Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1601
https://www.proseyxi.com

Παρακλητικός Κανών στον Άγιο Δημήτριο τον Μυροβλύτη Empty Παρακλητικός Κανών στον Άγιο Δημήτριο τον Μυροβλύτη

Την / Το Τετ Νοε 21, 2012 5:37 am
Φήμη μηνύματος : 100% (2 ψήφοι)
Παρακλητικός Κανών στον Άγιο Δημήτριο τον Μυροβλύτη

Παρακλητικός Κανών στον Άγιο Δημήτριο τον Μυροβλύτη Dimitr10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὰ κάτωθι Τροπάρια.

Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ

Ὡς τοῦ Σωτῆρος εὐκλεής Ἀθλοφόρος, καί εὐσεβούντων βοηθός καί προστάτης, Μεγαλομάρτυς Ἅγιε Δημήτριε, λύτρωσαι τήν πόλιν σου, συμφορῶν καί κινδύνων, δίδου δέ τοῖς σπεύδουσι, τή πανσέπτω σορῶ σου, ἁμαρτημάτων λύσιν καί παθῶν, ταῖς πρός Θεόν, εὐπροσδέκτοις πρεσβείαις σου.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰμή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἠμας ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους• οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καὶ ὁ Κανὼν τοῦ Ἁγίου

Ὠδή ἅ’. Ἦχος πλ. δ’. Ὑγρᾶν διοδεύσας

.Ἰσχύϊ ἀθλήσας τή θεϊκή, Δημήτριε Μάρτυς, ἰσχύν δίδου κατά παθῶν, τή σῆ ἀντιλήψει Ἀθλοφόρε, τοῖς τή θερμή προσίουσι πρεσβεία σου.

Θαυμάτων παράδοξα ἐνεργῶν, λυτροῦσαι κινδύνων, καί παντοίων ἐπιφορῶν, Δημήτριε Μάρτυς τοῦ Κυρίου, τούς προσίοντας πιστῶς τή πρεσβεία σου.

Ἰλέωσαι Μάρτυς ὡς συμπαθής, Χριστόν τόν Σωτήρα, ὡς ἄν εὔρωμεν ἱλασμόν, καί λύσιν παθῶν τέ καί πταισμάτων, οἱ σέ προστάτην πλουτοῦντες Δημήτριε.

Θεοτοκίον
Μαρία Παρθένε ἡ ἐν σαρκί, Θεόν τετοκυία, τῆς σαρκός μου τάς χαλεπᾶς, ἴασαι ὀδύνας καί ψυχῆς μου, τήν σκοτομήνην φωτί σου διαλυσον.


Ὠδή γ’. Οὐρανίας ἁψίδος
Ὑπέρ πάντων δυσώπει, τόν εὐμενῆ Κύριον, πάσης ἐκλυτροῦσθαι ἀνάγκης, καί περιστάσεως, Μάρτυς Δημήτριε, τούς ἀκλινεῖ διανοία τῷ ναῶ σου σπεύδοντας, καί σέ γεραίροντας.

Ρῶσιν δίδου σωμάτων, καί τῶν ψυχῶν ἴασιν, καί πολυειδῶν συμπτώματων, τήν  ἀπολύτρωσιν, Μάρτυς Δημήτριε, ταῖς πρός Χριστόν ἰκεσίαις, τοῖς θερμῶς προστρέχουσι τή προστασία σου.

Οἱ τῷ θείω ναῶ σου, μετά σπουδῆς σπεύδοντες, πάσης λυτρωθείημεν βλάβης, τοῦ πολεμήτορος, Μάρτυς Δημήτριε, καί θεϊκῆς εὐσπλαχνίας, τύχοιμεν πρεσβείαις σου, ἀξιοθαύμαστε.

Θεοτοκίον
Χορηγόν του ἐλέους, καί οἰκτιρμῶν πέλαγος, τόν Δημιουργόν τῶν ἁπάντων, Παρθένε τέξασα, δί’ ἀγαθότητα, ἠμᾶς οἰκτείρησον πάντας, τούς τόν ἀνερμήνευτον, ὑμνοῦντας τόκον σου.


Διάσωσον Μεγαλομάρτυς Δημήτριε σαῖς πρεσβείαις, πάσης βλάβης καί θλιβερῶν περιστάσεων, τούς σέ μεσίτην πρόν Κύριον κεκτημένους.

Ἐπιβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή.

Προστάτης θερμός, Θεσσαλονίκης πέφηνας, ἐκ πάσης ὀργῆς, καί θλίψεως ρυόμενος, Δημήτριε πανεύφημε, τούς θερμῶς ἐκβόωντας ἐκ πίστεως. Ἐπερχομένων ἠμᾶς συμφορῶν, ἀτρώτους διάσωζε δεόμεθα.


Ὠδή δ’. Εἰσακήκοα Κύριε.
Ἐπιφάνηθι Ἅγιε, ἀοράτως ταύτη τή κληρουχία σου, καί τήν λύπην διασκέδασον, τήν νῦν κατασχοῦσαν τάς ψυχᾶς ἠμῶν.

Ὑπερήφανον δράκοντα, καθ’ἠμῶν τά χείρονα τεκταινόμενον, κατασύντριψον Δημήτριε, τή κραταιοτάτη προστασία σου.

Μή ἐλλείπης λυτρούμενος πάσης δυσχερείας ταύτην τήν πόλιν σου, ὡς ἐρρύσω ταύτην Ἅγιε, ἀπειλῆς σεισμοῦ καί ὀλεθρεύσεως.  

Θεοτοκίον
Ὡς τεκοῦσα ἐν σώματι, τόν Δημιουργόν Παρθένε τῆς κτίσεως, καθικέτευε δεόμεθα, πάσης ἠμᾶς ρύεσθαι κακώσεως.


Ὠδή ἐ’. Φώτισον ἠμᾶς.
Νόσων καί παθῶν, ἀπολύτρωσαι Δημήτριε, τούς προσπίπτοντας τή θεία σου σορῶ, ἐξ ἤς ρέει Παρακλήτου χάρις ἄφθονος.

Ἤθλησας στερρῶς, καί ἠγίασας τήν πόλιν σου, ταῖς τοῦ αἵματος καί μύρου προχοαῖς, ἤν καί νῦν ἐκ πάσης ρύου Μάρτυς θλίψεως.

Μέγαν ἀρωγόν, καί προστάτην συμπαθέστατον, κεκτημένοι σέ οἱ Θεσσαλονικεῖς, κατά χρέος σέ γεραίρουσι Δημήτριε.

Θεοτοκίον
Ἄλυπον ἠμῶν, τήν ζωήν Παρθένε τήρησον, καί ἐκ πάσης ἀθυμίας τοῦ ἐχθροῦ, τάς ψυχᾶς ἠμῶν ἁπάλλαξον δεόμεθα.


Ὠδή στ’. Τήν δέησιν.
Σορός σου, Μεγαλομάρτυς ἡ θεία, ὥσπερ ἄλλο ἰλαστήριον θεῖον, Θεσσαλονίκη τή πόλει σου ὤφθη, ἁγιασμόν καί παθῶν ἀπολύτρωσιν, καί ἱλασμόν ἁμαρτιῶν, τοῖς πιστοῖς χορηγοῦσα Δημήτριε.

Σκανδάλων, καί νοσημάτων καί πόνων, καί σεισμοῦ τῆς ὀλεθρίου μανίας, ταῖς πρός Χριστόν ἰκεσίαις σου Μάρτυς, τήν κληρουχίαν σου ἄτρωτον φύλαττε, ὅτι τή σή διά παντός, προστασία προστρέχει Δημήτριε.

Κινδύνου, ὡς ἐλυτρώσω παμμάκαρ, ἐκ σεισμοῦ τοῦ βαρυτάτου λιταίς σου, Θεσσαλονίκην τήν πόλιν σου Μάρτυς, οὕτως αὐτήν ἀεί ἄτρωτον φύλαττε, ἐπερχομένων συμφορῶν, παρρησίαν πλουτῶν πρός τόν Κύριον.

Θεοτοκίον
Ἐτέχθη, ἐκ τῶν ἁγνῶν σου αἱμάτων, ὁ τό εἶναι δεδωκῶς πάσι Κόρη, ἐκ τῆς φθορᾶς ἑξαιρούμενος πάντας, τούς προσκυνοῦντας τό μέγα μυστήριον, τοῦ τοκετοῦ σου τοῦ φρικτοῦ, Θεοτόκε Παρθένε Πανύμνητε.


Διάσωσον Μεγαλομάρτυς Δημήτριε σαῖς πρεσβείαις, πάσης βλάβης καί θλιβερῶν περιστάσεων, τούς σέ μεσίτην πρόν Κύριον κεκτημένους.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσαν Μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.  

Πάλαι μέν μύρον εὐῶδες ἀνέβλυζεν, ἡ σή σορός ἡ ἁγία Δημήτριε• νῦν δέ παρέχει τήν χάριν τοῦ Πνεύματος, τοῦ ἐν αὐτή ἐνοικοῦντος μακάριε, τοῖς πίστει καί πόθω προστρέχουσι.

Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται
Στίχ. Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Εὐαγγέλιον κατά Λουκᾶν (κά΄ 12-19)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Προσέχετε ἀπό τῶν ἀνθρώπων• ἐπιβαλούσι γάρ ἐφ’ ὑμᾶς τάς χείρας αὐτῶν, καί διώξουσι, παραδίδοντες εἰς συναγωγᾶς καί φυλακάς, ἀγομένους ἐπί βασιλεῖς καί ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δέ ὑμίν εἰς μαρτύριον. Θέσθε οὔν εἰς τάς καρδίας ὑμῶν, μή προμελετᾶν ἀπολογηθήναι• ἐγώ γάρ δώσω ὑμίν στόμα καί σοφίαν, ἡ οὗ δυνήσονται ἀντειπεῖν, οὐδέ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμίν. Παραδοθήσεσθε δέ καί ὑπό γονέων, καί ἀδελφῶν, καί συγγενῶν, καί φίλων, καί θανατώσουσιν ἐξ ὑμῶν. Καί ἔσεσθε μισούμενοι ὑπό πάντων διά τό ὄνομα μού• καί θρίξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μή ἀποληται. Ἐν τή ὑπομονή ὑμῶν κτήσασθε τάς ψυχᾶς ὑμῶν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Ἐλεῆμον, ἐλέησόν με….
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅλη μετά πίστεως, τή σῆ θερμή προστασία, Ἅγιε Δημήτριε, σπεύδουσα ἡ πόλις σου ἀνακράζει σοί. Ὡς ποτέ ἔσωσας, καί πολλάκις Μάρτυς, χαλεπῶν μέ περιστάσεων, οὕτω διάσωσε, καί ἐπερχομένων κακώσεων, λαόν σου τόν θεοφρονα, τόν εἰλικρινῶς πεποιθότα σοί, πταισμάτων τήν λύσιν, αἰτούμενος ἠμίν παρά Χριστοῦ, καί νοσημάτων τήν ἴασιν, καί παθῶν ἐκλύτρωσιν.

Σῶσον ὁ Θεός τόν λαόν σου…

Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Πειρασμῶν ἀδοκήτων, καί σεισμῶν βαρυτάτων ἠμᾶς ἁπάλλαξον, τή σῆ ἐπιστασία, Δημήτριε τρισμάκαρ, τούς ἐν πίστει κραυγάζοντας• ὁ τῶν Πατέρων ἠμῶν, Θεός εὐλογητός εἰ.

Ὡς λειμών πανευώδης, ἡ σορός τῶν λειψάνων σου πνέει πάντοτε, ὀσμήν ἀθανασίας, ἠμῶν τάς διανοίας, μυστικῶς κατευφραίνουσιν, καί τό δυσῶδες παθῶν, Δημήτριε σοβοῦσαν.

Νεκρωθεῖς τή κακία, τή θερμή σου πρεσβεία σπεύδω Δημήτριε, καί πίστει ἐκβοῶ σοί. Νέκρωσον τῶν παθῶν μου, τά σκιρτήματα ἅπαντα, καί ζώωσόν μου τόν νοῦν, τή χάριτί σου Μάρτυς.

Θεοτοκίον
Γνώσει λάμπρυνον θεία, τόν ἀγνώμονα νοῦν μου Παρθένε Ἄχραντε, ὡς ἄν τῆς μετανοίας, πορεύσωμαι τάς τρίβους, καί ζωῆς τύχω κρείττονος, ὁ καταφεύγων Ἁγνή, τή κραταιά σου σκέπη.


Ὠδή ἡ’. Τόν Βασιλέα.
Ἔχει σέ πόλις, Θεσσαλονίκη προστάτην, διά τοῦτο σου Δημήτριε κηρύττει, τάς εὐεργεσίας, καί χάριτος τόν πλοῦτον.

Ρύου ἀπαύστως, ἐπιφορῶν καί κινδύνων, τούς προστρέχοντας τοῖς θείοις σου Λειψάνοις, καί τήν σήν πρεσβείαν, Δημήτριε ζητοῦντας.

Ἀΰλου μύρου, τή μυστική εὐωδία, τῶν παθῶν ἠμῶν τήν δυσωδίαν λύσον, ἴνα σέ τιμῶμεν, Δημήτριε παμμάκαρ.

Θεοτοκίον
Σύ εἰ Παρθένε, ὡς τοῦ Θεοῦ ἠμῶν Μήτηρ, καταφύγιον καί λύτρον ἐν ἀναγκαις, τῶν ὑπερυψούντων, τόν ἄφραστόν σου τόκον.


Ὠδή θ’. Κυρίως Θεοτόκον.
Ἰάσεις ἀναβλύζει, ἡ σεπτή σορός σου, τή ἐπομβρία του Πνεύματος Ἅγιε, τοῖς ἀδιστάκτω καρδία σέ μεγαλύνουσι.

Μαστίγων ὀλεθρίων, καί σεισμοῦ μανίας, Θεσσαλονίκην τήν πόλιν σου φύλαττε, Μεγαλομάρτυς Δημήτριε εὐφημοῦσαν σέ.

Οἱ πίστει προσιόντες, τή σεπτή σορῶ σου, ἐπηρειῶν χαλεπῶν ἁπαλλάττονται, καί κατά χρέος Δημήτριε ἀνυμνούσι σέ.

Θεοτοκίον
Ὑψίστου ἡ καθέδρα, Κεχαριτωμένη, τήν πεπτωκυίαν ψυχήν μου τοῖς πάθεσι, πρός πολιτείας ἁγίας ὕψωσον ἔλλαμψιν.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Μαρτύρων ἡ καλλονή, καί Θεσσαλονίκης, πολιοῦχος ὁ εὐκλεής• χαίροις Μυροβλύτα, Δημήτριε παμμάκαρ ἠμῶν πρός τόν Σωτήρα, πρέσβυς θερμοτατος.

Δέδεκται ἐν κόλποις τήν ἱεράν, σορόν σου παμμάκαρ, ὡς οὐράνιον θησαυρόν, ἡ Θεσσαλονίκη, ἤς πάλαι ἐστερήθη, καί πόθω εὐφημεῖ σέ Μάρτυς Δημήτριε.

Λύτρωσαι κινδύνων παντοδαπῶν, Δημήτριε Μάρτυς, καί παντοίων δυσχερειῶν, τούς τήν σήν πρεσβείαν, ἀπό ψυχῆς αἰτοῦντας, καί τή σεπτή σορῶ σου, πίστει προσπίπτοντας.

Ὡς ἐρρύσω Μάρτυς φθορᾶς σεισμοῦ, τήν Θεσσαλονίκην, τή θερμή σου ἐπισκοπῆ, οὕτω ταύτην ρύου, καί πάσαν τήν Ἑλλάδα, ἐπερχομένων πόνων, καί περιστάσεων.

Μύρου εὐωδία τοῦ νοητοῦ, Μυροβλύτα Μάρτυς, ἀποδίωξον ἀφ’ ἠμῶν, παθῶν ἀκαθάρτων, τήν δυσωδίαν θάττον, καί τῶν πταισμάτων αἴτει, ἠμίν τήν ἄφεσιν.

Ἴδε τούς ἐστώτας πανευλαβῶς, τή σεπτή σορῶ σου, Μυροβλύτα Μάρτυς σοφέ καί ἄπασι δίδου, τάς σωτηρίους δόσεις, τήν καθ’ ἠμῶν μανίαν, λύων τοῦ δράκοντος.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον Ἦχος γ’.
Μέγαν εὔρατο ἐν τοῖς κινδύνοις, σέ ὑπέρμαχον ἡ οἰκουμένη, ἀθλοφόρε τά ἔθνη τροπούμενον. Ὡς οὔν Λυαίου καθεῖλες τήν ἔπαρσιν, ἐν τῷ σταδίω θαρρύνας τόν Νέστορα, οὕτως ἅγιε Μεγαλομάρτυς Δημήτριε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἠμίν τό μέγα ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὄτε ἐκ τοῦ ξύλου.

Πάντας τούς προσπίπτοντας πιστῶς, τοῖς σοῖς μυριπνόοις λειψάνοις, καί δυσωποῦντες σέ, Ἅγιε Δημήτριε, Μεγαλομάρτυς Χριστοῦ, ρύσαι πάσης κακώσεως, σεισμοῦ τέ ἀνάγκης, καί παντοίων θλίψεων, ψυχῆς καί σώματος, ἔχων πρός Χριστόν παρρησίαν, καί πληρῶν ἀεί τάς αἰτήσεις, τῶν εἰλικρινῶς μακαριζόντων σέ.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ. φύλαξόν με ὑπὸ τὴν σκέπην σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης