Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1766
https://www.proseyxi.com

Παρακλητικός κανών εις την Αγίαν Μεγαλομάρτυρα Αικατερίνην Empty Παρακλητικός κανών εις την Αγίαν Μεγαλομάρτυρα Αικατερίνην

Την / Το Κυρ Νοε 25, 2012 3:30 am
Φήμη μηνύματος : 100% (2 ψήφοι)
Παρακλητικός κανών εις την Αγίαν Μεγαλομάρτυρα και Πάνσοφον Νύμφην του Χριστού Αικατερίνην

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Παρακλητικός κανών εις την Αγίαν Μεγαλομάρτυρα Αικατερίνην Aikate10

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἔν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἔν τῆ δικαιοσύνῃ σου. Καί μή εἰσέλθῃς εἵς κρίσιν μετά τοϋ δούλου σου, ὅτι οὗ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὅ ἐχθρός τήν ψυχήν μου ἐταπείνωσεν εἵς γῆν τήν ζωήν μου. Ἐκάθισε με ἔν σκοτεινοῖς, ὦς νεκρούς αἰῶνος, καί ἡκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἔν έμοι ἐταράχθη ἤ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἔν πᾶσι τοῖς ἔργοις σου, ἔν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σε τάς χεῖρας μου ἤ ψυχή μου ὦς γῆ ἄνυδρος σοι. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἵς λάκκον. Ἀκουστόν ποίησόν μοι τό πρωΐ τό ἔλεος σου, ὅτι ἐπί σοι ἤλπισα. Γνώρισον μοι, Κύριε, ὀδόν ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρός σέ κατέφυγον δίδαξόν με τοΰ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἷ ὅ Θεός μου. Τό Πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει με ἔν γῆ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις με. Ἔν τῆ δικαιοσύνη σου, ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου. Καί ἔν τῷ έλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σοῦ εΐμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Β'. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος Γ'. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

εἶτα τά Τροπάρια·

Ἠχός δ'. Ὅ ὑψωθείς ἔν τῷ Σταυρῶ.

Τῆ πολυσόφῳ καί κλυτῇ Ἀθληφόρῳ, Αἰκατερίνη τῆ τοῦ Κτίσαντος νύμφη, προσέλθωμεν οἵ πάσχοντες βοῶντες ἐκ ψυχῆς. Μάρτυς ἀξιάγαστε, ἐξελοῦ τούς σούς δούλους, τῆς παρούσης θλίψεως, καί μελλούσης ἀνάγκης· σύ γάρ μεγίστην ἔχεις πρός Χριστόν, καί παρρησίαν, σεμνῇ καί οἰκείωσιν.

Δόξα Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν πότε Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνον με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.


καί ὅ Κανών, οΰ ἤ ἀκροστιχίς:
«Αἰκατερίνης σωθείημεν πρεσβείαις. Ἀμήν».

’Ωδή ἀ'. "Ἠχός πλ. δ'. Ὑγράν διοδεύσας.

Ἀκήρατε νύμφη τού Ἰησοῦ, πρόσχες οὐρανόθεν, καί ἐνώτισαι τάς φωνάς, τῶν πίστει θερμῇ σοι προσιόντων, Αίκατερίνα καί δός τά αἰτήματα.

Ἰλέω σου ὄμματι εὐμενῶς. ἴδε καλλιμάρτυς, Γῆς ψυχῆς μου τήν συντριβήν, καί ὄρεξον χεῖρα βοηθείας, Αίκατερίνα τῷ σοί ἀτενίζοντι.

Κενώσας ὀργίλως ὅ δυσμενής, τῆ ψυχῇ μου Κόρη, τήν πικρίαν τῶν ἡδονῶν, νεκρόν με κατέστησεν ἀθλίως, ἀλλ’ ἐνιστᾶσα σύ Μάρτυς με ζώωσον.

Θεοτοκίον.
Ἁγνείας ταμεῖον θεοειδές, καί δικαιοσύνης, πρυτανεῖον φωτολαμπές, Ἀγνῇ θεοχώρητε Παρθένε, άγίασόν μου καί σῶμα καί ἔννοιαν.


Ὠδή γ'. Σΰ εἷ τό στερέωμα.
Τεῖχος ὀχυρώτατον, Αίκατερίνα πανθαύμαστε, γι νοῦ ἡμῖν, τοῖς προσδεχομένοις, τήν θερμήν σου ἀντίληψιν.

Ἔξαρον τήν θλῖψιν μου, καί τήν πικρίαν τῶν πόνον μου, εἰς ἀληθῆ, χαρμονήν μετάθες, καί γλυκείαν ἀνάψυξιν.

Ῥῶσιν πολυπόθητον, τοῖς ἀσθενέσι χορήγησον, νύμφῃ Χριστοῦ, καί τοῖς τεθλιμμένοις, τήν τερπνήν ἀγαλλίασιν.

Θεοτοκίον.
’Ἴασιν καί λύτρωσιν, εὐλογημένη Πανάμωμε, δίδου ἡμῖν, τοῖς ὑμνολογοῦσι. τῆς σής δόξης τό μέγεθος.


Διάσωσον Παρθενομάρτυς τοῦ ψόγου Αίκατερίνα, ἐκ ποικίλων ἀρρωστημάτων καί θλίψεων, τούς ἐξαιτοῦντας τήν θείαν σου προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β'. Τῷ ἄνω ζητῶν.

Παρθένε σοφή καί Ἀθληφόρε ἔνδοξε, καί νύμφη Χρίστου, Αίκατερίνα πάνσεμνε, κακῶν τήν άπολύτρωσιν, καί παντοίων πταισμάτων τήν ἄφεσιν, τόν σόν νυμφίον δυσώπει παρασχεῖν, τοῖς πόθο γεραίρουσι τούς ἄθλους σου.


'Ὠδή δ'. Εισακήκοοα Κύριε.
Νοσημάτων άπάλλαξον, καί ὀδυνηρῶν συντριμμάτων ἀνόρθωσον, τούς προστρέχοντας τῆ σκέπη σου, ὦ Αίκατερίνα πολυδόξαστε.

Ἤ πρεσβεῖα σου γένοιτο, δρόσος θυμηδίας καί παρακλήσεως, τοῖς παλαίουσιν ἔν θλίψεσι, καί έταζομένοις δεινοῖς μάστιξι.

Σεσωσμένους προσάγαγε, τῷ τερπνῷ νυμφίῳ σου Καλλιπάρθενε, τούς ἐκ χώρας παραβάσεων, τεταπεινωμένους ἐπανήκοντας.

Στεναγμοῖς τε καί δάκρυσιν, ἐπικαμπτομένῃ τοῖς τῶν προσφύγων σου, τάς ὀδύνας τούτων κουφίσαν, ὦ Αίκατερίνα τῆ σή χάριτι.

Θεοτοκίον.
Ώραιώθης κυήσασα, τόν ὡραῖον κάλλει Χριστόν Πανάμωμε, οὐ κάμου ταῖς ὡραιότησι, θέλξον πανολβίως τήν διάνοιαν.


Ὠδή ἕ'. Φώτισον ἡμᾶς.
Θραῦσον τήν ἰσχύν τοῦ δολίου πολεμήτορος, τοΰ ἐπιτιθεμένου καθ’ ήμών, μανικώς Αίκατερίνα καλλιπάρθενε.

Ἔκχεον ἡμῖν, πρεσβειῶν σου τήν χρηστότητα, καί ἡγίασαν ἡμᾶς ὁλοτελῶς, τούς κατ’ ἄμφω ἀσθενοῦντας σεμνοπάρθενε.

’Ἴδοιμι σεμνῇ, ἔν καιρό τῶν περιστάσεων, τήν θέρμην σου καί ταχεῖαν ἀρωγήν, μεταβάλλουσαν τῶν πόνων τήν τραχύτητα.

Θεοτοκίον.
Ἤ τόν ἀγαθόν, σωματώσασα δι’ έ'λεος, τήν ἀθλίαν μου οἰκτείρησον ψυχήν, καί ἀγάθυνον αὑτήν θεοχαρίτωτε.


Ὠδή ς'. ’Ιλάσθηττί μοι Σωτήρ.
Μαρτύρων περιφανές, ὦς ἀληθῶς σεμνολόγημα, Αίκατερίνα σοφῇ, ἤμας καθοδήγησον, πρός τρίβον σωτήριον, θείων μαρτυρίων, τοῦ λαμπρῶς σε μεγαλύναντος.

Ἐκ πλήθους ἁμαρτιῶν, εἰς πλῆθος θλίψεων ἔφθασα καί καταιγίδες κακῶν, νῦν περιδονοῦσι με, ἄλλα σύ προφθάσασα, ὦ Μεγαλομάρτυς, τῆς ὁρμῆς με τούτων λύτρωσαι.

Νεκρώσασα ἀληθῶς, ταῖς ζωηφόροις πρεσβείαις σου, σαρκός μου τάς ἐκτροπάς, τήν ψυχήν μου ζώωσον, καί τούτην καρδίωσον, πρός ζωῆς ἀρίστης, ἀναβάσεις μεγαλώνυμε.

Θεοτοκίον.
Ποικίλοις περισπασμοῖς, καί πειρασμοῖς περιπέπτωκα, τοῦ ψεύδους τάς ἀπαρχάς, ὅ τάλας δρεπόμενος, ἀλλ’ ὦ Ἀειπάρθενε, σύ ἐπάκουσον μου καί εἰρήνευσον τόν βίον μου.


Διάσωσον Παρθενομάρτυς τοῦ ψόγου Αίκατερίνα, ἐκ ποικίλων ἀρρωστημάτων καί θλίψεων, τούς ἐκζητοῦντας τήν θείαν σου προστασίαν.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κσντάκιον.
Ἦχος β'. Ευσπλαχνίας ὑπάρχουσα.

Εὐσπλαγχνίᾳ χρωμένη ὦ σεμνή, εὐμενῶς τάς ἱκεσίας ἡμῶν ἐνωτίζου ὄρεξον ἡμῖν τήν σήν ἀντίληψιν, βλύσον τῶν χαρίτων σου τά ῥεύματα, τοῖς σοι καταφεύγουσιν, ἐκ πόθου ἑκάστοτε, Αίκατερίνα Μαρτύρων ἀγαλλίαμα.


Καί εὐθύς τό Προκείμενον.
Ὑπομένων ὑπέμεινα τόν Κύριον, καί προσέσχε μοι, καί εἰσήκουσε τῆς δεήσεως μου.
Στίχος. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου, καί κατεύθυνε τ6 διαβήματα μου.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Μᾶρκον (Κεφ. ε' 24—34).

Τῷ καιρῶ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καί συνέθλιβον αὐτόν. Καί γυνή τις, οὖσα ἔν ῥύσει αἵματος ἔτη δώδεκα, καί πολλά παθοῦσα ὑπό πολλῶν ἰατρῶν, καί δαπανήσασα τά παρ’ ἑαυτῆς πάντα, καί μηδέν ὠφεληθεῖσα, ἄλλα μᾶλλον εἰς τό χεῖρον ἐλθοῦσα, ἀκούσασα περί τοῦ Ἰησοῦ, ἐλθοῦσα ἔν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοϋ ἱματίου αὐτοῦ· ἔλεγε γάρ. Ὅτι, κἀν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι. Καί εὐθέως ἐξηράνθη ἤ πηγῇ τοῦ αἵματος αύτής, καί ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπό τῆς μάστιγος. Καί εὐθέως ὅ Ἰησοῦς ἐπιγνούς ἔν ἑαυτῷ τήν ἕξ αύτοϋ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεῖς ἔν τῷ ὄχλῳ, ἔλεγε’ Τίς μου ἥψατο τῶν ἱματίων ; Καί έλεγαν αύτω οἵ Μαθηταί αὐτοῦ· Βλέπεις τόν ὄχλον συνθλίβοντα σε, καί λέγεις· Τίς μου ἥψατο ; Καί περιεβλέπετο ἰδεῖν τήν τοῦτο ποιήσασαν. Ἤ δέ γυνή, φοβηθεῖσα καί τρέμουσα, εἰδυῖα ὅ γέγονεν ἐπ’ αὑτῇ, ἦλθε, καί προσέπεσεν αὐτῷ, καί εἶπεν αὐτῷ πᾶσαν τήν ἀλήθειαν. Ὅ δέ εἶπεν αὑτῇ Θύγατερ, ἤ πίστις σου σέσωκε σε· ὕπαγε εἰς εἰρήνην, καί ἴσθι ὑγιής ἀπό τῆς μάστιγος σου.

Δόξα
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. ’Ελέησόν με ὅ θεός...
Προσόμοιον.
Ἦχος πλ. β'. "Ὀλήν ἀποθέμενοι.

Μάρτυς καλλιπάρθενε, Αίκατερίνα Θεόφρονᾴνθος καθαρότητος καί σοφίας ὄργανον, παναρμόνιον, τῶν δεινῶν ῥῦσαι με, καί σκολιώτατον, σοφισμάτων τοῦ ἀλάστορος, καί ἔν σεμνότητι, καί δικαιοσύνη πορεύεσθαι, ἀξιῶσαν με δέομαι, ἔν τῷ βίῳ τούτῳ τῷ ῥέοντι, ὡς ἄν θεαρέστως, βιώσας τῶν ἀγήρων ἀγαθῶν, μέτοχος γένωμαι ἔνδοξε, τῆ θερμῇ δεήσει σου.


Τό Σῶσον ὅ Θεός τόν λαόν σου ....

Ώδή ζ'. Παῖδες Ἑβραίων.

Ῥείθροις πηγῶν ἐκ σωτηρίου, καταπράϋνον παθών μου τάς καμίνους, καί πρός Ὕδωρ τερπνόν, ζωῆς καί ἀπαθείας, Αίκατερίνα πάνσοφε,ἴθυνόν με ταῖς εὐχαῖς σου.

Ἔχουσα Μάρτυς παρρησίαν, τῷ νυμφίῳ σου Χριστῷ τῷ Ζωοδότῃ, μή ἐλλίπῃς ἀεί, θερμῶς καθικετεύειν, Αίκατερίνα πάνσοφε, ὑπέρ τῶν σοι προσιόντων.

Σύναψον Μάρτυς τῆ ἀγάπῃ. καί ἁπλότητι καί τῆ φιλαδελφία, τούς τῆν σήν εὐλαβῶς, αἰτοῦντας μεσιτείαν, καί τῶν σκανδάλων κόπασον, ἅπασαν ὀχλαγωγίαν.

Βλέμματι Μάρτυς φιλευσπλάγχνῳ, κατοικτείρηοον ἡμᾶς χειμαζομένους, καί εἰρήνην στερράν, καί ψυχικήν γαλήνην, Αίκατερίνα βραβεῦσαν, τοῖς πιστῶς σε εὐφημοῦσι.

Θεοτοκίον.
Ἔλαιον θείων οἰκτιρμῶν σου, καί χρηστότητος  τόν γλυκερόν χειμάρρουν, τοῖς ἔν πόνοις πολλοῖς, δεινῶς ὀδυνωμένοις, ἐπόμβρησον Πανάμωμε, ὡς κρουνός τῆς εὐσπλαγχνίας.


Ὠδή ἡ'. Τόν Βασιλέα.
Ἰσχύν καί ῥώμην, κατά παθῶν ὀλεθρίων, τῆ πρεσβεῖα σου Αἰκατερίνα δίδου, τοῖς ὑπερυψοῦσι, τόν σε ἐνισχυκότα.

Ἄνωθεν σκέπεις, τούς ἀτενίζοντας Μάρτυς, πρός τήν ἔνθερμον καί κραταιάν σου σκέπην, τούτοις λυτρουμένη, πολυειδῶν κινδύνων.

Ἰλεῶν Μάρτυς, καί εὐμενῇ τοῖς σοῖς δούλοις, τόν νυμφίον σου θές ὦ Ἀθληφόρε, ὦς πολλά πρός τοῦτον, ἰσχύουσα θεόφρον.

Θεοτοκίον.
Σωτηριώδη καταφυγήν εὗ εἰδώς σε, τήν ἐλπίδα μου τῆς σωτηρίας Κόρη, τῆ σή δυναστεία, ἀνέθηκα εἰς τέλος.


Ὠδή θ'. Κυρίως Θεοτόκον.
Ἀγγέλων συμπολῖτις, Αἰκατερίνα οὖσα, μή διαλίπῃς ήμάς ἐποπτεύουσα, τούς ἀκλινεῖ διανοίᾳ σοι προσανέχοντας.

Μαστίγων ψυχοφθόρων, καί πάσης ἐπηρείας, ἀμεταπτώτους ἡμᾶς διαφύλαττε, Αἰκατερίνα Θεόφρον ἀξιοθαύμαστε.

Ήλιου τοῦ ἀδύτου, τήν αἴγλην δεχόμενη, Αίκατερίνα Παρθένων ὡράισμα, τῆ τῆς ψυχῆς μου σκοτόμαιναν ἀποδίωξον.

Θεοτοκίον.
Ναόν με φωτοφόρον, τῆς θείας ἐπιπνοίας, δι’ ἐναρέτου ζωῆς Κόρη ἔργασαι, τόν ἀληθῆ Θεοτόκον ὁμολογοῦντα σε.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Χαῖρε τῆς σοφίας μύστις λαμπρᾷ, καί τῆς εὐσεβείας δημηγόρος περιφανῇς· χαίροις παρθενίας, ἤ εὔπνους μυροθήκη, Αἰκατερίνα Μάρτυς, ἀξιοθαύμαστε.

Σώματος ἐμπρέπουσα καλλονῇ, καλῇ καί ὡραῖα, ἀνεδείχθης καί τήν ψυχήν, τῷ Ὡραίῳ κάλλει, ὑπέρ υἱούς ἀνθρώπων, καί Τούτῳ ἐνυμφεύθης ἀφθόρως ἔνδοξε.

Χαίροις καλλιπάρθενε εὐκλεής, χαίροις τῶν Παρθένων, καί Μαρτύρων ἤ κορωνίς χαίροις τοῦ Σωτῆρος, ἤ πανόλβια νύμφη, σεμνῇ Αἰκατερίνα ἡμῶν βοήθεια.

Τῆς Ἀλεξανδρείας ὤφθης βλαστός, καί Σιναίου ’Ὄρους, ἀντιλήπτωρ καί ἀρωγῇ, καί πάσης Ἐκκλησίας, λαμπάς τηλαυγεστάτη, Αἰκατερίνα ἄνθος ἁγνείας εὔοσμον.

Πρόσωπον πρός πρόσωπον τόν Χριστόν, άγλαώς ὁρῶσα, τόν νυμφίον σου τόν σεπτόν, αύτόν ἐκδυσώπει, σοφή, Αίκατερίνα, ἡμῖν παρασχεθήναι, πταισμάτων ἄφεσιν.

Σκέπη καί ἀντίληψις καί φρουρός, εσο Ἀθληφόρε, τοῖς τιμῶσι σε εὐλαβῶς, νόσων καί κινδύνων, καί πάσης ἄλλης βλάβης, ἡμᾶς ἐκρυομένῃ, ταῖς ἱκεσίαις σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καί τό Τροπάριον.
Ἦχος πλ. ἀ'. Τόν Συνάναρχον Λόγον.

Τήν Πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερίναν τήν θείαν καί πολιοῦχον Σινᾶ, τήν βοήθειαν ἡμῶν καί ἀντίληψιν, ὅτι ἐφίμωσε λαμπρῶς, τούς κομψούς τῶν ἀσεβῶν τού Πνεύματος τῆ δυνάμει· καί νῦν ὡς μάρτυς Κυρίου στεφθεῖσα, αἰτεῖται πᾶσι τό μέγα ἐλεός.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.

Μάρτυς καλλιπάρθενε Χριστοῦ, νύμφη εὐκλεής τοῦ Σωτῆρος, Αἰκατερίνα σοφῇ, σῷζε τούς ἱκέτας σου, ἐκ πάσης θλίψεως, καί δεινῶν περιστάσεων, καί νόσων καί πόνων, καί πάσης φαυλότητος τού κοσμοκράτορος· σοῦ γάρ ἤ πρεσβεῖα μεγίστην, κέκτηται ἰσχύν Ἀθληφόρε μή οὖν ὑπερίδῃς τούς τιμῶντας σε.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν ἐλέησον ἡμᾶς.
’Ἀμήν.




_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης