Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1361
https://www.proseyxi.com

Παρακλητικός κανών Αγίου Νεκταρίου Πενταπόλεως του εν Αίγίνη του Θαυματουργού Empty Παρακλητικός κανών Αγίου Νεκταρίου Πενταπόλεως του εν Αίγίνη του Θαυματουργού

Την / Το Παρ Νοε 16, 2012 12:43 pm
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παράκληση Αγίου Νεκταρίου Πενταπόλεως τοΰ έν Αίγίνη, τοΰ Θαυματουργού

Ποίημα Γερασίμου Μοναχοϋ Μικραγιαννανίτου

Παρακλητικός κανών Αγίου Νεκταρίου Πενταπόλεως του εν Αίγίνη του Θαυματουργού Agiosn10

Εύλογήσαντος τοΰ Ίερέως...

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τω Σταυρῷ.

Τω Ιεράρχη τοΰ Χρίστου Νεκταρίω τω δοξασθέντι δωρεαΐς ούρανίαις, προσπέσωμεν κραυγάζοντες έκ βάθους ψυχής· "Αγιε Νεκτάριε, Όρθοδόξων προστάτα, πάοης ήμας λύτρωσαι, συμφοράς καί άνάγκης, καί πειρασμών καί νόσων χαλεπών τούς καταφεύγοντας, Πάτερ, τη σκέπη σου.

Δόξα. 'Όμοιον
Ως είληφώς παρά Θεοϋ έξουσίαν τοΰ θεραπεύειν τάς δεινάς καχεξίας, τών προσιόντων, Πάτερ τοϊς λειψάνοις σου, ΐασαι δεόμεθα, τούς δεινώς θλιβομένους, νόσοις καί παθήμασι καί πικραϊς άλγηδόσι καί έν ειρήνη φύλαττε ήμας, ταΐς σαϊς πρεσβείαις, Νεκτάριε "Οσιε.

Καί νΰν. Θεοτοκίον
Ού σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας Σου, λαλεΐν οί άνάξιον εϊ μή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ήμας έρρύσατο έκ τοσούτων κινδύνων, τίς δέ διεφύλαξεν έως νΰν έλευθέρους; Οΰκ άποστώμεν, Δέσποινα, έκ Σου, Σούς γάρ δούλους σώζεις άεί έκ παντοίων δεινών.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καί ό Κανών ού ή άκροστιχίς.
«Παθών Νεκτάριε ήμας ρΰσαι». Γερασίμου.


'Ωδή α’. Ήχος πλ. δ'. Ύγράν διοδεύσας.

Πληγείς τί κακία τοΰ δυσμενους, τή σή άντιλήψει, καταφεύγω άναβοών. Είρήνευσον Πάτερ, τήν ζωήν μου, καί τήν κατ’ άμφω ύγείαν μοι δώρησαι.

'Αγίως άνύσας σου τήν ζωήν, άεί άγιάζεις, καί λυτροΰσαι παντός κακοΰ, Νεκτάριε Πάτερ θεοφόρε, τούς προσιόντας τοΐς θείοις λειψάνοις σου.

Θαυμάτων δυνάμεις ώς ένεργών, θεράπευσον, Πάτερ, άσθενείας όδυνηράς, τών τήν σήν βοήθειαν ζητούντων θαυματουργέ 'Ιεράρχα Νεκτάριε.

Θεοτοκίον
Ως Μήτηρ φιλεύσπλαγχνος τοΰ Θεοϋ,φιλάγαθε Κόρη, εύσπλαγχνίσθητι έπ’ έμοί, καί βλάβης μέ πάσης καί μανίας, τοΰ άοράτου άπάλλαξον όφεως.


Ώδή γ'. Ουρανίας άψΐδος
Νοσημάτων παντοίων, καί χαλεπών θλίψεων, καί έπηρειών ολέθριων, καί επιθέσεων, τοΰ άρχεκάκου έχθροϋ, ώς συμπαθής Ιεράρχης, άσινεΐς διάσωζε, τούς σέ γεραίροντας.

Νέκταρ άϋλον θειον, τής θεϊκής χάριτος, ής παρά Θεοΰ έκομίσω βλύζει έκάστοτε, ή θεία κάρα σου, καί των παθών τήν πικρίαν, απελαύνει "Αγιε, έκ τών ψυχών ημών.

Έν όδύναις καί πόνοις, καί θλιβεραΐς μάστιξι, Πάτερ, τήν ζωήν μου άνύων, πρός σέ κατέφυγον μή ούν παρίδης με, αλλά τή σή έπισκέψει, έκ τών συνεχόντων μέ δεινών άπάλλαξον.

Θεοτοκίον
Καταφυγών κόσμου, καί άρραγές στήριγμα, Κεχαριτωμένη Παρθένε, τούς καταφεύγοντας, ύπό τήν σκέπην σου, τών πολύπλοκων σκανδάλων, του δολίου δράκοντος, σκέπε καί φύλαττε.


Διάσωσον έκ πάσης βλάβης καί θλίψεως, 'Ιεράρχα, τούς έν πίστει τή σή πρεσβεία προστρέχοντας, καί σέ τιμώντας, Νεκτάριε θεοφόρε.

Έπίβλεψον έν εύμενεία, Πβνύμνητέ Θεοτόκε, επί τήν έμήν χαλεπήν τοϋ σώματος κάκωσιν, καί ϊασαι τής ψυχής μου τό άλγος.


Αΐτησις καί Κάθισμα
Ήχος β'. Πρεσβεία θερμή

Πηγή δαψιλής, ίάσεων έν Πνεύματι, έδείχθη σοφέ, ή θήκη τών λειψάνων σου, Ιαται γάρ τούς πάσχοντας, καί ύγείαν καί ρώσιν χαρίζεται, τοΐς προσιοΰσιν έν πίστει θερμή Νεκτάριε Πάτερ ίερώτατε.


Ώδή δ'. Εϊσακήκοα Κύριε
Τήν Μονήν σου Νεκτάριε, πάσης έπηρείας άνεπηρέαστον, του δολίου πολεμήτορος, Πάτερ διατήρει τή σή χάριτι.

Ασθενείς τούς προστρέχοντας, Πάτερ πανταχόθεν τή θείοι Μάνδρα σου, θεραπείας καταξίωσον, καί τήν λύπην τούτων διασκέδασον.

Ρώσιν δίδου καί ΐασιν, τήν κατά ψυχήν καί σώμα Νεκτάριε, καί πταισμάτων άπολύτρωσιν, τοΐς εΐλικρινώς σε μακαρίζουσι.

Θεοτοκίον
Ίθυνόν με Πανάμωμε, πρός τής μετανοίας όδόν σωτήριον, καί παθών μου τά σκιρτήματα, νέκρωσον εις τέλος καί άφάνισον.


Ώδή ε'. Φώτισον ήμάς
Εύρέ σε θερμόν, άντιλήπτορα ή Αίγινα· διά τοΰτό σου τή χάριτι άεί, καταφεύγει καί λυτροϋται πάσης θλίψεως.

Ηρεμον ζωήν, διανύειν καί άτάραχον, από πάσης τού εχθρού επιβουλής καταξίωσον ήμας, Πάτερ Νεκτάριε.

Μέγαν σε φρουρόν καί προστάτην, Πάτερ "Οσιε, κεκτημένη ή Μονή σου, ή σεπτή, έγκαυχαται τή ταχεία άντιλήψει σου.

Θεοτοκίον
Αχραντε 'Αγνή, τοΰ Θεοϋ Μήτερ άπείρανδρε, τούς έλπίζοντας τή σκέπη σου άεί, άνωτέρους πάσης βλάβης διατήρησον.


Ώδή στ'. Τήν δέησιν έκχεώ
Σωμάτων, καί τών ψυχών τάς όδύνας, έπικούφισον Νεκτάριε Πάτερ, τών πρός τήν σήν άφορώντων πρεσβείαν καί τάς καρδίας ήμών χαρας πλήρωσον, καί άθυμίας χαλεπής, έξ ήμών τήν όμίχλην διάλυσον.

Ρυσθήναι πειρατηρίων, παντοίων καί σκανδάλων τού έχθροϋ όλεθρίων, καί αναγκών καί στενώσεων πλείστων, τόν Πανοικτίρμονα Λόγον ικέτευε, Νεκτάριε θαυματουργέ, τούς προστρέχοντας πίστει τή σκέπη σου.

Υψόθεν, ώς συμπαθής έποπτεύων, καί άπαύστως προστατεύων μή παύση τής ίερας σου Μονής θεοφόρε, τής κεκτημένης ώς μέγα θησαύρισμα, Νεκτάριε θαυματουργέ, τήν σορόν τών άγίων λειψάνων σου.

Θεοτοκίον
Σωτήρα καί Λυτρωτήν, τών άνθρώπων, τόν φιλάνθρωπον κυήσασα Λόγον, σώσόν με Κόρη τή σή προστασία, τής πονηρός τυραννίδος τοΰ χείρονος, καί νεύρωσόν μου τήν ψυχήν, πρός έπίδοσιν βίου βελτίονος.


Διάσωσον έκ πάσης βλάβης καί θλίψεως 'Ιεράρχα, τούς έν πίστει τή σή πρεσβεία προστρέχοντας, καί σέ τιμώντας, Νεκτάριε θεοφόρε.

Αχραντε ή διά λόγου τόν Λόγον άνερμηνεΰτως, έπ’ έσχάτων τών ήμερών τεκοΰσα, δυσώπησον, ώς έχουσα μητρικήν παρρησίαν.


Αϊτησις καί Κοντάκιον
Ήχος β'. Προστασία τών Χριστιανών

Πεπτωκότων έπανόρθωσις γέγονας, καί τών κλονουμένων Νεκτάριε στήριγμα, έν ύστέροις τοΐς καιροΐς παρά Κυρίου δοξασθείς· άλλά πάντοτε καί ήμας, τών έν τώ βίω πειρασμών άνωτέρους διάσωζε, άφεσιν τών πταισμάτων, καί ρώσιν καί σωτηρίαν, αίτούμενος παρά Θεοΰ, 'Ιεράρχα ταΐς ψυχαΐς ήμών.


Προκείμενον
Οί Ιερείς σου Κύριε ένδύσονται δικαιοσύνην καΙ οΙ Ὅσιοί Σου ἀγαλλιάσει ἀγαλλιάσονται.
Στίχ. Τίμιος έναντίον Κυρίου , ὁ θάνατος του Ὁσίου Αυτού.

Ευαγγέλιον. Έκ τοΰ κατά Ίωάννην (Κεφ. ι΄ 9-16)

Εϊπεν ό Κύριος. Έγώ εΐμί ή θύρα δι’ έμοΰ έάν τις είσέλθη σωθήσεται, καί είσελεύσεται καί έξελεύσεται καί νομήν εύρήσει. Ό κλέπτης ούκ έρχεται εί μή ΐνα κλέψη, καί θύση καί άπωλέση· έγώ ήλθον ΐνα ζωήν έχωσι καί περισσόν έχωσιν. Έγώ είμι ό Ποιμήν ό καλός· ό Ποιμήν ό καλός τήν ψυχήν αύτοΰ τίθησιν ύπέρ τών προβάτων ό μισθωτός δέ, καί ούκ ών ποιμήν, ού ούκ είσί τά πρόβατα ίδια, θεωρεί τόν λύκον έρχόμενον καί άφίησι τά πρόβατα καί φεύγει· καί ό λύκος άρπάζει αύτά, καί σκορπίζει τά πρόβατα. Ό δέ μισθωτός φεύγει δτι μισθωτός έστι καί ού μέλλει αύτω περί τών προβάτων. Έγώ είμι ό Ποιμήν ό καλός· καί γινώσκω τά έμά, καί γινώσκομαι ύπό τών έμών. Καθώς γινώσκει με ό Πατήρ κάγώ γινώσκω τόν Πατέρα καί τήν ψυχήν μου τίθημι ύπέρ τών προβάτων. Καί άλλα πρόβατα έχω, α ούκ έστιν έκ τής αΰλής ταύτης· κάκεΐνα με δει άγαγεΐν, καί τής φωνής μου άκούσουσι, καί γενήσεται μία ποίμνη είς ποιμήν.

Δόξα
Ταΐς τοΰ Ιεράρχου πρεσβείαις, Έλεήμων, έξάλειψον τά πλήθη των έμών έγκλημάτων.

Καί νΰν
Ταΐς τής Θεοτόκου πρεσβείαις Έλεήμων έξάλειψον τά πλήθη τών έμών έγκλημάτων.


Στίχ. Έλέησόν με ό Θεός κατά τό μέγα έλεος σου καί κατά τό πλήθος τών οίκτιρμών σου, έξάλειψον τό άνόμημά μου.
Προσόμοιον
Ήχος πλ. β'. "Ολην άποθέμενοι

Νέον άστρον πέφηνας, τή τοΰ Χριστοΰ Εκκλησία, έν έσχάτοις έτεσι, βίου καθαρότητι λάμψας "Οσιε, νοηταΐς λάμψεσι, τών έν σοί χαρίτων, καταυγάζων τάς ψυχάς ημών, καί τών ίάσεων, ταΐς μαρμαρυγαΐς λύων πάντοτε, Δαιμόνων τήν σκοτόμαιναν, καί άρρωστημάτων τήν ζόφωσιν όθεν σοί βοώμεν. Μή παύση έκλυτρούμενος ή μάς, έπηρειών τοϋ άλάστορος, καί παντοίων θλίψεων.


Σώσον ό Θεός τόν λαόν σου... κλπ.

Ώδή ζ'. Οί έκ τής Ίουδαίας

Αλγηδόνων ποικίλων, πειρασμών καί κινδύνων καί περιστάσεων, καί φθόνου καί κακίας, ανθρώπων κακοτρόπων, άσινεΐς διαφύλαττε, τούς σέ τιμώντας αεί, Νεκτάριε παμμάκαρ.

Ίατρεύων άπαύστως, χαλεπάς άσθενείας Πάτερ Νεκτάριε, τών πίστει προσιόντων, τοΐς θείοις Σου λειψάνοις, άρωγός έτοιμότατος, έν τοΐς έσχάτοις καιροΐς, τών εύσεβούντων ώφθης.

Γέρας ένθεον ώφθης, καί διάδημα νέον, Πάτερ Νεκτάριε, τή νήσω τής Αίγίνης, ήτις άεί προστρέχει, τή πρεσβεία σου "Αγιε, καί τής εύνοίας τής σής, τρυγά τάς αντιλήψεις.

Θεοτοκίον
Εντολών με πρός τρίβον, τοϋ έκ σοϋ σαρκωθέντος Κόρη, όδήγησον, πυλών τής αμαρτίας, εξαιρούσα Παρθένε, τήν ροπήν τής καρδίας μου, ι'να ύμνώ σε άεί, σωθείς τή χάριτί σου.


Ώδή η'. Τόν Βασιλέα
Ροϋν τής κακίας, τόν κατακλύζοντα Πάτερ, τής καρδίας μου τούς αύλακας είς τέλος, ξήρανον δυνάμει τών θείων πρεσβειών σου.

Ασθενειών σε, θεραπευτήν έγνωκότες, καταφεύγομεν τή Κάρα σου τή θεία ϊνα λυτρωθώμεν, μαστίγων έπωδύνων.

Σκέπε άπαύστως, τήν σήν Μονήν τήν αγίαν, καί πρυτάνευε αύτή τή σή πρεσβεία Πάτερ 'Ιεράρχα, τάς Πατρικάς σου δόσεις.

Θεοτοκίον
΄Ίασαι Κόρη, τήν ασθενούσαν ψυχήν μου, τή τοΰ όφεως κακίστη έπηρεία καί καταύγασόν με, φωτί τής άπαθείας.


Ώδή θ'. Κυρίως Θεοτόκον
Μανίας ήμας βΰσαι, έχθροΰ τοΰ άοράτου καί τών έν βίω δεινών περιστάσεων, τούς καταφεύγοντας Πάτερ ύπό τήν σκέπην σου.

Ό δύνης ψυχικής με, καί τών άλγημάτων, τών έν τώ σώματι Πάτερ άπάλλαξον, τή έκ Θεού σοι δοθείση πλουσία χάριτι.

Υπέρ τής εΰαγοΰς σου, Μάνδρας έκδυσώπει, καί τής Αίγίνης Χριστόν τόν φιλάνθρωπον, καί τής Ελλάδος άπάσης Πάτερ Νεκτάριε.

Θεοτοκίον
Υμνοϋμέν σου τήν χάριν, Κεχαριτωμένη· σύ γάρ άπαύστως ώς μήτηρ φιλόστοργος, σκέπεις καί τρέφεις καί θάλπεις ήμας έκάστοτε.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τόν τής εύσεβείας νέον πυρσόν, καί τής Εκκλησίας τόν φωστήρα τόν φαεινόν, τόν θερμόν προστάτην, καί έφορον Αίγίνης, Νεκτάριον τόν θειον ΰμνοις τιμήσωμεν.

Χαίροις ό νεόρρυτος ποταμός ό τά νεκταρώδη τών χαρίτων τών θεϊκών, ρείθρα πελαγίζων, τη θεία έπομβρία, Χριστού τή Εκκλησία Πάτερ Νεκτάριε.

Λάμψας έν τω ϋψει τών άρετών, έν έσχάτοις χρόνοις, ώσπερ λύχνος θεολαμπής, νοητώς λαμπρύνεις, πιστών τάς διανοίας, τή καθαρα ζωή σου Πάτερ Νεκτάριε.

Χαίροις τής Αίγίνης ό θησαυρός, καί τών Όρθοδόξων, άντιλήπτωρ καί βοηθός· χαίροις τής Ελλάδος αγλάισμα τό Νέον, Νεκτάριε παμμάκαρ ήμών τό στήριγμα.

Τή σή προστασία τή πατρική, τήν σεπτήν Μονήν σου, διαφύλαττε άβλαβή, Νεκτάριε Πάτερ, καί πλήρου τάς αιτήσεις, τών εύλαβώς τελούντων τήν θείαν μνήμην σου.

Πάσαι τών αγγέλων αί στρατιαί, Πρόδρομε Κυρίου Αποστόλων ή δωδεκάς, οί "Αγιοι πάντες μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν εις τό σωθήναι ήμας.


Τό Τρισάγιον.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

Τά συνήθη τροπάρια. Εκτενής καί άπόλυσις.

Μεθ’ ήν τό Άπολυτίκιον:Ηχος α'. Της ερήμου πολίτης

Σηλυβρίας τόν γόνον καί Έφας τό καύχημα, τής Όρθοδοξίας τόν Στϋλον, καί Αίγίνης τό έρεισμα. Νεκτάριον ύμνήσωμεν πιστοί, ώς νέκταρ γάρ άνέβλυσεν ήμΐν, έκ πηγών τοϋ Σωτηρίου νεοφανώς άρδεϋον τούς κραυγάζοντας. Λόξα τω σέ δοξάσαντι Χριστώ, δόξα τω σέ στεφανώσαντι, δόξα τω έν έσχάτοις τοϊς καιροΐς, λαμπρώς Σέ άγιάσαντι.

"Ετερον
Σηλυβρίας τόν γόνον καί Αίγίνης τόν έφορον, τόν έσχάτοις χρόνοις φανέντα, αρετής φίλον γνήσιον. Νεκτάριον τιμήσωμεν πιστοί, ώς ένθεον θεράποντα Χρίστου· άναβλύζει γάρ ίάσεις παντοδαπάς, τοΐς εύλαβώς κραυγάζουσι δόξα τω Σέ δοξάσαντι Χριστώ, δόξα τω Σέ θαυμαστώσαντι, δόξα τω ένεργοϋντι διά Σοΰ, πάσιν ιάματα.


Ήχος β'. Οτε έκ τοϋ ξύλου.
Πασιν άντιλήπτωρ καί φρουρός, καί θερμός προστάτης καί σκέπη, γενοϋ Νεκτάριε τοΐς προσερχομένονς σοι, Πάτερ έκ πίστεως, καί τά θεΐά σου λείψανα, κατασπαζομένοις, και Χριστός έδόξασε, θαυμάτων χάρισι, λΰων πειρασμών τάς όδύνας, και ειρήνην πάσι παρέχων, καί πταισμάτων άνωθεν συγχώρησιν.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τών δούλων σου, καί λύτρωσαι ημάς άπό πάσης άνάγκης καί θλίψεως.

Τήν πάσαν έλπίδα μου είς σέ άνατίθημι, Μητερ τοϋ Θεοϋ φύλαξόν με ύπό τήν σκέπην


Διευχών.....

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης