Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1571
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Οσίαν Μητέρα Ημών Μαρία την Αιγυπτία Empty Παρακλητικός Κανών εις την Οσίαν Μητέρα Ημών Μαρία την Αιγυπτία

Την / Το Σαβ Νοε 24, 2012 5:37 am
Φήμη μηνύματος : 100% (3 ψήφοι)
Παρακλητικός Κανών εις την Οσίαν Μητέρα Ημών Μαρία την Αιγυπτία

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Παρακλητικός Κανών εις την Οσίαν Μητέρα Ημών Μαρία την Αιγυπτία Osia_m10
Η μνήμη αυτής τελείται τη Α’ Απριλίου και τη Ε Κυριακή των Νηστειών

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ήχος δ´. Ο υψωθείς εν τω Σταυρώ.
Απαμαυρώσασα συντόνω ασκήσει του παναλάστορος, οσία Μαρία, το πρόσωπον ανέδραμες συνείναι Χριστώ εν τοις θείοις δώμασι και Αυτόν ικετεύειν δούναι τοις ικέταις σου ειρηναίον τον βίον και νοσημάτων τάραχον δεινόν ημών κοπάσαι, Αιγύπτου οσφράδιον.

Δόξα. Το αυτό. Και Νυν. Θεοτοκίον.
Ου σιωπήσομέν ποτε, Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι. Ει μη γαρ συ προΐστασο πρεσβεύουσα τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν έως νυν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα, εκ σου σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

και ο Κανών, ου η ακροστιχίς
Μετανοίας δείξόν μοι τρίβους, Μαρία. Χ. Μ.

Ήχος πλ. δ´.Ωδή α´. Υγρὰν διοδεύσας.

Μαρία οσία, Χριστού λαμπάς πυρφόρε, εικόνας των παθών μου εκ της εμής ψυχής ταις απαύστοις σου πρεσβείαις προς ον ηγάπησας τάχος εξάλειψον.

Εν κόλποις, Μαρία, του Αβραάμ σκηνώσασα χάριν εύρες Κύριον δυσωπείν, υπέρ ικετών σου των ποθούντων, ευαρεστήσαι Αυτώ έργοις πρέπουσι.

Τον βίον μου, οίμοι, εν ηδοναίς ασώτως ο τάλας δαπανήσας νυν εκζητώ, οσία Μαρία, τας ευχάς σου, ίνα σωθώ προς τον μόνον Φιλάνθρωπον.
Θεοτοκίον.

Απόκρουσον πάσας τας προσβολάς εχθρού του βεβήλου προσευχαίς σου ταις ρυπτικαίς, Αγνή, προς ον έτεκες αφράστως, και ζοφερών περιστάσεων ρύσαί με.


Ωδή γ´. Ουρανίας αψίδος.
Νυν προσπίπτω σοι, Μήτερ, αναβοών• πρόφθασον, Αιγυπτίων εύχος, Μαρία, και ανακούφισον εκ κατωδύνων παθών τον σε προφρόνως υμνούντα ως ερήμου ίασμον άγαν ηδύπνευστον.

Ολοτρόπως θελχθείσα τω του Χριστού έρωτι και του Παρακλήτου ρωσθείσα σθένει κατήσχυνας, Μαρία, τον δυσμενή, ου και ημάς αποκρούσαι τους πιστούς αξίωσον βέλη τα πύρινα.

Ιορδάνου, Μαρία, τοις ιεροίς νάμασι βίου αποπλύνασα ρύπον άφθορον ένδυμα περιεβλήθης λαμπρόν της σωστικής μετανοίας γενομένη πρέσβειρα πάντων προς Κύριον.

Θεοτοκίον.
Ασυγχύτως, Παρθένε, ο του παντός αίτιος εξ αγνών αιμάτων σου σώμα, Δέσποινα, βρότειον λαβών το γένος ημών εκ της αρχαίας κατάρας έσωσε και έδειξε κόσμου σε σώτειραν.


Διάσωσον εξ επηρείας του δαίμονος σους ικέτας, μετανοίας πυρσέ λαμπρέ, Μαρία πανεύφημε, τους σπεύδοντας πόθω ταις σαις πρεσβείαις.

Επίβλεψον εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι της ψυχής μου το άλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ήχος β´. Πρεσβεία θερμή.

Μαρία σεπτή, Αιγύπτου θείον βλάστημα, ερήμου φωστήρ του Ιορδάνου πάμφωτε, μετανοίας πύλας μοι σωτηρίους τάχος υπάνοιξον και τω Σωτήρι πρέσβευε Χριστώ διδόναι εμών πταισμάτων άφεσιν.

Ωδή δ´. Εισακήκοα Κύριε.
Σκοτισθείσαν τοις πάθεσι την ψυχήν μου, δέομαι, φωταγώγησον ταις ακτίσι των καμάτων σου των υπερφυών, Μαρία ένδοξε.

Δακρυβρέκτους αγώνάς σου τους εν τη ερήμω ιδών ο Κύριος σε, Μαρία, εκραταίωσε και της μετανοίας βάθρον έδειξεν.

Εγκρατείας κατέταμες ξίφει της σαρκός σου, ορέξεις πάνσεπτε, η σαρκός ημών σκιρτήματα σαις λιταίς, Μαρία, καταστέλλουσα.
Θεοτοκίον.
Ιλασμός, Μητροπάρθενε, γένους των μερόπων και απολύτρωσις πέλεις όθεν δυσωπούμεν σε εκ φθοράς τους δούλους σου ανάγαγε.


Ωδή ε´. Φώτισον ημάς.
Ξένωσον τον νουν του ικέτου σου συγχύσεως κοσμικής, Μαρία, μήτερ θαυμαστή, ξενοτρόπως εν ερήμω η ασκήσασα.

Όλη καθαρά τω Νυμφίω σου ανέδραμες υπαντήσαι. Ω πρεσβεύεις εκτενώς υπέρ πάντων, ω Μαρία, των τιμώντων σε.

Νέκρωσον ημών αμαρτάδας και διέγειρον προς απάθειαν, Μαρία, τους πιστώς ως ζωής σε ανυμνούντας θείας μέτοχον.
Θεοτοκίον.
Μήτερ του Θεού παναμώμητε, ορμήματα των παθών μου καταπράϋνον ταχύ, και τον νουν μου προς εγρήγορσιν ανάστησον.


Ωδή ς´. Την δέησιν εκχεώ
Ουράνιον πολιτείαν, ένδοξε, κτησαμένη ευσεβείας, Μαρία, φωστήρ γεγένησαι και εποπτεύειν κατηξιώθης τον θρόνον του Κτίσαντος, προς Ον και πάντας τους πιστώς σε, οσία, γεραίροντας έλκυσον.

Ικέτευε τον Χριστόν γενέσθαι με κοινωνόν της ουρανών Βασιλείας, η των αχράντων Αυτού Μυστηρίων εκ των χειρών κοινωνήσασα, εύφημε, του θεοφόρου Ζωσιμά πριν αν ζην εκμετρήσης, πανεύφημε.

Τα ύδατα Ιορδάνου, πάνσοφε, διεπέρασας αβρόχως και ήλθες τω ιερώ Ζωσιμά υπαντήσαι και ιστορήσαι αυτώ την σην βίωσιν, Μαρία, πάντων των δεινώς τρυχομένων χαρά και αντίληψις.

Θεοτοκίον.
Ρανίδας μου των δακρύων, δέομαι, παναμώμητε, απόσμηξον, Κόρη, τω μανδηλίω θερμών πρεσβειών σου προς της χαράς αενάου τον Κύριον ομίχλην λύπης απ ἐμοῦ ζοφεράς απελαύνουσα τάχιστα.

Διάσωσον εξ επηρείας του δαίμονος σους ικέτας, μετανοίας πυρσέ λαμπρέ, Μαρία πανεύφημε, τους σπεύδοντας πόθω ταις σαις πρεσβείαις.

Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως επ ἐσχάτων των ημερών τεκούσα δυσώπησον ως έχουσα μητρικήν παρρησίαν.


Κοντάκιον.
Ήχος δ´. Τοις των αιμάτων σου.

Η δαπανήσασα βίον το πρότερον ταις αμαρτίαις, Χριστού νύμφη πάγκαλος λαμπροίς κατορθώμασιν ύστερον, Μαρία, ώφθης• διο χάριν είληφας πρεσβεύειν υπέρ των τιμώντων σε.


Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ. Στιχ. Καυχήσονται όσιοι εν δόξη και αγαλλιάσονται επί των κοιτών αυτών.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. κε΄ 1-13)

Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην. Ὁμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα.
Ταῖς τῆς  Σης Οσίας πρεσβείαις, Ελεήμον , εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Προσόμοιον.
Ήχος πλ. β´. Ολην αποθέμενοι.

Στιχ. Ελεήμον, ελέησόν με, ο Θεός, κατά το μέγα έλεός Σου και κατά το πλήθος των οικτιρμών Σου εξάλειψον το ανόμημά μου.
Πόνοις χαλινώσασα ασκητικοίς της σαρκός σου φοβερά σκιρτήματα της ψυχής σου φρόνημα το αδάμαστον άπασιν έδειξας τοις πιστοίς, Μαρία, Ιορδάνου ενδιαίτημα, οσίων καύχημα και ασκητριών εγκαλλώπισμα• διο και ταις πρεσβείαις σου πάθη καταστέλλειν χαμαίζηλα σε των ανυμνούντων και πόθω γεραιρόντων την σεπτήν και πανσεβάσμιον μνήμην σου, ουρανόθεν είληφας.

Σώσον ο Θεός τον λαόν σου.

Ωδή ζ´. Παίδες Εβραίων.

Ίσχυσας ανδρικώς παλαίσαι παριδούσα της σης φύσεως το χαύνον κατά του πονηρού, Μαρία, και βραβεία λαβείν της άνω κλήσεως, φως λαμπρόν εσκοτισμένων.

Βίου σου τας ατασθαλίας, θεοφρούρητε, απέλασον, Μαρία, η αχλύν των παθών διώξασα δυνάμει της χάριτος και Άγγελος επί γης λαμπρός οφθείσα.

Όντως ψυχής σου το εδραίον απεθαύμασεν ο Ζωσιμάς, Μαρία, ο γνωστόν εις ημάς ποιήσας τον σον βίον τον θαυμαστόν, αρχέτυπον ψυχοτρόφου μετανοίας.

Θεοτοκίον.
Ύμνους προσάγω σοι απαύστως, τη μητρί του Λυτρωτού μου και Θεού μου ικετεύων πιστώς ειρήνην δώρησαί μοι κατ ἄμφω και ομόνοιαν, Μητροπάρθενε Μαρία.


Ωδή η´. Τον Βασιλέα.
Σταυρόν τον θείον, ον εν Σιών ημποδίσθης θαυμαστώς προσκυνήσαι προστάτην έσχες είτα, μήτερ Μαρία, εν ερήμω.

Μαρία, κούφως τω ποταμώ Ιορδάνη χάριν εύρες πολλήν επιβαίνειν και αεί πρεσβεύειν υπέρ των σε υμνούντων.

Αγιωσύνης αδιατάρακτε στύλε, καθαγίασον πάντας, Μαρία, σε υμνολογούντας ως βάθρον μετανοίας.

Θεοτοκίον.
Ρερυπωμένον τη κοινωνία του σκότους αποκάθαρον, Θεογεννήτορ, και προς του Υιού σου οδήγησόν με φέγγος.


Ωδή θ´. Κυρίως Θεοτόκον.
Ιλύος αμαρτίας κάθαρον δυσώδους, κεκαθαρμένη Μαρία, σους πρόσφυγας ταις προς Θεόν σου πρεσβείαις, Αιγύπτου σέμνωμα.

Ακοίμητον λαμπάδα θείας μετανοίας κατέγνωμεν σε, Μαρία• διόπερ σε ανευφημούντες πρεσβείας τας σας αιτούμεθα.

Χριστού μυροδοχείον εύχρηστον, Μαρία, την δυσωδίαν παθών μου εξάλειψον και προς λειμώνας αρρήτου οσμής με ίθυνον.
Θεοτοκίον.
Μανίας, Θεοτόκε, του εχθρού συντήρει ημάς ατρώτους εξ ύψους παρέχουσα, δεδοξασμένη, απαύστως την ευλογίαν σου.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις, μετανοίας υπογραμμός, χαίροις, απαθείας και νηστείας τερπνός λειμών, χαίροις, Ιορδάνου ερήμου όρνις θεία, Μαρία, Αιγυπτίων κύδος περίλαμπρον.

Την μεμεστωμένην ταις ηδοναίς της πορνείας πρώτον μελωδήσωμεν εκτενώς, την φανείσαν είτα πυξίον μετανοίας, Μαρίαν, και Κυρίου νύμφην πανένδοξον.

Την παθών κηλίσι και ηδονών βεβορβορωμένην, την καθάρασαν εαυτήν ύδατι νηστείας και θείας μετανοίας, Μαρίαν την οσίαν εγκωμιάσωμεν.

Της Αιγύπτου εύχος περιφανές, χεύμασι δακρύων και ιδρώτων σου ταις ροαίς χθόνα της ερήμου κατήρδευσας, Μαρία, και μετανοίας άνθη εύοσμα ήνθησας.

Είδε και εθαύμασε Ζωσιμάς ο θεόφρων, μήτερ, σην ισάγγελον βιοτήν και την σοι οικούσαν, Μαρία, θείαν χάριν, δι ἧς κατηξιώθης βλέπειν τα μέλλοντα.

Παύσον ικεσίαις σου προς Θεόν τας επαναστάσεις του σαρκίου τας ζοφεράς και τον νουν, Μαρία, ειρήνευσον των πίστει υμνούντων ως οσίων σε υποτύπωσιν.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι πάντες, μετά της Θεοτόκου ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

και το Απολυτίκιον.
Ήχος α´. Της ερήμου πολίτης.

Τον ποδήρη χιτώνα της ψυχής σου τον γέμοντα ρύπου βδελυρού τοις δακρύων οχετοίς σου απέπλυνας, Μαρία, ενδιαίτημα σεπτόν ερήμου, και αυτόν επιμελώς μετανοίας μαργαρίταις και προσευχής σαπφείροις κατεκόσμησας• Δόξα τω σε κρατύναντι Χριστώ, δόξα τω σε σωφρονήσαντι, δόξα τω δωρουμένω δια σου ημίν τα κρείττονα.

Έτερον.
Ήχος πλ. α´. Τον συνάναρχον Λόγον.

Τον ρυπώδη ψυχής σου αποκαθάρασα χιτώνα ρείθροις δακρύων της μετανοίας στολήν ενεδύθης θεία χάριτι περίλαμπρον και Βασιλείας ουρανών ηξιώθης, θαυμαστή Μαρία, Αιγύπτου θρέμμα, ης και ημάς απολαύσαι τους σε τιμώντας καταξίωσον.


Εκτενής και Απόλυσις, μεθ ἣν ψάλλομεν το εξής

Ήχος β ´. Οτε εκ του ξύλου.

Δέχου τας αιτήσεις ευμενώς των σοι προστρεχόντων, Μαρία, και δίδου πάσιν αεί τοις πιστώς προφέρουσι σον θείον όνομα ευλογίαν ως έχουσα πολλήν παρρησίαν προς Χριστόν τον Κύριον, Όνπερ λυπήσασα πρώτον αμαρτίαις ποικίλαις είτα κατεφαίδρυνας πόνοις τοις ασκητικοίς σου και τοις δάκρυσι.


Δεσποινα, πρόσδεξαι τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς, από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον

Μετανοίας βάθρον ανάδειξον, Μαρία,
Χαραλάμπη πρεσβείας σας εκζητούντα.






Πηγή

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης