Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1433
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Προκόπιο Empty Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Προκόπιο

Την / Το Πεμ Δεκ 13, 2012 9:19 am
Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Προκόπιο

Ποίημα Γ. Μηλίτση
Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Προκόπιο Agiosp10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν ἀγαπήσαντα θερμῶς τὸν Δεσπότην, καὶ μαρτυρίου ἐνδύθεντα τὴν χλαῖναν, δεῦτε πιστοὶ βοήσωμεν ἐκ βάθους ψυχῆς· φύλαττε Προκόπιε, Στρατηλάτα Κυρίου, πάντας τοὺς προστρέχοντας, ἐκ καρκίνου καὶ πλάνης, καὶ ἐκ κινδύνων ῥῦσαι θαυμαστὲ, καὶ ἐξ ὀδόντων, τοῦ δράκοντος πάντιμε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Προστάτευσον πάντας θαυματουργέ, ἐκ νόσων ποικίλων, καὶ κινδύνων παντοειδῶν, ὑγείαν παράσχου θεηγόρε, καὶ προκοπὴν βίου Μάρτυς Προκόπιε.

Εἰρήνευσον Μάρτυς θαυματουργέ, ψυχὴν τὴν ἀθλίαν, ἣν ἐμόλυνα περισσῶς· διὸ καταφεύγω σοι τρισμάκαρ, καὶ ἐξαιτοῦμαι βοήθειαν, Ἅγιε.

Νοσήσας ἐκ πάντων ὀδυνηρῶς, πρὸς σὲ καταφεύγω, τὸν ἀλάνθαστον ἰατρὸν, καὶ τὴν σὴν βοήθειαν αἰτοῦμαι· Μάρτυς Κυρίου καὶ θεῖε Προκόπιε.

Θεοτοκίον.
Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ Σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ Ἀγαθοῦ τε λοχεύτρια.


ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἱκετεύω σε Μάρτυς, καὶ θεῖε Προκόπιε, παράσχου ἡμῖν θεοφόρε, πᾶσαν βοήθειαν, τοῖς εὐφημοῦσι φωστὴρ, καὶ καταφεύγουσι πόθῳ, πειρασμῶν ἀπάλλαξον, τῇ μεσιτείᾳ σου.

Ἀπὸ πάσης ἀνάγκης, καὶ τῶν δεινῶν λύτρωσαι, τοὺς πρός σέ προσπίπτοντας πίστει, μάκαρ Προκόπιε· παράσχου πᾶσι σοφὲ, ἁμαρτημάτων τὴν γνῶσιν, καὶ ἐκ πλάνης δαιμόνων, τάχος ἐξάρπασον.

Προστασίαν καὶ σκέπην, ψυχῆς τε καὶ σώματος, αἰτοῦμαι παμμάκαρ καὶ θεῖε, ὄντως Προκόπιε· ἐκκάθαρόν με σοφὲ, καὶ τῶν παθῶν ταῖς λιταῖς σου, καὶ παντοίων θλίψεων, σῶσον ἱκέτην σου.

Θεοτοκίον.
Χαλεπαῖς ἀῤῥωστίαις καὶ νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ Παρθένε, Σύ μοι βοήθησον· τῶν ἰαμάτων γὰρ ἀνελλιπῆ Σε γινώσκω, θησαυρόν Πανάμωμε, τὸν ἀδαπάνητον.


Διάσωσον ἀπὸ κινδύνων ἱκέτας σου θεοφόρε, ὅτι πάντες σεμνοπρεπῶς πρὸς σὲ καταφεύγομεν, ὡς ἄγρυπνον φύλακά τε καὶ ῥύστην.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Πλεόντων σωτήρ, ὁδοιπορούντων σύμμαχος, πενθούντων χαρά, νοσούντων ἰατήριον, ἐδείχθης Προκόπιε. Διό σοι προσπίπτομεν Ἅγιε, αἰτοῦντες χάριν τὴν σὴν δαψιλὴν, ἐν πάσαις τοῦ βίου περιστάσεσιν.


ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Μολυσμῶν ἀποκάθαρον, τὴν ψυχήν μου Μάρτυς, σεμνέ Προκόπιε, καὶ παντοίας νόσου καὶ βλάβης ῥῦσαι θαυμαστὲ, ἡμᾶς τοὺς δούλους σου.

Τῆς κολάσεως ἄξιος, ἀληθῶς ὁ τάλας θεόφρον γέγονα, διὸ τρέμω ὁ ἀνάξιος, καὶ προστρέχω θαυμαστὲ τῇ σκέπῃ σου.

Ἰατρὸς ὁ ἀλάνθαστος, ἀνεδείχθης Μάρτυς Χριστοῦ Προκόπιε, σὺ τοὺς πόνους καταπράϋνον, καὶ ὑγείαν δώρησαί μοι Ἅγιε.

Θεοτοκίον.
Οἱ ἐλπίδα καὶ στήριγμα καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι Σε Πανύμνητε, δυσχερείας πάσης ἐλκυτρούμεθα.


ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Φρούρησον ἡμᾶς, ταῖς πρεσβείαις σου μακάριε, καὶ τοὺς σοὺς δούλους σκέπε Μάρτυς σεμνέ, καὶ ἐξ ὀδόντων ἐχθροῦ, σὺ σοφὲ ἐξάρπασον.

Νόσων ἰατρός, ἀνεδείχθης μέγας Ἅγιε, καὶ πάντων τῶν Χριστιανῶν, σὺ φρουρός, ἀσπὶς καὶ τεῖχος ἀπόρθητον, σεμνὲ Προκόπιε.

Ῥῦσαί με δεινῶν, καὶ στενώσεως Προκόπιε, ἐκ νόσων καὶ θλίψεων καὶ συμφορῶν, τῇ μεσιτείᾳ σου μάκαρ, κλεινὲ ἀπάλλαξον.

Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τὴν ἀσθένειαν, ἐπισκοπῆς Σου ἀξιώσασα, καὶ τὴν ὑγείαν τῇ πρεσβείᾳ Σου παράσχου μοι.


ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Καρκίνου, καὶ αἰφνιδίου θανάτου, διαφύλαξόν με σὺ Στρατηλάτα, καὶ ἐκ παθῶν καὶ δεινῶν ἀλγηδόνων, ῥῦσαι τὸν δοῦλόν σου μάκαρ Προκόπιε, καὶ σῶσον τοὺς Χριστιανοὺς, ἐκ παγίδων τοῦ ὄφεως, Ἅγιε.

Σωμάτων, θεραπευτὴν καλοῦμέν σε, Ὀρθοδόξων ἡ πληθὺς θεοφόρε, καὶ τῶν ψυχῶν ἰατρὸν καὶ προστάτην, καὶ τῶν ἐν θλίψει καὶ ζάλαις προπύργιον, Προκόπιε θαυματουργέ, τῶν πιστῶν σὺ στεῤῥὸν καταφύγιον.

Ἐν κλίνῃ, νῦν ἀσθενῶν κατάκειμαι, ὁ πανάθλιος ἱκέτης σου Μάρτυς, καὶ τὴν σὴν βοήθειαν μάκαρ αἰτοῦμαι, ἣν δώρισαί μοι ταχέως Προκόπιε, καὶ πᾶσαν λύπην τῆς ψυχῆς, ἀπ᾿ ἐμοῦ ἀποδίωξον Ἅγιε.

Θεοτοκίον.
Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ᾿ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, Σοῦ δέομαι τῆς Ἀγαθῆς· ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.


Διάσωσον, ἀπὸ κινδύνων ἱκέτας σου θεοφόρε, ὅτι πάντες σεμνοπρεπῶς πρὸς σὲ καταφεύγομεν, ὡς ἄγρυπνον φύλακά τε καὶ ῥύστην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.

Προστάτης πτωχῶν ἀνεδείχθης μακάριε, καὶ νοσούντων ἰατρὸς ἀλάνθαστος Ἅγιε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ φύλαξον θαυματουργὲ ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, ἡμᾶς τοὺς σοὶ προστρέχοντας. Τάχυνον εἰς πρεσβείαν καὶ σπεῦσον εἰς ἱκεσίαν ὁ ἑτοιμότατος φρουρός, παναοίδιμε Προκόπιε.


Προκείμενον.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται
Στ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. ιβ΄ 8 – 12).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγάς καὶ τὰς ἀρχάς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τι ἀπολογήσησθε, ἤ τι εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὀρθοδόξων καύχημα, καὶ ὀρφανῶν ὁ προστάτης, τῶν πλεόντων στήριγμα, καὶ τῶν ἐν στρατεύματι, ὁ παρήγορος, σὲ ἱκετεύομεν, καὶ χεῖρας αἴρομεν οἱ ἀνάξιοι, Προκόπιε. Ῥῦσαι ἐκ θλίψεων, κινδύνων τε καὶ λοίμης καὶ νόσων πάραυτα ἀπάλλαξον πάντας τοὺς προσφεύγοντας τῇ σῇ σκέπῃ, καὶ ὀργὴν δικαίαν, Κυρίου Παντοκράτορος σεμνέ, τάχος κατεύνασον Ἅγιε, τῶν πιστῶν τὸ σέμνωμα.


ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νικητὴς ἀνεδεὶχθης, καὶ κατέλυσας Μάρτυς πάντα τὰ εἴδωλα, διὸ σὲ ἱκετεύω, καὶ δέομαι Ἅγιε, τὴν νεότητα φύλαξον, καὶ ἐκ τῶν παρεκτροπῶν διάσωσον εὐχαῖς σου.

Ἰσχυρὸς ἀνεδείχθης, τοῦ Σταυροῦ τῇ δυνάμει, σεμνὲ Προκόπιε, καὶ πᾶσι τοῖς νοσοῦσι, ὑγείαν σὺ παρέχεις, διὸ ἅπαντες ᾄδομεν, ὁ τῶν Πατέρων ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Τοῦ Σταυροῦ τῇ δυνάμει, τῶν εἰδώλων τὰ ξόανα ἐθρυμμάτισας, καὶ νίκην ἐδωρίσω, ἡμῖν τοῖς Ὀρθοδόξοις, διὸ ἄδοντας λέγομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀῤῥωστίας, Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ Σου τῆ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτήρα Χριστὸν, ἡμῖν ἀποτεκοῦσα.


ᾨδὴ η´. Τὸν Βασιλέα.
Τοὺς ἐν τῇ κλὶνῃ, τοῦ πόνου πάντας κειμένους, σὺ παράσχου τήν  ὑγείαν τρισμάκαρ, ἵνα σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Τοὺς προσελθόντας, ἐν τῷ σεπτῷ σου τεμένει, μὴ παρίδῃς θεόφρον ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.

Τῶν ἰαμάτων, κρουνὸς σοφὲ ἀνεδείχθης, καὶ πτωχοὺς μὴ παρίδῃς θεόφρον, ἵνα σέ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Τῶν πειρασμῶν Σὺ, τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρθένε· ὅθεν Σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.


ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Χαρᾶς καὶ εὐφροσύνης, ἔμπλησον παμμάκαρ, τοὺς ἐξαιτοῦντας ἐν πίστει τὴν σὴν ἀῤῥωγήν, καὶ τοὺς ἐν θλίψεσιν ὄντας τάχος ἐπίσκεψαι.

Προκόπιε Θεόφρον, φύλαττε τρισμάκαρ, ἐκ πάσης νόσου, ἀνάγκης καὶ θλίψεως, τοὺς εὐσεβῶς Στρατηλάτα σὲ μεγαλύνοντας.

Ὦ μέγα Στρατηλάτα, φάλαγγος Κυρίου, τοὺς στρατευομένους καλῶς διαφύλαξον, καὶ ἁμαρτάδων μου λύσιν, εὐχαῖς σου δώρησαι.

Θεοτοκίον.
Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα Παρθένε θεράπευσον, ἐξ ἀῤῥωστιας εἰς ῥῶσιν μετασκευάζουσα.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ὀρθοδόξων ἡ καλλονή· χαίροις διωχθέντων, καταφύγιον ἰσχυρόν· χαίροις τῶν ἐν θλίψει, καὶ τῶν ἐν ἐξορίᾳ, Προκόπιε θεόφρον, τὸ παραμύθιον.

Μάρτυς τοῦ Κυρίου θαυματουργέ, φύλαττε σοὺς δούλους, ἀπὸ βλάβης τε καὶ φθορᾶς, ἐκ νόσων παντοίων καὶ θλίψεων ποικίλων, καὶ τοῖς ἐν μετανοίᾳ, δάκρυα δώρησαι.

Σκέπαζε Προκόπιε θαυμαστέ, πάντας τοὺς συζύγους, καὶ τὰ τέκνα αὐτῶν σοφέ. Φύλαττε ἐκ νόσων, σατανικῶν παγίδων, καὶ ὀλιγοπιστίας πάντας τοὺς δούλους σου.

Ἔχοντες προστάτην θαυματουργὲ, σὲ τὸν Στρατηλάτην, Ἐκκλησίας τὴν κορυφήν, χαίρομεν ἀσμένως, κηρύττομεν δεόντως, Χριστοῦ τὰ μεγαλεῖα, Μάρτυς Προκόπιε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τοὺς προστρέχοντας θερμῶς, τῇ σῇ κραταιᾷ προστασίᾳ, καὶ ἀντιλήψει σοφέ, φύλαττε πρεσβείαις σου καὶ σῶσον Ἅγιε, τὰς αἰτήσεις ἐκπλήρωσον, καὶ ἐκ ὁλεθρίων, πειρασμῶν τοῦ ὄφεως, ῥῦσαι θεόφρον ἀεί. Λύχνε τοῦ Χριστοῦ φωτοφόρε, εὔχου ὦ Προκόπιε ἔτι, καὶ ὑπὲρ ἡμῶν τῶν ἀνυμνούντων σε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.


_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης