Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Παυσολύπην Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Παυσολύπην

Την / Το Πεμ Νοε 15, 2012 6:15 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Παυσολύπην

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Παυσολύπην Paysol10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου. Και μη εισέλθεις εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου. εταπείνωσεν εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς, ως νεκρούς αιώνος. Και ηκηδίασεν επ’ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τα χείρας μου. η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μη αποστρέψεις το πρόσωπόν σου απ’ εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησον μοι το πρωί το έλεός σου, ότι επί σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, οδόν, εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου.Εξελού με εκ των εχθρών μου, Κύριε. προς σε κατέφυγον, δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου. Το Πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία. ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου. και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλός σού ειμί.

Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στιχ. α΄. Εξομολογείσθε τω Κυρίω, και επικαλείσθε το όνομα το άγιον αυτού.
Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στιχ. β΄. Πάντα τα έθνη εκύκλωσάν με και τω ονόματι Κυρίου ημυνάμην αυτούς.
Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στιχ. γ΄. Παρά Κυρίου εγένετο αύτη, και έστι θαυμαστή εν οφθαλμοίς ημών.
Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Κατόπιν τὰ Τροπάρια.

Ἦχος δ΄. Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.

Ἐμπεριστάτων ἀρραγής προστασία, ἀδικουμένων ἐπιβράβευσις θεία, τῶν ἀσθενῶν ἰάτειρα καί τῶν χαλεπῶς τρυχομένων, ἄχραντε Παυσολύπη, ἑτοίμη βοηθός ὑπάρχουσα λυπηρῶν τήν ὀμίχλην σαῖς προσευχαῖς καί θλίψεων ἀχλύν, παραμυθία γλυκεῖα, ἐκδίωξον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Οὺ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευϑέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ’ σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ἀρχόμεϑα τοῦ Κανόνος.

Ἦχος πλ. δ΄. Ὠδὴ α΄. Ὑγρὰν διοδεύσας.

Παντοίων εκλύτρωσαι συμφορῶν ἡμᾶς, ἀδικίας, ἐπηρείας τοῦ πονηροῦ καί θλίψεων βίου, Παυσολύπη, ἡ τῆ ῥομφαία τρωθεῖσα τῶν θλίψεων.

Ἀπέλασον τάχος τῶν λυπηρῶν ὀμίχλην καί λῦσον ἀδικίας τόν σκοτασμόν ἀγνῇ Θεοτόκε, Παυσολύπη, ἀδικουμένων προστάτις ὡς ἔνθερμος.

Ὑπέρ τῶν ἐν νόσοις ὀδυνηραῖς, πικραῖς ἀλγηδόσι καί στενώσεσι ψυχικαῖς δεινῶς καθευδόντων, Παυσολύπη, τόν σόν δυσώπει εὐίλατον Κύριον.

Σωτῆρα τεκοῦσα ὑπερφυῶς ἡμῶν, Παυσολύπη, πύλας ἄνοιξον χαρμονῆς ἡμῖν προσιοῦσι παρρησία τῆ μητρικῇ σου, χαράς κόσμου πρόξενε.


Ὠδή γ΄. Οὐρανίας ἁψῖδος.
Οδυνόμενοι, Μῆτερ, οἱ σοι θερμοί πρόσφυγες ἐκ τῶν λυπηρῶν τῶν τοῦ βίου καί περιστάσεων ὀδυνηρῶν σάς εὐχαῖς ταῖς σωστικαῖς, Παυσολύπη, σπεύδομεν αιτούμενοι θείαν σου εὔνοιαν.

Λυπηράς ἐμπαθείας καί φθονεροῦ ῥῦσαι με μίσους, Παυσολύπη Παρθένε, Θεογεννήτρια, ἐν ταπεινώσει πολλῇ καί συνοχῇ τῆς καρδίας σπεύδοντα ἑκάστοτε τῆ ἀντιλήψει σου.

Ὑβριστάς μου εὐλόγει, ἐχθρούς ἐμούς στήριζε, πάντας ἀδικοῦντας με σκέπε καί ῥύου θλίψεων ἐπιποθοῦντας κακῶς κατασπιλώσει με, Μῆτερ, οὕσπερ καθαγίαζε ὄμβρῳ σής χάριτος.

Παυσολύπη Κυρία, ἡμᾶς ἀεί στήριζε ἄραι τόν σταυρόν ἀγογγύστως, ὀν ἡμῖν ἔδωκεν ὁ σός Υἱός καί Θεός, διδούς ὁ πᾶσι φορτίον τῶν αὑτοῦ δυνάμεων, Μῆτερ, ἀνάλογον.


Ἀνάψυξον, ἀδικουμένους, στενάζοντας θλιβομένους, ἀσθενοῦντας ὀδυνηρῶς, ἀλγοῦντας καί κάμνοντας τῆ αὔρα τῆς σκέπης σου, Παυσολύπη.

Ἐπίβλεψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις Καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεῖα Θερμῇ.

Τά θλίψεις ἡμῶν λιταῖς σου μεταποίησον πρός τόν Λυτρωτήν Υἱόν σου τόν φιλάνθρωπον, Παυσολύπη Δέσποινα, εἰς χαράν αἰωνίζουσαν, ἄχραντε, καί ἀδικούντων γνώμην ἀλγεινήν ἡμᾶς τῆ δυνάμει σου μετάστρεψον.


Ὠδή δ΄. Εἰσακήκοα Κύριε.
Η απαύστως στηρίζουσα, οἴμοι, κλονουμένους ἐν βίῳ, Δέσποινα Παυσολύπη, ἐπιστήριζε θλιβομένους, θεία βακτηρία σου.

Ἀδικίας ὀλέτειρα, Μῆτερ Παυσολύπη, τήν γνώμην ἄλλαξον ἀδικούντων τούς οικέτους σου, Κεχαριτωμένη Μητροπάρθενε.

Χαρμονῆς θεία πρόξενε τῶν βροτῶν, οικέτους σου παρηγόρησον, Παυσολύπη Μητροπάρθενε, στένοντας ἐν βίου παριστάσεσι.

Λάμπρυνόν μου τήν ζόφωσιν λυπηρῶν καί θλίψεων ταῖς ἀκτίσι σου, Παυσολύπη, τῶν ἐντεύξεων πρός τόν Φωτοδοτῶν θεῖον Τόκον σου.


Ὠδή ε΄. Φώτισον ἡμᾶς.
Ὕδατι εὐχῶν ῥυπτικῶν σου πλῦνον θλίψεων ῥύπον δούλου, Παυσολύπη, σου Υἱοῦ κία ἱκέτου σου ἐν βίου περιστάσεσι.

Νύκτα ζοφερῶν ἀλγηδόνων τοῦ οἰκέτου σου ἀποδίωξον καί ἦμαρ χαρμονῆς, Παυσολύπη, τῷ σῶ πρόσφυγι ἀνάτειλον.

Θραῦσον λυπηρῶν, ἀνιάτων νόσων, θλίψεων, ἀπογνώσεως ἀχλύν καί ἐχθρικῆς ἐπηρείας, Παυσολύπη τούς οἰκέτας σου.

Λάμψον μοι χαράς καί πασῶν τοῦ θείου Πνεύματος ἀγαθῶν τάς φωτοβόλους ἀστραπάς, Παυσολύπη τῷ κειμένῳ ἐν στενώσεσι.


Ὠδή στ΄. Τήν δέησιν.
Ἱκέσιον, Παυσολύπη, δέησιν τοῦ στενάζοντος οἰκέτου σου δέξαι καί θλίψεων μου διάλυσον νέφος βολίσι τῆς χαρμονῆς θείου Τόκου σου καί τῆς χαράς τῶν οὐρανῶν κληρονόμον με δεῖξον σή χάριτι.

Ψεκάδας μου τῶν δακρύων μάκτρῳ σου παρρησίας μητρικῆς, Παυσολύπη, σμῆξον ταχύ, ἡ τά σπλάγχνα τρωθεῖσα ἐν Γολγοθᾶ τῆ ῥομφαία τῶν θλίψεων, καί εἰς ὀδόν ὑπομονῆς ίθυνόν με τόν σε μεγαλύνοντα.

Εὐλόγει μου τάς ὁδούς, Μητρόθεε, καί λιτῶν σου στήριζε με τῷ βάκτρῳ, ἶνα μεστήν ἀκανθῶν καί τριβόλων τῶν ἀτραπῶν βίου χειραγωγίᾳ σου ὁδεύσω, Μῆτερ, ἀσφαλῶς, Παυσολύπη, πιστῶν παραμύθιον.

Ὡς θλίψεων σε αλεξιτήριον ἀνυμνοῦντες εὐλαβῶς, Παυσολύπη, οἱ ἀδικίας βαστάζοντες ἄγγος καί ἐν ἀνάγκαις δειναῖς χειμαζόμενοι παρακαλοῦμεν σε θερμῶς, ψυχικόν ἡμῶν βάρος ἐλαφρῦνον.


Ἀνάψυξον, ἀδικουμένους, στενάζοντας θλιβομένους, ἀσθενοῦντας ὀδυνηρῶς, ἀλγοῦντας καί κάμνοντας τῆ αὔρα τῆς σκέπης σου, Παυσολύπη.

Ἄχραντε ἡ διά λόγου τόν Λόγον ανερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.

Τούς ἐν ἀνάγκαις καί θλίψεσι στένοντας, πεφορτισμένους, νοσοῦντας καί κάμνοντας τῆ χάριτι σου ταχύ ἀνακούφισον, Μῆτερ Θεοῦ, Παυσολύπη πανάχραντε, παραμυθία τοῦ κόσμου ἀνύστακτε.  


Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς)
Στίχ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάϑου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιϑυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς)

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Θείας Παυσολύπης πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχος: Ἐλεῆμον ἐλέησόν με ὁ Θεὸς
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποϑέμενοι.

Παυσολύπη ἄχραντε, ἀεί παραμυθουμένη  μη ελλίπης ἄπαντας ἀσθενοῦντας, κάμνοντας, οἴμοι, στένοντας, ἀλγεινῶς πάσχοντας, συκοφαντουμένους, ἀδικίας ἐπωμάδιον ζυγόν τοῦς φέροντας ἀγογγύστως, Μήτερ, ἀείποτε, και τρυχομένους, Δέσποινα, ίνα τη ση χάριτι σπεύδοντες σε υμνολογοῦμεν ως πάντων των βροτῶν καταφυγήν, παρηγορίαν καὶ στήριγμα ἀῤῤαγές ἐν θλίψεσι.


Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νύκτα θλίψεων φέγγει προσευχῶν σου παμφώτων ἡμῶν διάλυσον καί ἦμαρ, Παυσολύπη, ἡμῖν χαράς ἀφθίτου ἐξανάτειλον τάχιστα τοῖς εἰς αἰῶνας λαμπρῶς σε ἀνυμνολογούσι.

Η παραμυθουμένῃ πάντας πορευομένους ἐν μέσῳ θλίψεων, Παρθένε Παυσολύπη, νεφέλη ὀμβροτόκε  χαρμονῆς τῶν ὑμνούντων σε, όμβρισον πᾶσι χαράς ῥανίδας οὐρανόθεν.

Μή ἐξ ὕψους σου παύσῃ θείας δόξης σούς δούλους κατεποπτεύουσα τούς καταθλιβομένους, ἐν κλίνη ἀσθενείας τούς κειμένους καί στένοντας ἐξ ἀδοκήτων δεινῶν τοῦ βίου, Παυσολύπη.

Ὡς ὀλέτειρα πόνων, συμφορῶν κατωδύνων, κινδύνων, θλίψεων, ἀδικιῶν καί πάσης συκοφαντίας ὕμνοις σε λαμπρῶς μεγαλύνοντες σᾷς, Παυσολύπη, εὐχάς αἰτούμεθα πρός Κτίστην.  


Ὠδή η΄. Τόν Βασιλέα.
Νῦν θλιβομένοις ὀδόν χαράς, Παυσολύπη, ὑγιείας καί κράτος δικαίου δεῖξον, Θεοτόκε, χαράς πυξίς ἀρίστη.

Λύπης ῥομφαίαν ἡ ἐν καρδία δεχθεῖσα, Παυσολύπη, ῥομφαίαν τοῦ ἄλγους νόσων ἐκ καρδίας ἐκδίωξον σῶν δούλων.

Ὑψόθεν θλίψεις ἐξ ἀδικίας καί πόνους ἐκ δεινῆς ἀρρωστίας σῶν δούλων, Μῆτερ Παυσολύπη, ἀφάνισον εὐχαῖς σου.

Σῶν δούλων, Μῆτερ, Παραμυθία γλυκεῖα, Παυσολύπη Παρθένε, ὀδύνην προσφιλῶν προσώπων ἐξάλειψον θανάτου.


Ὠδή θ΄. Κυρίως Θεοτόκον.
Οὐρανοδρόμον δεῖξον δούλοις σου πορείαν τοῖς ἐν φθορᾷ καί ταῖς θλίψεσιν ἕρπουσιν πρός χαράς δόμους πάντων ἡμῶν ἰθύντειρα.

Νῦν τούς βαρυαλγούντας, Μῆτερ Παυσολύπη, δούλους τούς σούς παραμύθησον, Δέσποινα, εὐλογημένῃ Παρθένε, Παρηγορήτισσα.

Χαράς καρδίας πλῆσον πάντων, Παυσολύπη, ἐμπεριστάτων, καμνόντων ἀείποτε καί θλιβομένων ἐν βίῳ σῇ θεῖα χάριτι.

Μή παύσῃ Θεοτόκε παραμυθουμένῃ τούς ἀλγεινῶς θλιβομένους καί στένοντας καί ἀδικίας ποτήριον, οἴμοι, πίνοντας.


Άξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

καί τά παρόντα Μεγαλυνάρια.
Χαίροις Παυσολύπη, Μῆτερ Θεοῦ, Κεχαριτωμένη, ἡ διώκουσα χαλεπᾶς θλίψεις ἐκ τῶν πίστει σε ἀνυμνολογοῦντων καί προσφευγόντων πόθῳ τῆ ἀντιλήψει σου.

Δεῦτε, προσκυνήσωμεν εὐλαβῶς Κεχαριτωμένην Παυσολύπην τήν θαυμαστήν, παραμυθουμένην ἀεί ἀδικουμένους, ἀλγοῦντας, θλιβομένους, οἴμοι καί στένοντας.

Τῶν ἐν ζόφῳ θλίψεων καί δεινῶν, Μῆτερ Παυσολύπη, ἀντιλῆπτορ καί ἀρωγός καί παραμυθίᾳ τῶν συκοφαντουμένων, ἀπέλασον τήν λύπην τῶν προσιόντων σοι.

Λῦσον σαῖς δεήσεσι μητρικαῖς λύπης τήν ὀμίχλην καί τῶν θλίψεων τήν ἀχλύν τῶν ἐν βίου ζάλαις καθεύδοντας, Παρθένε, ἑτοίμῃ, Παυσολύπη, πάντων βοήθεια.

Χαίροις, ἡ χαρίεσσα Μαριάμ, χαρμονῆς ἀφάτου ἡ πληροῦσα σῶν οἰκετῶν τάς καρδίας, Μῆτερ Ὑψίστου, Παυσολύπη, τῶν λυπηρῶν ἁπάντων αλεξιτήριον.

Ἀδικίας γεῦσιν ὀδυνηράν γλύκανον εὐχαῖς σου πρός τόν δίκαιον Ἰησοῦν, Τόκον σου τόν θεῖον, Κυρία Παυσολύπη, μαθεῖν δικαιοσύνην πάντες ἡ θέλουσα.

Τάξον, Παυσολύπη, σαῖς προσευχαῖς ἐν μακάρων χώρα μεταστάντας ἡμῶν γονεῖς, φίλους, διδασκάλους, οἰκείους ἐν τῆ πίστει καί συγγενεῖς, Παρθένε, Μῆτερ φιλεύσπλαγχνε.

Μάκτρῳ σου ἀπόσμηξον προσευχῶν δάκρυα πενθούντων τήν ἀπώλειαν συγγενῶν, φίλων καί οἰκείων, Κυρία Παυσολύπη, παρηγορίᾳ θεία τῶν προστρεχόντων σοι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
Παῦσον λύπην, κακίαν, ὀργήν, ἀνέχειαν, ὀδυνηράς ἀσθενείας καί ἀδικίαν πικράν, Παυσολύπη, σῶν προσφύγων κραυγαζόντων σοι. εἰς χαρμονήν τῶν λυπηρῶν μεταποίησον πληθύν σε ὕμνοις μεγαλυνόντων ὡς καρδιῶν, Θεοτόκε, τῆς συνοχῆς ἡμῶν ὀλέτειραν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Όμβρισον ὑψόθεν ὑετόν χαρμονῆς ἀφθίτου σοῖς δούλοις τοῖς τρυχομένοις δεινῶς, ἀσθενοῦσι, κάμνουσιν, ἐν λύπαις στένουσι, θλιβομένοις ἑκάστοτε καί ἀδικουμένοις, ἶνα σήν ἐπέμβασιν ἑτοίμην  μέλπωμεν καί παραμυθίαν γλυκείαν, Μῆτερ τοῦ Θεοῦ, Παυσολύπη, πάντων τῶν στενόντων καταφύγιον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.



Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης