Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1601
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιο Θεμιστοκλή Empty Παρακλητικός Κανών εις τον Άγιο Θεμιστοκλή

Την / Το Τετ Νοε 21, 2012 2:16 pm
Παρακλητικός Κανών εις τον Άγιο Θεμιστοκλή Μύρων της Λυκίας

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Παρακλητικός Κανών εις τον Άγιο Θεμιστοκλή Aaa_co11

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοὺς ἐκζητοῦντας τὴν θερμήν σου πρεσβείαν, Μεγαλομάρτυς τοῦ Χριστοῦ Θεμιστόκλεις, ἀπὸ κινδύνων λύτρωσαι δεινῶν συμφορῶν, θλίψεων κακώσεων, δυσθυμίας καὶ βλάβης, τοῦ δολίου ὄφεως, ἵνα πόθῳ τιμῶμεν, σὲ ὡς βοσκὸν λιπόντα τοὺς ἀμνούς, ὑπὲρ ἀγάπης, Χριστοῦ Ἀρχιποίμενος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Θεμιστόκλεις, ἴσθι ἡμῶν ταχὺς ἀρωγός. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Θεσπέσιε Μάρτυς Χριστοῦ εὐχάς, σεπτὲ Θεμιστόκλεις, δέξαι πάντων τῶν εὐσεβῶν, καὶ ταύτας προσάγαγε Κυρίῳ, ὥσπερ εὐῶδες θυμίαμα Ἅγιε.

Ἐν χρόνοις νεότητος Ἀθλητά, ὡς ἄκμων βασάνους, ὑπομείνας καρτερικῶς, λαμπρὲ Θεμιστόκλεις νεολαίας, τῆς χριστωνύμου ἐγένου ἀρχέτυπον.

Μαρτύρων ἀκρότης ποιμὴν καλός, ἀλόγων προβάτων, Θεμιστόκλεις τῶν λογικῶν, ἀμνῶν τῆς ἀγέλης τοῦ Κυρίου, προστάτης ὤφθης καὶ ῥύστης ἐκ θλίψεων.

Θεοτοκίον.
Ἰδεῖν τὸν Υἱόν Σου ἐν οὐρανοῖς, καὶ κόσμου Σωτῆρα, καταξίωσον Μαριάμ, ἁγνὴ Θεοτόκε εἰς αἰῶνας, ἀτελευτήτους τοὺς Σὲ μακαρίζοντας.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Στέφος Μύρων Λυκίας καὶ τοῦ Χριστοῦ τίμιον, γέρας Ἐκκλησίας ὑψόθεν, τὴν εὐλογίαν σου, πέμψον ἡμῖν Ἀθλητά, πανευσθενὲς Θεμιστόκλεις, εὐλαβῶς δοξάζουσι, τὴν θείαν μνήμην σου.

Τοῦ Χριστοῦ τῇ δυνάμει τῇ παναλκεῖ ᾔσχυνας, Μάρτυς Θεμιστόκλεις τρισμάκαρ, τοὺς εἰδωλόφρονας· ὅθεν συντρίβειν ἐχθροῦ, καμὲ δυνάμωσον βέλη, νοητοῦ τὸν μέλποντα, σοῦ τὴν ἐνάθλησιν.

Οἱ τὸν Διοσκορίδην τὸν Ἀθλητὴν θέλοντες, ἀνευρεῖν εἰς ὄρος κρυβέντα, σὲ εὗρον βόσκοντα, τοὺς ἄρνας καὶ τοῦ Χριστοῦ, ὁμολογοῦντα τὴν χάριν, ὑπὲρ ἧς ὑπέμεινας, ἔνδοξον θάνατον.

Θεοτοκίον.
Καταφύγιον κόσμου Μῆτερ Θεοῦ δέξαι με, ἐν τῇ ἀσφαλεῖ Σου ἀγκάλῃ, ὡς ὄρνις δέχεται, νοσσία τὰ ἑαυτῆς, ὑπὸ πτερύγων τῇ σκέπῃ, τῆς αὐτῆς καὶ σῶσόν με, πόθῳ κραυγάζω Σοι.


Διάσωσον, ταῖς σαῖς πρεσβείαις πολύαθλε Θεμιστόκλεις, ἀπὸ βλάβης τοῦ πονηροῦ κινδύνων καὶ θλίψεων, τοὺς σπεύδοντας πόθῳ τῇ σῇ ἀντιλήψει.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Ὡς ἔχων πολλὴν τὴν παῤῥησίαν ἔνδοξε, Χριστῷ τῷ Θεῷ ἀδιαλείπτως πρέσβευε, λυτροῦσθαι στενώσεως, καὶ παντοίων κινδύνων ἑκάστοτε, τοὺς ἐκζητοῦντας πίστει σὰς εὐχάς, σεπτὲ Θεμιστόκλεις γενναιότατε.


ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Λυπηρῶν ἀποδίωξον, ζοφερὰν ὁμίχλην ταῖς σαῖς ἐντεύξεσι, Θεμιστόκλεις πρὸς τὸν Κύριον, ὑπὲρ Οὗ τὸ αἷμά σου ἐξέχεας.

Ἐν τῇ θείᾳ σου χάριτι, εὐσεβῶν σεμνύνεται ἡ ὁμήγυρις, Θεμιστόκλεις γενναιότατε, Μύρων τῆς Λυκίας ἄνθος εὔοσμον.

Ἰησοῦν τὸν γλυκύτατον, ἐκτενῶς δυσώπει ὑπὲρ προσφύγων σου, Θεμιστόκλεις αἰτουμένων σου, ἀρωγὴν καὶ ἄγρυπνον συμπάθειαν.

Θεοτοκίον.
Σωματώσασα Κύριον, ὑπὲρ νοῦν Παρθένε Θεογεννήτρια, τὸν λυτρώσαντα τοὺς μέροπας, ἐκ φθορᾶς παθῶν με ἀπολύτρωσαι.


ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴασαι ψυχῆς, Θεμιστόκλεις ἀλγηδόνας μου, καὶ θεράπευσον τὰς νόσους τῆς σαρκός, ὁ τοὺς πόνους ὑπομείνας τῆς ἀθλήσεως.

Σύντριψον ἐχθροῦ, τὰς δυνάμεις καρτερώτατε, Θεμιστόκλεις κινουμένας καθ’ ἡμῶν, ἀηττήτοις ὅπλοις θείων σου δεήσεων.

Θλίψεων ἡμῶν, ἀποδίωξον τὴν ζόφωσιν, καὶ ἀνάτειλον ἡμέραν χαρμονῆς, Θεμιστόκλεις τοῖς τρανῶς σε μακαρίζουσι.

Θεοτοκίον.
Ἵλεως ἡμῖν, Σὸν σεπτὸν Υἱὸν ἀπέργασαι, καταφεύγουσιν ἐν πίστει ἀκλινεῖ, τῇ ἐνθέρμῳ προστασίᾳ Σου Μητρόθεε.


ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἤρίστευσας, ἐν ταῖς μάχαις Ἅγιε, Θεμιστόκλεις κατ’ ἀνόμου Δεκίου, καὶ ὥσπερ ἄκμων στεῤῥὸς ὑπομείνας, ὀξέων ἥλων τὰς ξέσεις ἠξίωσαι, τῆς Βασιλείας Οὐρανῶν, ἧς ἡμᾶς κληρονόμους ἀνάδειξον.

Μαρτύριον, Θεμιστόκλεις πάνδεινον, ὑπομείνας ἐπὶ ξύλου ἐτάθης, καὶ σιδηροῖς ἥλοις μάκαρ ἐξέσθης, Χριστοῦ προσφέρων τὸ πάντιμον ὄνομα· διὸ καὶ χάριν εἰληφώς, πρεσβευτὴς ἡμῶν γέγονας ἔνθερμος

Ὡς ἄσειστον, βάθρον θείας πίστεως, καὶ Μαρτύρων σὲ τιμῶντες κρηπῖδα, ταῖς σαῖς λιταῖς Θεμιστόκλεις ἀνδρεῖε, ἐν συμφοραῖς καὶ δεινοῖς καταφεύγομεν, καὶ ἐκβοῶμεν μυστικῶς· χαῖρε Μάρτυς Κυρίου μεγάλαθλε.

Θεοτοκίον.
Νῦν κράζομεν, εὐλαβῶς ἱλέωσαι, Θεοτόκε τὸν ἐκ Σοῦ γεννηθέντα, ἡμῖν τοῖς πταίσασι Τούτῳ πολλάκις, ἵνα πταισμάτων συγχώρησιν λάβομεν, οἱ ἀφορῶντες πρὸς τὴν Σήν, ἀρωγήν καὶ ταχείαν βοήθειαν.


Διάσωσον, ταῖς σαῖς πρεσβείαις πολύαθλε Θεμιστόκλεις, ἀπὸ βλάβης τοῦ πονηροῦ κινδύνων καὶ θλίψεων, τοὺς σπεύδοντας πόθῳ τῇ σῇ ἀντιλήψει.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.

Βοσκὲ προβάτων ἀλόγων πανάμωμε, Λυκίας Μύρων βλαστὲ ἐνθεώτατε, καὶ Μάρτυς Χριστοῦ ἀξιΰμνητε, ἡμῶν λιτὰς Θεμιστόκλεις προσάγαγε, πρὸς τὸν Ἀρχιποίμενα Κύριον.

Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17 – στ΄ 2, 17 – στ΄ 2).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους.  Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν.  Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.  Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν καὶ τὸν ὑμέτερον τηρήσουσιν.   Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με.  Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν.  Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ.  Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον.  

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχος. Ελεήμον, ελέησόν με ο Θεός...
Προσόμοιον.
΄Ήχος β’. Όλην αποθέμενοι.

Ἀνδρικῷ φρονήματι, τοῦ μαρτυρίου τὸν δρόμον, ἀκλινῶς διήνυσας, Θεμιστόκλεις ἔνδοξε γενναιότατε, καὶ πολλῆς χάριτος, μέτοχος ἐδείχθης, διὰ τοῦτό σου δεόμεθα· Μάρτυς μεγάλαθλε, φύλαττε ἀτρώτους σοὺς πρόσφυγας, στενώσεως κακώσεων, καὶ ἐπιβουλῆς τοῦ ἀλάστορος, σαῖς θερμαῖς πρεσβείαις, πρὸς Κύριον τοὺς ὕμνους μελιχροῖς, ἀνευφημοῦντας σὴν ἄθλησιν, τὴν στεῤῥὰν καὶ πάντιμον.  


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τοῦ Δεκίου τὴν πλάνην, στιγματίσας σοῖς λόγοις βοσκὲ στεῤῥόψυχε, ἐκ σιδηρῶν ὀξέων, ἐδέξω ἥλων ξέσεις· ὅθεν πόθῳ τιμῶντές σε, τὰς πρὸς Θεόν σου λιτάς, θερμῶς ἐπιζητοῦεν.

Ἀκατάβλητε Μάρτυς, Θεμιστόκλεις Δεκίου ὀφρῦν ἐνστάσει σου, ὁ καθελὼν ἀνδρείᾳ, τυράννου ἀοράτου, τὴν κακίαν ταπείνωσον, δι’ ἧς περᾶται ἡμᾶς, ἀπὸ Θεοῦ μακρύνειν.

Χάριν πᾶσιν ἐξαίτει, καὶ βοήθειαν θείαν τοῖς σοὶ προσφεύγουσιν, ἐκ πόθου Θεμιστόκλεις, Μαρτύρων ἀλκιφρόνων, ἱερὸν ἐγκαλλώπισμα, σὲ γὰρ προστάτην θερμόν, κατέχομεν πρὸς Κτίστην.

Θεοτοκίον.
Ὑπερύμνητε Μῆτερ, Θεοτόκε Παρθένε ἡ σωματώσασα, ὑπερφυῶς τὸν Λόγον, Θεοῦ καὶ τῶν ἀνθρώπων, Λυτρωτὴν πᾶσιν βράβευσον, ἡμῖν τοῖς δούλοις τοῖς Σοῖς, ὑγείαν κατ’ ἄμφω.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Στέφος ἔχει, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, καὶ τὰ Μύρα Λυκίας σε γέρας, θεῖον Θεμιστόκλεις, Μαρτύρων κοσμιότης.

Ἄνθος εὐῶδες, τῶν μεγαλάθλων Μαρτύρων, ὁ σοῖς ἄθλοις μυρίσας τὴν κτίσιν, δεῖξον Θεμιστόκλεις, ἡμᾶς ἀγάπης ἄνθη.

Ῥῦσαι κινδύνων, καὶ πειρασμῶν ψυχοκτόκων, Θεμιστόκλεις τοῖς σοὶ προσιόντας, καὶ ὑμνοῦντας ἄθλους, τοὺς σοὺς Μεγαλομάρτυς.

Θεοτοκίον.
Ὡς Θεοτόκον, τοὺς μεγαλύνοντας πίστει, Σὲ ἀεὶ ἀπειρόγαμε Κόρη, ῥῦσαι χαμαιζήλων, παθῶν καὶ νοσημάτων.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γενναῖε Θεμιστόκλεις, λάμπων ἀγλαΐᾳ, μαρτυρικῇ σκοτασμοῦ με ἐκλύτρωσαι, καὶ πρὸς τὸ φῶς ἀπαθείας με καθοδήγησον.

Ὁμόσκηνε Μαρτύρων, θείων Θεμιστόκλεις, Χριστῷ σὺν τούτοις ἀείποτε πρέσβευε, πάσης στενώσεως ῥύεσθαι τοὺς τιμῶντάς σε.

Συντήρει σοὺς ἱκέτας, ἀσινεῖς μανίας, τοῦ πονηροῦ Θεμιστόκλεις ἀλάστορος, ὀλέτα πλάνης εἰδώλων θεοειδέστατε.

Θεοτοκίον.
Χαρίτων οὐρανίων, ἄσυλον ταμεῖον, Θεοκυῆτορ Παρθένε χαρίτωσον, τοὺς εἰς αἰῶνας αἰώνων Σὲ μεγαλύνοντας.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Θεμιστόκλεις πανευσθενές, Μύρων τῆς Λυκίας, γόνε τίμιε καὶ σεπτέ· χαίροις Ἀθλοφόρων, προσθήκη στεῤῥοψύχων, καὶ πίστεως Κυρίου, εὖχος πολύτιμον.

Βόσκων τοὺς σοὺς ἄρνας ἐν τοῖς δρυμοῖς, Μύρων τῆς Λυκίας, ὡμολόγησας εὐθαρσῶς, τοῦ Χριστοῦ τὴν πίστιν, τρισμάκαρ Θεμιστόκλεις, καὶ ἐξ ὀξέων ἥλων, ξέσεις ὑπέμεινας.

Ἤνεγκας ἀσμένως τῆς σῆς σαρκός, ξέσεις ἐξ ὀξέων, ἥλων Μάρτυς πανευσθενές· ὅθεν Θεμιστόκλεις, καὶ στέφος ἐξ ἀχράντων, χειρῶν τοῦ Ζωοδότου, εἴληφας ἄφθαρτον.

Νόσων ἀνιάτων καὶ ζοφερῶν, ἀνωτέρους τήρει, τοὺς ἱκέτας σου Ἀθλητά, μάκαρ Θεμιστόκλεις, καὶ πειρασμῶν παντοίων, ἀπάλλαττε τοὺς πόθῳ, ὑμνολογοῦντάς σε.

Σὺν σεπταῖς χορείαις τῶν Ἀθλητῶν, παρεστὼς Κυρίῳ, καθικέτευε ἐκτενῶς, δοῦναι Θεμιστόκλεις, τοῖς σὲ ἀνευφημοῦσι, ὑγείαν κατ’ ἄμφω, ῥώμην καὶ δύναμιν.

Πάντας τοὺς τιμῶντάς σου εὐλαβῶς, μνήμην τὴν ἁγίαν, καὶ γεραίροντας σοὺς σεπτούς, πόνους μαρτυρίου, συντήρει Θεμιστόκλεις, ἀτρώτους τῆς μανίας, τοῦ παναλάστορος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.


Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς, Θεμιστόκλεις τοῦ Χριστοῦ, Μύρων τῆς Λυκίας κοσμῆτορ, καὶ γόνε περικλεές, ἐκτενῶς ἱκέτευε, τὸν πάντων Κύριον, καὶ Δεσπότην τῆς κτίσεως, ὑπὲρ τῶν ἐν πίστει, ἐκτελούντων μνήμην σου, τὴν ἀεισέβαστον, πέλεις γὰρ ἡμῶν παραστάτης, ἐν ταῖς τρικυμίαις τοῦ βίου, καὶ θερμὸς ἀκέστωρ ἀθλοφόρητε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης