Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1765
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Φοβερά Προστασίαν Νο2 Empty Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Φοβερά Προστασίαν Νο2

Την / Το Πεμ Νοε 22, 2012 2:55 am
Φήμη μηνύματος : 100% (5 ψήφοι)
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Φοβερά Προστασίαν Νο2

Εποιήθει εν Μονή Προφήτου Ηλίου Παρνασσίδος
Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Φοβερά Προστασίαν Νο2 Fovera10


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.

Τῆς Παναχράντου τῇ πανσέπτῳ Εἰκόνι, οἱ συνεχόμενοι δεινοῖς τε καὶ πόνοις, ἐν στεναγμοῖς καὶ δάκρυσι κραυγάζοντες πιστῶς, πρόφθασον, βοήθησον, Φοβερὰ Προστασία, ἀρωγὸς καὶ στήριγμα τῶν εἰς Σὲ προστρεχόντων, τὸ ἔλεός Σου δεῖξον ἐφ᾿ ἡμᾶς, τοὺς ἐκ καρδίας, πιστῶς μεγαλύνοντας.

Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Ὡς θείων θησαύρισμα δωρεῶν, ἀσπαζόμεθα πάντες, τῆς Εἰκόνος Σου τὴν μορφήν, Φοβερὰ ἡμῶν Προστασία, ἡμῖν τὴν θείαν Σου δρόσον ἀνάβλυσον.

Ἀρωγῆς καὶ ἐλέους τοὺς ποταμούς, Φοβερὰ Προστασία οὓς ἐκχέει ἡ Σὴ Εἰκών, χάρισε εὐσπλάγχνως ὡς δρόσον, τοῖς ἐν κινδύνοις πρὸς Σὲ καταφεύγουσιν.

Κινδύνοις καὶ θλίψεσι καὶ δεινοῖς, θερμῶς ἐκζητοῦμεν Προστασίαν τὴν Φοβεράν, ἵνα λυτρωθῶμεν ταχέως, καὶ σεσῳσμένοι τὸ χαῖρέ Σοι εἴπωμεν.

Καταφύγιον μέγα Χριστιανῶν, ὑπάρχει Παρθένε ἡ Εἰκών Σου ἡ ἱερά, Φοβερὰ ἡμῶν Προστασία, τοὺς ἀοράτους ἐχθροὺς ἐκδιώκουσα.


ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τοῖς δεινῶς τρυχομένοις, καταφυγὴ γέγονας· ὅθεν δυσωποῦμεν Παρθένε, Θεοχαρίτωτε, τὴν προστασίαν Σου, τὴν φοβερὰν καὶ γλυκεῖαν, δίδου τοῖς Σοί κράζουσι καὶ καταφεύγουσιν.

Χριστιανῶν αἱ χορεῖαι, ὡς θησαυρὸν ἔχουσιν, τὴν ἀστραπηφόρον Εἰκόνα τῆς Θεομήτορος καὶ ὡς κραυγάζωσιν, ὦ Φοβερὰ Προστασία, σπεύδεις εἰς βοήθειαν καὶ ἀπολύτρωσιν.

Πολυτίμητον μάννα, ὡς ἀληθῶς γέγονεν, καὶ κρήνη ἡ σταλάζουσα δρόσον, τοῖς ἀνυμνοῦσί Σε, ἡ Ἱερά Σου Εἰκών, τῆς Φοβερᾶς Προστασίας, τῶν πιστῶν τὸ καύχημα καὶ ἀγαλλίαμα.

Ὑπερθαύμαστε Κόρη, πάντων ἡμῶν ἄκουσον, καὶ τὰς πειρασμῶν τρικυμίας, τάχιστα στόρεσον, ἵνα βοῶμέν Σοι, ὦ Φοβερὰ Προστασία, δέξαι Μητροπάρθενε ὕμνους τῷ κράτει Σου.


Διάσωσον, ὦ Φοβερὰ Προστασία, συμφορῶν καὶ κινδύνων Σοὺς δούλους, τοὺς ἀσπαζομένους πίστει τὴν Σὴν Εἰκόνα.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τo κάθισμα.
Πρεσβεία θερμή.

Προστασία Φοβερὰ καὶ ἀκαταίσχυντος, τῶν ἀδυνάτων ἰσχὺς καὶ τεῖχος καὶ στερέωμα, ἐκτενῶς βοῶμέν Σοι· Θεοτόκε πᾶσι χορήγησον, τὰς ἐκ τῆς Σῆς Εἰκόνος δωρεᾶς, τοῖς πίστει καὶ πόθῳ προσιοῦσί Σοι.


ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Τῶν παθῶν τὸ κλυδώνιον, καὶ τῆς ἀθυμίας τὴν ζάλην σκέδασον, καὶ εὐσπλάγχνῳ Σου προσβλέμματι, πλήρωσον χαρᾶς τοὺς εὐφημοῦντάς Σε.

Φοβερὰ Προστασία μου, ἀναβλύζεις νάματα ἱλαρότητος, τὰς ὀδύνας θεραπεύοντα, καὶ τὰ σκότη τάχος καταυγάζοντα.

Ἡ ἐλπὶς καὶ τὸ καύχημα, ἡ καταφυγὴ καὶ ἀντίληψις, προστασία καὶ παράκλησις, Σὺ ὑπάρχεις Κόρη Παναμώμητε.

Ταῖς χερσί Σου κατέχουσα, Νήπιον τὸν Κύριον καὶ Θεὸν ἡμῶν, ἐκτενῶς Αὐτὸν ἱκέτευε, ὅπως τῶν βασάνων λυτρωθείημεν.


ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Ἅπαντα ἐχθρόν, ὁρατόν τε καὶ ἀόρατον, Παναγία Μητροπάρθενε, Ἁγνή, τῇ Φοβερᾷ Σου Προστασίᾳ ἐξαφάνισον.

Βλῦσον γλυκασμόν, ταῖς ψυχαῖς τῶν ἀνυμνούντων Σε, ἐκ τῆς θείας Σου Εἰκόνος μυστικῶς, ἥν ὁρῶντες ἐκ καρδίας ἀσπαζόμεθα.

Ἴδε συμπαθῶς, τοὺς κυκλοῦντας τὴν Εἰκόνα Σου, καὶ τὴν ῥῶσιν ἐκζητοῦντάς Σοι θερμῶς, στεναγμοῖς ἀνεκλαλήτοις τε καὶ δάκρυσιν.

Ἔχει ὁ λαός, τῆς Φωκίδος τὴν Εἰκόνα Σου, ὡς προστάτην τεῖχος σκέπην καὶ φρουρόν, διὰ τοῦτο πάντες μέγα ἀγαλλόμεθα.


ᾨδή στ´. Τὴν δέησιν ἐκχεῶ.
Τοὺς μώλωπας, τῆς ψυχῆς ἰατρεύεις, τῶν πιστῶς Σε Κόρη προσκυνούντων, καὶ τὴν Σὴν Χάριν, θερμῶς ἐκζητούντων, νυχθημερόν τε πρὸς Σὲ δεομένων Σου, τὸν Κύριόν Σου καὶ Υἱόν, ὑπὲρ πάντων ἀπαύστως ἱκέτευε.

Κατάσβεσον, Φοβερὰ Προστασία, δροσισμῷ Σου τὴν πυρὰν ἀλγηδόνων, καὶ τοῖς πιστοῖς, τὴν Σὴν χάριν χορήγει, ἵνα πρὸς Σὲ καταφεύγωμεν ἅπαντες, ἐν πόνοις τε καὶ πειρασμοῖς, ἐκζητοῦντες θερμῶς Σὴν ἀντίληψιν.

Φέγγει, Φοβερὰ Προστασία, ἡ Εἰκών Σου ὑπὲρ ἥλιον πᾶσι, ἥν προσκυνοῦντες, ψυχῆς κατανύξει, ἀναβοῶμεν πρὸς Σὲ Θεομήτορα, δεῦρο χαρίτωσον ἡμῶν, συμπαθῶς τὰς ψυχὰς τῶν τιμώντων Σε.

Ἀπάλλαξον, Φοβερὰ Προστασία, τοὺς Σούς δούλους πειρασμῶν καὶ κινδύνων, καὶ τὴν πικρίαν δεινῶν νοσημάτων, εἰς γλυκασμὸν εὐμενῶς μεταποίησον, ἵνα Σὴν χάριν, ἐν χαρᾷ, καὶ ἐν ὕμνοις λαμπρῶς μεγαλύνωμεν.


Διάσωσον, ὦ Φοβερὰ Προστασία, συμφορῶν καὶ κινδύνων Σοὺς δούλους, τοὺς ἀσπαζομένους πίστει τὴν Σὴν Εἰκόνα.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος δ΄. Τοῖς τῶν αἱμάτων Σου.

Τῆς Φοβερὰς Προστασίας τὴν Εἰκόνα δεῦτε πιστοί, εὐλαβῶς προσκυνήσωμεν· ἀναβλύζει γὰρ δρόσον οὐράνιον καὶ ῥῶσιν νέμει κραταιάν, τοῖς πίστει Αὐτῇ καταφεύγουσιν.

Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεά.
Στ. Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ Πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄. 39-56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πάλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνὴ μεγάλη καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῳ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ, ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Φοβερᾶς Προστασίας ἱκεσίαις, ἐξάλειψον, Σωτήρ μου, τὰς ἐμᾶς ἁμαρτίας.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Θησαυρὸς ἀδάπανος, καὶ μὴ κενούμενος Κόρη, ἡ Εἰκών Σου δείκνυται, ἡ πανυπερσέβαστος, Πολυΰμνητε· κλῆσιν δὲ οὐράνιον, Ἀγγέλοις τε αἰδέσιμον, ἡ Εἰκών Σου φέρει, Δέσποινα, δι᾿ ἧς ἐκβοῶμεν Σοι, χάριν ἐξ αὐτῆς ἡμῖν δώρησαι, σκεδάζουσα τὸν κλύδωνα, νόσων τε καὶ πόνων καὶ θλίψεων· εὔσπλαγχνος γὰρ πέλεις, καὶ πλήρης συμπαθείας μητρικῆς, τοῖς ἀνυμνοῦσί Σε Δέσποινα, ὡς Θεοῦ λοχεύτριαν.


ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐθαυμάστωσας ὄντως, τὴν Εἰκόνα Σου Κόρη, τῆς θεϊκῆς Σου μορφῆς, ᾗ πίστει ἐκβοῶμεν, Φοβερὰ Προστασία, Σὺ ἡμᾶς πρόφθασον, ὁδήγησον Σὺ ἀσφαλῶς, εἰς λιμένας τοῦ θείου θελήματος.

Γαληνόμορφος ὄντως, καὶ χαριτόβρυτος πάνυ ἡ Ἱερά Σου Εἰκὼν, ὁρᾶται, Θεομῆτορ, καὶ ὡς οἰκτιρμῶν πάντας, τῇ Φοβερᾷ Προστασίᾳ Σου, στήριξον, τοὺς θεωροῦντάς Σε πιστῶς, τοῦ ἐλέους τὸ ἄπειρον πέλαγος.

Θεϊκοῦ νῦν ἐλέους, διὰ Σοῦ προσδοκῶντες, τεύξασθαι Πάναγνε, φωνὰς δὲ τῶν Σῶν δούλων, δέχου καὶ χορήγει, λύτρωσιν, χάριν καὶ ἔλεος ἄφθονον· ὦ Φοβερὰ Προστασία, σώσαι τοὺς κάμνοντας.

Ψυχικὰς ἀῤῥωστίας, Φοβερὰ Προστασία ὅλως θεράπευσον, τῆς μετανοίας φέγγει, εἰς νομὰς σωτηρίους, ἀσφαλῶς ἡμᾶς πάντας ὁδήγησον, ἵνα Σοι πόθῳ βοῶμεν, χαῖρε Πανύμνητε.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τὰς ἀλγηδόνας, τῶν ψυχῶν τίς δυνήσῃ, διαλύειν εὐκόλως ὦ Παρθένε, εἰ μὴ φθάσῃ τάχυ, ἡ θεία Σου πρεσβεία.

Τὰς ἀθυμίας, ὦ Φοβερὰ Προστασία, μεταβάλλεις εἰς χαρὰν καὶ γαλήνην, ἡ χαρὰν διδοῦσα, πιστοῖς καὶ σωτηρίαν.

Φοβερὰ Προστασία, οἱ ἐν κινδύνοις καὶ πόνοις, τὴν Ἁγίαν Σου εὑρόντες Εἰκόνα, τεῖχος καὶ λιμένα, ὕμνοις δοξολογοῦμεν.

Περικυκλοῦντες, τῆς παναγίας μορφῆς Σου, τὸ ἐκτύπωμα καὶ πόθῳ βοῶμεν, ἵλεως, Παρθένε, γενοῦ τοῖς Σοῖς ἱκέταις.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Οἰκτείρησον Παρθένε, Σοὺς θερμοὺς ἱκέτας, καὶ πειρασμῶν καὶ παθῶν ἐλευθέρωσον, ἐκ τῶν ψυχῶν τὰς ὀδύνας ἐξαφανίζουσα.

Ὑμνοῦμέν Σε Παρθένε, Κεχαριτωμένη, καὶ εὐλαβῶς τὴν Εἰκόνα Σου σέβομεν, δεόμενοι πρὸς Σὲ θερμῶς, μὴ ἐάσῃς τοὺς δούλους Σου πώποτε.

Θεὸν τὸν Εὐεργέτην, ἀγκάλαις Σαῖς κρατοῦσα, Αὐτὸν ἀπαύστως ἱκέτευε, Δέσποινα, νέμουσα πᾶσι τοῖς πιστοῖς, φοβερὰν προστασίαν καὶ ἔλεος.

Ἀγάπην εὐσπλαγχνίαν, ἐκ τῆς σεπτῆς Εἰκόνος, τῆς Φοβερᾶς Προστασίας ἀνάβλυσον, καταδροσίζουσα πάντας, τοὺς προσκυνοῦντάς Σε.


Αξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια
Ἔχει Σὴν Εἰκόνα τὴν ἱεράν, τοῦ Κουτλουμουσίου, ἡ ἐν Ἄθῳ σεπτῇ Μονῇ, Φοβερὰ τοῦ κόσμου, καὶ θεία Προστασία, καταφυγὴ γλυκεῖα καὶ μέγα στήριγμα.

Κράζουσι χορείαις Χριστιανῶν, Κεχαριτωμένη, Προστασία ἡ Φοβερά, θλίψεων παντοίων, κινδύνων, πειρασμῶν καὶ νόσων ἀνιάτων, λύτρωσιν δώρησαι.

Πρέσβευε ἀπαύστως τῷ Σῷ Υἱῷ, Γένους Προστασία, Ὀρθοδόξων ἡ Φοβερά, ἵνα ἐπηρείας ῥυώμεθα καὶ βλάβης, ἐχθρῶν οἱ προσιόντες, τῇ ἀντιλήψει Σου.

Ἡ σεπτὴ Εἰκών Σου Μῆτερ Θεοῦ, ὄντως κεκλημένη, Προστασία ἡ Φοβερά, τοὺς ἀσπαζομένους Αὐτὴν πληροῖ ἰσχύος, καὶ θάῤῥους ἀντικροῦσαι τὸν παναλάστορα.

Πάντας προστατεύεις ὡς ἀληθῶς, σέβοντάς Σε Κόρη, καὶ φιλοῦντας τὴν Σὴν μορφήν, τοὺς ἐγγὺς καὶ πόῤῥω, ὡς φοβερὰ τῷ ὄντι, καὶ θεία προστασία, τῶν ἀνυμνούντων Σέ.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ἀῥραγὲς περιτείχισμα τῶν προσφύγων Σου, ἐμπεριστάτων ἀγκάλη καὶ ἀδυνάτων ἰσχύς, Προστασία Φοβερὰ τῆς ὁμηγύρεως, τῶν χριστονύμων καὶ θερμή, τῶν ἐν δίναις ἀρωγὸς ὑπάρχουσα Θεοτόκε, ὡς εὐσυμπάθητος κλῖνον, τοῖς Σὲ τιμῶσιν οὖς εὐήκοον.

Ἕτερον.
Ἦχος α´. Τοῦ λίθου σφραγισθέντος.

Μονὴ Κουτλουμουσίου τὴν ἁγίαν Εἰκόνα Σου, Φοβερὰ Προστασία κεκτημένη ἀγάλλεται· ὡς δρόσος γὰρ ἐκ ταύτης μυστική, ἡ χάρις Σου προέρχεται ἀεί, καὶ εὐφραίνει τὰς καρδίας καὶ τὰς ψυχὰς, Παρθένε τῶν βοώντων Σοι· δόξα τῇ προστασίᾳ Σου Ἁγνή, δόξα τῇ ἀντιλήψει Σου, δόξα τῇ πρὸς ἡμᾶς Σου, προμηθείᾳ Ἄχραντε.


Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς.

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, τὴν Εἰκόνα τὴν σεπτήν, εὐλαβῶς πιστῶς τε καὶ πόθῳ, ἀγαλλομένῃ ψυχῇ, τῆς Θεογεννήτριας νῦν προσκυνήσωμεν, καὶ θερμῶς ἐκβοήσωμεν, Φοβερὰ Προστασία, χάριν Σου τὴν ἔνθεον ἡμῖν χορήγησον· Σὺ γάρ ἐλευθέρωσον πάντας, μητρικαῖς πρεσβείαις χρωμένη, πρὸς Θεὸν Υἱόν Σου τε καὶ Κύριον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης