Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1571
https://www.proseyxi.com

Παρακλητικός κανών της Αγίας Θεοπρομήτορος Άννας Empty Παρακλητικός κανών της Αγίας Θεοπρομήτορος Άννας

Την / Το Κυρ Νοε 18, 2012 2:39 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός κανών της Αγίας Θεοπρομήτορος Άννας

Ποίημα τοΰ Πανοσιωτάτου έν Ίερομονάχοις Κυρίου Διονυσίου Αγιαρτεμίτου

Παρακλητικός κανών της Αγίας Θεοπρομήτορος Άννας 10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.  

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ Θεοφόρῳ ἐκτενῶς νῦν προσέλθωμεν, οἱ ταπεινοὶ ὡς ἀληθῶς καὶ προσπέσωμεν, ἐν κατανύξει κράζοντες θερμῶς ἐκ ψυχῆς· Ἄννα πολυΰμνητε, σπλαγχνισθεῖσα σοῖς δούλοις, πάσης ἡμᾶς λύτρωσαι, προσβολῆς ἐναντίας, καὶ ἀπειλῆς δεινῶς παντοδαπῶν, εἰς σὲ γὰρ πάντες, ἀεὶ ἐγκαυχώμεθα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Είτα άρχόμεθα τοΰ κανόνος, λέγοντες έν έκάστω τροπαρίω: 'Αγία Θεοπρομήτορ "Αννα πρέσβευε υπέρ ημών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἐπίβλεψον ἄνωθεν εὐμενῶς, Προμῆτορ Κυρίου, καὶ ἐπόμβρησον δαψιλῶς, τὰ ῥεῖθρα τοῦ θείου σου ἐλέους, τοῖς προσιοῦσι θερμῶς ἐν τῇ σκέπῃ σου.

Παθῶν ἀκαθέκτων τὴν χαλεπήν, κατεύνασον ζάλην, καὶ παντοίων ἐπιφορῶν, τὴν ῥύμην ἀνάστειλον θεόφρον, σαῖς πρὸς Θεὸν ἱεραῖς παρακλήσεσιν.

Ἐν νόσοις σὲ εὕροιμεν ἰατρόν, φιλάγαθε Ἄννα, καὶ ἐν θλίψεσι πλατυσμόν, καὶ πύργον ἰσχύος ἐν ἀνάγκαις, καὶ ἐν κινδύνοις ταχεῖαν ἀντίληψιν.

Θεοτοκίον.
Ἐπίσκεψαι Δέσποινα συμπαθῶς, τοὺς πίστει καὶ πόθῳ, Σὲ ὑμνοῦντας ἀνελλιπῶς, καὶ πᾶσι παράσχου σωτηρίαν, καὶ φωτισμὸν καὶ εἰρήνην καὶ ἔλεος.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Συμφορῶν καὶ κινδύνων, καὶ ἀναγκῶν ἔνδοξε, καὶ ἀνιαρῶν ἐπαλλήλων, καὶ περιστάσεων, πάντας διάσωσον, τοὺς τῷ σεπτῷ σου τεμένει, πόθῳ προσεδρεύοντας, καὶ σὲ γεραίροντας.

Ἐξ ἐφόδου παντοίας, βαρβαρικῆς πάνσεμνε, καὶ δαιμονικῆς ἐπηρείας, καὶ ἐπιθέσεως, κακοποιούντων ἀνδρῶν, ῥῦσαι τὴν ποίμνην σου ταύτην, τὴν ἐκ διαθέσεως, σὲ μεγαλύνουσαν.

Νοσημάτων παντοίων, καὶ ἀλγεινῶν λύτρωσαι, τοὺς εἰλικρινῶς αἰτουμένους, τὴν σὴν ἀντίληψιν, Ἄννα φιλεύσπλαγχνε· ὅσα γὰρ θέλεις ἀνύεις, ὡς Προμήτωρ ἔνθεος, τοῦ Παντοκράτορος.

Θεοτοκίον.
Ἡ ἐλπὶς ἡ βεβαία, τῶν γηγενῶν Ἄχραντε, καὶ ἡ ὀξυτάτη καὶ μόνη ἡμῶν βοήθεια, ῥῦσαι δεόμεθα, τῆς πολυπλόκου κακίας, τοῦ δολίου δράκοντος, τοὺς Σὲ δοξάζοντας.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου σῶφρον Ἄννα, ὅτι πάντες πρὸς σὲ καταφεύγομεν, ὡς ἔνθεον πρὸς Θεὸν ἡμῶν πρέσβυν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Πρεσβείαν τὴν σήν, ὡς ὅπλον ἀπροσμάχητον, πλουτοῦντες ἀεί, οἱ δοῦλοί σου πανεύφημε, ἐκτενῶς βοῶμέν σοι· θεοδόξαστε Ἄννα πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη Προμήτωρ τοῦ ποιήσαντος.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Συνεχόμενοι πάντοθεν, καὶ δεινοῖς παντοίοις κλυδωνιζόμενοι, βοηθείας τῆς σῆς τύχοιμεν, Ἄννα οἱ προστρέχοντες τῇ σκέπῃ σου.

Τὰς βουλὰς διασκέδασον, τῶν ὠρυομένων κατὰ τῆς ποίμνης σου, καὶ ματαίωσον δεόμεθα, τὰς αὐτῶν ἐλπίδας Ἄννα πάνσεμνε.

Μὴ παρίδῃς θεόληπτε, τοὺς προσκαλουμένους σε εἰς βοήθειαν, ἀλλὰ τάχυνον τοῦ ῥύσασθαι, τῆς παρενοχλούσης ἡμᾶς θλίψεως.

Θεοτοκίον.
Συμφορῶν καὶ κακώσεων, καὶ ἐπερχομένων δεινῶν συμπτώσεων, καὶ ποικίλων παραπτώσεων, Θεοτόκε σῶζε τοὺς ὑμνοῦντάς Σε.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴασαι ἡμῶν, τῶν σωμάτων τὰ συντρίμματα, καὶ τοῦ νοὸς τὰς ἐκτροπὰς ἀγαθή, καὶ διανοίας διασκέδασον τὴν ζόφωσιν.

Αἴτησαι ἡμῖν, ἐπταισμένων τὴν συγχώρησιν, ἐλευθερίαν πολυτρόπων δεινῶν, καὶ εἰρηναίαν παμμακάριστε κατάστασιν.

Πάσης ἀπειλῆς, καὶ παντοίας ἐλευθέρωσον, θεόφρον Ἄννα δυσχερείας ἡμᾶς, ὅπως ὑμνῶμεν ἀεὶ τὰ μεγαλεῖά σου.

Θεοτοκίον.
Πρόστηθι Ἁγνή, τοῖς πιστῶς Σε λιτανεύουσι, καὶ ἀσιγήτως Σε γεραίρουσι, καὶ ὀρθοδόξως Θεοτόκον καταγγέλουσιν.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Μὴ παύσῃ, ὑπὲρ ἡμῶν πρεσβεύουσα, προνοοῦσά τε ἀεὶ καὶ φρουροῦσα· πρὸς σὲ καὶ γὰρ παναοίδιμε Ἄννα, διὰ παντὸς ἀφορῶμεν οἱ δοῦλοί σου, παντοίας οὖν ἐπιφορᾶς, ἀνωτέρους ἡμᾶς διατήρησον.

Ἐκ πάσης, ἡμᾶς περίσωζε, συνοχῆς τε καὶ παντοίας ὀδύνης, καὶ χαλεπῆς, ἐλευθέρωσον βλάβης, ψυχῆς ὁμοῦ τε καὶ σώματος ἔνδοξε, ἰσχύεις γὰρ ὡς ἀληθῶς, ὡς Προμήτωρ τοῦ πάντα ἰσχύοντος.

Ἐκ σάλου, τῆς τῶν παθῶν ὀχλήσεως, καὶ δεινῆς ἡμᾶς θεόληπτε Ἄννα, τῶν πονηρῶν, λογισμῶν καταιγίδος, πρὸς γαληνόντατον ὅρμον προσόρμισον, προνοίᾳ σοῦ τῆς ἀγαθῆς, ἀγαθοῦ τε Δεσπότου Προμήτορος.

Θεοτοκίον.
Ὡς πάντων, τὴν δεσποτείαν ἔχουσα, οἷα Μήτηρ τοῦ τῶν πάντων Δεσπότου, δίδου ἡμῖν, ἐγκλημάτων τὴν λύσιν, καὶ παθημάτων Ἁγνὴ ἀπολύτρωσιν, κινδύνων τε ἀπαλλαγήν, καὶ Θεοῦ Βασιλείας οἰκείωσιν.


Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου σῶφρον Ἄννα, ὅτι πάντες πρὸς σὲ καταφεύγομεν, ὡς ἔνθεον πρὸς Θεὸν ἡμῶν πρέσβυν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Προστασία τῶν πιστῶν ἀκαταμάχητε, μεσιτεία πρὸς Θεὸν ἀμετακίνητε, μὴ παρίδῃς σῶν οἰκετῶν ἱκέσιον φωνήν, ἀλλ’ ἐπίβλεψον ὡς συμπαθής, εἰς τὴν ταπείνωσιν ἡμῶν, τῶν πιστῶς προστρεχόντων σοι, σώζουσα ἐκ κινδύνων, καὶ σκέπουσα ἐκ παντοίων, πειρατηρίων χαλεπῶν, Ἄννα πάνσεμνε τοὺς δούλους σου.

Προκείμενον
Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Στ. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.

Εὐαγγέλιον ἐκ τοῦ κατά Λουκᾶν (Κεφ. η΄ 16-21).

Εἶπεν ὁ Κύριος· οὐδεὶς λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾿ ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. Οὐ γάρ ἐστι κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ. Βλέπετε οὖν πῶς ἀκούετε· ὃς γὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ καὶ ὃς ἐὰν μὴ ἔχῃ καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ. Παρεγένοντο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον. Καὶ ἀπηγγέλθη αὐτῷ λεγόντων· ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντες. Ὁ δὲ ἀποκριθεὶς εἶπε πρὸς αὐτούς· μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν, οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες καὶ ποιοῦντες αὐτόν.

Δόξα.
Ταῖς τῆς Σῆς Προγόνουπρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μὴ παρίδῃς ἔνδοξε, τὴν ἀνυμνοῦσάν σε πίστει, καὶ πόθῳ γεραίρουσαν, καὶ ἀδιαλείπτως σὲ μεγάλυνουσαν, ἱερὰν ποίμνην σου, ἀλλ’ αὐτὴν θεόφρον, ἀκοιμήτῳ προστασίᾳ, περιχαράκωσον, καὶ διαπαντὸς περιτείχισον, καὶ πάσαις ἀνεπίβατον, ταῖς ἀντικειμέναις δυνάμεσιν, ἀνάδειξον ταύτην, πανεύφημε Προμῆτορ τοῦ Χριστοῦ· ἐν σοὶ γὰρ αὕτη κρατύνεται, καὶ αὐχεῖ καὶ σώζεται.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πειρασμῶν ἀνηκέστων, συμφορῶν ἀδοκήτων, Ἄννα θεόκλητε, μαστίγων πολυτρόπων, δεινῶν ὀλεθροτόκων, ῥῦσαι πάντας τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Δυσμενείας παντοίας, καὶ δεινῆς προσδοκίας, καὶ πάσης ἔνδοξε, βουλῆς κακομηχάνου, περίζωσε τοὺς πίστει, εἰσαεὶ ἀναμέλποντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ψυχικὴν εὐεξίαν, καὶ σωμάτων τὴν ῥῶσιν, πᾶσι θεόληπτε, παράσχου τοῖς ἐν πίστει, τῷ θείῳ σου τεμένει, προσιοῦσι καὶ ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Σηπεδόνας ψυχῆς μου, καὶ παθῶν ἀλγηδόνας, θᾶττον ἀφάνισον, καὶ ὅλον με Παρθένε, ῥοπῇ τοῦ Σοῦ ἐλέους, σεσωσμένον ἀνάδειξον, ὅπως ὑμνῶ Σου ἀεί, τὰς θείας δυναστείας.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς ἐκ παντοίων, ἀνιαρῶν τρυχομένους, καὶ δεινοῖς ἀεὶ ἐταζομένους, λύτρωσιν θεόφρον, παράσχου εἰς αἰῶνας.

Τῆς τῶν δαιμόνων, πανωλεθρίου μανίας, καὶ ἀνδρῶν ἐχθίστων ἀπηνείας, πρόφθασον καὶ ῥῦσαι, τοὺς σοὺς σεμνὴ οἰκέτας.

Τοὺς ἐν ποικίλοις, πειρατηρίοις τοῦ βίου, πολυτρόπως πάντοτε θεόφρον, περιστατούμενους, σῶζε εἰς αἰῶνας.

Θεοτοκίον.
Τοὺς πεποιθότας, ἀνενδοιάστως Παρθένε, τῇ πανσωστικῇ Σου προστασίᾳ, ἀνεπηρεάστους, συντήρει εἰς αἰῶνας.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τοὺς πίστει προσκυνοῦντας, τὴν σεπτὴν σορόν σου, καὶ ἐμφερείας τὸ θεῖον ἐκτύπωμα, σκέπε καὶ φρούρει καὶ σῶζε Ἄννα φιλάγαθε.

Ἐκ θείων ὑψωμάτων, μὴ ἐλλίπῃς ὅλως, θεόφρον Ἄννα ἡμᾶς ἐποπτεύουσα, καὶ τὰς ἰάσεις ἀφθόνως πᾶσι βραβεύουσα.

Μὴ παύσῃ συντηροῦσα, ταύτην σου τὴν ποίμνην, ἐκ πολυπλόκων σκανδάλων τοῦ ὄφεως, καὶ ἐξ ἀνθρώπων ἀδίκων Ἄννα
πανθαύμαστε.

Θεοτοκίον.
Ἐλπίς μου γλυκυτάτη, καὶ ἀναψυχή μου, καὶ τῆς ψυχῆς μου χαρὰ Παναγία, χαρᾶς ἐκείνης με δεῖξον Πάναγνε μέτοχον


Αξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Ἄνναν τὴν Ἁγίαν, τὴν Προμήτορα τοῦ Χριστοῦ, τὴν ἀξιωθεῖσαν, γεννῆσαι τὴν Παρθένον, τὴν μόνην Θεοτόκον καὶ Παναμώμητον.

Χαρίτων ὡς ἔμπλεως ἀγαθή, χαρίτωσον πάντας, τοὺς ἐν πίστει σὲ ἀκλινεῖ, ἀνυμνολογοῦντας, καὶ πόθῳ προσκυνοῦντας, τῆς θείας κληρουχίας πάντας ἀξίωσον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων, μνημονεύεις ἀγαθή, τῶν μνημονευόντων σου πόθῳ, καὶ εὐφημούντων σε, καὶ ἐκλιπαρούντων σε Θεοπρομῆτορ θερμῶς, καὶ πρὸς σὲ μετὰ πίστεως, ἀεὶ ἀφορώντων, καὶ πρὸς τὴν ἀντίληψιν καταφευγόντων τὴν σήν· πάσης οὖν ἡμᾶς ἐπηρείας, νόσων συμφορῶν καὶ κινδύνων, καὶ δεινῶν ἁπάντων ἐλευθέρωσον.

Ἔτερον Ὄμοιον.
Πάντες, σοὶ προσπίπτομεν πιστῶς, πάντες σε θερμῶς δυσωποῦμεν, Ἄννα φιλεύσπλαγχνε, πάντας ἡμᾶς λύτρωσαι τῇ μεσιτείᾳ σου, πολυτρόπων κακώσεων, μελλόντων κινδύνων, δεινῶν ἐπιθέσεων, καὶ ἀλγηδόνων πικρῶν, καὶ ἀνιαρῶν ἐπαλλήλων, καὶ ἀῤῥωστημάτων ποικίλων, καὶ πολύειδῶν ἑτέρων θλίψεων.

Ἔτερον Ὄμοιον.
Πάσης, τῶν ἐθνῶν ἐπιδρομῆς, πάσης τῶν ἐχθρῶν κακουργίας, πάσης στενώσεως, πάσης περιστάσεως, πάσης κακώσεως, πάσης ἄλλης συμπτώσεως, παντοίας ἀνάγκης, ἐκ πάσης τε θλίψεως, καὶ προσβολῆς τοῦ ἐχθροῦ, καὶ ἐκ πολυτρόπων σκανδάλων, καὶ πειρατηρίου τοῦ βίου, ῥῦσαι τοὺς σοὺς δούλους Ἄννα ἔνδοξε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης