρὸς τὴν ποίμνην, τείχισον ταῖς ἱκεσίαις αὐτῆς.


Διάσωσον, ὦ Πορταΐτισσα Πάναγνε Θεοτόκε, πάσης βλάβης καὶ ἀναγκῶν τε καὶ θλίψεων, τοὺς ὁλοψύχως προστρέχοντας τῇ Σῇ σκέπῃ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτις θερμὴ καὶ μέγα καταφύγιον, καὶ σκέπη στεῤῥά, καὶ σύμμαχος καὶ ἔφορος, ὑπάρχεις Πορταΐτισσα, τῶν τὴν Σὴν ἐκζητούντων βοήθειαν· διὸ λύτρωσαι πάσης ἀπειλῆς, ὡς ὑπέσχου τοὺς δούλους Σου Πανάμωμε.


ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Σὺ εἶ ἐλπίς, τῆς φίλης ποίμνης Σου Δέσποινα, Σὺ εἶ σκέπη, Σὺ καὶ ἡ ἀντίληψις, Σὺ φωτισμός, Σὺ καὶ θυρωρός, Σὺ παραμυθία, φρουρὸς καὶ θεία παράκλησις, καὶ ἥδυσμα καὶ κράτος, τῶν οἰκούντων Παρθένε, καὶ τιμώντων πιστῶς τὴν Εἰκόνα Σου.

Νέκταρ ἡμῖν, τῆς εὐσπλαγχνίας ἐπήγασας, οἷα κρήνη, ῥεῖθρον γλυκὺ ῥέουσα, καὶ καθαρὰ νάουσα πηγή, νάμα ζωηφόρον, καὶ ὕδωρ πότιμον βλύζουσα· διό με Θεοτόκε, τὸν πιστῶς προσκυνοῦντα, τὴν Εἰκόνα Σου δρόσισον δέομαι.

Νόμοι ἐν Σοί, φύσεως κεκαινοτόμηνται, Θεομῆτορ, πάντα ὑπὲρ φύσιν γάρ, τὰ κατὰ Σὲ καὶ καινοπρεπῆ· καὶ γὰρ παραδόξως, ἡ θάλασσα τὴν Εἰκόνα Σου, Μονῇ τῇ τῶν Ἰβήρων, ἀσινῆ ἐξαισίως, παραδέδωκε φέρουσα Δέσποινα.

Ῥῦσαι λιμοῦ, καὶ βλάβης πάσης τὴν ποίμνην Σου, Θεοτόκε, πυρὸς καὶ ποντώσεως, μαχαίρας ἄλλης τε συμφορᾶς, τῆς ἐκ τῶν δαιμόνων, ἐπερχομένης καὶ φύλαττε, μέχρι τῆς συντελείας, ἀσινῆ τὴν ἁγίαν, Σοῦ πλουτοῦσαν Εἰκόνα τὴν πάντιμον.


ᾨδή ε΄. Ἵνα τί με ἀπώσω.
Οὐρανίων ἀδύτων, τὴν ὑπερνεφῆ καὶ αἰθέριον ἄντυγα, πρὸς βραχὺ λιποῦσα, πρὸς ἡμᾶς ἐπιδήμησον Δέσποινα, καὶ τῇ ἀηττήτῳ, τῆς Σῆς Εἰκόνος ἐξουσίᾳ, τοὺς ἐχθροὺς τῆς Σῆς ποίμνης κατάβαλε.

Ἱεράν Σε κρηπῖδα, καὶ ἀπεριδόνητον ἱερὰν ἄγκυραν, κεκτημένοι Κόρη, ὁ Σὸς κλῆρος πρὸς Σὲ καταφεύγομεν· διὸ τὰς σπιλάδας, τῶν πειρασμῶν καὶ καταιγίδας, ὡς ἀφροὺς θαλαττίους διάλυσον.

Ἐντροπὴν καὶ αἰσχύνην, οἱ ζητοῦντές με περιβαλέσθωσαν, τοῦ κακοποιῆσαι, πονηροὶ καὶ ἀλάστοροι δαίμονες· ἐγὼ δὲ ἐλπίζω, διαπαντὸς εἰς Σὲ Παρθένε, ἡ Σὴ ποίμνη βοᾷ Θεονύμφευτε.

Θαυμαστὸν θαῦμα ὥσπερ, τῷ ἱεροφάντῃ καὶ φρικῶδες ἔδειξε, Θεοτόκε πάλαι, ἡ πυρίφλεκτος βάτος καὶ ἄφλεκτος, οὕτω Σῆς Εἰκόνος, ἡ λαμπὰς τοῖς κατοικοῦσιν, ἐν τῷ Ἄθῳ Μαρία Θεόνυμφε.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Νοτίου, θηρὸς ὡς πάλαι ἔσωσε, τὸν Προφήτην Ἰωνᾶν ὁ Υἱός Σου, οὕτω καὶ Σύ, Σὴν Εἰκόνα Παρθένε, ἐκ θαλαττίων κυμάτων διέσωσας, ἀπήμαντον καὶ ἀσινῆ, καὶ Μονῇ τῶν Ἰβήρων ὡδήγησας.

Κυκλώσαντες, ψαλμικῶς ἐκύκλωσαν, ὡσεὶ μέλισσαι κηρίον Παρθένε, πολλῶν δεινῶν, συμφοραὶ τὴν Σὴν ποίμνην, ἃς οὐρανόθεν Ἁγνὴ ἐξαφάνισον, καὶ φύλαττε ταύτην ἀεί, τῶν δεινῶν ἀνωτέραν ὑμνοῦσάν Σε.

Ὡραίαν Σε, θυρωρὸν κεκτήμεθα, τὴν Μονὴν οἱ κατοικοῦντες Παρθένε, τῆς τοῦ Θεοῦ εὐσπλαγχνίας τὴν θύραν, τὴν διανοίγουσαν κλεῖς τοὺς Αὐτοῦ οἰκτιρμούς, τὴν πύλην τῆς τῶν οὐρανῶν, Βασιλείας ἧς ἡμᾶς ἀξίωσον.

Τὸ πάνσεπτον, τῆς ἁγνείας τέμενος, τὴν καλὴν ἐν γυναιξὶ καὶ ὡραίαν, τοῦ οὐρανοῦ, καὶ τῆς γῆς πλατυτέραν, τοῦ Βασιλέως Χριστοῦ τὸ παλάτιον, τὴν ἔμψυχον Θεοῦ σκηνήν, τὴν ἁγνὴν Θεοτόκον ὑμνήσωμεν.


Διάσωσον, ὦ Πορταΐτισσα Πάναγνε Θεοτόκε, πάσης βλάβης καὶ ἀναγκῶν τε καὶ θλίψεων, τοὺς ὁλοψύχως προστρέχοντας τῇ Σῇ σκέπῃ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.

Ὡς προστασίαν καὶ σκέπην καὶ ἔφορον, ὁ περιώνυμος κλῆρός Σου Ἄχραντε, ὑμνεῖ Σε ἀεὶ Πορταΐτισσα, καὶ ἐκ βαθέων ψυχῆς ἀνακράζει Σοι· ἀπαύστως με φύλαττε Δέσποινα.


Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς Σου καὶ ἐπιλάθου τοῦ λαοῦ Σου καὶ τοῦ οἴκου τοῦ Πατρός Σου καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους Σου.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Τῆς Πορταϊτίσσης, ταῖς θείαις ἱκεσίαις, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ἔχει Σε Πανάχραντε, τὸ μέγα Ὄρος τοῦ Ἄθω, μέγα καταφύγιον, οἰκείᾳ χρηστότητι καὶ διάσωσμα· διὰ Σοῦ πάσης γάρ, θλίψεως λυτροῦται· Πορταΐτισσαν δὲ ἄγρυπνον, ὥσπερ ηὐδόκησας, Μάνδρα τῶν Ἰβήρων ἡ ἔνδοξος· ἀλλ’ ὦ Θεοχαρίτωτε, δίδου ἡμῖν πᾶσι τὴν χάριν Σου, καὶ μὴ ἀποστρέψῃς, τὸ πρόσωπόν Σου Κόρη ἀφ’ ἡμῶν, ἄχρι τερμάτων αἰῶνος δέ, φύλαττε τοὺς δούλους Σου.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥάβδος Ἀαρωνῖτις Σὲ, τὴν ἔντιμον ῥάβδον ἐδήλου Δέσποινα· διό Σου θείᾳ ῥάβδῳ, ἀπέλασον τοὺς λύκους, καὶ ἡμᾶς παρακάλεσον, τῇ βακτηρίᾳ τῆς Σῆς, Εἰκόνος Θεοτόκε.

Ἡ Σὴ ποίμνη βοᾶ Σοι, ἐὰν Σὺ μὴ φυλάξῃς ποίμνην ὡς ψάλλει Δαβίδ, εἰς μάτην ὁ φυλάσσων, ἠγρύπνησε· διό με, διαφύλαξον Δέσποινα, ὑπὸ τὴν σκέπην τῆς Σῆς, Εἰκόνος Θεοτόκε.

Μυριώνυμε Κόρη, ἡ γεννήσασα Λόγον τὸν ἀνυμνούμενον, μυρίαις μυριάσι, δυνάμεων ἀΰλων, τὴν μυρίοπλον φάλαγγα, τῶν κυκλωσάντων ἡμᾶς, κατάβαλε δαιμόνων.

Ἀδιστάκτῳ τῇ πίστει διαπύρῳ καρδίᾳ ζέοντι πνεύματι, ἐν φόβῳ καὶ ἐν πόθῳ, προσέρχομαι κραυγάζων, τῇ Εἰκόνι Σου Δέσποινα· τὴν Σὴν Μονὴν ἐκ δεινῶν, λύτρωσαι Θεοτόκε.


ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἐν ἑσπέρᾳ πρωΐ καὶ μεσημβρίᾳ, ἐν ἡμέρᾳ νυκτὶ καὶ πάσῃ ὥρᾳ, καὶ ἐν παντὶ καιρῷ καθικετεύω Σε, στένων καὶ δακρύων, ἀσπάζομαι φόβῳ, τὴν Σὴν σεπτὴν Εἰκόνα.

Ἴασαί μου τὰ πάθη τῆς καρδίας, φώτισόν μου τὸν νοῦν ἐσκοτισμένον, καὶ τὴν ψυχήν μου τεθνηκυῖαν ζώωσον, καὶ υἱὸν ἡμέρας, καὶ φωτός με δεῖξον, Δέσποινα κληρονόμον.

Σὲ αἰνοῦσιν, Ἀγγέλων πανηγύρεις, καὶ ὑμνοῦσιν ἀνθρώπων ὁμηγύρεις, καὶ οὐρανὸς καὶ γῆ καὶ θάλασσα, Πάναγνε κυρίως, ἀνυμνολογοῦσι, τὴν Σὴν σεπτὴν Εἰκόνα.

Χαῖρε πύλη καὶ γέφυρα καὶ κλῖμαξ, ἐκ θανάτου πρὸς τὴν ἀθανασίαν, δι’ ἧς χωροῦμεν διαπεραιούμενοι, τὴν ὑγρὰν τοῦ βίου, θάλασσαν καὶ γῆθεν, ὑψούμεθα πρὸς πόλον.


ᾨδὴ η΄. Ἐξέστη ἐπὶ τούτῳ.
Νεφέλαις τὸν ἐνδύοντα οὐρανόν, καὶ αὐταῖς ὑετίζειν προστάττοντα, ἐπὶ τὴν γῆν, ἔμψυχε νεφέλη καὶ φωτεινή, συνειληφυῖα Δέσποινα, πρώϊμον σωτήριον ὑετόν, ἐπόμβρησον νῦν ὕδωρ, ἀφέσεως Σῇ ποίμνῃ, κατεψυγμένῃ κακῶν καύσωνι.

Ὡς θάλαμον ὡραῖον καὶ φαεινόν, ὡς εὐώδη νυμφῶνα Πανάμωμε, ὡς εὐανθῆ, κῆπον καὶ παράδεισον εὐθαλῆ, ὡς νοητὸν ἁγίασμα, ὡς χρυσοπορφύρωτον κιβωτόν, ὡς ἔμψυχον χωρίον, καὶ πύρινον ὡς θρόνον, τὴν Σὴν Εἰκόνα ὀνομάζομεν.

Νῦν δεῖξον εἰς ἡμᾶς τοὺς ἁμαρτωλούς, τὰ ἀρχαῖα ἐλέη Σου Δέσποινα, ὅσα ἡμεῖς, ἔγνωμεν ἀκούσαντες ψαλμικῶς, οἱ δὲ ἡμῶν προπάτορες, εἶδον διηγήσαντό τε ἡμῖν, ὡς ἂν τὰ μεγαλεῖα, τῆς Σῆς σεπτῆς Εἰκόνος, καὶ ἡμεῖς ἄλλοι διηγώμεθα.

Πολλάκις ἐλυτρώσω ποίμνην τὴν Σήν, ἐκ κινδύνων πολλῶν καὶ κακώσεων, καὶ ἐκ λιμοῦ, γόνων τε τῆς Ἄγαρ καταδρομῆς, καὶ ἐκ πυρὸς Πανάμωμε, καὶ λιμοῦ κυκλώσαντος ταύτην πρίν, καὶ νῦν τῶν οἰκτιρμῶν Σου, τὸ πέλαγος δεικνύεις, καὶ διοικεῖς καὶ σώζεις πάντοτε.

Νυκτός τε καὶ ἡμέρας Μῆτερ Θεοῦ, τὸ Σὸν ὄνομα ἐπιβοώμεθα, Σὺ γὰρ ἡμῶν, ὑπερασπιστὴς ἐν τοῖς πειρασμοῖς, προπολεμοῦσα πάντοτε, κατατροπουμένη τοὺς καθ’ ἡμῶν· διὸ μὴ ἐπιλάθῃ, φωνῆς τῶν ἱκετῶν Σου, ἀλλ’ εἰς τὸ σῶσαι ἡμᾶς πρόφθασον.

Ὑπέραγνε Παρθένε Μῆτερ Θοεῦ, ὃν ἐκτήσω λαὸν περιούσιον, καὶ ἐκλεκτόν, ἔθνος καὶ μερίδα ἀγαπητήν, κληρονομίας σχοίνισμα, ὄρος ἁγιάσματος ἱερόν, καὶ κατοικητηρίου, ἐξαίρετόν Σου ποίμνην, ἕως αἰῶνος διαφύλαττε.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Πίστει τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἄχραντε Παρθένε, προσκυνοῦμεν οἱ εὐσεβεῖς, λύσιν τῶν πταισμάτων, ἡμῶν λαβεῖν αἰτοῦντες, ταῖς Σαῖς πρὸς τὸν Υἱόν Σου, Ἁγνὴ δεήσεσι.

Λύτρωσαι κινδύνων ἐκ χαλεπῶν, τοὺς ἀσπαζομένους, τὴν Εἰκόνα Σου εὐλαβῶς, τῆς Μονῆς Ἰβήρων, τὴν ἄμαχον Παρθένε, ὑπέρμαχον ὡς ὄντως, καὶ Πορταΐτισσαν.

Τῶν θαυμάτων Πάναγνε ἡ πληθύς, τῆς ἀχράντου ὄντως, Σοῦ Εἰκόνος εἰς πᾶσαν γῆν, Δέσποινα ἐξῆλθε, τῶν εὐσεβῶν χορείας, πνευματικὴν πληροῦσα, ἀγαλλιάσεως.

Τοὺς ἀθροιζομένους τῷ Σῷ ναῷ, καὶ ἀσπαζομένους, τὴν Εἰκόνα Σου ἐκ ψυχῆς, τῆς Πορταϊτίσσης, ῥῦσαι παντὸς κινδύνου, Παρθένε Θεοτόκε, Θεοχαρίτωτε.

Τῆς Πορταϊτίσσης τὴν θαυμαστήν, καὶ σεπτὴν Εἰκόνα, προσκυνήσωμεν ἀδελφοί, θαύματα τελοῦσαν, καὶ βρύουσα ἰάσεις, καὶ ταύτην μετὰ πόθου, κατασπασώμεθα.

Ἴδοιμι Παρθένε ψυχοῤῥαγῶν, ἐν καιρῷ θανάτου, τὴν Εἰκόνα Σου τὴν σεπτήν, παραμυθουμένην, καὶ ἱλαρῶς ὁρῶσαν, καὶ ὄψεις τῶν δαιμόνων ἀποδιώκουσα.

Ἆρόν Σου τὰ ὄμματα Μαριάμ, καὶ ἴδε εὐσπλάγχνως, τοὺς Εἰκόνι Σου τῇ σεπτῇ, παρεστῶτας Κόρη, καὶ Σὲ παρακαλοῦντας, καὶ πλήρωσον αἰτήσεις, τούτων Πανύμνητε.

Τί ἀνταποδώσωμεν οἱ οἰκτροί, δοῦλοί Σου Παρθένε, ἀντὶ χάριτος τῆς πολλῆς, ἥνπερ ἐπεδείξω, ἡμῖν τοῖς κετημένοις, Εἰκόνα Σου τὴν θείαν, πλοῦτον οὐράνιον.

Δέσποινα καὶ Μήτηρ τοῦ Λυτρωτοῦ, Σὰς ἀχράντου χεῖρας, αἷς ἐβάστασας τὸν Θεόν, ἆρον ὡς Υἱόν Σου, χάριτι καὶ δυνάμει, Εἰκόνος Σου τῆς θείας, τοῦ οἰκτειρῆσαι ἡμᾶς.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον τῆς Πορταϊτίσσης. Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος.
Τήν θείαν Σοῦ Εἰκόνα δεδεγμένοι ἔν θαύματι, Πυλωρόν Παρθένε καί σκέπην καί Προστάτιδα ἔχομεν, τοϋ κλήρου σου οἵ τρόφιμοι ἀεί, καί Σοῦ ὦς άφομείωμα ἡμεῖς, τήν Αύτήν Σου προσκυνοῦντες ἀπό ψυχῆς, βοῶμεν σοι Θεοτόκε• δόξα τῆ παναγάθῳ Σου βουλή, δόξα τῆ προστασία Σου, δόξα τῆ πρός ἤμας Άγνή θεῖα προνοίᾳ Σοῦ.

Κοντάκιον. Ἦχος πλ. δ'. Τό προσταχθέν μυστικῶς.
Τῶν μοναστῶν ἤ πληθῦς δεῦτε τοῦ Ἄθω, ἀνευφημήσωμεν πιστῶς ἔν θείοις ϋμνοις, τήν Πανάχραντον Παρθένον καί Θεοτόκον, Ἰβήρων τῆς σεβασμίας θείας Μονῆς τήν μόνην κηδεμονίαν καί θυρωρόν, καί τοῦ ’Ὄρους τήν Ἔφορον, ἀναβοῶντες ἐκτενῶς, χριστιανῶν τό στήριγμα, Χαῖρε Κόρη Μητρόθεε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας, τοὺς προστρέχοντας πιστῶς, τῇ Σῇ κραταιᾷ προστασίᾳ, καὶ τὴν Εἰκόνα Σου, χάριν τε καὶ ἔλεος, ἡμῖν πηγάζουσαν, μετὰ φόβου καὶ πίστεως, Ἁγνὴ προσκυνοῦντας, σῷζε Πορταΐτισσα, πάσης στενώσεως, πάσης προσβολῆς ἐναντίας, καὶ ὀδυνηρῶν συμπτωμάτων, καὶ τῶν ἐν τῷ βίῳ περιστάσεων.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.






_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης