Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Κύριον Ημών Σωτήρα τε και Θεόν Ιησούν Χριστόν Empty Παρακλητικός Κανών εις τον Κύριον Ημών Σωτήρα τε και Θεόν Ιησούν Χριστόν

Την / Το Παρ 16 Νοε 2012 - 11:31
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις τον Κύριον Ημών Σωτήρα τε και Θεόν Ιησούν Χριστόν

Παρακλητικός Κανών εις τον Κύριον Ημών Σωτήρα τε και Θεόν Ιησούν Χριστόν Ampelo10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

και τά παρόντα τροπάρια.

Ήχος δ’. Ο ὐψωθείς ἐν τῶ Σταυρῶ

Ω Ίησοῦ μου πολυέλεε Σῶτερ, ἐκδυσωπῶ σὲ ταπεινῶς, Ίησοῦ μου, τῶν ἐγκλημάτων ρῦσαι μὲ καὶ κάθαρον, ψυχήν μου τὴν τάλαιναν, μολυσμῶν οῦσαν πλήρη, και σῶσον Πολυεῦσπλαγχνε, τοῦ πυρός τὴς Γεένης, ἴνα θαρροῦντως, Σῶτερ Ίησοῦ, δοξολογῶ σε δοξάζων σωζόμενος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Και ο Κανῶν ἔχων ‘΄Ακροστίχιδα
Ιησοῦν Χριστόν τὸν Θεόν σέβω.

Εἴς ἔκαστον τροπάριον λέγομεν ‘’ Δόξα σοι ο Θεός ήμων δόξα σοι’’,  τα δύο τελευταία  ‘’Δόξα, και νύν ‘’.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

‘Ιησοῦ γλυκύτατε τὴς ἐμής, ψυχής τὴς δυστήνου σὺ θεράπευσον, ‘Ιησοῦ, τραῦματα δεινά, και αμαρτίας, ῶ ‘Ιησοῦ, τοὺ σοὺ δούλου ἐξάλειψον.

‘΄Ηθελον, γλυκῦτατε ‘Ιησοῦ, κρουνοίς τῶν δακρῦων πλημμελήματα τὰ εμά, ἐκπλύναι, Χριστέ, ἀλλ’ἀπατά με ὸ πονηρός, οῦ των δόλων με λῦτρωσαι.  

Σύ Σῶτερ τοὺ σύμπαντος, Ιησοῦ, ρῦσαι τον σὸν δούλον ἐκ παγίδων του πονηροῦ, και ποίησον μέτοχον τὴς δόξης, τὴς Ουρανίου, Χριστέ μου γλυκῦτατε.

Θεοτοκίον.
‘΄Ολη, Κόρη, οῦσα όλη καλή, όλη φαεσφόρος, Θεοφόρος τε καὶ λαμπρά, λάμπρυνον τα ὄμματα ψηχής μου, καὶ φωτοφόρον με ὄλον ἀπέργασαι.
   

‘Ωδή γ’. Σύ εἰ τὸ στερέωμα..
Υπόδεξαι δέομαι, ῶ ‘’Ιησοῦ μου, τὸν δοῦλον σοὺ, και σῶσον με απὸ παθῶν και κινδῦνων, καὶ γεέννης ἀπάλλαξον.

Νῦν σῶσον τὸν  δοῦλόν σου, ῶ ‘Ιησού μοὺ γλυκήτατε, καὶ τὴς σκληράς καταδίκης αι, τὴς ἐν κρίσει, Φιλάνθρωπε.

Χριστέ μου τὸν δοῦλον σοὺ, ἐν κατανύξει βοῶντα σοῖ, νόσων δεινῶν καὶ θλίψεως πάσης, Ιησοῦ μου, διάσωσον.
                             
Θεοτοκίον
Ρῦσα μὲ τὸν ἀσωτον, μόνη Πανάχραντε,δέομαι,σαῖς μητρικαῖς πρεσβεῖαις,κινδῦνων καὶ παντοίων κακῶσεων.


‘Ωδή  δ’. ‘Εισακήκοα Κῦριε.
‘Ιησοῦ μου γλυκύτατε, πάθη τὰ δεινά μου θεράπευσον, καὶ τοὺ δράκοντος  ἐξάρπασον τῶν χειρῶν, Χριστέ μου, τὸν οἰκέτην σου.

Σὺ Φιλάνθρωπε Κύριε, τὴς ἀπεγνωσμένης ψυχής μου πέφυκας, ‘Ιησοῦ μου ἀπολύτρωσις, διοπάσης θλίψεως με λῦτρωσαι.

Τον καιρόν ὸν μοὶ δέδωκας, Σῶτερ Ιησοῦ μου, κατεδαπάνησα, εἴς παράνομα, καὶ δέομαι, ῶς Σωτήρ τοὺ κόσμου ἀνακάλεσαι.

Θεοτόκιον    
‘Ολοφύρομαι, Πάναγνε, φέρων κατά νοῦν τὰ πολλά μου πταίσματα, διὸ δῶρησαί μοὶ ἄφεσιν, δέομαι σου, Κόρη, ταῖς πρεσβεῖαις σου.


‘Ωδή ε’. Φῶτισον ἠμᾶς .
Νῦν ὀλοσχερῶς, ‘Ιησοῦ μου τὸν πανάθλιον, κατἀτυραννουσί με πάθη δεινά, κραυγάζω, ‘Ιησοῦ μου, σύ διάσωσον.

Τῶν ασθενειῶν, Ιησοῦ μου, σὺ ἀπάλλαξον, τὸν ἐν τὴ σκέπη σου προστρέχοντα, ῶ ‘Ιησοῦ μου, καὶ κινδῦνων ἐλευθέρωσον.

Οῦχ ἠμαρτέ ποτέ, Ιησοῦ, ἄλλος, εὔσπλαγχνε, ῶς εγῶ Χριστέ μου, ὸ άθλιος διὸ σὺ σῶσον καὶ κολάσεως ἐξάρπασον.

Θεοτόκιον .
Νῦν Ναοῦς Θεοῦ, τοὺ ἐν σοὶ  Λόγου σκηνῶσαντος, δείξον εὐσπλάγχνως, ῶ Παρθένε Αγνή , τοῦς τὴ θερμή εγκὐχωμένους προστασία Σοῦ .


‘Ωδή στ’ . ‘Ιλάσθητι μοὶ Σωτήρ .
Θεράπευσον, ‘Ιησοῦ, ψυχής τὰ ὄμματα δέομαι, τυφλῶττοντα του οικτροῦ ,Θεέ μου, καὶ φῶτισον θεία σου λαμπρότητι, ἴνα ἀνυμνώ σὲ, ‘Ιησοῦ μου πολυέλεε.

‘Ελεησόν με, Σωτήρ, τὸν ἄσωτον και ταλαίπωρον, γλυκῦτατε ‘Ιησοῦ , καὶ ρῦσαι κακῶσεως καῖ νόσων τὸν δοῦλον σοὺ, καὶ τῶν του Βελίαρ τεχνασμάτων με ἀπάλλαξον.

Ο πάθεσι χαλεποῖς, ἐγκυλινδούμενος πάντοτε, γλυκῦτατε ‘Ιησοῦ, πρὸς σὲ καταφεῦγων νῦν, ζητῶ τὴν ανάρρωσιν. Σύ δὲ, ‘Ιησοῦ μου, ῶς Σωτήρ αυτήν μοὶ δῶρησαι .

Θεοτόκιον .
Νεκράν ἀπέργασαι νῦν, έτι ζῶσαν, Πανάσπιλε, κακίαν μου, καὶ ψυχής τὴν νέκρωσιν ζῶωσον, ῶς ζωής γεννῆσασα, χορηγόν τὸν θείον, ίνα πόθω μεγαλῦνω σε.


Διάσωσον από κινδῦνων, γλυκῦτατε ‘Ιησοῦ μου, τοῦς υπό τὴν θείαν σκέπην σοὺ καταφεῦγοντας, καὶ δῶρησαι ἀμαρτιών τὴν συγγνῶμην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.

Γλυκύτατε ‘Ιησοῦ, ο τον Ασωτον σώσας, και την Πόρνην προσδεξάμενος, Ιησού μου και την Αιμόρρουν αφή ιασάμενος, καμέ, ‘Ιησοῦ μου, γλυκύτατε, τον άσωτον, οίκτειρον και ρύσαι εκ πάντων των βιωτικών πειρατηρίων και θλ’ιψεως, και σώσον, ευεργέτα ‘Ιησοῦ, ως φιλάνθρωπος..


Προκείμενον.
Εσημειώθη εφ’ ημας το φώς του προσώπου Σου Κύριε.
Στίχος. Τι ἀνταποδῶσωμεν τῶ Κυρίω περί πάντων ῶν  ἀνταπέδωκεν ἠμῖν .

Ευαγγέλιον .  Εκ του κατά Λουκάν  (Θ’ .51-57 καὶ Ι΄ 22-24).  

Τῷ καιρῷ ἐκείνω ἐγένετο δὲ ἐν τῷ συµπληροῦσθαι τᾶς ἡµέρας τῆς ἀναλήψεως αὐτοῦ , καὶ αὐτὸς τὸ πρόσωπον αὐτοῦ ἐστήριξεν τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήµ. Καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ καὶ πορευθέντες εἰσῆλθον εἰς κώµην Σαµαρειτῶν ὥστε ἐτοιµᾶσαι αὐτῶ. Καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ προσῶπον αὐτοῦ ἢν πορευόµενον εἰς Ἱερουσαλήµ. Ἰδόντε̋ δὲ οἱ µαθηταὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης εἶπον. Κύριε, θέλει̋ εἴπωµεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ, καὶ ἀναλῶσαι αὐτού ὡς καὶ Ἠλίας ἐποιησε; Στραφεῖ̋ς δέ, ἐπετίµησεν αὐτοί̋ς, καὶ εἶπεν. Οὐκ οἴδατε οἴου πνεύµατος ἔστε ὑµεῖ̋ς, ὁ γὰρ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχᾶς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. Καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώµην. Ἐγένετο δὲ πορευοµένων αὐτῶν ἐν τῇ ὀδῷ ἔλεγε τοὶ̋ ἀκολουθούσιν αὐτῶ. Πάντα µοὶ παρεδόθη ὑπὸ τοῦ Πατρός µου, καὶ οὐδεὶς γινώσκει τὶς ἐστιν ὁ Υἱός, εἰ µὴ ὁ Πατὴρ καὶ τὶς ἐστιν ὁ Πατήρ, εἰ µὴ ὁ Υἱός, καὶ ὢ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Καὶ στραφεῖ̋ς πρὸς τοὺς Μαθητᾶς κατ’ ἰδὶαν εἶπε. Μακάριοι οἱ ὀφθαλµοὶ οἱ βλέποντες ἃ βλέπετε, λέγω γὰρ ὑµὶν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖ̋ς ἠθέλησαν ἰδεὶν ἃ ὑµεῖ̋ς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν. Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώµας διδάσκων, καὶ πορείαν ποιούµενος εἰς Ἱερουσαλήµ.

Δόξα.
Πάτερ Λόγε Πνεῦμα, Τριᾶς ὴ ἐν Μονάδι ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Και νῦν.
Ταῖς τὴς Θεοτόκου πρεσβεῖαις ‘΄Ελεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Ἐλεῆμον, ἐλέησόν με….
Και το προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

‘Ιησοῦ γκυκῦτατε, τῶν ‘Ορθοδόξων το κλέος, ‘Ιησοῦ μακρόθυμε, ‘Ιησοῦ μοὺ, σὠσόν μὲ τὸν οἴκετην σοὺ, Ιησοῦ, ρῦσαι μὲ ἀσθενείας πᾶσης, ‘Ιησοῦ μου ωραιότατε, τὸν προσίοντα σοὶ, καὶ πρός σὲ, Σωτήρ καταφεῦγοντα, καὶ μόνος ῶς φιλάνθρωπος, τὴς χειρός τοὺ δρακόντος μὲ ἐξάρπασον, παθῶν καὶ κινδῦνων, Σωτήρ μοὺ ‘Ιησοῦ ἐλευθερών, καὶ τοῖς θεσμοῖς σου προσέχειν μὲ, ‘Ιησοῦ, ἀξίωσον.


Σῶσον ὸ Θεός τὸν Λαόν Σοῦ…

‘Ωδή ζ’. Παῖδες Εβραῖων

Σῶτερ τοὺ Κόσμου, ‘Ιησοῦ μοὺ, τὸν ἀναίσθητον καὶ ἄσωτον, οἰκτίρμον, κατοικτείρησον νῦν καὶ λῦτρωσαι γεένης, ὄπως ἀεί δοξάζω σὲ, Σωτῆρα, ‘Ιησοῦ μου.

‘΄Εχων μυρῖας ἀμαρτῖας, οῦ τολμῶ ‘Ιησοῦ μου, ἀναβλέψαι, καὶ ιδείν Οὐρανού τὸ ὔψος ἐκ τοὺ φόβου διὸ βοῶ διάσωσον τὸν οικτρόν, ῶ ‘Ιησοῦ μου.

Βέβηλον νοῦν, ῶ ‘Ιησοῦ μου, περιφέρων, θερμῶς αναβοῶ σοὶ τὴς ψυχής μου, Χριστέ, τοῦς μῶλωπας καθάρας, ἐκ τοὺ βυθοὺ μὲ λῦτρωσαι τὴς κακίας, ‘Ιησοῦ μου.

Θεοτόκιον.
Ω Παναγία Θεοτόκε, ‘Ιησοῦν τὸν γλυκῦτατον τεκοῦσα, τοῦς ὐμνοῦντας σὲ νῦν, περίσωζαι λιταῖς σου, ἐκ πάσης περιστάσεως, καὶ κινδῦνων ἀδοκήτων.


‘Ωδή η’. Τὸν Βασιλέα.
Σὲ ‘Ιησοῦ μου, ἐκδυσωπῶ ῶς τὴν Πόρνην, σὺ ἀπήλλαξας πολλῶν εγκλημάτων, οὔτως, ‘Ιησοῦ μου, κάθαρον τὴν ψυχήν μου.

‘Εν ψυχοφθόροις περιπεςῶν, ‘Ιησοῦ μου ἀτοπίαις πρός σὲ καταφεῦγω ἐγειρόν μὲ σῶσον, γλυκῦτατε Θεέ Μου.

Ρῦσαι, Σῶτερ τὴ τοὺ Σταυροῦ σοὺ δυνάμει, τὸν προστρέχοντα πρὸς σὲ τὸν Θεόν Λόγον, καὶ ἀλόγων πάντων παθῶν ἀπαλλαξόν μὲ.

Θεοτόκιον  
‘΄Αχραντε Κόρη, λῦσον δεσμόν τῶν κακῶν μου, τὴ στοργή μὲ συνδέουσα τοὺ Λόγου, τοὺ ἐκ σοὺ τεχθέντος καὶ σῶσον μὲ λιταῖς σου.


'Ωδή θ'. Κυρίως Θεοτόκον.        
Φιλάνθρωπε, τὸν δούλον, τὸν ὐπερβεβηκότα, ταῖς ἀτοπῖας Τελῶνην καὶ ‘Άσωτον, σὺ ῶς Θεός, ‘Ιησοῦ μου οἰκτίρμον, σὺ σῶσον μὲ.

Εὐωνύμου μοίρας, γλυκῦτατε μου Σῶτερ, τὸν σὸν οικέτην ἀπάλλαξον δέομαι, καὶ τὴν σὴν ἄφραστον δόξαν ἰδείν ἀξίωσον.

‘Ιησοῦ Σωτήρ μου, πᾶσης ἐπηρείας δαιμονικής τὸν σὸν δούλον διάσωσον, καὶ ἐκ παθῶν καὶ κινδῦνων μὲ ἐλευθέρωσον,

Θεοτόκιον.
Μεμολυσμένον όντα τον νούν μου, Παρθένε, ταις αμαρτίαις, σύ μόνη Αμόλυντε,εκλιπαρώ,αποκάθαρον νυν ταις πρεσβείαις σου.


Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
‘Ιησοῦ γλυκῦτατε ‘Ιησοῦ, Ιησοῦ Σωτήρ μου, της ψυχής μοὺ τᾶς χαλεπάς, ιάτρευσον νόσους, Θεέ μου, ‘Ιησοῦ μοὺ καὶ σῶσον ‘Ιησοῦ μοὺ τὸν σοί προστρέχοντα.

Δέομαι γλυκῦτατε ‘Ιησοῦ, δέξαι τὸν σὸν δούλον , ὐπεράγαθε ‘Ιησοῦ σῶσον, μὴ παρίδης τὸν ἄσωτον, Θεέ μοὺ, οἰκτίρμον ‘Ιησοῦ μου εὔσπλαγχνε Κύριε.

Τοῦς τετειχισμένους τῶ σῶ Σταυρῶ και εγκαυχωμένους τοῖς σοῖς Πάθεσιν ‘Ιησοῦ, στήριξον ἐν πέτρα Χριστέ τῶν εντολών σου, και δίδων ‘Ιησοῦ μοὺ ῶς ὐπεράγαθος.

Σῦ εί ‘Ιησοῦ μου ὸ φωτισμός, τὴς οἰκτράς ψυχής μοὺ, φῶς τοὺ Κόσμου,’ῶ ‘Ιησοῦ, σὺ λάμπρυνον ταῦτην τῶ θεαυγεί φωτί σου, καὶ ρῦσαι αἰωνίου Χριστέ κολάσεως.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.


Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί  τά  Τροπάρια  ταῦτα. Ἦχος  πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον  ἡμᾶς, πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες, ταύτην  Σοι  τήν  ἱκεσίαν, ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον  ἡμᾶς.

Δόξα.
Κύριε  ἐλέησον  ἡμᾶς, ἐπί  Σοί  γάρ  πεποίθαμεν. Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα, μηδέ  μνησθῆς  τῶν  ἀνομιῶν  ἡμῶν. Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος  καί  λύτρωσαι  ἡμᾶς ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν. Σύ  γάρ  εἶ  Θεός  ἡμῶν  καί  ἡμεῖς  λαός  Σου, πάντες  ἔργα  χειρῶν  Σου  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.

Καί  νῦν.
Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν, εὐλογημένη  Θεοτόκε, ἐλπίζοντες  εἰς  Σέ  μή  ἀστοχήσομεν, ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων· Σύ  γάρ  ἡ  σωτηρία  τοῦ  γένους  τῶν  Χριστιανῶν.

Καὶ τὸ Τροπάριον ΄‘Ηχος β’.
Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν, ‘Αγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἠμῶν Χριστέ ὸ Θεός, βουλήσει γὰρ ηὐδόκησας, σαρκί ἀνελθείν ἐν τῶ Σταυρῶ, ἴνα ρύση οὔς ἐπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ ὄθεν εὐχαρίστως βοῶμέν σοι Χαράς ἐκπλήρωσας τὰ πάντα ὸ Σωτήρ ἠμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν Κόσμον.

‘Η τὸ παρόν, Ηχος β’.
Ελκόμενόν σε,Κυριε,πρός του πάθος τοῦ σταυροῦ,ὀρῶντες προσκυνοῦμέν σου αὴν ἄχραντον μορφή, Χριστέ ό Θεός ἠμῶν. Βουλήσει γὰρ ηὐδόκησας σαρκί παθείν ὐπέρ ἠμῶν, ἴνα σώσης τὸν κόσμον σου ἐκ τὴς δουλείας τοῦ ἐχθροῦ. Δόξα,τῆ εὐσπλαχνία σου Σωτήρ δόξα,Πανάγαθε, τῆ μακρθυμία σου δόξα παμβασιλεῦ,τῆ συγκαταβάσει σου.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τὸ ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Σῶσαι τὸ σὸν πλάσμα βουληθείς, τὴς Οικονομίας τὸ ὀντως μέγα  Μυστήριον, χαρίν ἐξεπλήρωσας, ῶ Ίησοῦ Αγαθέ, και τιμῆ ἐξηγόρασας τὸν σύμπαντα Κόσμον, Αἴματος τιμίου σου,Χρίστε γλυκύτατε ὄθεν σοῦ δεόμεθα πίστει,στηριξον ἠμᾶς Ίησοῦ μου, ἐν ταῖς ἐντολαῖς σου,Υπεράγαθε.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης