Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιον Απόστολον και Ευαγγελιστήν Ιωάννην τον Θεολόγον Empty Παρακλητικός Κανών εις τον Άγιον Απόστολον και Ευαγγελιστήν Ιωάννην τον Θεολόγον

Την / Το Σαβ Νοε 17, 2012 8:50 am
Φήμη μηνύματος : 100% (2 ψήφοι)
Παρακλητικός Κανών εις τον Άγιον Απόστολον και Ευαγγελιστήν Ιωάννην τον Θεολόγον

Ποίημα Γερασίμου Μονάχου Μικραγιαννανίτου.
Παρακλητικός Κανών εις τον Άγιον Απόστολον και Ευαγγελιστήν Ιωάννην τον Θεολόγον Theolo10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, είσάκουσον της προσευχής μου, ένώτισαι την δέησίν μου έν τη άληθεία σου, είσάκουσον μου έν τη δικαιοσύνη σου. Και μή είσέλθης είς κρίσιν μετά τοϋ δούλου σου, ότι ού δικαιωθήσεται ενώπιον σου πας ζών. Ότι κατεδίωξεν ό εχθρός την ψυχήν μου έταπείνωσεν είς γήν τήν ζωήν μου. Έκάθισέ με έν σκοτεινοΐς, ώς νεκρούς αίώνος, και ήκηδίασεν έπ’ εμέ τό πνεύμα μου, έν έμοι έταράχθη ή καρδία μου. Έμνήσθην ήμερων άρχαίων, έμελέτησα έν πάσι τοις έργοις σου, έν ποιήμασι των χειρών σου έμελέτων. Διεπέτασα πρός σε τάς χείράς μου ή ψυχή μου ώς γη άνυδρός σοι. Ταχύ είσάκουσόν μου, Κύριε, έξέλιπε τό πνεΰμά μου. Μή άποστρέψης τό πρόσωπόν σου άπ’ έμοΰ, και όμοιωθήσομαι τοΐς καταβαίνουσιν είς λάκκον. Άκουστόν ποίησόν μοι τό πρωΐ τό έλεός σου, ότι έπΐ σοι ήλπισα. Γνώρισόν μοι, Κύριε, όδόν εν ή πορεύσομαι, ότι πρός σέ ήρα την ψυχήν μου. Έξελοΰ με έκ των εχθρών μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεΐν τό θέλημά σου, ότι σύ εί ό Θεός μου. Τό Πνεΰμά σου τό άγαθόν οδηγήσει με έν γή ευθεία ενεκεν τοΰ ονόματος σου, Κύριε, ζήσεις με. Έν τή δικαιοσύνη σου, έξάξεις έκ θλίψεως την ψυχήν μου. Καί έν τω έλέει σου έξολοθρεύσεις τούς έχθρούς μου. Και άπολεΐς πάντας τούς θλίβοντας την ψυχήν μου, ότι έγώ δοΰλός σού εΐμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς μαθητὴς ἠγαπημένος Κυρίῳ, καὶ Ἀποστόλων Θεολόγε ἀκρότης, καὶ τῶν πιστῶν προστάτης ἑτοιμότατος, πάσης ἡμᾶς λύτρωσαι, ἀπειλῆς καὶ ἀνάγκης καὶ πταισμάτων ἄφεσιν, καὶ φῶς Θεῖον ὑψόθεν, αἴτει ἡμῖν τοῖς πίστει ἀκλινεῖ, τῇ ἱερᾷ σου πρεσβείᾳ προστρέχουσι.

Δόξα, τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων• τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους• οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ• σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


καὶ ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς:
«Σήν ἀρωγὴν ἡμῖν μάκαρ δίδου. Γερασίμου».

ᾨδὴ α΄.  Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Σοφίᾳ τῇ θείᾳ καταγαυσθείς, σοφέ Θεολόγε, ὡς Ἀπόστολος τοῦ Χριστοῦ, δεινῶν σοφισμάτων τοῦ Βελίαρ, τοὺς προσιόντας σοι πόθῳ ἀπάλλαξον.

Ἡλίου ἀκτῖσι τοῦ νοητοῦ, λαμπόμενος μάκαρ, παθημάτων τὸν σκοτασμόν, τὸν ἐν τῇ ψυχῇ μου Θεολόγε, τῇ φωτοφόρῳ πρεσβείᾳ σου δίωξον.

Νοῦς ὤφθης ἀΰλων θεωριῶν, τῷ στήθει Κυρίου, Θεολόγε ἀναπεσών• διὸ τοῦ νοὸς ἡμῶν τὸν πόθον, πρὸς οὐρανίους ἐφέσεις ἀνύψωσον.

Θεοτόκιον.
Ἁγνόν με καὶ σώματι καὶ ψυχῇ, καὶ πάσῃ αἰσθήσει, καὶ ἐν λόγοις καὶ λογισμοῖς,  συντήρει Ὑπέραγνε  Παρθένε, ἵνα  ὑμνῶ τὰ πολλὰ μεγαλεῖα σου.


ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Ῥῦσαι πάσης ἀνάγκης, καὶ συνοχῆς ἔνδοξε, καὶ τῶν ἐν τῷ βίῳ κινδύνων, καὶ περιστάσεων, ἡμᾶς δεόμεθα, καὶ τὰς ψυχὰς ἡμῶν πλῆσον, Ἰωάννη πάνσοφε, φωτὸς τῆς χάριτος.

Ὡς ἁγνείας δοχεῖον, ἐξ ἐναγῶν πράξεων, καὶ ἐξ ἐννοιῶν Θεολόγε, τῶν τοῦ ἀλάστορος, ἡμᾶς ἀπάλλαξον, καὶ θεοφρόνως ἀνύειν, τὴν ζωὴν ἐνίσχυσον, ἡμᾶς μακάριε.

Γεωργὸς εὐσέβειας, θεοειδὴς πέφηνας• ὅθεν γεωργεῖν Θεολό¬γε, θεῖα νοήματα, καὶ φόβον κρείττονα, πρὸς ἀληθῆ σωτηρίαν, ἡμᾶς καταξίωσον, τῇ ἀντιλήψει σου.

Θεοτοκίον.
Ἡλιόμορφε Κόρη, Μῆτερ Θεοῦ Ἄχραντε, τὴν ἐσκοτισμένην ψυχήν μου, τοῖς πλημμελήμασι, φώτισον δέομαι, φωτιστικῇ σου πρεσβείᾳ, καὶ τὸν νοῦν μου κάθαρον, πάσης φαυλότητος.

Διάσωσον Ἠγαπημένε Ἀπόστολε Ἰωάννη, πάσης βλάβης καὶ χαλεπῶν περιστάσεων, τοὺς καταφεύγοντας πίστει τῇ σῇ πρεσβείᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα.

Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτης θερμός, καὶ μέγα καταφύγιον, καὶ θεῖος πυρσός, ἀστράπτων φῶς τῆς χάριτος, ὑπάρχων ἡμῶν Ἅγιε, πρὸς λιμένας τοῦ θείου θελήματος, ἐκ θαλάσσης ὁδήγει χαλεπῆς, σοφὲ Ἰωάννη τοὺς τιμῶντάς σε.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοερῶς ἐπιφάνηθι, τοῖς ἐν τῷ Σπηλαίῳ τῷ σῷ προστρέχουσι, και παράσχου τούτοις Ἅγιε, τὰς τῆς ἀντιλήψεώς σου χάριτας.

Ἡ πρεσβεία σου γένοιτο, πηγὴ εὐφροσύνης καὶ παρακλήσεως, καὶ παθῶν ποικίλων λύτρωσις, μάκαρ Ἰωάννη τοῖς ἱκέταις σου.

Μὴ ἐλλείπῃς Ἀπόστολε, τὴν σεπτὴν Μονήν σου καὶ περιβόητον, περιέπειν τῇ σῇ χάριτι, καὶ τὴν νῆσον Πάτμον σκέπειν πάντοτε.

Θεοτοκίον.
Ἱλασμὸν ἡμῖν αἴτησαι, καὶ πλημμελημάτων τὴν ἀπολύτρωσιν, Θεοτόκε Ἀειπάρθενε, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέφος χαλεπόν, ἐπελθὸν ἡμῖν Ἀπόστολε, πολυτρόπων ἐν τῷ βίῳ ἀναγκῶν, διασκέδασον θερμῇ ἐπιστασίᾳ σου.

Μέγας ἀρωγός, τῶν πιστῶν ὤφθης Ἀπόστολε, ἐξαιρέτως δὲ τῆς Πάτμου βοηθός, ἥν διάσωζε ἐκ πάσης περιστάσεως.

Ἄνωθεν ἡμῖν, Θεολόγε δίδου πάντοτε, τοῖς προσφεύγουσι τῇ σκέπῃ σου πιστῶς, τῆς θερμῆς σου προστασίας τὰ δωρήματα.

Θεοτοκίον.
Κόπασον ἁγνή, τῆς καρδίας μου τὸν τάραχον, καὶ εἰρήνην καὶ μετάνοιαν θερμήν, τῷ ραθύμῳ σου ἱκέτῃ δὸς καὶ σῶσον με.


ᾨδὴ ς΄. Τὴν δέησιν.
Ἀκρότης, ὤν τῶν κλεινῶν Ἀποστόλων, ἐν τῷ στήθει τοῦ Χριστοῦ ἀνεκλίθης ὅν ἐκδυσώπει θερμῶς Θεολόγε, ἁμαρτιῶν ἡμῖν δοῦναι συγχώρησιν, καὶ ἐνάρετου ἀγωγῆς, καὶ σεμνῆς πολιτείας λαμπρότητα.

Ῥεόντων, ὑπερφρονεῖν θεοφρόνως, καὶ τῶν ἄνω ἐκζητεῖν τὰς ἀξίας, δίδου ἡμῖν τὴν ἰσχὺν Θεολόγε, τοῖς τῷ σεπτῷ σου ναῷ προσεδρεύουσι, καὶ τῷ Σπηλαίῳ σου σοφέ, ὕμνον θεῖον ἀεὶ σοι προσάγουσι.

Δυνάμει, τῶν ἱερῶν πρεσβειῶν σου, δυναμούμενοι ἀεὶ Ἰωάννη, οἱ τὴν ἁγίαν Μονήν σου οἰκοῦντες, ἐπιβουλῶν καὶ σκανδάλων τοῦ ὄφεως, περιγινόμεθα στεῤῥῶς, καὶ τὴν σὴν προστασίαν κηρύττομεν.

Θεοτοκίον.
Ἰλύος, ἁμαρτιῶν πολυτρόπων, καὶ παθῶν με ἀκαθάρτων Παρθένε, ὕδατι πλῦνον τῆς σῆς εὐσπλαχνίας,   καὶ καθαρόν με παράστησον Ἄχραντε, τῷ μέλλοντι κρῖναι ἡμᾶς, φιλανθρώπῳ Υἱῷ σου καὶ Πλάστῃ μου.


Διάσωσον, Ἠγαπημένε Ἀπόστολε Ἰωάννη, πάσης βλάβης καὶ χαλεπῶν περιστάσεων, τοὺς καταφεύγοντας πίστει τῇ σῇ πρεσβείᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.

Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὡς ἐπιστήθιος φίλος Ἀπόστολε, τῷ Διδασκάλῳ Χριστῷ ἀεὶ πρέσβευε, λυτροῦσθαι ἡμᾶς πάσης θλίψεως, καὶ ἐπηρείας δεινῆς τοῦ ἀλάστορος• σὺ γὰρ ἡμῶν μέγας ὑπέρμαχος.


Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ…
Στιχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ…

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ἰωάννην.

Τῷ καιρῷ ἐκείνῳ εἰστήκεισαν παρὰ τῷ Σταυρῷ τοῦ Ἰησοῦ ἡ Μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς Μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή. Ἰησοῦς οὖν ἰδὼν τὴν Μητέρα αὐτοῦ, καὶ τὸν Μαθητὴν παρεστῶτα ὅν ἠγάπα, λέγει τῇ Μητρί αὐτοῦ• Γύναι, ἰδοὺ ὁ υἱός σου. Εἶτα λέγει τῷ Μαθητῇ. Ἰδοὺ ἡ Μήτηρ σου. Καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ Μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. Οὖτος ἐστιν ὁ Μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ γράψας ταῦτα• καὶ οἴδαμεν, ὅτι ἀληθὴς ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλ¬λα πολλά, ὅσα ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.


Δόξα.
Ταῖς τοῦ Ἀποστόλου πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Προσόμοιον.
Ἦχος πλ. β΄.   Ὅλην ἀποθεμένοι.
Στιχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου…


Μύστης Θεοδίδακτος, ἠγαπημένος παρθένος, φίλος ἐπιστή¬θιος, τῷ Χριστῷ Ἀπόστολε ἀναδέδειξαι• πρὸς αὐτὸν ἔχων οὖν, πολλὴν παῤῥησίαν, καθικέτευε δεόμεθα,   ῥύεσθαι πάντοτε, νόσων καὶ κινδύνων καὶ θλίψεων, ψυχῆς ὁμοῦ καὶ σώματος, τοὺς εἰλικρι¬νῶς σε γεραίροντας, καὶ ἐν μετανοίᾳ, βιοῦν ἡμᾶς ἀξίωσον σοφέ, ὡς ἄν τῆς ἄνω λαμπρότητος, μέτοχοι γενώμεθα.


Ὁ Ἱερεύς. Σῶσον ὁ Θεός τὸν λαόν σου…


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Δόξης θείας ἐκφάντωρ, τῆς Ἁγίας Τριάδος ὤφθης Ἀπόστολε• διὸ με ἀδοξίας, παθῶν τῶν ἀκαθάρτων, ἀπολύτρωσαι δέομαι, καὶ λάμπρυνόν μου τὸν νοῦν, φωτὶ τῆς ἀπαθείας.

Οἱ προσπίπτοντες πίστει, τῷ σεπτῷ σου Σπηλαίῳ σοφὲ Ἀπόστολε, ἐν ᾧ τὸ τοῦ Σωτῆρος, ἐν Πνεύματι Ἁγίῳ, Εὐαγγέλιον ἔγγραψας, πληροῦνται ἁγιασμοῦ, ὑμνοῦντές σου τὴν χάριν.

Ὑποφῆτα τῶν ἄνω, τοῦ Θεοῦ μυστηρίων θεῖε Ἀπόστολε, ἀπόστειλον ὑψόθεν, ἡμῖν ταῖς σαῖς πρεσβείαις, φῶς καὶ χάριν καὶ ἔλεος, καὶ τῶν γηΐνων ἡμᾶς, ἀνύψωσον φροντίδων.

Θεοτοκίον.

Γνώμην Θείαν μοι δίδου, καὶ καρδίαν εὐθεῖαν καὶ νοῦν Θεόφρονα, ὡς ἄν ἐν μετανοίᾳ, καὶ πάσῃ εὐσεβείᾳ, τὸν ὑπόλοιπον βίον μου, διατελέσω, Ἁγνή, καὶ τύχω θείας δόξης.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔχει σε Πάτμος, μέγαν προστάτην καὶ κλέος• διὰ τοῦτο σοι προσπίπτει καθ’ ἑκάστην, τὴν σὴν Θεολόγε, ἀντίληψιν αἰτοῦσα.

Ῥείθροις ἀΰλοις, τῶν ἱερῶν πρεσβειῶν σου, ἀποκάθαρον ἡμῶν τὰς διανοίας, ὅπως Ἰωάννη, ὑμνῶμέν σου τὴν χάριν.

Ἄνωθεν ἴδε, τοὺς εὐλαβῶς προσιόντας, τῷ Σπηλαίῳ σου ὦ τῶν ἀῤῥήτων μύστα, καὶ παράσχου τούτοις, τὴν σὴν εὐλογίαν.

Θεοτοκίον.
Σὲ τὴν τεκοῦσαν, τὸν βασιλέα τῆς δόξης, ἱκετεύομεν Παρθένε Θεοτόκε, ὅπως τῆς θερμῆς σου, τύχωμεν προστασίας.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσεις πᾶσι βρύων, μάκαρ Ἰωάννη, τὰ τῶν ψυχῶν ἡμῶν ἴασαι τραύματα, σωματικῶν ἀλγηδόνων ἡμᾶς λυτρούμενος.

Μὴ παύσῃ ἐποπτεύων, ταύτην σου τὴν νῆσον, ἀνακειμένην πιστῶς τῇ σῇ χάριτι, τοὺς ἐν αὐτῇ κατοικοῦντας σκέπων μακάριε.

Ὁ φίλος τοῦ Κυρίου, καὶ ἠγαπημένος, καὶ ἐπιστήθιος μάκαρ Ἀπόστολος, τοῦτον φιλεῖν ὁλοψύχως κἀμὲ ἀξιωσον.

Θεοτοκίον.
Ὑπέρτερον τὸν νοῦν μου, τῶν δεσμῶν τῆς ὕλης, καὶ τῆς τοῦ κόσμου ἀνάδειξον σχέσεως, καὶ τῇ ἀγάπῃ τῇ θείᾳ Παρθένε σύνδεσον.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀποστόλων ἡ καλλονή, καὶ Θεολογίας, Θεηγόρος μυσταγωγός• χαίροις Ἰωάννη, Χριστῷ ἠγαπημένε, τῶν εὐσεβῶν προστάτης ὁ ἑτοιμότατος.

Ὅλος ἀνακείμενος τῷ Χριστῷ, ὡς τῆς παρθενίας, καὶ ἀγάπης σκεῦος λαμπρόν, τούτου ἐν τῷ στήθει, ἀνέπεσας Θεόφρον, καὶ ἐξ αὐτοῦ ἠρύσω, σοφίας ἄβυσσον.

Δίκτυα καὶ πλοῖα καταλιπών, θερμῶς Ἰωάννη, ἠκολούθησας τῷ Χριστῷ, καὶ φωτὸς τοῦ Θείου, δεξάμενος τὴν αἴγλην, ἀνθρώπους ζωγρῶν ὤφθης, λόγῳ τῆς χάριτος.

Τῷ Σταυρῷ ἱστάμενος τοῦ Χριστοῦ, παρ’ αὐτοῦ ἐδέξω, τὴν τεκοῦσαν αὐτὸν ἁγνῶς, καὶ υἱὸς ἐδείχθης, θετὸς τῆς Θεοτόκου• ὦ δόξης Ἰωάννη, ἧς κατηξίωσαι.

Χαίρει Θεολόγε Πάτμος ἐν σοί, καὶ ὥσπερ λιμένα, ἀκλυδώνιστον ἀληθῶς, τὴν σεπτὴν Μονήν σου, πλουτοῦσα ἐκλυτροῦται, τρικυμιῶν τοῦ βίου, τῇ προστασίᾳ σου.

Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, πολλὴν Θεολόγε, καθικέτευε ἐκτενῶς, ῥύεσθαι κινδύνων, καί πάσης δυσχερείας, τοὺς ἐπικαλουμένους τὴν σὴν ἀντίληψιν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ’ ἥν τὸ ἑξῆς:


Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μέγας ἀντιλήπτωρ καὶ φρουρός, ὤφθης τῆς Χριστοῦ Ἐκκλησίας, ὥσπερ αὐτοῦ Μαθητής, Ἰωάννη ἔνδοξε, Θεολογίας πηγή• διὰ τοῦτο προσπίπτομεν, τῇ σῇ προστασίᾳ, καὶ πιστῶς βοῶμέν σοι, ἀπὸ βαθέων ψυχῆς• σκέπε καὶ διάσωζε πάντας, ταῖς σαῖς ἱκεσίαις παμμάκαρ, πάσης προσβολῆς καὶ περιστάσεως.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.


Δίστιχον.
Ὦ Ἰωάννη Χριστῷ Ἠγαπημένε
Γεράσιμον πλήρωσον θείας ἀγάπης.





Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης