Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1601
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιον Πατέρα ημών Διονύσιον Αρχιεπίσκοπο Αιγίνης τον Θαυματουργό και Προστάτην Ζακύνθου Empty Παρακλητικός Κανών εις τον Άγιον Πατέρα ημών Διονύσιον Αρχιεπίσκοπο Αιγίνης τον Θαυματουργό και Προστάτην Ζακύνθου

Την / Το Πεμ Δεκ 06, 2012 6:10 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις τον Άγιον Πατέρα ημών Διονύσιον Αρχιεπίσκοπο Αιγίνης τον Θαυματουργό και Προστάτην Ζακύνθου

Παρακλητικός Κανών εις τον Άγιον Πατέρα ημών Διονύσιον Αρχιεπίσκοπο Αιγίνης τον Θαυματουργό και Προστάτην Ζακύνθου Aaa_co10
Η μνήμη αυτού 17 Δεκεμβρίου

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὰ εξῆς τροπάριαν.

Ἤχος δ’. Τη Θεοτόκω ἐκτενῶς.

Διονυσίου ἰεραίς μεσιτείαις, παθῶν ποικίλων πειρασμῶν καὶ κινδῦνων, τους σους ικέτας λῦτρωσαι Χριστέ ὸ Θεός, οίκτειρον το πλάσμα σου, ὠς Θεός ἐλεήμων, σῶσον τους ὐμνουντάς σε, από βλάβης παντοίας˙ σοι γὰρ βοῶμεν πάντες εκτενῶς, μη ὐπερόψη ἠμᾶς πολυεῦσπλαγχνε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Και ο Κανών.

‘Ωδή α’. Ήχος Πλ. δ’ . ‘Αρματηλάτην Φαραῶ

Γλωττὀστροφοῦντας ἀφυείς απέδειξας, ἐν τὠ ὐμνήσαι τα σα˙ ὐλικών γὰρ φύσιν, πάσαν υπερέβαλες, τη τὴς ζωής λαμπρότητι, ουρανῶν ὄθεν νόες, ἄφθαρτα στέφη σε ἔθηκαν, ἄσαρκον ορῶντες σε ἄνθρωπον.

‘Ιχθυοβόλους τη καινή εξέπληξας, ἄγρα πεισθέντας ἐν σοι, ψυχοβλαβή πλάνην, μετά τοῦτο ἔπαυσας, ἀνδρῶν τοιούτων θαύματι, ιερέων παρόντων, ἀποτυγχάνειν του πράγματος, τούτους νουθετῶν Διονύσιε.

Ὄλον τον πόθον πρὸς Θεόν ανέθηκας, απὸ νεότητος, καὶ του κόσμου πάντα, τα ηδέα πᾶνσοφε, καὶ τὴς σαρκός προσπάθειαν, βδελυξάμενος ὄντως, ἐγένου ὄλος ουράνιος, καὶ κατοικητήριον πνεῦματος.

Θεοτόκιον.
‘Ανάρχου Μήτερ ἐξειπείν τα τέρατα, τις ἐξισχύει ποτέ; Ὄσα περ ειργάσω, τὸν Θεόν βαστάσασα, ἐν τη γαστρί σου ἔμβρυον, ἄπαρχή σωτηρίας, τὴς τῶν ἀνθρῶπων υπάρξασα, τέλος καὶ τῶν τούτοις κακῶσεων.


‘Ωδή γ’. Ουρανίας ἀψίδος.
Τὴς ψυχής καθορῶν σου, το νουνεχές ἔνδοξε, ἄπας της Αιγίνης ὸ Δήμος, σε προχειρίζεται, Ποιμένα ἄριστον, καὶ ‘Ιεράρχην φωσφόρον, νεῦσει του Παντάνακτος καθοδηγούμενος.

Σε προβάλλεται πρέσβυν, ὴ ση πατρίς Ζάκυνθος, ἔχουσα ἐν κόλποις σον σκήνος, το θαυματόβρυτον, ἐξ ού προχέονται, τοῖς προσιούσιν ἐν πίστει, νᾶμματα σωτήρια ῶ Διονύσιε.

Συμπληροίς τᾶς αιτήσεις, τερατουργέ ἄπασιν˙ επί σοι γὰρ χάρις θεόθεν, πάσα κεκένωται, καὶ τῶν θαυμάτων τῶν σὠν, ούκ ἔστι πέρας ἄντλήσαι, τὴς Ζακύνθου γέννημα, ῶ Διονύσιε.

Θεοτόκιον.
Ουρανῶν πλατυτέρα, ὴ ση γαστήρ δείκνυται, πάναγνε παρθένε Μαρία, θεοχαρίτωτε˙ ὸ γὰρ ἀχώρητος, παντί τὠ κόσμω εδείχθη, χωρητός ἔν μήτρα σου, καθῶς ηὐδόκησε.

Ναυάγησον, τῶν πολεμίων τὴν ἔφοδον ‘Ιεράρχα, πάντας σκέπων ἀεί θερμῶς, τοῦς εἰς σε καταφεύγοντας, καὶ φάνηθι δούλοις σου προστασία.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αίτησις καἰ το Κάθισμα.
Ήχος β’. Πρεσβεία θερμή.

Χριστέ Ιησοῦ, ἔλέησον τοῦς δούλους σου, πρεσβεύει θερμῶς, ὸ μέγας Διονύσιος, ταῖς αυτόῦ δεήσεσι, ψυχικῶν κινδῦνων ἠμᾶς ἀπάλλαξον, και θείας δόξης δείξον κοινωνούς, ὸ μόνος δοξάζων τοῦς ἀγίους σου.


‘Ωδή δ’. Συ μου ισχύς, Κύριε.
Ὄλον τον νοῦν, πρὸς οὐρανόν ἀνεπτέρωσας, καὶ ψυχήν σου, Πάτερ κατελάμπρυνας, τὴ ποικιλία τῶν ἀρετῶν, γενόμενος ὄλος, κατοικητήριον πνεῦματος˙  διὸ τὴν τῶν  θαυμάτων, κομισάμενος χάριν, ἰατρός ἀνεδείχθης πανάριστος.

Οι ἐν δεινοίς, κατατηκόμενοι πἀθεσι, καὶ παντοίαις νόσοις πιεζόμενοι τῶ σὠ τεμένει μετά σπουδής, πίστει προσελθόντες, καὶ σκήνος σον ἀσπαζόμενοι, τρυγῶσι τᾶς ιάσεις, τῶν ψυχῶν καὶ σωμάτων, σαῖς λιταῖς προς Θεόν Διονύσιε.

Σε βοηθόν, κέκτηται ὄντως καὶ πρόμαχον, τῶν Στροφάδων, Μονή ὴ σεβάσμιος, καὶ οι μακάριοι ἐν αυτή, ἀσκούντες πατέρες, τὴ σκέπη σου ἐναμβρύνονται, λυτροῦμενοι παντοίων, πειρασμῶν τε καὶ νόσων, καὶ ποικίλων βελῶν τοὺ ἀλάστορος.

Θεοτοκίον.
Τῶν οὐρανῶν, αἰ τάξεις πᾶσαι εξέστησαν, θεωρούσαι, ὠς βροτόν γενόμενον, τὸν πρὸ αιῶνων ἐκ του Πατρός, ἀρρεῦστως τεχθέντα, καὶ κόσμον δημιουργήσαντα, διὸ μεγαλοφώνως, ουὐρανόθεν ἐβόων, τὴ δυνάμει σου˙ δόξα φιλάνθρωπε.


‘Ωδή ε’. Ίνα τι με απῶσω.
Ὤστερ στῦλω νεφέλης, πάλαι τοῖς ἀγίοις σου ἐλάλεις Κύριε, Σαμουήλ Μωσεί τε, τοῖς τηρούσι τὰ θεία προστάγματα, οῦτω νῦν παράσχου, Διονυσίου ταῖς πρεσβείαις, ἠμῖν πάσι πταισμάτων τὴν ἄφεσιν.

Ὄρμος πάσιν ἐδείχθης, θἀλαττοποροῦσι, μεγάλω ἐν κλῦδωνι, καὶ ἐπικαλούσι, τὸ σὸν ὄνομα Πάτερ τὸ ἄγιον, φθάνεις γἀρ ταχέως, καὶ τοῖς στοιχείοις ἐπιτάττεις, ἀοράτως πραΰναι τὴν ἔφοδον.

Δανιήλ ἐξεπλάγη, παραδόξως ορῶν σε, λαμπρῶς ἰστάμενον, θυτῶν ἀναμέσον, λευκοφόρων σεπτῶς λειτουργοῦντων σοι, ὄθεν προσεφῶνει, συ ἀληθῶς μετά ‘Αγίων, καὶ ‘Αγγέλων συμψάλλεις τὠ κτίστη σου.

Θεοτόκιον.
‘Ως προ τόκου Παρθένος, καὶ μετά τόκον πάλιν, Παρθένος διέμεινας, Κεχαριτωμένη˙ διὰ σου γὰρ ὸ Λόγος ὸ ἄναρχος, εἰσελθῶν ὠς οίδε, καὶ εξελθῶν θεοκυήτορ, παραδόξως ἀγνήν σε ετήρησεν.


‘Ωδή στ’. Την δέησιν εκχεώ προς Κύριον.
‘Ικέτευε, ἐκτενῶς πανάριστε, πρὸς Θεόν ἐν πειρασμοίς καὶ κινδῦνοις, ὄτι φρουρόν προσκαλεί σε πατρίς σου, καὶ ἀλλοφύλοις καυχάσθαι ὠς εὔρηκε, σε πρῦτανιν καὶ βοηθόν, καὶ τὴν ἤτταν ἐν πάσι δωροῦμενον.

Τὸν Κτίστην, επί Σταυροῦ μιμούμενος, ὐπεδέξω τὀν συγγόνου φονέα, επιεικῶς, τούτον ἐναποκρύψας, τοῖς γλυκυτάτοις σου τρόποις αείμνηστε, και δίωξιν τὴν ἐπ’ αυτόν, ἀντηλλάξω τη δείξει ἀλλότριον.

Τἠν θείαν, περικυκλούντες λάρνακα, τοῦ σοῦ σκήνους Διονύσιε Πάτερ, ὄλη ψυχή καὶ καρδία βοῶμεν, σῶσον ἠμᾶς, ταῖς πρεσβείαις σου Ἄγιε, καὶ λῦτρωσαι παντοδαπῶν, συμφορῶν τοῦς πιστῶς ἀνυμνούντας σε.

Θεοτόκιον.
Συμφῶνως, οι διὰ σου σωζόμενοι, θεομήτορ τὴν φωνήν σοι βοῶμεν, του Γαβριήλ, χαῖρε Δέσποινα κόσμου, χαῖρε Αδάμ καὶ τὴς Εῦας ὴ λῦτρωσις, του Λόγου χαῖρε καὶ  Θεοῦ, το ευρῦχωρον ὄντως παλάτιον.


Ναυάγησον τῶν πολεμίων τὴν ἔφοδον ‘Ιεράρχα, πάντας σκέπων ἀεί θερμῶς, τοῦς εἰς σε καταφεύγοντας, καὶ φάνηθι δοῦλοις σου προστασία.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμήνευτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αίτησις καὶ το Κοντάκιον.
Ήχος β’. Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον.

Τὴν σὴν Μητέρα, προσάγομεν εἰς πρεσβείαν, ὠς προστασίαν, καὶ κραταίωμα καὶ σκέπην, πάντων καὶ καῦχημα καὶ ἀντίληψιν, αὐτής ταῖς ἰκεσίαις πάντας ἠμᾶς ἐλέησον, ὸ μόνος ὐπάρχων πολυέλεος.

Προκείμενον
Οι ιερείς σου, Κύριε, ενδύσονται δικαιοσύνην, και οι Όσιοί σου αγαλιάσονται.
Στίχος. Τίμιος εναντίον Κυρίου ο θάνατος του Οσίου αυτού.

Ευαγγέλιον. Εκ του κατά Ιωάννην. (Κεφ. Ι’. 1- 9).

Είπεν ο Κύριος προς τους εληλυθότας προς αυτόν Ιουδαίους. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ' ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ' οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Δόξα.
Ταις του Ιεράρχου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Στίχ. Ἐλεῆμον, ἐλέησόν με ο Θεός….
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δέσποτα φιλάνθρωπε, ὸ θαυμαστός ἐν ἀγίοις, αὐτός τὰ ελέη σου, ἐν εμοί θαυμάστωσον, ἀνεξίκακε, καὶ δεινῶν λῦτρωσαι, ὠς Θεός δῶρησαι, καὶ τυχείν με καταξίωσον, τὴς θείας δόξης σου, θείαις τὴς Μητρός σου ἐντεύξεσιν, ὠς καὶ ἀπολυτρώσεως, τὴς ἀτελευτήτου κολάσεως, ταῖς του ‘Ιεράρχου σεπτοῦ Διονυσίου προσευχαῖς, ἴνα ὐμνῶ καὶ δοξάζω σε, τὸν Θεόν καὶ πλάστην μου.

Σῶσον ὸ Θεός τὸν Λαόν σου ….

‘Ωδή ζ’. Παίδες ‘Εβραῖων.

Κόσμου μισήσας τὰ ηδέα, τἀ ουράνια επόθησας τρισμάκαρ, καὶ βιώσας ἐν γὴ ὠς ἄσαρκος τἀ γέρα, εἰς οὐρανοῦς ἀπείληφας, παρά του μισθαποδότου.

Πηγή ἀνεξάντλητος υπάρχει, το πανσέβαστον καὶ ἀγιόν σου σκήνος, αἐννάως καὶ γἀρ, τοῖς κάμνουσι παρέχει, ιάματα σωτήρια, Διονύσιε λιταῖς σου.

Δέξαι τοῦς ὔμνους ‘Ιεράρχα, ούς προσφέρει σοι λαός τῶν Ζακυνθίων, ἀσιγήτοις φωναῖς, καὶ τούτον ἐκ παντοίων, κινδῦνων ἐλευθέρωσον, τη θερμή σου προστασία.

Θεοτόκιον.
‘Υμνῶ σου τον Τόκον Θεοτόκε, καὶ ὀν ἔτεκες ἀσπόρως καὶ ἐν χρόνω, ὠς Θεός ἀληθῶς καὶ ἄνθρωπον δοξάζω, διπλοῦς γᾶρ πεφανέρωται, τοῖς ἀνθρώποις ἐν τὠ κόσμω.


‘Ωδή η’. Τον ἐν ὄρει ἀγίω δοξασθέντα.
‘Ικετεύειν, μη παύση ταῖς λιταῖς σου, τῶν απάντων Κτίστην τροφέα καὶ ποιμένα, σε πρέσβυν γαρ καλούμεθα αείποτε, χρείαις τε καὶ νόσοις, ὄτι σου ἀκούει, προθῦμως εἰς αιῶνας.

‘Ηνωμένος, τὠ Κτίστη από βρέφους, διεπράξω ἔργα ὠς οὐρανοπολίτης, τὴν επί γὴς εὐπάθειαν μισούμενος, δόξαν τε καὶ πλούτον, ἄνω νῦν χορεύεις, συνάμα τοῖς ‘Αγγέλοις.

Τίς προσήλθε, πιστῶς τὠ σὠ τεμένει, ἔνθα βρύει πηγή ἠ τῶν θαυμάτων, καὶ του σου πανσέπτου σκήνους σου αψάμενος, τᾶς αιτήσεις πᾶσας, καῖ τᾶς ἰατρείας, οῦκ είληφεν εὐθέως;

Θεοτόκιον.
Παραδείσου, ἀνοίγονται αἰ πύλαι, καὶ φλογίνη παραχωρεί ρομφαία, καὶ τῶν ἀνθρώπων γένος διαςῶζεται, του Θεοῦ καὶ Λόγου, σάρκα εἰληφότος, ἐξ ἀπειράνδρου Κόρης.


‘Ωδή θ’. Εξέστη επί τοῦτω ὸ ουρανός.
Το ἄκρον ἀγαπήσας τῶν ἐφετών, καὶ δουλεύσας ἐν βίω Μακάριε, πάσι πιστοῖς, ὤφθης θαυματόβρυτος ποταμός, καὶ ὠς αγάπης ἄγαλμα, ἄφθαρτος διέμεινας επί γὴς, τὴς ὄντως θεαρέστου, διόπερ σε δικαῖως, ὐμνολογούμεν Διονύσιε.

Αἰ τάξεις τῶν ‘Αγγέλων ἐξ οὐρανού, κατελθούσαι βουλή του ποιήσαντος, σου το σεπτόν, πνεῦμα ‘Ιεράρχα περιχαρῶς, δεξάμεναι προσέφερον, τούτω ἔνθα χαίρουσιν αἰ ψυχαί, απάντων τῶν ἀγίων, καὶ ψάλλουσι τὠ Κτίστη, δοξολογίαν τὴν τρισάγιον.

Ψυχήν σου τὴν ἀγίαν εἰς οὐρανούς, μετά δόξης ο Κτίστης κατέθετο, το δε σεπτόν, σῶμα σου καὶ πάντιμον ἐν τη γὴ, ἄφθορον διετήρησεν, ὄπερ ἐν τοῖς κόλποις ὠς θησαυρόν, ὴ Ζάκυνθος κατέχει, ὴν φρούρει σαῖς πρεσβεῖαις, ὠ ‘Ιεράρχα Διονύσιε.

Θεοτόκιον.
Η μήτρα σου ἐδείχθη τῶν Οὐρανών, πλατυτέρα πανάμωμε Δέσποινα, τον γὰρ Θεόν, ἔτεκες ἀσπόρως ὐπερφυώς, καὶ δια σου ερρύσθημεν, πάντες τὴς δουλείας του πονηρού, διο Παρθενομήτορ, τοῦς σε ὐμνολογούντας, ρῦσαι ἐκ κινδῦνων ταῖς πρεσβείαις σου.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαῖροις ο Ζακύνθου γόνος λαμπρός, πρόεδρος Αιγίνης, καὶ Στροφάδων μέγας φρουρός, χαῖροις ‘Εκκλησίας, φωστήρ νέος τρισμάκαρ, ‘Αρχιερέων κλέος, ὠ Διονύσιε.

Μένων ἐν ἀγάπη, ἐν τὠ Θεῶ ἔμεινας θεόφρον, καὶ σον κτείναντος ἀδελφόν, ἐνθέως εφείσω, τη πρὸς Θεόν αγάπη. Διὸ Χριστῶ συγχαίρεις, νῦν Διονύσιε.

Δέσποτα Χριστέ ὸ Θεός ἠμῶν, οἰκτείρησον πάντας, καὶ ἐλέησον σον λαόν, ταῖς Διονυσίου θερμαῖς ἰκετηρίαις, καὶ σου της θείας δόξης, τυχείν ἀξίωσον.

Χαῖροις σελασφόρε Θείε φωστήρ, ὸ φωτί σου στίλβων, τὸν ὀρίζοντα εὐσεβῶν, χαῖροις ὸ σου Σκήνως θαῦμασι καταρδεῦων, τὴν ‘Εκκλησίαν πᾶσαν ὠ Διονύσιε.

‘Ιερέων σύλλογος ἰερός, καὶ ἄπαν το πλήθος, Ζακυνθίων περιδεῶς, το πάνσεπτον Σκήνος ἀσπαςῶμεθα ὄπως, ταῖς τούτου ἰκεσίαις ρυσθῶμεν θλίψεων.

Χαῖροις ο Ζακύνθου θείος βλαστός, καὶ Μονής Στροφάδων, ὸ ἀκοίμητος ὀφθαλμός, χαῖροις τὴς Αιγίνης ὸ μέγας ἀντιλήπτωρ ἀρχιθυτῶν ὴ δόξα, ὠ Διονύσιε.

Δέσποινα Παρθένε Μήτηρ Θεοῦ, σῦν Διονυσίω, ἐκδυσώπει τὸν σον υἰόν, ἠμᾶς ἀπαλλάξαι, κινδῦνων πὀλυτρόπων, καὶ θλίψεων παντοίων, τοῦς εὐφημοῦντας σὲ.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν. εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Και το παρόν Απολυτίκιον.
Ήχος α’. Του λίθου σφραγισθέντος.

Τὴς Ζακύνθου τὸν γόνον καὶ Αἰγίνης τὸν Πρόεδρον, τὸν φρουρόν Μονής τῶν Στροφάδων, Διονύσιε ἄπαντες, τιμήσωμεν συμφῶνως οι πιστοί, βοῶντες πρὸς αυτῶν εἰλικρινῶς, σαῖς λιταῖς τους τὴν σην μνήμην ἐπιτελοῦντας, σῶζε καὶ βοῶντας σοι˙ Δόξα τὠ σε δοξάσαντι Χριστῶ˙ δόξα τὠ σε στεφανῶσαντι˙ δόξα τὠ δὠρησαμένω σε ἠμῖν πρέσβυν ἀκοίμητον.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ήχος Β’. Ότε εκ του ξύλου σε νεκρόν.

‘΄Υμνον παναρμόνιον ιδοῦ, ὴ τῶν σων πιστῶν συνηγμένη, χορεία ψάλλει σοι, μνήμη τὴ πανσέπτω σου, καὶ τὠ τεμένει τὼ σω, ἰερῶς προστιβάζεται, ψυχή καὶ καρδία, σου το θαυματόβρυτον Σκήνος ἀσπάσασθαι, πάντας ἀβλαβείς περιφρούρει, θλίψεως παντοίας καὶ βλάβης, Πάτερ Διονύσιε πρεσβεῖαις σου.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ. φύλαξόν με ὑπὸ τὴν σκέπην σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης