Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός κανών εις τους Αγίους Δώδεκα Πανεύφημους Αποστόλους. Empty Παρακλητικός κανών εις τους Αγίους Δώδεκα Πανεύφημους Αποστόλους.

Την / Το Τετ Δεκ 12, 2012 3:21 am
Φήμη μηνύματος : 100% (2 ψήφοι)
Παρακλητικός κανών εις τους Αγίους Δώδεκα Πανεύφημους Αποστόλους.

Ποίημα Γερασίμου Μοναχού Μικραγιαννανίτου.
Παρακλητικός κανών εις τους Αγίους Δώδεκα Πανεύφημους Αποστόλους. Agioi_10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τό τροπάριον.

Ἦχος δ'. Ὀ ὑψωθείς ἔν τῷ Σταυρῶ.

Τῶν Ἀποστόλων δωδεκάριθμε δῆμε, οἵ τοῦ Σωτῆρος Μαθηταί καί αὐτόπται, ὑπέρ ἡμῶν πρεσβεύσατε πρός Κύριον, ῥύεσθαι ἑκάστοτε, πειρασμῶν καί κινδύνων, καί διδόναι ἄφεσιν, δυσωποῦμεν πταισμάτων, τοῖς προσιοῦσι πίστει ἀκλινεῖ, τῆ προστασία ὑμῶν ἀξιάγαστοι.

Δόξα Καί νῦν. Θεοτοκίον.
Οὗ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἵ ἀνάξιοι· είμή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῤύσατο, ἐκ τοσούτων κινδύνων; τίς δε διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οΰκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σούς γάρ δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Καί ὅ Κανών οὗ ἤ ἀκροστιχίς:
«Ή Άποστόλων χάρις με σκέπε. Γερασίμου».

Ώδή ἀ'. ΄Ηχος πλ. δ'. Ὑγράν διοδεύσας.

Ήλίου ἀκτῖνες τοΰ νοητοῦ, Χριστοῦ τού Σωτῆρος, καί Ἀπόστολοι θαυμαστοῖ, παθῶν μου σκεδάσατε τό σκότος, ταῖς φωταυγέσιν ὑμῶν παρακλήσεσιν.

Ἀκρότης τυγχάνοντες Μαθητῶν, ὦ Πέτρε καί Παΰλε, ἀκαθάρτων ἡμᾶς παθῶν, ῥύσασθε ὑμῶν ταῖς ἱκεσίαις, καί πολυτρόπων κινδύνων καί θλίψεων.

Πηγάζοντες ὕδωρ τό καθαρόν, ζωῆς αἰωνίου, δωδεκάριθμοι Μαθηταί, ποτίσατε νᾶμα σωτηρίας, τούς τηκομένους αύχμω παραβάσεων.

Θεοτοκίον.
Ό πάντων Δεσπότης καί Ποιητής, ἐκ σοῦ έσαρκώθη, καί διέσωσε τόν Ἀδάμ, ὦ πρέσβευε Κόρη Θεομῆτορ, σώσαι κάμε ἁμαρτίαις ὀλλύμενον.


Ώδή γ'. Οὐρανίας ἁψῖδος.
Σωτηρίας πρός τρίβον, καί πρός ζωήν κρείττονα, σύν τῷ ίερω Ἰακώβῳ, Άνδρέα πάνσοφε, καθοδηγήσατε, τούς ἀδιστάκτῳ καρδία, τήν ὑμῶν βοήθειαν, αἰτοῦντας πάντοτε.

Τῶν ἐχθρῶν τάς ἐφόδους, τάς καθ’ ἡμῶν λύσατε, καί πειρατηρίων ποικίλων, ἡμᾶς λυτρώσασθε, ὦ Ἰωάννη σοφέ, σῦν τῷ Φιλίππῳ τῷ θείω, ὦς μεσῖται μέγιστοι, ήμών πρός Κύριον.

Ὁλικῇ διανοίᾳ, πίστει ὑμῖν σπεύδομεν, δώδεκα Χριστοῦ μυστολέκται, καί ἀνακράζομεν ἐκ πάσης θλίψεως, καί ἀσθενείας καί βλάβης, ἀσινεῖς λυτρώσασθε, ἡμᾶς δεόμεθα.

Θεοτοκίον.
Λυτρωτήν καί Σωτῆρα, πάντων βροτῶν τέξασα, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων, Χριστόν Πανύμνητε, τῆς τῶν δαιμόνων με, ἐπιδρομῆς καί μανίας, λύτρωσαι με δέομαι, τῆ σῆ χρηστότητι.


Διάσωσον ὅ δωδεκάριθμος δῆμος τῶν Ἀποστόλων, ἀπό πάσης έπιφοράς καί κακώσεως, τούς προσιόντας τῆ θεῖα ὑμῶν πρεσβεῖα.

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β'. Πρεσβεῖα Θερμῇ.

Προστάται ήμών, καί θεῖοι ἀντιλήπτορες, Χριστοῦ Μαθηταί, ὑπάρχοντες μή παύσησθε, άπαύστως ἐκλυτρούμενοι, τῶν ἔν βίῳ δεινῶν περιστάσεων, τούς τῆ άγία ὑμῶν ἀρωγῇ, ἔν πίστει καί πόθῳ καταφεύγοντας.


Ώδή δ'. Εἰσακήκοα Κύριε.
Ὡς ἀστέρες ἀείφωτοι, σύν Βαρθολομαίω Θωμᾶ μακάριε, τῷ φωτί τῶν πρεσβειῶν ὑμῶν, λύσατε τόν ζόφον τῆς καρδίας μου.

Νόμῳ θείω λαμπρύνατε, οΐα νομοθέται τῆς θείας χάριτος, σῦν Ματθαίῳ Μᾶρκε ἔνδοξε, τούς τῆ φωταυγείς ὑμῶν σπεύδοντας.

Χάριν θείαν καί ἐλεός, δώδεκα Ἀπόστολοι ἱερώτατοι, καί πταισμάτων ἀπολύτρωσιν, παρά τοῦ Χριστοῦ ἡμῖν αἰτήσασθε.

Θεστοκίον.
Ἀειπάρθενε Δέσποινα, πάσης μεθοδείας τού πολεμήτορος, τήν καρδίαν μου άπάλλαξον, καί φωτί με θείω καταλάμπρυνον.


Ώδή ἕ'. Φώτισον ἡμᾶς.
Ῥύσασθε ήμάς, ὅ Ἰούδας ὅ θεάδελφος, καί Λουκᾶς ὅ μυστογράφος ὅ σοφός, ἐπηρείας τοῦ δολίου πολεμήτορος.

’Ἴασαι Σωτήρ, τῆς ψυχῆς μου τά συντρίμματα, ταῖς πρεσβείαις τῶν κλεινῶν σου Μαθητῶν, Σίμωνος τε καί Ματθία τοΰ θεόφρονος.

Σύστημα σεπτόν, δωδεκάριθμοι Ἀπόστολοι, τάς μυρίας τοῦ ἐχθροῦ ἐπιδρομάς, καθ’ ἡμῶν κατασυντρίψατε δεόμεθα.

Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, θεοτόκε Ἀειπάρθενε, ἐκ ματαίων ἐννοιῶν καί λογισμῶν, τήν καρδίαν καί τόν νοῦν μου ἀποκάθαρον.


Ώδή στ'. Τήν δέησιν.
Ἐκ πάσης, ἐπιβουλῆς καί ἀπάτης, καί δεινῶν πειρατηρίων τοῦ βίου, Πέτρε καί Παΰλε αὐτόπται Κυρίου, ἀεί λυτροῦσθε τούς πίστει προσπίπτοντας, τῆ θαυμαστῇ ἐπισκοπῇ, τῆς ὑμῶν μεσιτείας πρός Κύριον.

Σαρκός μου, τάς χαλεπᾶς ἀρρωστίας, καί ψυχῆς τάς ἀφορήτους όδύνας, τῆ δεδομένη ὑμῖν ἐξουσίᾳ, ὦ Ἰωάννη καί θεῖε Ἰάκωβε, γόνοι βροντῆς πανευκλεείς, θεραπεύσατε θᾶττον μακάριοι.

Κακίαν, τήν καθ’ ἡμῶν τοῦ Βελίαρ, δωδεκάριθμε χορεῖα ἀγία, τῶν τοῦ Χριστοῦ ἱερῶν Ἀποστόλων, κατασυντρίψατε τάχος δεόμεθα, καί κυβερνήσατε ἡμᾶς, πρός λιμένα θείου θελήματος.

Θεοτοκίον.
Ἐτέχθη, ἐκ τῶν ἀγνῶν σου αἱμάτων, ὅ τά ὄντα ἐκ μή ὄντων ποιήσας, ἔν ήμετέρα μορφή Θεοτόκε, δι’ εὐσπλαγχνίας ἀπέραντον πέλαγος, καί ἔσωσεν ἐκ τῆς άράς, τούς ὑμνοῦντας τόν ἄφραστον τόκον σου.


Διάσωσον ὅ δωδεκάριθμος δῆμος τῶν Ἀποστόλων, ἀπό πάσης ἐπιφορᾶς καί κακώσεως, τούς προσιόντας τῆ θεῖα ὑμῶν πρεσβεῖα.

Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμήνευτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β'. Τοῖς τῶν αἱμάτων σου.

Ω δωδεκάς Ἀποστόλων ἤ πάντιμος, τῆ Παναγία Τριάδι πρεσβεύσατε, τοΰ ῥύεσθαι πόνων καί θλίψεων, τούς τῆ πρεσβεῖα ὑμῶν καταφεύγοντας, ὦ Μύσται τῆς θείας χρηστότητος.

Προκείμενον.
Εἰς πᾶσαν τήν γῆν ἐξῆλθεν ὅ φθόγγος αὑτῶν, καί εἰς τά περατα τῆς οἰκουμένης τά ῥήματα αὑτῶν.
Στιχ.: Ὁΐ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ...

Εὐαγγέλιον κατά Ματθαῖον, (Κεφ. Θ', 36).

Τῷ καιρῶ ἐκείνῳ, ίδών ὅ Ἰησοῦς τούς ὄχλους, ἐσπλαγχνίσθη περί αύτών, ὅτι ἦσαν ἐκλελυμένοι, καί ἐρριμμένοι ὡς πρόβατα μή ἔχοντα ποιμένα. Καί προσκαλεσάμενος τούς δώδεκα Μαθητάς αύτοϋ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αύτά, καί θεραπεύειν πᾶσαν νόσον καί πᾶσαν μαλακίαν. Τῶν δέ δώδεκα Ἀποστόλων τά ὀνόματα εἷσι ταῦτα πρῶτος Σίμων ὅ λεγόμενος Πέτρος, καί Ἀνδρέας ὅ ἀδελφός αὐτοῦ· Ἰάκωβος ὅ τοῦ Ζεβεδαίου, καί Ἰωάννης ὅ ἀδελφός αύτοΰ· Φίλιππος καί Βαρθολομαῖος· Θωμᾶς καί Ματθαῖος ὅ τελώνης· Ἰάκωβος ὅ τοΰ Ἀλφαίου, καί Λεββαῖος ὅ ἐπικληθείς Θαδδαῖος· Σίμων ὅ Κανανίτης, καί Ἰούδας ὅ Ἰσκαριώτης, ὅ καί παραδούς αὑτόν. Τούτους τούς δώδεκα ἀπέστειλεν ὅ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων εἰς ὀδόν ἐθνῶν μή ἀπέλθητε, καί εἰς πόλιν Σαμαρειτῶν μή εἰσέλθητε· πορεύεσθε δέ μᾶλλον πρός τά πρόβατα τά ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δέ κηρύσσετε λέγοντες· δτι ἤγγικεν ἤ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεάν ἐλάβετε, δωρεάν δότε.

Δόξα.
Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Ἐλεῆμον, ἐλέησόν με….
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δῆμε δωδεκάριθμε, τῶν ἱερῶν Ἀποστόλων, τῆς σοφίας ὄργανα, τοῦ Ἀγίου Πνεύματος θείοι ῥήτορες, οἵ τήν γῆν ἅπασαν, πίστεως τῷ φέγγει, ἱερῶς καταφωτίσαντες, πολλήν ὦς ἔχοντες, πρός τόν Βασιλέα καί Κύριον, τήν παρρησίαν ἔνδοξοι, ἵλεων αύτόν ἀπεργάσασθε, πᾶσι τοῖς ἔν πίστει, προστρέχουσιν ὑμῶν τῆ ἀρωγῇ, καί ἐξαιτοῦσιν ἑκάστοτε, ὑμῶν τήν ἀντίληψιν.

Σῶσον ὅ Θεός τόν λαόν σου....

Ώδή ζ'. Ὁΐ ἐκ τῆς Ἰουδαίας.

Παθημάτων τήν φλόγα, ἐπομβρίαις ἁγίαις ’Ἀνδρέα ἔνδοξε, καί Φίλιππε τρισμάκαρ, σβέσατε δυσωποῦμεν, τῶν βοώντων ἑκάστοτε* ὅ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἷ.

Ἐκ παθῶν καί κινδύνων, ἀνωτέρους τηρεῖτε ἡμᾶς δεόμεθα, σοφέ Βαρθολομαῖε, Θωμᾶ τε θεηγόρε, ἶνα πόθῳ κραυγάζωμεν ὅ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἷ.

Γεωργοῖ θεηγόροι, ἀμπελῶνος τοῦ θείου σοφοῖ Ἀπόστολοι, νεώσατε άρότρφ, τφ θείφ τάς καρδίας, τῶν βοώντων ἑκάστοτε ὅ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἷ.

Θεοτοκίον.
Ἔν ὀδύνῃ καρδίας, σοί προσπίπτω Παρθένε, καί ἀνακράζω σοι· παθῶν τῆς τυραννίδος, ἀπάλλαξον τόν νοῦν μου, καί βοῶντα με οἴκτειρον ὅ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητός εἷ.


Ώδή ἡ'. Τόν Βασιλέα.
Ῥείθροις άΰλοις, τήν ξηρανθεῖσαν ψυχήν μου, καταρδεῦσατε Ματθαῖε θεηγόρε, καί Μᾶρκε θεόφρον, ὡς Μαθηταί Κυρίου.

Ἀκτίσι θείαις, ὑμῶν τῆς θείας πρεσβείας, καταυγάσατε ἡμῶν τάς διανοίας, Σίμων θεηγόρε, Λουκᾶ τε καί Ματθία.

Σύστημα θεῖον, τῶν ίερών Ἀποστόλων, δωδεκάκρουνε πηγῇ τῆς Ἐκκλησίας, βλύσατε μοι ὕδωρ, ζωῆς τῆς ἀθανάτου.

θεοτοκίον.
Ἴασαι Κόρη, τήν ἀσθενοῦσαν ψυχήν μου, ἁμαρτήμασι καί λογισμοῖς ἀτόποις, ϊνα σε δοξάζω, τήν Κεχαριτωμένην.


Ώδή Θ'. Κυρίως Θεοτόκον.
Μή παύσησθε πρεσβεύειν, ὑπέρ ἡμῶν Κυρίῳ, Πέτρε καί Παῦλε, Άνδρέα Ἰάκωβε, ὦς ἄν ζωῆς τῆς ἀλήκτου ἀξιωθείημεν.

Οἵ μύσται τοΰ Σωτῆρος, μάκαρ Ἰωάννη. Βαρθολομαῖε Ίοΰδα καί Φίλιππε, Θωμᾶ Λουκᾶ καί. Ματθαῖε ἡμᾶς φρουρήσατε.

'Ὑψίστου παραστάται, Μᾶρκε καί Ματθία, καί θεῖε Σίμων άπαύστως πρεσβεύετε, ἁμαρτημάτων διδόναι ἡμῖν συγχώρησιν.

Θεοτοκίον.
'Ὑπέρ τῶν προσκυνούντων, τόν φρικτόν σου τόκον, δι’ οὐ φθορᾶς καί θανάτου ἐρρύσθημεν, ύπεραγία Παρθένε άπαύστως πρέσβευε.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀποστόλων ἤ δωδεκάς, τῆς οἰκονομίας τοΰ Σωτῆρος μυσταγωγοῖ· χαίρετε φωστῆρες, ἀπᾴσῃς οἰκουμένης, σοφίας ύπερκόσμου, ἐνδιαιτήματα.

Πέτρον Παΰλον Μᾶρκον καί τόν Λουκᾶν, Ματθαῖον Ἀνδρέαν, Ἰωάννην τε καί Θωμᾶν, καί Βαρθολομαῖον, καί Φίλιππον Ἰούδαν, καί Σίμωνα Ματθίαν, ὕμνοις τιμήσωμεν.

Μύσται τοῦ Σωτῆρος καί Μαθηταί, τοΰ σαρκί φανέντος, καθωράθητε ἀληθῶς, καί τῶν οὐρανίων, ἐπόπται μυστηρίων, Ἀπόστολοι Κυρίου, θεοειδέστατοι.

Ῥύσασθε κινδύνων καί πειρασμῶν, καί πάσης ἀνάγκης δωδεκάριθμοι Μαθηταί, τοΰ Παμβασιλέως, ὑμῶν ταῖς ἱκεσίαις, τούς τῆ σεπτῇ πρεσβεῖαι, ὑμῶν προστρέχοντας.

Χαίρετε τῆς χάριτος θησαυροί, καί τῶν ἔν τῷ σκότει, λαμπαδοῦχοι καί ὁδηγοῖ· χαίρετε προστάται, Χριστοῦ τῆς Ἐκκλησίας, καί βοηθοῖ ἁπάντων, θεῖοι Ἀπόστολοι.

Ἔχοντες μεγίστην πρός τόν Χριστόν, παρρησίαν ὄντως, δωδεκάριθμοι Μαθηταί, ἀεί δυσωπεῖτε, παθών διδόναι λύσιν, καί ἄφεσιν πταισμάτων, ἡμῖν δεόμεθα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν. εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριᾶς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομα Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενής καί Ἀπόλυσις, μεθ' ἥν ψάλλομεν τά ἑξῆς

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.

Μύσται καί Ἀπόστολοι Χριστοῦ, οἵ τῆς Ἐκκλησίας φωστῆρες, ἀειλαμπέστατοι, δῆμε δωδεκάριθμε, καί θεοσύλλεκτε, τάς δεήσεις προσδέξασθε, ἡμῶν δυσωποῦμεν, καί μή διαλίπητε, Χριστῷ πρεσβεύοντες, ὅπως πειρασμῶν καί κινδύνων, καί πειρατηρίων παντοίων, πάντοτε ῥυώμεθα δεόμεθα.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ. φύλαξόν με ὑπό τήν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Δίστιχον.

Δέξαι δωδεκάριθμε σεπτῇ χορεῖα.
Τήν παροῦσαν δέησιν τοῦ Γερασίμου.


Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης