Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός κανών εις τους Αγίους Δώδεκα Πανεύφημους Αποστόλους Νο2 Empty Παρακλητικός κανών εις τους Αγίους Δώδεκα Πανεύφημους Αποστόλους Νο2

Την / Το Δευ Δεκ 17, 2012 4:28 am
Παρακλητικός κανών εις τους Αγίους Δώδεκα Πανεύφημους Αποστόλους Νο2

Παρακλητικός κανών εις τους Αγίους Δώδεκα Πανεύφημους Αποστόλους Νο2 Agioi_10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Εἶτα τά Τροπάρια.  

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῶν Ἀποστόλων τῷ Ναῷ νῦν προσδράμωμεν, καὶ τῆ εἰκόνι τῇ αὐτῶν προσκυνήσωμεν, ἐκ κατωδύνου κράζοντες καρδίας αὐτοῖς· πάσης ἡμᾶς ῥύσασθε, ἐπηρείας καὶ βλάβης, ὁρατῶν ἁπάντων τε, καὶ ἐχθρῶν ἀοράτων, τοὺς μετὰ πόθου σκέπη τῇ ὑμῶν προσπεφευγότας Ἀπόστολοι ἔνδοξοι.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν, οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Πέτρε ὁ πέτραν ἀῤῥαγῆ τῆς πίστεως, φερωνυμίαν πλουτῶν, τὴν ἐμὴν καρδίαν κλονουμένην πάντοτε, τοῦ βίου ἀντιπνεύσεσιν, ἑδρασθῆναι ἐν πέτρᾳ, ὑπομονῆς καθικέτευε, πέτραν Ἰησοῦν τὸν Θιλάνθρωπον.

Παῦλε ἡ παῦλα, καὶ τερπνὴ ἀνάπαυσις, τῆς Ἐκκλησίας Χριστοῦ, ἀνιέρῳ σάλῳ κινουμένῳ ἵδρυσις, γενοῦ μοι καὶ ἀσφάλεια, ἱερὰ καὶ εἰς πάντων, τῶν λογισμῶν τὴν κατάπαυσιν, θείαις σου πρεσβείαις εἰσάγαγε.

Ἀνδρέα θεῖε τοῦ Χριστοῦ Ἀπόστολε, ὁ δύναμις εὐπρεπής, Ἑλληνίδι γλώσσῃ μεθερμηνευόμενος, ἐμὲ τὸν πολλοῖς πταίσμασιν, ἀσθενῆ γεγονότα, καὶ δυσειδῆ ἐνδυνάμωσον, καὶ θείαν εὐπρέπειαν ἔνδυσον.

Θεοτοκίον.
Ἄνθρακος θείου φλογοφόρον ὄχημα, ἀναδειχθεῖσα Ἁγνή, ἐξ οὗ ὥσπερ ἄλλοι, ἄνθρακες ἀνήφθησαν, οἱ Ἱεροὶ Ἀπόστολοι, τῆς ψυχῆς μου τὴν ὕλην, ἐν τῷ πυρὶ τῷ ἀύλῳ Σου, φλέξον Μητροπάρθενε Δέσποινα.


ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Πτερνιστὴς ἀνεδείχθης, σὺ τῶν παθῶν ἔνδοξε, γόνε Ζεβεδαίου βροντῆς τε, θεῖε Ἰάκωβε, κλῆσιν κατάλληλον, πεπλουτηκὼς διὸ πάντα, τῆς σαρκὸς τὰ πάθη με νικᾶν ἐνίσχυσον.

Θείαν χάριν σημαίνει, ἡ ἱερὰ κλῆσις σου, μάκαρ Ἰωάννη παρθένε, ἥνπερ ἀπείληφας, πλουσίαν ἄνωθεν, ὡς Θεολόγος Κυρίου· διὸ θείας χάριτος δεῖξόν με σκήνωμα.

Στόμα ὄντως λαμπάδος, σὸν ἱερὸν ὄνομα, Φίλιππε τρισμάκαρ δηλοῖ, μεθερμηνευόμενον· διὸ νυμφῶνα Χριστοῦ, μετὰ φαιδρᾶς τῆς λαμπάδος, κατοικεῖν με πάντοτε πρέσβευε ἔνδοξε.

Θεοτοκίον.
Τὴν Πηγὴν ἀπαθείας Σὺ μὲν Ἁγνὴ ἔτεκες, μῦσται δὲ ἐκήρυξαν κόσμῳ· διὸ τοῦ σώματος, τῆς ἐμπαθείας με, ἡδυπαθείας ψυχῆς τε, νοὸς προσπαθείας τε, Κόρη ἀπάλλαξον.


Διάσωσον, ὦ ἐκλεκτὴ δωδεκὰς Αποστόλων ἀπὸ πάσης ἀνάγκης ἡμᾶς καὶ κακώσεως, τοὺς πόθῳ σε εὐφημοῦντας καὶ πίστει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.

Πρεσβείαν θερμήν, ποιήσατε πρὸς Κύριον, Χριστοῦ Μαθηταί, καὶ ἔνδοξοι Ἀπόστολοι, ὅπως λάβωμεν ἄφεσιν, ὧνπερ ἐν βίῳ ὧδε ἡμάρτομεν, καὶ Βασιλείας τῆς ἐν οὐρανῷ, οἱ ὑμῶν δοῦλοι ἐκεῖ ἐπιτύχωμεν.


ᾨδὴ δ´. Σύ μου ἰσχὺς Κύριε.
Κλῆσις ἡ σή, μεθερμηνεύεται Δίδυμος· τῇ ἐγέρσει, γὰρ Χριστοῦ ἐδίστασας Θωμᾶ· ψυχὴν διὸ τὴν ἐμήν, τῇ ἐγέρσει Λόγου, τοῦ ἐν ἐμοὶ ἀμφιβάλλουσαν, ταῖς μνήμαις τῶν κακῶν μου, ἀπαθῶς τυπουμένας, ὡς ἐν τύπῳ τῶν ἥλων βεβαίωσον.

Ὄνομα σόν, υἱὸν κρεμάσαντα ὕδατα, ὑπεμφαίνει· τῆς γὰρ θείας χάριτος ῥεῖθρα σαφῶς, ἔβλυσας βροτοῖς, ἄνωθεν κρεμάσας, Βαρθολομαῖε Ἀπόστολε· διὸ με τὸν διψῶντα, ὑπερώων ὑδάτων, ἀτμοσφαίρᾳ σῆς χάριτος ἄρδευσον.

Παρὰ Θεοῦ, δεδωρημένον αἰνίττεται, σὲ Ματθαῖε, τὸ σεπτόν σου ὄνομα πᾶσι βροτοῖς· διὸ τῷ Χριστῷ, ἐμὲ ἀντιστρόφως ἐκ τῶν ἀνθρώπων προσάγαγε, δεδωρημένον ὅλον, ψυχὴν πνεῦμα καὶ σῶμα ἵνα πόθῳ γεραίρω τὴν μνήμην σου.

Θεοτοκίον.
Τοῦ οὐρανοῦ, τὸν Ποιητὴν ἡ γεννήσασα, τὸν ὡς ἄλλους, οὐρανοὺς ἐκτείναντι, τοὺς Μαθητάς, εἰς πᾶσαν τὴν γῆν, ποίησον τὸν νοῦν μου, παρεμφερῆ Μητροπάρθενε, χρώματι οὐρανίῳ, προσευχῆς δι᾿ ἀΰλου, γυμνωθέντα προσύλων ἐμφάσεων.


ᾨδὴ ε´. Ἵνα τί με ἀπώσω.
Τῆς μαθήσεως γόνος, ἤτοι τῆς ζωῆς ἑρμηνεύῃ Ἰάκωβε, τοῦ Ἀλφαίου γόνος, χρηματίσας· διὸ ἱκετεύω σε, τῆς ζωῆς τὰς θείας, καὶ ἱεράς με μαθητείας, καὶ μαθεῖν καὶ παθεῖν καταξίωσον.

Ὑπακοὴν ὦ Σίμων, ζηλωτὰ Ἀπόστολε δηλοῖ σὸν ὄνομα· καὶ γὰρ ἀδιστάκτως τῷ Δεσπότῃ Χριστῷ καθυπήκουσας, τοῦ Κυρίου πάσαις, ταῖς ἐντολαῖς διὸ παμμάκαρ, ὑπακούειν κᾀμὲ ἐνδυνάμωσον.

Ἰούδα Ἰακώβου, ὁ ἐξομολόγησις ἑρμηνευόμενος ἐξομολογεῖσθαι, τῷ Κυρίῳ εὐχαῖς σου ἐνίσχυσον, καὶ μετανοεῖν με, ἀπὸ ψυχῆς τε καὶ καρδίας, στεναγμοῖς προσευχαῖς τε καὶ δάκρυσιν.

Θεοτοκίον.
Τετραπλῆς ἀπαθείας, σώματι ψυχῇ τε καὶ ἐπιθυμίᾳ τε, ἐνθεωρουμένης, ὡς οἱ θεῖοι Πατέρες διδάσκουσι, καὶ τῇ διανοίᾳ, ἐμὲ ἀξίωσον Παρθένε, δραστικαῖς Ἀποστόλων ἐντεύξεσιν.


ᾨδὴ στ´. Τὴν δέησιν ἐκχεῶ.
Ἐφώτισας, τῷ φωτὶ τῆς πίστεως, Ἀντιόχειαν καὶ Ῥώμην ὦ Πέτρε καὶ ἐν σταυρῷ, ἀντιστρόφως ἐπάγης· ἀλλὰ κἀμοῦ τὸ ζοφῶδες ἐλάμπρυνον, καὶ σάρκα μετὰ τῶν παθῶν, διὰ πόνων σταυρῶσαι ἀξίωσον.

Πεπλήρωκας, Εὐαγγέλιον θεῖον, ἀπὸ Ἱερουσαλήμ τε καὶ μέχρι Ἰλλυρικοῦ, ἐν δέ Ῥώμῃ ὦ Παῦλε, τὴν κεφαλὴν ἀπετμήθης, ἀλλ᾿ ἔκτεμε, ψυχῆς μου οἴησιν δεινήν, τοῦ σατὰν κεφαλὴν τὴν ἀκέφαλον.

Διέδραμες, ὦ Ἀνδρέα ἔνδοξε, Βυζαντίδα καὶ τὴν ἤπειρον πᾶσαν, ἕως Σκυθῶν, καὶ Ἑλλάδος κηρύττων, καὶ ἐν αὐτῇ σταυρωθεὶς τετελείωσθαι· διὸ κἀμὲ τῶν σῶν παθῶν, καὶ τῆς δόξης σου μέτοχον ποίησον.

Θεοτοκίον.
Ὑπέραγνε, ὑπὲρ νοῦν ἡ τέξασα, καὶ ἁγνῶς τὸν τῆς ἁγνείας σπορέα, τοῦ πονηροῦ τῆς λαγνείας σπορέως, τοὺς λογισμοὺς τοῦ νοός μου ἐκρίζωσον, ἐμφύτευσον δὲ τοὺς ἁγνούς, ἱεραῖς Ἀποστόλων δεήσεσιν.


Διάσωσον, ὦ ἐκλεκτὴ δωδεκὰς Αποστόλων ἀπὸ πάσης ἀνάγκης ἡμᾶς καὶ κακώσεως, τοὺς πόθῳ σε εὐφημοῦντας καὶ πίστει.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.

Φῶς τοῦ κόσμου καὶ ἅλας ἡδὺ ὡς ὑπάρχοντες, γεωργοὶ καὶ ποιμένες Κυρίου Ἀπόστολοι, ἐνεργείαις τούτων πάντων δωρήσασθε ἡμῖν, ἐκλαμπρύνοντες τὸν νοῦν, καὶ σηπεδόνας τῶν παθῶν ἀποξηραίνοντες πρόῤῥιζον ἀνασπῶντες, ἄκανθαν ἁμαρτίας, καὶ ταῖς νομαῖς τῶν ἀρετῶν, ἡμᾶς ἀεὶ διατρέφοντες.


Προκείμενον
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Στ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν.

Τῷ καιρῷ ἐκείνῳ, ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ὄρος προσεύξασθαι καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ Θεοῦ· καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησε τοὺς Μαθητὰς αὐτοῦ· καὶ ἐκλεξάμενος ἀπ᾿ αὐτῶν δώδεκα, οὓς καὶ Ἀποστόλους ὠνόμασε, Σίμωνα, ὃν καὶ ὠνόμασε Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην, Φίλιππον καὶ Βαρθολομαῖον, Ματθαῖον καὶ Θωμᾶν, Ἰάκωβον τὸν τοῦ Ἀλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν, Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν Ἰσκα-ριώτην, ὃς καὶ ἐγένετο προδότης. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε, πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες, ὅτι ἤγγικεν ἡ Βασιλεία τῶν Οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα.
Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Ἐλεῆμον, ἐλέησόν με ο Θεός….
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δώδεκα Ἀπόστολοι, ὅταν ἐν δώδεκᾳ θρόνοις, καθίσητε κρίνοντες, τὰς φυλὰς τὰς δώδεκα, τότε δείξατε, οἰκιστὰς Πόλεως, τῆς ἐπουρανίου, ἡμᾶς πάντας παναοίδιμοι, τῆς θεμελίους τε, δώδεκα ἐχούσης ἐκ δώδεκα, λίθων καὶ πύλας δώδεκα, ἐκ μαργαριτῶν δυοκαίδεκα, καὶ δωδεκαρίθμου, καρποῦ μεταλαβεῖν τοῦ τῆς ζωῆς, ξύλου ἡμᾶς ἀξιώσατε, ταῖς ὑμῶν δεήσεσιν.


ᾨδὴ ζ´. Παῖδες Ἑβραίων.
Πᾶσαν διδάσκων Ἰουδαίαν, ὦ Ἰάκωβε, Ζεβεδαίου μαχαίρᾳ, πίνεις τὸ τοῦ Χριστοῦ, ποτήριον· διό με, τῶν πειρασμῶν ἐνίσχυσον, τὸ ποτήριον λαμβάνειν.

Σπέρματα σπείρεις εὐσεβείας, ἐν τῇ Πάτμῳ τε καὶ Ἀσίᾳ κηρύττων, καὶ κοίμησιν φρικτὴν ὑπέστης Ἰωάννη· διό μου κατακοίμησον, τῆς σαρκὸς ἄγρια πάθη.

Ἕλκεις εἰς πίστιν τῆς Τριάδος, τὰ ἀνώτερα μέρη τὰ τῆς Ἄσίας, καὶ τέλει σταυρικῷ, Φίλιππε ἐκοιμήθης· διὸ κἀμὲ ἀξίωσον, τοῖς ἐν κόσμῳ σταυρωθῆναι.

Θεοτοκίον.
Φῶς ἡ τεκοῦσα Θεοτόκε, τὸ ἀπρόσιτον ὅπερ εἰς πάντα κόσμον, οἱ θεῖοι Μαθηταί, ἐκήρυξαν προθύμως, τὸν νοῦν μου φωταγώγησον, ἁμαρτίαις σκοτισθέντα.


ᾨδὴ η´. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἐκκαθαίρεις, βαπτίσματι τῷ θείῳ, Πάρθους Μήδους, Ἰνδούς τε καὶ τοὺς Σύρους καὶ λογχευθεὶς Θωμᾶ τὸ στέφος εἴληφας· ἀλλὰ δέομαί σου, καὶ τὴν ῥυπωθεῖσαν, καθάρισον ψυχήν μου.

Τοῦ Κυρίου ναοὺς σεπτοὺς δεικνύεις, Ἀρμενίους, θεῖε Βαρθολομαῖε καὶ σταυρωθεὶς τὸν δρόμον ἐκτετέλεκας· ὅθεν κἀμὲ δεῖξον, Πνεύματος τοῦ θείου, ναὸν ἡγιασμένον.

Αἰθιόπων, τὰ πρόσωπα λευκαίνεις, ταῖς ἀκτῖσι, τῆς πίστεως Ματθαῖε καὶ ἐκδημεῖς διὰ πυρὸς πρὸς Κύριον· ἀλλὰ δέομαί σου, κἀμὲ πυρὶ φλέξον, τῆς τοῦ Χριστοῦ ἀγάπης.

Θεοτοκίον.
Ἐκκενώθη, ὁ πλήρης ἐν γαστρί Σου, ἀκενώτως καὶ κένωσιν τὴν Τούτου, οἱ Μαθηταὶ τοῖς πέρασιν ἐκήρυξαν· ὅθεν κενὸν ὄντα, χάριτος τῆς τούτων, πλήρη με δεῖξον Κόρη.


ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τούτῳ.
Ἱεροσολυμίτας καὶ Καισαρεῖς, τοῦ Ἀλφαίου Ἰάκωβε ἔνδοξε, υἱοὺς Θεοῦ, διὰ τοῦ βαπτίσματος ἐκτελεῖς καὶ σταυρωθεὶς ἀνέδραμες, ἵνα βασιλεύῃς σὺν τῷ Χριστῷ· διὸ κἀμὲ δυσώπει, τὸν ἀποκηρυχθέντα, υἱὸν Θεοῦ πάλιν ὀφθήσεσθαι.

Ὡς ἅλας τὴν σοφίαν σου ἐμβαλών, Ἀφρικῇ καὶ Περσίᾳ ἐξήρανας, πλάνην αὐτῶν, Σίμων Κανανῖτα καὶ Ζηλωτά καὶ σταυρωθεὶς ἐσκήνωσας, ἔνθα τῶν Ἄγγέλων αἱ στρατιαί· διὸ ἐκδυσωπῶ σε, καὶ τῆς ψυχῆς μου πάσας, τὰς σηπεδόνας ἀποξήρανον.

Δροσίζεις Ἀραβίας αὐχμῶσαν γῆν, Ἰακώβου Ἰούδα Ἀπόστολε ζωοποιῷ, θείας ἐπιγνώσεως δροσισμῷ, καὶ τοξευθεὶς ἀνέλυσας, εἶναι σὺν Χριστῷ τῷ Παμβασιλεῖ· διὸ κἀμὲ ῥανίσι, τῶν θείων πρεσβειῶν σου, αὐχμῷ τακέντα καταδρόσισον.

Χορὲ δωδεκασύνθετε Μαθητῶν, δωδεκάφωτε κύκλε οὐράνιε, ζωδιακέ· λύρα δωδεκάχορδε λιγυρά, πηγὴ ἡ δωδεκάκρουνος, ἄμπελος κυπρίζουσα εὐθαλής, δωδεκακληματοῦσα, τὸν ὕμνον τοῦτον δέχου, καὶ σωτηρίας με ἀξίωσον.

Θεοτοκίον.
Πηγὴ πασῶν χαρίτων ὁ Σὸς Υἱός, Σὺ δὲ Μήτηρ Θεοῦ τούτων θάλασσα, οἱ δὲ κλεινοί, Μῦσται καὶ Ἀπόστολοι ἀληθῶς, ῥύακες τούτων πέλουσι, καὶ ὥσπερ ἀένναοι ποταμοί· διὸ ὅπου πηγή τε, θάλασσα ποταμοί τε, ἐκεῖ σκηνῶσαί με ἀξίωσον.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀποστόλων ἡ δωδεκάς, τῆς οἰκονομίας, τοῦ Σωτῆρος μυσταγωγοί· χαίρετε φωστῆρες, ἁπάσης οἰκουμένης, σοφίας ὑπερκόσμου, ἐνδιαιτήματα.

Πέτρον Παῦλον μέλψωμεν καὶ Θωμᾶν, Φίλιππον Ἀνδρέαν, Ἰωάννην Ἰάκωβον, Σίμωνα, Ματθαῖον, Ἰούδαν Ἰακώβου, Βαρθολομαῖον ἅμα, καὶ τὸν Ἰάκωβον.

Τὰς εὐήχους σάλπιγγας τοῦ Χριστοῦ, θείους Ἀποστόλους, εὐφημήσωμεν οἱ πιστοί, τοὺς διαπρυσίως, κηρύξαντας ἐν κόσμῳ, τὴν σάρκωσιν τοῦ Λόγου, καὶ τὴν Ἀνάστασιν.

Πέτρε Ἀποστόλων ἡ κορυφή, Παῦλε θεοκῆρυξ, Ἰωάννη υἱὲ βροντῆς, Ἰάκωβε μάκαρ, σὺν τῆ λοιπῆ ὀκτάδι, ἀπαύστως δυσωπεῖτε, εἰς τὸ σωθῆναι ἡμᾶς.

Πέτρε θεῖον ἅρμα Χερουβικόν, οὐράνιε Παῦλε, ὄχημά τε Σεραφικόν, ἡ πύρινος γλῶσσα τοῦ Θεανθρώπου Λόγου, πυρός με τῆς γεέννης ἀπολυτρώσασθε.

Ῥύσασθε Ἀπόστολοι τοῦ Χριστοῦ, σεισμοῦ καὶ κινδύνων, ἐμπρησμοῦ τε καὶ τῶν δεινῶν, νόσων, τοὺς ἐν πίστει τὴν πάντιμον τιμῶντας, μνήμην ὑμῶν, θεόπται, ταῖς ἱκεσίαις ὑμῶν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ποίμνην τὴν γεραίρουσαν ὑμᾶς, καὶ ἀεὶ τιμῶσαν ἐκ πόθου, θεῖοι Ἀπόστολοι, Πέτρε Παῦλε Φίλιππε, Θωμᾶ Ἀνδρέα ὁμοῦ, Ἰωάννη Ἰάκωβε, καὶ Βαρθολομαῖε, Ματθαῖε Ἰάκωβε, ὁ τοῦ Ἀλφαίου υἱός, Σίμων, καὶ Ματθία, Ἰούδα, σὺν τῆς Θεοτόκου πρεσβείαις, θλίψεως καὶ βλάβης διασώσατε.

Μῦσται καὶ Ἀπόστολοι Χριστοῦ, οἱ τῆς Ἐκκλησίας φωστῆρες, ἀειλαμπέστατοι, δῆμε δωδεκάριθμε, καὶ θεοσύλλεκτε, τὰς δεήσεις προσδέξασθε, ἡμῶν δυσωποῦμεν, καὶ μὴ διαλίπητε, Χριστῷ πρεσβεύοντες, ὅπως πειρασμῶν καὶ κινδύνων, καὶ πειρατηρίων παντοίων, πάντοτε ῥυώμεθοι δεόμεθα.

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ. φύλαξόν με ὑπὸ τὴν σκέπην σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης