Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1361
https://www.proseyxi.com

Παρακλητικός κανών εις τον εν Αγίοις Πατέρα ημών και Θαυματουργόν Σπυρίδωνα Επίσκοπον Τριμυθούντος Empty Παρακλητικός κανών εις τον εν Αγίοις Πατέρα ημών και Θαυματουργόν Σπυρίδωνα Επίσκοπον Τριμυθούντος

Την / Το Τρι Δεκ 11, 2012 12:00 pm
Παρακλητικός κανών εις τον εν Αγίοις Πατέρα ημών και Θαυματουργόν Σπυρίδωνα Επίσκοπον Τριμυθούντος

Επισκόπου Αργυρουπόλεως Σεραφείμ
Παρακλητικός κανών εις τον εν Αγίοις Πατέρα ημών και Θαυματουργόν Σπυρίδωνα Επίσκοπον Τριμυθούντος Spirid10


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

"Ηχος δ'. Ό'υψωθείς έν τω Σταυρώ.

Τον Ιεράρχην τοΰ Χριστού τον Πανένδοξον, και τροπαιοΰχον εύσεβείας άήττητον, των ’ Ορθοδόξων καύχημα, Σπυρίδωνα σοφόν, πάντες άνυμνήσωμεν, προς αΰτον έκβοώντες, ρΰσαι ίκεσίαις σου, πειρασμών και κινδύνων, τους μετά πόθου, Πάνσεπτε, τό σόν, καταφιλοΰντας ίερόν έκτύπωμα.

Δόξα. Καί νΰν. Θεοτοκίον.
Τη θεοτόκω έκτενώς νύν προσδράμωμεν άμαρτωλοί καί ταπεινοί καί προσπέσωμεν έν μετανοία, κράζοντες έκ βάθους ψυχής Δέσποινα, βοήθησον, εφ ημϊν σπλαγχνισθείσα σπεύσον άπολλύμεθα ύπό πλήθους πταισμάτων μή άποστρέψης σούς δούλους κενούς σέ γάρ καί μόνην έλπίδα κεκτήμεθα.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


καί ό Κανών.
΄Έχων Ακροστιχίδα εν τοίς Θεοτοκίοις Σεραφείμ.

Ωδή α'. "Ηχος πλ. δ'. Ύγράν διοδεύοας.

Σπυρίδων Μακάριε των πιστών, άντιλήπτωρ μέ γα, την πρεσβείαν σου συνεργόν, ήμΐν πάσι δίδου τοις εκ πόθου, άσπαζομένοις την θείαν Εικόνα σου.

Πάσαι εύσεβουντων ώ θαυμαστέ, Σπυρίδων αί τάξεις, άνυμνοΰσί σε αληθώς· Θεός γάρ ό Πλάστης και Δεσπότης, άξιοχρέως σε Πάτερ έδόξασε.

Φωτί τω άΰλω έν Ούρανω, Σπυρίδων Παμμάκαρ, συν Άγγελοις συ έντρυφών, ταϊς πρός τον Δεσπότην εΰπροσδέκτοις, ήμάς λιταΐς σου φωταγώγησον.

Θεοτόκιον.
Συνέχομαι κινδΰνοις καί πειρασμοΐς, και πρός σέ Παρθένε, καταφεύγων επιζητώ, την λύσιν αυτών καί σωτηρίαν διό λιταΐς σου τον δοΰλάν σου οίκτειρον.


Όδή γ'. Σύ  τό στερέωμα.
Νέκραν ως έφώνησας, έκ τοΰ μνημείου Σπυρίδων "Οσιε, ουτω κάμε, πταίσμασι θανάντα, σαΐς λιταΐς έξανάστησον.

Κόρος ου προσγίνεται, τοΐς σέ τιμώσι, Σπυρίδων "Οσιε· Συ γάρ ημών, προστάτης καί ρύστης, και τιμή καί άντίληψις.

Άπάσης με θλίψεως, καί έκ κινδύνων, Σπυρίδων "Οσιε, σαΐς προσευχαΐς, καί παντοίων νόσων, καί κολάσεως λύτρωσαι.

θεοτοκίον.
Έχων την έλπίδα μου, έν σοί Πανάσπιλε δέσποινα, όλην πρός σέ, άνατείνω χαίρων την ψυχήν καί διάνοιαν.


Όδή δ'. ΕΙσακήκοα Κύριε.
Ω πολύφωτε "Ηλιε, των Πατέρων κλέος, Σπυρίδων "Οσιε, τους τιμώντας σε άξίωσον, φωταγωγηθήναι ταϊς πρεσβείαις σου.

Παρεστώς τοΰ Παντάνακτος, θρόνω αίωνίω τους άνυμνοϋντάς σε, ώ Σπυρίδων, ελευθέρωσαν, έκ παντός κίνδυνου ίκεσίαις σου.

Ώς τον όφιν μετέβαλες, είς χρυσόν, Σπυρίδων Παναγιώτατε, ουτω δέομαι μετάβαλε, από τών κακών με εις μετάνοιαν.

ΘεοτσκΙον.
Ρΰσαι, Μήτερ, τον δοϋλόν σου, έκ τών κατεχόντων δεινών με θλίψεων έπι σοι γάρ άνατίθημι, πάσαν τήν ελπίδα Αειπάρθενε.


Ωδή ε'. Φώτισον ήμάς.
Λϋσον τών παθών, τήν ομίχλην, 'Αγιώτατε, τη φωταγωγίςι τών σεπτών σου λιτών, και πρός τρίβους, βίου με άγίου όδήγησον.

Νόσων Ιατρός, και κινδύνων ρύστης ένθεος, συ άνεδείχθης Σπυρίδων Ιερέ· διό ψυχήν μου, ταϊς λιταίς σου νϋν θεράπευσον.

Ρΰσαί με δεινών, ώ Σπυρίδων ίερώτατε. τον σοι εύλαβώς καταφεύγοντα, και ταϊς λιταΐς σου, πάσης θλίψεως άπάλλαξον.

Θεοτοκίον.
Άχραντε ήμίν, τοΐς οίκέταις σου χορήγησον,τοΐς κατεχομένοις υπό των θλίψεων, την σωτηρίαν, μεσιτείαις σου πρός Κύριον.

Όδή ς'. Τήν δέησιν έκχεώ.
Νεκρώσας σου τής σαρκός τάς κινήσεις, έξανέστησας νεκρούς ώ Σπυρίδων, ζωοποιω και ένθέω σου λόγω. "Οθεν κάμοΰ την ψυχήν, Πάτερ "Αγιε, ταΐς σαΐς λιταΐς ώς συμπαθής, νεκρωθεΐσαν τοΐς πάθεσι ζώωσον.

Συνέχει με των πταισμάτων θάλασσα, και χειμάζει τρικυμία κινδύνων, και πρός βυθόν άπωλείας καθέλκει, των ανιάτων παθών ή άντίπνοια, Θεόν ό κηρύξας τον Χρίστον, ώ Σπυρίδων τον κλύδωνα κόπασον.

Προστάτα τών θλιβομένων Σπυρίδων, μολυνθεΐσαν ήδοναΐς την ψυχήν μου, διά λουτροΰ κατανύξεως θείας, καθαρτικών τε δακρύων άπόλουσον και ρϋσαί με τής φοβέρας, σαΐς λιταΐς και άσβεστου κολάσεως.

ΘεοτοκΙον.
Φυγάδευσον έκ τής άθλιας σαρκός μου, τήν άνίατον άσθένειαν, Κόρη, και τών δεινών άλγηδόνων με ρΰσαι, και θεραπείαν τελείαν μοι δώρησαι, καί σώσόν με τον έπι σοί, πεποιθότα ταΐς θείαις πρεσβείαις σου.

Διάσωσον Έκ θλίψεων και έκ παντοίων κινδύνων λύτρωσαι 'Ιεράρχα, τους την θείαν Μνήμην σου θερμώς Εορτάζοντας, ώς ρύστης τών θλιβομένων Σπυρίδων

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Ό Ίερεΰς μνημονεύη
Εϊτα τό Κοντακιον "Ήχος δ'.

Τοΐς λόγοις έκόσμησας, την Εκκλησίαν Χριστοΰ, τοΐς έργοις έτίμησας, τό κατ’ εικόνα Θεοΰ, Σπυρίδων Μακάριε· έλαμψας έν τω κόσμω, τη έν τη σοφροσύνη, χάριτας ιαμάτων, άπαστράπτων τοίς πάσι διό καί νϋν γεραίρομεν πίστει την Μνήμην σου.


Καί εύθΰς τό Προκείμ:ενον. "Ηχος δ ’.
Τό στόμα μου λαλήσει σοφίαν, καί ή μελέτη τής καρδίας μου σΰνεσιν.
Στίχος. ’Ακούσατε ταϋτα πάντα τά έθνη, ένωτίσασθε πάντες οΙ κατοικοϋντες την Οικουμένην.

Εύαγγέλιον. Έκ του κατά ’ Iωάννην (Κεψ. ι' 5-16).
ΕΙπεν ό Κύριος· Έγω είμι ή θύρα· δι’ έμοΰ έάν τις είσέλθη, σωθήσεται καί είσελεΰσεται καί έξελεΰ σεται, καί νομήν εύρήσει. Ό κλέπτης ούκ ερχεται, είμή ίνα κλέψη, καί θύση καί άπολέση· έγω ήλθον, ϊνα ζωήν εχωσι, καί περισσόν εχωσιν. Έγώ είμι ό ποιμήν ό καλός. Ό ποιμήν ό καλός την ψυχήν αύτοΰ τίθησιν υπέρ τών προβάτων ό μισθωτός δε καί ούκ ών ποιμήν, οΰ οΰκ είσί τά πρόβατα ΐδια, θεωρεί τον λύκον έρχόμενον καί άφίησι τά πρόβατα καί φεύγει καί ό λύκος άρπάζει αυτά, καί σκορπίζει τά πρόβατα. Ό δέ μισθωτός φεύγει, ότι μισθωτός έστι και ού μελει αύτω περί τών προβάτων. Έγώ εϊμι ό ποιμήν ό καλός, και γινώσκω τά έμά και γινώσκομαι ύπο τών έμών, καθώς γινώσκει με ό Πατήρ κάγώ γινωσκω τόν Πατέρα, και τήν ψυχήν μου τίθημι υπέρ τών προβάτων. Και άλλα πρόβατα εχω, ά ούκ εστιν έκ τής αυλής ταύτης, κάκεΐνά με δει άγαγεϊν και τής φωνής μου άκούσουσι, και γενήσεται μία ποίμνη, εις ποιμήν.

Δόξα Πατρί...
Ταϊς τοΰ Ιεράρχου πρεσβείαις έλεήμον έξάλειψον τα πλήθη των έμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις έλεήμον έξάλειψον τα πλήθη των έμών εγκλημάτων.


Στίχος. Έλεημον, έλέησόν με ό Θεός...
Προσόμοιον.
Ήχος πλ' β'. "Ολην άποθέμενοι.

Πλοϋτον άναφαίρετον, εχει σε Κέρκυρα νήσος, ταύτην άξιάγαστε, φαειναϊς αύγάζοντα, ταϊς λαμπρότησιν ή καί νΰν δώρησαι, τήν ειρήνην Πάτερ, και τροπαίων αύτήν έμπλησον, έχθρών τήν ειπαρσιν, και παρεμβολάς κάμψας βέλεσι, Σπυρίδων Θεοδόξαστε, και τής συμπαθούς μεταδόσεως, πλήσον τάς καρδίας, ήμών τών άνυμνούναων σε πιστώς, έν παρρησία δεόμενος, υπέρ τών ψυχών ήμών.

Σώσον ό Θεός τόν λαόν σου.

’Ωδή ζ'. Παΐδες Εβραίων.

Σώσον τούς σε άνευφημοϋντας, Όσιώτατε Σπυρίδων 'Ιεράρχα, καί τω θείω φωτί καταύγασαν σούς δούλους, καί σαΐς λιταΐς έξάρπασον, τής σατάν μηχανουργίας.

Ρΰσαι, Σπυρίδων Ίεράρχα, σαΐς πρεσβείαις, δαιμόνων έπηρείας, λογισμών πονηρών σούς δούλους καί κινδύνων, οπως άεί σωζόμενοι, καταχρέως σε ύμνώμεν.

Παΰσον, Σπυρίδων σαίς πρεσβείαις, τής ψυχής μου τήν άρρητον οδύνην, καί δεινών συμφορών σόν δοΰλον καί κινδύνων, καί τών παθών άπάλλαξον, ώς πατήρ τών θλιβομένων.

Θεοτοκίον.
Έμμονον εχων τήν κακίαν, καί δουλούμενος άτόποις συνηθείαις, εύσπλαγχνίςι τη σή προστρέχω άνακράζων διάσωσόν με, Πάναγνε, Μητρικαίς σου ίκεσίαις.


Ωδή η'. Τόν Βασιλέα.

Ασθενειών τε, χαλεπών καί κινδύνων, Ιατρόν σε γινώσκω ώ Σπυρίδων ρΰσαι ουν ψυχήν μου, λιταίς σου άθυμίας.

Τών κατεχόντων, ανιαρών τους σούς δούλους, ελευθέρωσαν, Σπυρίδων Ίεράρχα, θείαις σου πρεσβείαις, αύτοίς διδους την λύσιν.

Μή διαλείπης, τόν Ίησοΰν ίκετεύων, ώς προστάτης Πιστών, ώ Σπυρίδων, διαφυλαχθήναι, ήμας έκ πάσης βλάβης.

Θεοτόκιον.
"Ιλαθι, Κόρη, τω οίκτροτάτο σου δούλο, καί έκ νόσων ανιάτων με ρΰσαι· ϊνα σε δοξάζω, εις πάντας τούς αιώνας.


Ωδή θ'. Κυρίως Θεοτόκον.
Τούς πόθω τή σή σκέπη, "Αγιε Σπυρίδων, καταφυγόντας κινδύνων διάσωσον, και έκ παθών και τών νόσων, λιταΐς σου λύτρωσαι.

Φρουρών μή διαλίπης, "Οσιε Σπυρίδων, τούς σέ τιμώντας πιστώς και δοξάζοντας, καί σαΐς πρεσβείαις, κινδύνων αύτούς λυτρούμενος.

Λυτρούμενος ως ώφθης, πρότερον Σπυρίδων, τους έν Κερκΰρα πιστώς σοι προστρέξαντας· ούτω καί νϋν πάσης, ρΰσαί με περιστάσεως.

Θεοτοκίον.
Μαρία σωτηρίας, λιμένα σε είδότες, τή Παναχράντω σου σκέπη προστρέχομεν, καί έκ τών νόσων ρυσθήναι σέ ίκετεύομεν.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Τριμυθοΰντος ή καλλονή, χαίροις ά σθενούντων καί πασχόντων ό ιατρός, χαίροις τών Πατέρων ώράΐσμα καί κλέος, τρισόλβιε Σπυρίδων, σέ μεγαλύνομεν.

Πρέσβευε Σπυρίδων Θαυματουργέ, ύπέρ Όρθοδόξων καί έμοΰ τοΰ άμαρτωλοϋ· όπως τών πταισμάτων τήν λύτρωσιν λαβόντες, παρά Θεού σέ ξάντες, πόθφ γεραίρωμεν.

Δέησιν προσάγαγε τω Θεω, Σπυρίδων ΠΙαμμάκαρ, υπέρ δουλών τών σών, Σοφέ, τών τυραννουμένων υπό παντοίων νόσων, θλίψεων καί κίνδυνων, καί τούτους λύτρωσαι.

Σπυρίδων τά όμματα τής έμής, ψυχής τυφλωθέντα, αμαρτήμασι χαλεποΐς, φωτΐσον λυταϊς σου, φωτί θεογνωσίας, καί ρύσαί με του "Αδου, πικρών κολάσεων.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.


Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς....Δόξα....Κύριε, ἐλέησον ἡμᾶς....Καὶ νῦν... Θεοτοκίον.Τῆς εὐσπλαγχνίας τὴν πύλην....

καί τό τροπάριον. "Ηχος α'.

Τής Συνόδου τής πρώτης άνεδείχθης ύπερμαχος, καί θαυματουργός Θεοφόρε Σπυρίδων Πατήρ ήμών διό νεκροί συ εν τάφω προσφωνείς, καί όφιν εις χρυσοϋν μετέβαλες· καί έν τω μέλπειν τάς αγίας σου εύχάς, Αγγέλους έσχες συλλειτουργοϋντάς σοι, Ιερώτατε. Δόξα τω σε δοξάσαντι δόξα τω σέ στεφανώσαντι· δόξα τω ένεργοϋντι διά σοϋ πάσιν ιάματα.


“Ο Ίερεύς μνημονεύει. Έν τή Απολύσει ψάλλομεν.

Ήχος β . "Οτε έκ του ξύλου Σε νεκρόν.

Σκεϋος άπετέλεοας σαυτόν, Πνεύματος 'Αγίου τρισμάκαρ καθάρας σου τήν ψυχήν χρίσμα θειον έλαβες, ’Αρχιερεύς γεγονώς, καί προστάτης θερμότατος, λαού Ορθοδόξου τού έγκαυχωμένου σου, τή παναγια Σορώ· όθεν, ώ Σπυρίδων θεόφρον, εύχου τω Θεώ υπέρ πάντων, ήμών τών τιμώντων καί εύφημούντων σε.


Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.


Μνήσθητι οι αναγινώσκοντες και Ψάλλοντες του συντάξαντος
ταπεινού Επισκόπου Αργυρουπόλεως Σεραφείμ.[/color]

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης