Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1571
https://www.proseyxi.com

Παρακλητικός κανών εις την Αγίαν Οσιομάρτυρα Θεοδώραν την Πελοποννησίαν η εν Βάστα Μεγαλουπόλεως Empty Παρακλητικός κανών εις την Αγίαν Οσιομάρτυρα Θεοδώραν την Πελοποννησίαν η εν Βάστα Μεγαλουπόλεως

Την / Το Δευ Νοε 19, 2012 10:33 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
ΠΑΡΑΚΛΗΣΗ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΟΣΙΟΜΑΡΤΥΡΑ ΘΕΟΔΩΡΑΝ την Πελοποννησίαν, την κειμένην έν τω χωρίο Βάστα Μεγαλοπόλεως Αρκαδίας.


Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Παρακλητικός κανών εις την Αγίαν Οσιομάρτυρα Θεοδώραν την Πελοποννησίαν η εν Βάστα Μεγαλουπόλεως Theodo12

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

και τά εξής Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.


Τῶν δωρεῶν τῶν θεϊκῶν ἐντρυφῶσα, Ὁσιομάρτυς τοῦ Χριστοῦ Θεοδώρα, ὑπὲρ ἡμῶν ἱκέτευε δεόμεθα, ὅπως λυτρωθείημεν, πειρασμῶν καὶ κινδύνων, καὶ παντοίων θλίψεων, οἱ τῷ θείῳ ναῷ σου, μετὰ σπουδῆς προστρέχοντες ἀεί, καὶ τὴν θερμήν σου αἰτοῦντας βοήθειαν.

Δόξα. Τὀ αυτό. Καί νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καί ό κανών οὗ ἡ ἀκροστιχίς:
Βοηθὸς ἡμῖν, ὦ Θεοδώρα, ἔσο. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Βραβείων τυχοῦσα ὑπερφυῶν, μὴ παύσῃ βραβεύειν, τοῖς προστρέχουσιν εὐλαβῶς, τῷ θείῳ ναῷ σου Θεοδώρα, τὰς δωρεὰς τῆς θερμῆς προστασίας σου.

Ὁσία Μάρτυς πανευκλεής, Χριστοῦ Θεοδώρα, καθικέτευε ἐκτενῶς, διδόναι συγχώρησιν πταισμάτων, καὶ ἱλασμὸν τοῖς πιστῶς σε γεραίρουσιν.

Ἡλίου λαμπρότησι νοητοῦ, καταλαμπομένη, Θεοδώρα ἐν οὐρα-οῖς, ψυχῆς μου διάλυσον τὸν ζόφον, ταῖς φωτοφόροις πρεσβείαις σου ἔνδοξε.

Θεοτοκίον.
Θεὸν τὸν ἀσώματον ἐν σαρκί, τεκοῦσα Παρθένε, ἀποῤῥήτως δίχα τροπῆς, σαρκός μου θεράπευσον τὸ ἄλγος, καὶ τῆς ψυχῆς μου τὴν λύπην ἀφάνισον.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανόθεν Ἁγία ὡς συμπαθὴς πρόσβλεψον, ἐπὶ τοὺς φοιτῶντας ἐν πίστει, τῷ θείῳ οἴκῳ σου, καὶ τὰ αἰτήματα, πλήρου αὐτῶν Θεοδώρα, ταῖς πρὸς τὸν Νυμφίον σου, θείαις ἐντεύξεσι.

Σωτηρίαν ἐξαίτει καὶ τῶν παθῶν ἴασιν, καὶ πολυειδῶν συμπτωμάτων, τὴν ἀπολύτρωσιν, καὶ πάσης θλίψεως, ἀπαλλαγὴν Θεοδώρα, καὶ χαρὰν τὴν ἔνθεον, τοῖς εὐφημοῦσί σε.

Ἡ θερμή σου πρεσβεία πρὸς τὸν Χριστὸν πάνσεμνε, γένοιτο ἡμῖν εὐφροσύνης, πηγὴ τῆς κρείττονος, δρόσον παρέχουσα, καὶ γλυκασμὸν Θεοδώρα, τοῖς ἐν λύπαις στένουσι, φθόνῳ τοῦ ὄφεως.

Θεοτοκίον.
Μητροπάρθενε Κόρη ἡ τὸν Θεὸν τέξασα, τὸν τὴν ἁμαρτίαν τοῦ κόσμου ἐξαφανίσαντα, δεσμῶν με λύτρωσαι, τῆς χαλεπῆς ἁμαρτίας, καὶ τὸν νοῦν μου λάμπρυνον, φωτὶ τῆς χάριτος.


Διάσωσον, ταῖς πρὸς Χριστόν σου πρεσβείαις Ὁσιομάρτυς, πάσης βλάβης καὶ χαλεπῆς περιστάσεως, τοὺς εὐλαβῶς προσιόντα σοι Θεοδώρα.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καἰ τό κάθισμα.
'΄Ήχος β'. Πρεσβεία θερμή.

Θεοῦ δωρεῶν ἐπώνυμος τυγχάνουσα, παρέχεις ἀεί, τὰς θεοσδότους χάριτας, τοῖς τῷ ναῷ σου σπεύδουσι, Θεοδώρα καὶ πίστει βοῶσί σοι· μὴ διαλίπῃς πρεσβεύειν Χριστῷ, διδόναι ἡμῖν τὸ θεῖον ἔλεος.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Μάρτυς ὤφθης περίδοξος, ὑπὲρ ἀληθείας τὸ αἷμα χέασα· διὰ τοῦτο δυσωποῦμέν σε, ψεύδους καὶ ἀπάτης ἡμᾶς λύτρωσαι.

Ἰατήριον γίνεται, πίστει λαμβανόμενον καλλιπάρθενε, τὸ ἐγγὺς τοῦ θείου οἴκου σου, ἀναβλύζον ὕδωρ τῇ σῇ χάριτι.

Νοσημάτων ἀπάλλαξον, τῶν κατὰ ψυχὴν καὶ σῶμα δεόμεθα, Θεοδώρα τοὺς τιμῶντάς σε, ὡς Χριστοῦ κλεινὴν Ὁσιομάρτυρα.

Θεοτοκίον.
Ὡς Θεὸν σωματώσασα, καὶ μετὰ τὸν τόκον ἄφθορος μείνασα, Θεοτόκε ἀειπάρθενε, ἐκ φθοροποιῶν παθῶν με λύτρωσαι.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θραῦσον τοῦ ἐχθροῦ, καθ’ ἡμῶν τὰ μηχανήματα, Θεοδώρα τῇ θερμῇ σου ἀρωγῇ, ἐν εἰρήνῃ τὴν ζωὴν ἡμῶν φυλάττουσα.

Ἔπειδε ἡμῖν, συμπαθείας Μῆτερ ὄμματι, καὶ παράσχου θεοσδότους παροχάς, Θεοδώρα τοῖς ἐν θλίψεσιν ὑπάρχουσιν.

Ὅρμος νοητός, ὁ ἐν Βάστᾳ θεῖος οἶκός σου, Θεοδώρα ἀνεδείχθη ἀληθῶς, τοῖς ἐν κύμασι τοῦ βίου προσπαλαίουσι.

Θεοτοκίον.
Δίδου μοι Ἁγνή, τὴν ταχεῖάν Σου βοήθειαν, καὶ ἀπάλλαξον μανίας τοῦ ἐχθροῦ, ὑπὸ τούτου θλιβομένην τὴν καρδία μου.



ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὡς ἤθλησας, στεῤῥοψύχως Ὁσία, δωρεῶν ἐπουρανίων ἐπλήσθης· ὅθεν ἐκπλήττεις πιστῶς Θεοδώρα, τῇ ἐνοικούσῃ τῷ θείῳ τεμένει σου, χάριτι θείᾳ καὶ ῥοπῇ, δι’ ἧς σώζεις τοὺς σὲ μακαρίζοντας.

Ῥοαῖς σου, τῶν ἐκχυθέντων αἱμάτων, πηγὴ ἔβλυσεν ἀφθόνων ὑδάτων· ὅθεν ἡμῖν, ζωῆς βλῦσον τὸ νᾶμα, καὶ ἀπαθείας τὸ ὕδωρ τὸ ἥδιστον, ταῖς πρὸς Θεὸν σαῖς προσευχαῖς, Θεοδώρα σεμνὴ καλλιπάρθενε.

Ἀγγέλων, συνηδομένη τοῖς δήμοις, μὴ ἐλλίπῃς ἐποπτεύουσα Μῆτερ, τοὺς ἐν τῷ θείῳ ναῷ σου ἐν Βάστᾳ, ἐκ διαφόρων χωρίων καὶ πόλεων, συντρέχοντας πανευλαβῶς, καὶ τὴν σὴν ἐξαιτοῦντας ἀντίληψιν.

Θεοτοκίον.
Ἐτέχθη, ἐκ τῆς ἀχράντου γαστρός Σου, ὁ τὰ πάντα ἐκ μὴ ὄντων ποιήσας, καὶ τῶν βροτῶν, τὴν φθαρεῖσαν οὐσίαν, ἀνακαινίσας δι’ ἔλεος ἄφατον· Ὃν καθικέτευε Ἁγνὴ, τὴν φθαρεῖσαν καινίσαι καρδίαν μου.


Διάσωσον, ταῖς πρὸς Χριστόν σου πρεσβείαις Ὁσιομάρτυς, πάσης βλάβης καὶ χαλεπῆς περιστάσεως, τοὺς εὐλαβῶς προσιόντα σοι Θεοδώρα.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καἰ τό Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὁσιομάρτυς Κυρίου πανεύφημε, τῶν δωρεῶν τῶν ἐνθέων ἐπώνυμε, ἀπαύστως Χριστὸν καθικέτευε, παντὸς κινδύνου καὶ θλίψεως ῥύεσθαι, τοὺς σὲ Θεοδώρα γεραίροντας.


Προκείμενον.
Ύπομένων ύπέμεινα τόν Κύριον καί προσέσχε μοί.
Στίχ. Καί έστησαν έπί πέτραν τούς ποόας μου...
Εύαγγέλιον. Έκ τού κατά Ματθαίον.


Εἴπεν ό κύριος τήν παραβολήν ταύτην ὀμοιωθη ή βασιλεία τών ουρανών δέκα παρθένοις, αϊτινες λαβοΰσαι τᾶς λαμπάδας αύτῶν, έξῆλθον εἰς άπάντησιν τοῦ νυμφίου. Πέντε δέ ἤσαν έξ αυτών φρόνιμοι καί πέντε μωραί. Αϊτινες μωραί, λαβοῦσαι τὰς λαμπάδας αύτῶν, οὐκ έλαβον μεθ’ εαυτῶν έλαιον αί δέ φρόνιμοι έλαβον έλαιον έν τοῖς ἀγγείοις αύτῶν μετά τών λαμπάδων αύτῶν. Χρονίζοντος δέ τοῦ νυμφίου, ένύσταξαν πάσαι καί έκάθευδον. Μέσης δέ νυκτός κραυγή γέγονε ιδοῦ ό νυμφίος έρχεται ἐξέρχεσθαι εἰς άπάντησιν αυτοῦ τότε ήγέρθησαν πάσαι αί παρθένοι έκεῖναι, καί έκόσμησαν τᾶς λαμπάδας αύτῶν. Αί δέ μωραί τοῖς φρονίμοις είπον δότε ήμϊν έκ τού έλαίου ύμών, ότι αΐ λαμπάδες ήμών σβέννυνται. Άπεκρίθησαν δέ αί φρόνιμοι, λέγουσαι μή ποτε ούκ άρκέσει ήμϊν καί ύμίν πορεύεσθε δέ μάλλον πρός τούς πωλοῦντας, καί άγοράσατε έαυταῖς. 'Απερχομένων δέ αύτών άγοράσαι, ἤλθεν ό νυμφίος καί αί έτοιμοι εισήλθον μετ’ αυτοῦ εις τοῦς γάμους, καί έκλείσθη ή θύρα. '΄Υστερον δέ έρχονται καί αί λοιπαί παρθένοι, λέγουσαι. Κύριε, άνοιξον ήμῖν. Ό δέ άποκριθείς, είπεν αμήν λέγω ύμῖν ούκ οίδα υμάς. Γρηγορεῖτε οὖν, ότι ούκ οἶδατε τήν ἠμέραν ούδέ τήν ὤραν, έν ἦ ὸ Υἰός τοῦ ἀνθρώπου ὲρχεται.


Δόξα,
Ταΐς τής σής Όσίας πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων


Προσόμοιον.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με….
Ήχος πλ. β'. 'Όλην άποθέμενοι.

Δῶρον ὡς εὐπρόσδεκτον, προσενεχθεῖσα Κυρίῳ, βίου καθαρότητι, καὶ Μαρτύρων αἵματι καλλιπάρθενε, δωρεῶν μέτοχος, ὤφθης οὐρανίων· διὰ τοῦτό σου δεόμεθα· πάσης στενώσεως, καὶ ἐπιφορᾶς καὶ κακώσεως, ἀτρώτους διαφύλαττε, τοὺς εἰλικρινῶς σε γεραίροντας, ταῖς σαῖς ἱκεσίαις, θεόφρον Θεοδώρα πρὸς Χριστόν, Οὗ τῷ φωτὶ καταλάμπρυνον, Μῆτερ τὰς ψυχὰς ἡμῶν.

Ό 'Ιερεύς. Σῶσον ὀ Θεός τόν λαόν σου..

Ώδή ζ'. Οἰ έκ τῆς 'Ιουδαίας.

Συντριβεὶς τῇ κακίᾳ, τῇ θερμῇ σου πρεσβείᾳ προστρέχω πάνσεμνε· σὺ οὖν ταλαιπωρίας, δεινῆς ἀπάλλαξόν με, καὶ ζωῆς μοι βελτίωσιν, ἐξαίτει παρὰ τοῦ Χριστοῦ, θεόφρον Θεοδώρα.

Οἱ τῷ θείῳ ναῷ σου, καταφεύγοντες πίστει θερμῇ λαμβάνουσιν, ὑγείαν τὴν κατ’ ἄμφω, καὶ λύσιν πάσης λύπης, Θεοδώρα πρεσβείαις σου· σὺ γὰρ παρέχεις ἀεί, τοῖς πᾶσι θείας δόσεις.

Γεωργῆσας Μῆτερ, τοὺς καρποὺς ἀπαθείας τῇ πολιτείᾳ σου, παθῶν τῶν ἀκαθάρτων, καὶ νόσων καὶ σκανδάλων, ἀνωτέρους διάσωζε, τοὺς σὲ τιμῶντας πιστῶς, σεμνὴ Ὁσιομάρτυς.

Θεοτοκίον.
Ἐπιφάνηθι Κόρη, νοερᾷ ἐπισκέψει τοῖς Σὲ δοξάζουσι, καὶ πλήρωσον Παρθένε, ἡμῶν τὰς διανοίας, φωτισμοῦ τοῦ τῆς χάριτος, ὡς φωτοφόρος παστάς, τοῦ φωτοδότου Λόγου.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥείθροις ἀΰλοις, τῶν θεϊκῶν δωρεῶν σου, καταδρόσισον ἡμῶν τὰς διανοίας, Μῆτερ φλεγομένας, παθῶν τῇ ἐπηρείᾳ.

Ἄνωθεν ἴδε, τοὺς τῷ ἁγίῳ ναῷ σου, καταφεύγοντες Ὁσία Θεοδώρα, καὶ παράσχου τούτοις, τὰς σωτηρίους δόσεις.

Σὲ προστασίαν, οἱ ἐν κινδύνοις τελοῦντες, Μάρτυς ἔχοντες λυτρούμεθα τῶν πόνων, καὶ τὴν σὴν ὑμνοῦμεν, ὦ Θεοδώρα χάριν.

Θεοτοκίον.
Ἴασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, καὶ παράσχου μοι συγχώρησιν πταισμάτων, ταῖς πρὸς τὸν Υἱόν Σου, πρεσβείαις Θεοτόκε.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μαρτύρων εὐκληρίας, ἤδη ἐντρυφῶσα, τῆς τῶν παθῶν δυστυχίας ἀπάλλαξον, Ὁσιομάρτυς Κυρίου, τοὺς σὲ γεραίροντας.

Ὁδὸν ἡμᾶς βαδίζειν, Μάρτυς Θεοδώρα, τῶν ἐντολῶν τοῦ Σωτῆρος ἐνίσχυσον, ὡς ἂν ζωῆς αἰωνίου ἀξιωθείημεν.

Ὑμνοῦντές σου τὸν βίον, Μῆτερ Θεοδώρα, ἀπεκδεχόμεθα πάντες τὴν χάριν σου, ἣν ἀεὶ δίδου τοῖς πίστει σε μακαρίζουσι.

Θεοτοκίον.
Ὑψίστου Λόγου Μῆτερ, Κεχαριτωμένη, ἐξ ἀλογίας τὸν νοῦν μου ἀνύψωσον, ἐπινοιῶν ἀκαθάρτων τοῦ πολεμήτορος.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
'΄Eλάβες τή πίστει τή θεῖκή, δύναμιν έξ ὔψους, καί τόν στέφανον τοῦ Χριστοῦ, καί δι’ ἔγκρατείας, έδούλευσας Κυρίω, Όσία Θεοδῶρα, βίου λαμπρότητι.

Πνεύματι θυσίας, γνώμη στερᾶ τῶ σῶ μαρτυρίω, άνέδειξας μαρτυρικῶς, καί τήν σήν πατρίδα, γενέτειρα μαρτύρων, Όσία Θεοδώρα, Βάστα τό καύχημα.

Τὴν συκοφαντίαν τὴν χαλεπήν, ἤνεγκας ἀνδρείως, Θεοδώρα νύμφη Χριστοῦ, καὶ τὴν κεφαλήν σου, ἀδίκως ἐκτμηθεῖσα, μαρτυρικῶν στεφάνων, ὄντως ἠξίωσαι.

Θαῦμα ὄντως πέλει ὁ σὸς ναός, ὁ ἐν Βάστᾳ Μῆτερ, τῷ χωρίῳ ἔνθα χοροί, ἐκ τῆς περιοίκου, συῤῥέοντες προθύμως, λαμβάνουσιν ὑγείαν, ψυχῆς καὶ σώματος.

Χαίροις τῶν Ὁσίων ἡ κοινωνός· χαίροις τῶν Μαρτύρων, τῶν Ἁγίων ἰσοκλεής· χαίροις Θεοδώρα, Χριστοῦ Ὁσιομάρτυς, τῶν Πελοποννησίων, θεῖον καλλώπισμα.

Πλήρου τὰ αἰτήματα τῶν πιστῶν, τῶν σπευδόντων Μάρτυς, τῷ ναῷ σου τῷ ἱερῷ, τῷ ἐν Βάστᾳ ὄντι, καὶ δίδου Θεοδώρα, ἀπὸ τῶν δωρεῶν σου, χάριν τοῖς χρήζουσι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.


τά συνήθη τροπάρια, εκτενής, καί άπόλυσις, μεθ’ ήν τό έξης:
Ήχος β'. 'Ότε έκ τον ξύλου.


Πάντας τούς προστρέχοντας πιστώς, τω έν Βάστα θείω ναω σου, καί τή είκόνι σου, εύλαβώς προσπίντοντας, Όσιομάρτυς Χριστοΰ, Θεδώρα έκάοτοτε, έκ πάσης άνάγκης, κοί νόσων καί θλίψεων, καί βασκανίας δεινής, φύλαττε άτρώτους λιταΐς σου καί τήν προστασίαν σου δίδου, πάσι τοΐς ύμνοΰσι τούς άγώνάς σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.


Απολυτίκιον. "Ηχος δ'. Ταχύ προκατάλαβε.

'Ως δῶρον πολύτιμον, καί προσφοράν λογικήν, Χριστῶ προσενήνοχας τῶ έπί πάντων Θεῶ, τό αίμά σου πάνσεμνε. Όθεν Όσιομάρτυς, Θεοδῶρα δυσώπει, ἄφεσιν τῶν πταισμάτων, καί ψυχῶν σωτηρίαν, δοθῆναι τοῖς εὐφημοῦσιν, τήν θείαν σου ἄθλησιν.

Δίστιχον.
Θεοδώρα λύτρωσαι νόσων καί πόνων.
Γεράσιμον σπεύδοντα τῆ χάριτί σου.


ΣΗΜΕΙΩΣΗ: Τά δυο πρώτα μεγαλυνάρια έγραψε ό Σέβ. Μητροπολίτης κ. ΘΕΟΦΙΛΟΣ, ό οποίος συνέγραψε καί τόν βίο τής Αγίας.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης