Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός κανών εις τον Άγιον Μεγαλομάρτυρα Φανούριον τον Θαυματουργόν Empty Παρακλητικός κανών εις τον Άγιον Μεγαλομάρτυρα Φανούριον τον Θαυματουργόν

Την / Το Τετ Δεκ 12, 2012 4:36 am
Παρακλητικός κανών εις τον Άγιον Μεγαλομάρτυρα Φανούριον τον Θαυματουργόν

Παρακλητικός κανών εις τον Άγιον Μεγαλομάρτυρα Φανούριον τον Θαυματουργόν Agiosf10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ΕΙτα τό Τροπάριον.

"Ήχος δ '. Ό υψωθείς έν τω Σταυρω.

Τω τοϋ Σωτήρος εύκλεεί άθλοφόρω, και των Ροδίων άκραιφνεί πολιούχω,
από ψυχής προσπέσωμεν κραυγάζονιες,"Αγιε Φανούριε, άπο πάσης ανάγκης,
λύτρωσαι τούς δούλους σου, τους τιμώντας σε πόθω, συ γάρ θεόθεν δέδοσαι ήμίν, θείος προστάτης, και φύλαξ σωτήριος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

καί ό Κανών.

Ωδή α'. "Ήχος πλ. δ ' . 'Υγράν διοδύεσας.

Φωνής στεναγμού μου ώς συμπαθής, Φανσύριε Μάρτυς, ένωτίσθητι εύμενώς,  και λΰσον παθών την καταιγίδα, την έπελθοΰσαν δεινώς τή καρδία μου.

Ρανίσι τών θείων σου πρεσβειών, ψυχής μου τά ελκη, έναπόπλυνον Άθλητά, και σβέσον τοΰ σώματος την νόσον, ταΐς έπομβρίαις τής σής άντιλήψεως.

Όλόσωμον δέδεγμαι την πληγήν, έχθροΰ ταϊς βολίσι, και νενέκρωμαι την ψυχήν, συ ουν θεραπεύεις με Μάρτυς, πρός ζωηφόρους όδούς κατευθύνων με.

'Υπάρχων άνάπλεως φωτισμού, Φανούριε Μάρτυς, ώς διάκονος τοΰ φωτός, νοός μ.συ άπέλασον τό σκότος, και αρετών τω φωτί με καταύγασαν.

Θεοτοκίον.
Ρημάτων έξεπλήρωσας νομικών, ώράθης Παρθένε, ώς γεννήσασα τον Θεόν, τον πάλαι λαλήσαντα έν νόμω. δι’ αινιγμάτων και τύπων Πανάμωμε.


Ωδή γ'. Ουρανίας άψίδος.
Έμπεσών τώ πελάγει, τών πειρασμών ενδοξε, τω τής άπωλείας πυθμένι, ήδη καθέλκομαι, συ μέ κυβέρνησον, πρός σωτηρίας λιμένα, οία κυβερνήτης μου, σοφέ πανάριστος.

Ίλασμός γενηθήτω, και τών κακών λύτρωσις, ή μαρτυρική σου πρεσβεία, Μάρτυς Φανούριε, τοίς προσιοΰσί σοι, και όλικώς άφορώσι, πρός τήν όξυτάτην σου, μάκαρ προμήθειαν.

Μαρτυρίου τήν τρίβον, πανευκλεώς ώδευσας, όθεν πρός οδόν μαρτυρίου, τοϋ σέ δοξάσαντος, κάμε όδήγησον, τον έν αίρέσεσι Μάρτυς, πάσης παραβάσεως, περιπλανόμενον.

Θεοτοκίον.
Έπουράνιε πύλη, δι’ ής ήμϊν ελαμψεν, ό Δημιουργός τών απάντων, καθάπερ άνθροοπος, πΰλας μοι άνοιξον, τής άληθοϋς μετανοίας, καί πυλών με λύτρωσαι, τοΰ "Αδου Δέσποινα.


Διάσωσον άπό κινδύνων τούς δούλους σου Άθλοφόρε, οτι πάντες τή σή πρεσβεία προστρέχομεν, ϊνα ρυσθώμεν Φανοΰριε πάσης βλάβης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αϊτησις καί τό Κάθισμα.
"Ηχος β'. Πρεσβεία θερμή.

Πλεόντων σωτήρ, άδικουμένων σύμμαχος, πενθούντων χαρά, και αιχμαλώτων λύτρωσις, δεικνύμενος Φανούριε, ώς ταχύς ορθοδόξων έπίκουρος, μη διαλίπης άτρωτους τηρεΐν, έκ τών βελών τοΰ άλάστορος τούς δούλους σου.


Όδή δ'. ΕΙσακήκοα Κύριε.
Τήν λιθώδη καρδίαν μου, καί πεπωρωμένην ψυχήν κατάνυξον, ό τών λίθων τα προσκρούματα, Μάρτυς ύπομείνας ώσπερ άσαρκος.

Άναβλύζεις έκάστοτε, τά τών ιαμάτων θεία χαρίσματα, τοίς προστρέχσυσι τή σκέπη σου, καί τών νοσημάτων εξαιρείς καύσονα.

Ίατήριον άμισθον, τοϊς έν άσθενείαις γενρΰ Φανούριε, καί τοίς πάσχουσιν άντίληψις, καί τοίς αίχμαλώτοις άπολύτρωσις.

Σωτηρίας ίμάτιον, έν τη άπεκδύσει σαρκδς ήμφίεσαι, όθεν ενδυσον Φανούριε, τήν γεγυμνωμένην ψυχήν μου χάριτι.

Θεοτοκίον.

Στάμνος έμψυχος πέφηνας, τής ζωής το μάννα κόσμω πηγάσασα, τον ζωώσαντα τον άνθρωπον, και την αμαρτίαν θανατώσαντα.


Ωδή ε'. Φώτισον ημάς.

"Ανωθεν ήμάς, εποπτεύεις έκλντρούμενος, έκ παντοίων αναγκών και συμφορών, τους εν πίστει εύφημοΰντάς σε Φανοΰριε.

"Ιλεων ήμίν, τή ένθέρμω μεσιτεία σου, τοΰ έλέους Άθλητά τον θελητήν, άπεργάζου τοίς άφρόνως άμαρτάνουσι.

Σώματος πληγάς, ένεγκών στερρώς Φανούριε, ιατρεύεις τών σωμάτων και ψυχών, αρρώστιας και όδύνας Θείφ Πνεύματι.

Θεοτοκίον.
Φέγγος αστραπής, τοΰ υίοΰ σου Κόρη ελαμψε, τους έν σκότει καθημένους και σκιά, και ζωής τάς φωταύγειας έδωρήσατο.


Ωδή ς'. Τήν δέησιν έκχεώ.
Άνάγκας σου τής ψυχής τον έρωτα, ως λαμπάδα πρός Χρίστον Άθλοφόρε καταναλίσκεις τής πλάνης τήν ΰλην, και καταθάλπεις πιστών τά φρονήματα, δις κατάφλεξον κάμοϋ, τά σαθρά και γεώδη νοήματα.

Νεκρώκτεως τω καρπω έζώγρημαι, καί τοΰ θείου άπερρίφθην νυμφώνος, τά τής φθοράς περικείμενος φύλλα, και τοΰ θανάτου προφέρων τήν άκανθαν, συ ούν με ζώωσον σοφέ, καί τής πρώην με δόξης άξίωσον.

Όλόκληρον σεαυτόν προσήγαγες, τω Δεσπότη προσφοράν καί θυσίαν, δθεν κάμε ένδυνάμωσον Μάρτυς· αύτω λατρεΰσαι όσίως Φανούριε, καί θΰσαι τούτω καθαρώς, καθαρός πολιτείας άκρότητα.

Θεοτοκίον.
'ΥΨαύχενα δυσμενή υπόταξαν, ταΐς ποσίν ήμών Πανάμωμε Κόρη, ή τήν πεσοΰσαν υψώσασα φύσιν, τή υψηλή καί άρρήτω κυήσει σου, καί ταπεινώσασα έχθροΰ, έπηρμένου μετέωρον φρόνημα.

Διάσωσον άπό κινδύνων τους δούλους σου Άθλοφόρε, ότι πάντες τή σή πρεσβείςι προστρέχομεν, ϊνα ρυσθώμεν Φανούριε πάσης βλάβης.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

ΑΙτπσις καί τό Κοντάκιον.
Ήχος β '. Προστασία τών Χριστιανών.

'Ύπερήφανσν δμμα κατέβαλες, τή γενναία άθλήσει σου ενδοξε, έξ ου άπάλλαξον καί ήμάς, τής ένεργείας Άθλητά, ϊνα ήσύχην ζωήν, έν όμονοία άγαστή, οί βοώντες διάγωμεν, πλήρωσαν τάς αιτήσεις, καί εμπλησον ευφροσύνης, τους προσιόντάς σοι πιστώς, ώ Φανούριε πανθαύμαστε.


Καί εύθΰς τό Προκείμενον.
Δίκαιος ώς φοϊνιξ ανθήσει, καί ώσε. κέδρος ή έν τώ Λιβάνω πληθυνθήσεται.
Στίχος. Πεψυτευμένος έν τω οϊκω Κυρίου, έν ταϊς αΰλαϊς τοΰ Θεοϋ Λμών έζανθήοουσιν.

Εύαγγέλιον Έκ τοΰ κατά Ματθαίον (Κεφ. ι' 32—36) .

Είπεν ό Κύριος χοΐς έαυτοΰ μαθηταϊς· πας οστις όμολογήσει έν έμοι έμπροσθεν των ανθρώπων, ομολογήσω κάγώ έν αύτώ έμπροσθεν τοΰ Πατρός μου τοΰ έν ούρανοίς· όστις ο’ αν άρνήσημαί με έμπροσθεν τών ανθρώπων, άρνήσομαι αύτον κάγώ έμπροσθεν τοΰ Πατρός μου τοΰ έν ούρανοίς. Μή νομίσητε ότι ήλθον βαλείν ειρήνην, άλλα μάχαιραν. Ήλθον γάρ διχάσαι άνθρωπον κατά τοΰ πατρος αύτοΰ, καί θυγατέρα κατά τής μητρος αυτής, καί νύμφην κατά τής πενθεράς αύτής· καί έχθροί τοΰ ανθρώπου οί οικιακοί αύτοΰ· καί έγένετο, ότε έτέλεσεν ό Ίησοΰς διατάσσων τοΐς δώδεκα Μαθηταΐς αύτοΰ, μετέβη έκεΐθεν, τοΰ διδάσκειν καί κηρύσσειν έν ταΐς πόλεσιν αύτών.

Δόξα Πατρί...
Ταΐς τοΰ Άθλοφόρου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.

Καὶ νῦν
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.


Στίχος. Έλεήμον, έλέησόν με, ό Θεός...
Καί τό Προσόμιον.
Ήχος πλ. β'. "Ολην άποθέμενοι.

Ρόδον ώς μυρίπνοον, χαί θησαυρός ζωηφόρος έν Ρόδω κρυπτόμενος, Μάρτυς πεφανέρωσαι τοίς ίκέταις σου, καί ζωής εμπνευσας, τάς όσμάς έν κόσμω, καί οσμήν θανάτου ήλασας, καί άπεδίωξας, τάς δυσώδεις νόσους Φανοΰριε, ών περ τής λύμης λύτρωσαι, τούς σοί προσιόντας έκ πίστεως, πάσης έπηρείας, καί βλάβης καί μανίας άπηνοϋς, διαφυλάττων μακάριε, τους προσκαλούμενους σε.

Τό «Σώσον ό Θεός τόν λαόν σου» κ.τ.λ.

’Ωδή ζ'. Παίδες Εβραίων.

Ρείθροις τών θείων σου θαυμάτων, άποξήρανον βυθόν τών παθημάτων, καί πρός ΰδωρ τροφής, έξ αύχμηράς έρήμου, οδήγησαν Φανούριε, τους πιστώς σε άνυμνοϋντας.

’Ίδοιμι ώρα τής ανάγκης, σε συλλήπτορα καί θειον άρωγόν μου, τά λυποΰντα ταχύ, σκεδάζοντα παμμάκαρ, καί θείαν μοι δωρούμενον, λύτρωσιν καί ευφροσύνην.

Έλαμψας Μάρτυς έν τή Ρόδω, ώς νεόφωτον καί φωτοφόρον άστρον, ιαμάτων αύγάς, καί φέγγος χαρισμάτων, άστράπτον τοίς καθεύδουσιν, έν τω σκότει τής απάτης.

Θεοτοκίον.
Πίον καί σύσκιον ώράθης, καί άλάξευτον καί φωτοφόρον όρος, οίς έν τύποις ποτέ, έλάλησεν ό λόγος, ών βλέποντες τήν εκτασιν, εύφημοϋμέν σε Παρθένε.


Ωδη η'. Τόν έν ”Ορει άγίω.
Ρυπτική σου πρεσβεία έκκαθαίρεις, των ψυχών τάς ούλάς, κα'ι καρδιών τά βάρη, και άλγηδόνας παύεις τάς τοΰ σώματος, και βραβεύεις πάσι, κατ’ άμφω εύρωστίαν Φανούριε, θεόφρον.

Έν καμίνω βληθείς ού κατεφλέχθης, τής ζωής γάρ ώς πϋρ, έκέκτησο το ΰδωρ, άλλα κάμοΰ κατάφλεξον Φανούριε, τάς δεινάς προλήψεις και τάς ενθυμήσεις, ώσπερ άγροΰ καλάμην.

Στρατευθείς τφ καλέσαντί σε λόγω ήγωνισω λαμπρώς, κατά τής άνομίας, όθεν κάμε τής κλήσεως ή κέκλημαι, άξιον εργάτην, άνάδειξον παμμάκαρ, εύχαίς σου εύπροσδέκτοις.

Θεοτοκίον.
Βασιλείας οίκήτοράς με δεΐξον, τής άληκτου Αγνή, ώς τέξασα άσπόρως, τόν βασιλέα πάντων καί Δεσπόζοντα, ού ή βασιλεία, βασιλεία πύλη, άπάντων τών αιώνων.


Ώδη θ '. Έξέστη έπΐ τούτω.
Έλαίω τών άγώνων σου Άθλητά, ιλαρύνεις ημών τήν διάνοιαν, καί ψυχικά, ελκη τε καί μώλωπας χαλεπούς, άνακαθαίρεις πάντοτε, καί τά τών σωμάτων οδυνηρά, νοσήματα ίάσαι, ώς χάριν κεκτημένος, παρά θεοϋ Μάρτυς Φανούριε.

Ίσχύϊ άριστεύσας πανταυργική, τοΰ έχθροΰ εις άνίσχυρον φρύαγμα, τό καθ’ ήμών, σβέσον Άθλοφόρε όλοσχερώς, καί σθένος καί κραταίωμα, καί ισχύος πύργος διαπαντός, γενοΰ τοϊς σοίς ίκέταις, Φανούριε παμμάκαρ, τών άθλοφόρων εγκαλλώπισμα.

Ακοίμητος προστάτης καί αρωγός, άντιλήπτωρ γενοΰ καί ύπέρμαχος, καί βοηθός, τοϊς προσκαλουμένοις είλικρινώς, τό ίερόν σου δνομα, Μάρτυς Άθλο- φόρε θαυματουργέ, εξ εριδος καί φθόνου, άπατης τε καί δόλου, ήμάς ρυόμενος Φανούριε.

Ίλύος κάμε ΰψωσον έμπαθοΰς, καί πίκρας συνήθειας Φανούριε, ή έκ παιδός, εΐκων έγεώργησα τους καρπούς, τής αμαρτίας "Θγιε, ψυχή τε καί σώ ματι ρυπωθείς, μή με παρίδης Μάρτυς, σΰ γάρ τών έν άνάγκαις, ό ετοιμότατος επίκουρος.

Θεοτοκίον.
Σκηνη ή πολυώνυμος τοΰ Θεοΰ, ή περίδοξος πόλις τοΰ Κτίσαντος, έν ή Χριστός, εΐργασται θαυμάσια φοβερά, τόν γάρ Άδάμ άνέλαβε, τοΰτον άναπλάσας έκ τής άράς, συ εΐ Παρθενομήτορ, διό μή στερηθείην, τής προστασίας σου ό άθλιος.


Ἄξιον  ἐστιν ὡς ἀληθῶς, μακαρίζειν  Σε  τήν  Θεοτόκον, τήν ἀειμακάριστον  καί  παναμώμητον  καί  μητέρα  τοῦ  Θεοῦ  ἡμῶν.  Τήν  τιμιωτέραν  τῶν  Χερουβείμ  καί  ἐνδοξοτέραν  ἀσυγκρίτως  τῶν  Σεραφείμ· τήν  ἀδιαφθόρως  Θεόν  Λόγον  τεκοῦσαν, τήν  ὄντως  Θεοτόκον  Σέ  μεγαλύνομεν.

καί τό παρόντα Μεγαλυνάρια.
Χαίροις τών Μαρτύρων ή καλλονή, καί τών ιαμάτων ό χείμαρρους ό δαψιλής, χαίροις τών Ροδίων, ό μέγας πολιοΰχος, Φανούριε άξίως άντιδεδόξασαι.

Τίς τών πταισμάτων σου τήν πληθύν, έξείπη άξίως καί τών πόνων τό καρτεράν συ γάρ τών βασάνων, τά είδη καθυπέστης, ώς άσαρκος νεκρώσας τόν παναλάστορα.

Ώς οίστρον έν Ρόδω άρτιφανές, Φανούριε όφθης, εί και ήθλησας προ πολλοΰ, καί καταφωτίζεις πιστών τάς διανοίας, βολαίς τών σών απείρων θαυμάτων ενδοξε.

Πυρός ακμαιότερος αληθώς, καί σιδήρου Μάρτυς, εύτονώτερος όραθείς, τήν οικονομίαν έτράνωσας τοΰ λόγου, τοίς εργοις βεβαιώσας δ άνεκήρυξας.

Πάντας τους προστρέχοντας εύλαβώς, τφ σεπτω ναο σου, καί αΐτοΰντας από ψυχής, λύσιν όφλημάτων, καί ρώσιν καί υγείαν, μή παύση έποπτεύων, παραμυθούμενος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

καί τό έξής Τροπάριον.
"Ηχος δ'. Βασίλειον διάδημα.

Ουράνιον έφύμνιον έν γή τελείται λαμπρώς, έπίγειον πανήγυριν νΰν εορτάζει φαιδρώς, Αγγέλων πολίτευμα, άνωθεν ύμνοοδίαις, εύφημοΰσι τούς άθλους, κάτωθεν Εκκλησία, τήν ουράνιον δόξαν, ήν εύρες πόνοις καί άθλοις τοίς σοίς, Φανούριε, ένδοξέ.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ήχος β'. "Οτε έκ τοΰ ξύλου.

’Ώφθης ώσπερ λύχνος φαεινός, Μάρτυς έναθλήσας νομίμως, υπέρ Χριστού τοΰ Θεοΰ, όθεν σοΰ δεόμεθα, μακράν άπέλασον, έξ ήμών ταίς πρεσβείαις σου, παθών τήν ομίχλην, καί τών περιστάσεων, πικράν σκοτόμαιναν, φέγγος δέ άνάτειλον πάσι, θείας θυμηδίας καί δόξης, αξιομακάριστε Φανούριε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης