Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Δαβιδ τον Θαυματουργόν τον εν Ευβοια Διαλάψαντα Empty Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Δαβιδ τον Θαυματουργόν τον εν Ευβοια Διαλάψαντα

Την / Το Τρι Δεκ 18, 2012 6:22 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Δαβίδ τον Θαυματουργόν τον εν Ευβοια Διαλάψαντα

Ποίημα μοναχού Γερασίμου Μικραγιαννίτου.
Παρακλητικός Κανών εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Δαβιδ τον Θαυματουργόν τον εν Ευβοια Διαλάψαντα David11

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ'. Ό ὑψωθείς ἔν τῷ Σταυρῶ.

Ὦς τοΰ Σωτῆρος θεοφόρος θεράπων, καί βοηθός τοῖς ἔν ἀνάγκαις τελοῦσι, καί πρεσβευτής ὑπέρ ἡμῶν πρός Κύριον, ῥύου τούς προστρέχοντας, τῆ άγία σου σκέπη, πάσης περιστάσεως, καί δεινῶν νοσημάτων, καί πᾶσι δίδου "Ὅσιε Δαβίδ, τῆς ἀρωγῆς σου, τά θεία δωρήματα.

Δόξα. Τό αύτό. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἵ ἀνάξιοι, εἷ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων τις δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους ούκ ἀποστῶμεν Δέσποινα ἐκ σου σούς γάρ δούλου σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν


Καί ὅ Κανών οΰ ἤ ἀκροστιχίς.
«Φύλαττε ήμάς Δαβίδ θεόφρον. Γερασίμου».

Ἦχος πλ. δ'. Ὑγράν διοδεύσας.

Φωτός ἀπολαύων τοῦ Τριφεγγοῦς, φωτί θεοφόρε, τῶν ἁγίων σου πρεσβειῶν, ψυχῆς μου διάλυσον τόν ζόφον, καί ἀρετῶν ταῖς ἀκτίσι με λάμπρυνον.

'Ὑψόθεν ἐπίβλεψον εὐμενῶς, Δαβίδ θεοφόρε, τούς προστρέχοντας εὐλαβῶς, τῆ θεῖα σορῷ σου καί παράσχου, τούτοις σοφέ τήν θέρμην σου βοήθειαν.

Λαμπτῆρα νεόφωτον καί θερμόν, προστάτην σε Πάτερ, εύραμένη παρά Θεοῦ, ἤ Εὔβοια χαίροι καρπουμένῃ, τῶν σῶν θαυμάτων τήν χάριν τήν ἄφθονον.

Θεοτοκίον.
Ἁγνείας δοχεῖον φωτολαμπές, 'Ὑπέραγνε Κόρη. καί καρδία τε καί νοῖ, καί πάσῃ αἰσθήσει με ἁγνεύειν. τῆ σῆ όξεία πρεσβεῖα άξίωσον.


’Ὠδή γ'. Οὐρανίας ἁψῖδος.
Τῶν θαυμάτων πλουσίως, παρά Θεοῦ "Ὅσιε, οΐά περ πηγήν κεκτημένος, χάριν τήν ἄφθονον, βλύσον τά νάματα, τῆς σής θερμῆς προστασίας, Πάτερ τοῖς ἐν καύσωνι, δεινῶν στενάζουσι.

Τῶν ψυχῶν τάς όδύνας, ὦς συμπαθῇς ἴασαι, καί τάς τῶν σωμάτων κακώσεις,, Πάτερ θεράπευσον, τῆ δεδομένη σοι, παρά Θεοῦ ἐξουσίᾳ, τῶν πταισμάτων ἄφεσιν, ἡμῖν αἰτούμενος.

Εὐπραγίαν ἔν βίῳ, καί συμφορῶν λύτρωσιν, καί ἀπαλλαγήν πάσης νόσου, καί πάσης θλίψεως, δίδου ἑκάστοτε, τοῖς σέ προστάτην πλουτοῦσι, τῆ θερμῇ πρεσβεῖα σου, Δαβίδ μακάριε.

Θεοτοκίον.
Ἡλιόμορφε Κόρη, ἤ τόν Θεόν τέξασα, ἔν βρότεια ὕλη άρρήτως, δόξης τόν "Ἥλιον, τῆ άγλαΐα σου, τήν σκοτισθείσαν ψυχήν μου. φώτισον καί λύτρωσαι, πάσης ζοφώσεως.


Διάσωσον Δαβίδ θεόφρον ἐκ πάσης βλάβης καί νόσου, τούς ἔν πίστει τῆ σῆ πρεσβεῖα προστρέχοντας, οἵα θεράπων Κυρίου δεδοξασμένος.

’Ἐπίβλεψον ἔν εὐμενία Πανύμνητε Θεοτόκε, ἐπί ἵην ἐμήν χαλεπήν τού σώματος κάκωσιν καί Ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β'. Πρεσβεία θερμή.

Προστάτης θερμός, καί πύργος άπροσμάχητος, ἐδείχθης σοφέ, τοῖς πίστει ἐκβοῶσι σοι, καί θερμῶς κραυγάζουσι· θεοφόρε Δαβίδ τάχος πρόφθασον, καί ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἀεί τῆ Τριάδι παριστάμενος.


Ώδή δ'. Εἰσακήκοα Κύριε.
Μιμητής ἀληθέστατος, τῶν πάλαι Όσίων Πάτερ γενόμενος, σύν αὑτοῖς ἀεί ἱκέτευε, Ὅσιε Δαβίδ ὑπέρ τῆς ποίμνης σου.

Ἀπό πάσης ἀπάλλαξον, Πάτερ δυσχερείας, καί περιστάσεως, τούς θερμῶς Δαβίδ προσπίπτοντας, τῆ σορῷ τῆ θείας τῶν λειψάνων σου.

Σε προστάτην καί ἔφορον, Λίμνη ἤ Εὐβοίας Πάτερ πλουτήσασα, τῆ σῆ χάριτι ἑκάστοτε, ἀπό Πάσης ῥύεται στενώσεως.

Θεοτοκίον.
Διανοίας λαμπρότητα, καί εἰρήνην δίδου ἔν τῆ καρδία μου, καί σκανδάλων με τοῦ ὄφεως, ἀσινῆ Παρθένε διαφύλαττε.


Ὠδή ἕ'. Φώτισον ήμάς.
Ἄνωθεν ἀεί, ἐπιβλέπων διαφύλαττε, τήν άγίαν σου Μόνην Πάτερ Δαβίδ, τήν θερμῶς ἀνακειμένην τῆ σή χάριτι.

Βλέμμα ἱλαρόν, οὐρανόθεν Πάτερ ἔκτεινον, τοῖς προσπίπτουσιν τῆ Κάρα σου πιστῶς, καί παράσχοι τάς αἰτήσεις τούτοις "Ὅσιε.

’Ἴασαι ήμών, τά συντρίμματα, μακάριε, καί στενώσεων ἔν βίῳ χαλεπῶν, ἀσινεῖς Πάτερ Δαβίδ ἡμᾶς διάσῳζε.

Θεοτοκίον.
Δύναμιν ἡμῖν, οἵα Μήτηρ τοῦ Παντάνακτος, τοΰ πατεῖν τάς ἐπηρείας τοΰ ἐχθροῦ, δίδου Δέσποινα καί σκέπε τούς ὑμνοῦντας σε.


’Ὠδή ς'. Τήν δέηισιν έκχεώ.
Θαυμάτων τήν δωρεάν κεκτημένος, παραδόξως ένεργείς τοῖς αἰτοῦσι. τῆς ἀρωγῆς σου ταχέως τήν χάριν, καί τῆς ἀκρίδος πληγήν τήν ὀλέθριον, ἴασαι Ὅσιε Δαβίδ, ὦς πιστῶν βοηθός ἑτοιμότατος.

Ἐπλήγην τοῦ δυσμενοῦς τῆ κακία, καί προσώζεσα τοῖς μώλωψι Πάτερ, ἄλλα τῆ σῆ συμπαθείᾳ προσφεύγω, ἶνα ῥυσθῶ τῆς θλιβούσης με μάστιγος· σύ οὖν Παράσχου μοι σοφέ, τήν κατ’ ἄμφω ὑγείαν καί ἴασιν.

Ό μέγας νήσου Εὐβοίας κοσμήτωρ, καί θερμότατος πιστῶν ἀντιλήπτωρ, Πάτερ Δαβίδ τῶν χαρίτων τό σκεῦος, μεγάλων πόνων καί θλίψεων λύτρωσαι, τούς προσιόντας εὐλαβῶς, τῆ σορῷ τῶν ἁγίων λειψάνων σου.

Θεοτοκίον.
Φωτί με τῶν πρεσβειῶν σου Παρθένε, τόν ἔν σκότει χαλεπῆς ῥαθυμίας, καί ἀμαυρώσει δεινῆς ἁμαρτίας, καταβιοῦντα καταύγασον δέομαι, καί πρός τό φῶς τῶν ἐντολῶν, τοῦ Θεοῦ τήν ζωήν μου κυβερνῆσαν.


Διάσωσον Δαβίδ θεόφρον ἐκ πάσης βλάβης καί νόσου, τούς ἔν πίστει τῆ σῆ πρεσβεῖα προστρέχοντας, οἶα θεράπων Κυρίου δεδοξασμένος.

“Ἄχραντε ἤ διά λόγου τόν Λόγον άνερμηνεύτως, επ΄ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον. ὦς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιο.
Ἦχος β'. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.

Τῆ σῆ πρεσβεῖα Δαβίδ καταφεύγοντες, καί τῆ ἀγία σου Κάρα προστρέχοντες, ῥυσθείημεν πάσης κακώσεως, καί πειρασμῶν καί σκανδάλων τοῦ ὄφεως· σύ γάρ ἡμῶν πρέσβυς πρός Κύριον.


Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοΰ Όσιου αΰτοΰ.
Στίχ. Τί ἀνταποδώσομεν τῷ Κυρίῳ...

Εὐαγγέλιον κατά Ματθαίο.

Εἶπεν ὅ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπό τού Πατρός μου καί οὐδείς έπιγινώσκει τόν Τῖον, είμή ὅ Πατήρ· οὐδέ τόν Πατέρα τις ἐπιγιγνώσκει, είμή ὅ Υἱός, καί ὦ έάν βούληται ὅ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἵ κοπιῶντες καί πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς. "Ἀρατέ τόν ζυγόν μου ἐφ’ ὑμᾶς, καί μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶος εἶμι, καί ταπεινός τῆ καρδία καί εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὀ γάρ ζυγός μου χρηστός, καί τό φορτίον μου ἐλαφρόν ἔστιν.

Δόξα.
Ταῖς τοΰ σοῦ Ὁσίου πρεσβείαις ἐλεῆμον έξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νΰν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλεῆμον έξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Έλέησόν με ὅ θεός, κατά τό μέγα ἐλεός σου...
Προσόμοιον.
Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.

Μέγαν ἀντιλήπτορα, ἔχει σε Λίμνη Εὐβοίας, καί σκέπην καί ἔφορον, ἤ Μονῇ σου Ἅγιε ἔν σοί χαίρουσα· βοηθείς πᾶσι γάρ, ὡς Θεοῦ θεράπων, τοῖς τῆ θεῖα ἀντιλήψει σου, πιστῶς προστρέχουσι, καί παρ' ἔχεις χάριν σωτήριον, Δαβίδ θεομακάριστε, τοῖς ἀσπαζομένοις τήν Κάραν σου ὅθεν σοι βοῶμεν. Ὦς ἔχων παρρησίαν πρός Θεόν, τήν καθ’ ἡμῶν ἀποδίωκε, Βλάβην τοῦ ἀλάστορος.

Σῶσον ὅ Θεός τόν λαόν σου...

’Ὠδή ζ'. Οϊ ἐκ τῆς Ἰουδαίας.
Ῥῶσιν βλύζει ὦς δρόσον, καί παρέχει ὑγείαν ψυχῆς καί σώματος, ἤ πάντιμος σου Κάρα, σβεννυουσα τήν φλόγα, νοσημάτων καί θλίψεων, τῶν προσιόντων αὐτῇ, Δαβίδ μετ’ εὐλαβείας.

Ὀ κωνώπων τήν ῥύμην, τρ θερμῇ ἐντεύξει διώξας "Ὅσιε, ἐχθρῶν τῶν ὁρατῶν, καί ὁρατῶν κακίας, ἀνωτέρους διάσῳζε, θαυματοφόρε Δαβίδ, τούς σέ ἄν- εὐφημοῦντας.

Νοσημάτονν παντοίων, συμφορῶν πανωδύνων πικρῶν στενώσεων, σκανδάλων ψυχοφθόρων, καί στεναγμῶν καί πόνων, τῶν ἔν βίῳ ἀπάλλαττε, θαυματοφόρε Δαβίδ, τούς σέ ὑμνολογοῦντας.

Θεοτοκίον.
Γεωργεῖν με Παρθένε, καθαρότητα βίου καί νοῦν ἀκέραιον, εὐθύτητα καρδίας, καί ἤθη μετανοίας, καταξιῶσαν δέομαι, ἶνα τῆς ἄνω ζωῆς, μετά τό τέλος τύχω.


Ώδή ἡ'. Τόν Βασιλέα.
Ἔπιδε Πάτερ, ἐπί τούς σπεύδοντας πίστει, τῆ Ἀγία Μονῇ καί δίδου τούτοις, τῆς σής προστασίας, τάς σωτηρίους δόσεις.

Ῥοῦν ἁμαρτίας, τόν κατακλύζοντα Πάτερ, τάς ψυχάς ἡμῶν ξήρανον ἀοράτως, καί ζωῆς τῆς θείας, βλύσον ἡμῖν τό Ὕδωρ.

Ἅπας προστρέχων, τῆ παναγία σου Κάρα, ἁγιάζεται κατ’ ἄμφω θεοφόρε, καί κηρύττει πᾶσι, τάς σᾷς εὐεργεσίας.

Θεοτοκίον.
Σαρκί τεκοῦσα, τόν 'Ὑπερούσιον Λόγον, ἀλογίας με παθῶν ἀλογωτάτων, λύτρωσαι Παρθένε, καί σῶσον με εἰς τέλος.


Ὠδή θ’. Κυρίως Θεοτόκον.
Ἰάσεις ἀναβλύζει, ἤ σεπτή σορός σου, καί θεραπεύει δεινά ἀρρωστήματα, ὤν ἡμᾶς ῥῦσαι τῆς ῥύμης Δαβίδ μακάριε.

Μονήν σου τήν άγίαν, σκέπε θεοφόρε, καί τῆ Εΰβοία άπάση πρυτάνευε, τῆς πατρικῆς εὐλογίας σου τά δωρήματα.

Ὁδεύειν ἡμᾶς Πάτερ, καθ’ ἑκάστην ὤραν, τῆς σωτηρίας τήν τρῖβον ἐνίσχυσον, ὦς ἀν Δαβίδ τῆς ἀλήκτου ζωῆς μετάσχωμεν.

θεοτοκίον.
'Ὑπέρφωτε λυχνία, τῆς ἀΰλου δόξης, δεδοξασμένη Παρθένε Μητρόθεε, τῆς οὐρανίου με δόξης μέτοχον ποίησον.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Τόν ἀνατεθέντα ἀπό παιδός, Χριστῷ τῷ Σωτῆρι, καί ἔν βίῳ ἀγγελικῷ, λάμψαντα ἔν κόσμῳ, ἔν τοῖς ὑστέροις χρόνοις. Δαβίδ τόν θεοφόρον, Ὗμνοις τιμήσωμεν.

Χαίροις τῶν Όσιων ὅ μιμητῆς, καί χάριτος τούτων καί τῆς δόξης συγκοινωνός, Δαβίδ θεοφόρε, θεράπον τοΰ Κυρίου, καί τῆς διπλῆς ἀγάπης, ἔνθεον ὄργανον.

Λοκρίς ἤ πατρίς σου πνευματικῶς, χαίρει καί καυχᾶται, τῆ σῆ δόξῃ τῆ θαυμαστῇ, ἐξαιρέτως Πάτερ, ἔν σοί άγαλλιάται, ἤ Εὔβοια πλουτοῦσα, τήν θείαν Κάραν σου.

Πνεύματος δοχεῖον περιφανές, ὤφθης θεοφόρε, διά βίου ἀσκητικοῦ ὅθεν ἐδοξάσθης, θαυμάτων ἐνέργεια, καί ἅπασι παρέχεις, χάριν σωτήριον.

Χαίροις τῆς Μονῆς σου θερμός φρουρός, καί Λίμνης προστάτης, τῆς τιμώσης σε εὐλαβῶς· χαίροις τῶν ἐν νόσοις, καί θλίψεσι καί πόνοις, ὅ μέγας ἀντιλήπτωρ, Δαβίδ Πατήρ ἡμῶν.

Δίδου οὐρανόθεν ὦς συμπαθῇς, Δαβίδ θεοφόρε, αἰτημάτων τήν παροχήν, τοῖς θερμῶς αἰτοῦσι, τήν χάριν σου παμμάκαρ, καί αϊτει τῶν πταισμάτων, ἡμῖν τήν ἄφεσιν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβεῖαν εἰς τό σωθῆναι ἡμᾶς.


Τό τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριᾶς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τούς προσπίπτοντας θερμῶς, ταῖς σαῖς ἀντιλήψεσι Πάτερ, καί προσκυνοῦντας πιστῶς, τήν άγίαν Κάραν σου, καί θαυματόβρυτον, ἀνωτέρους διάσῳζε, ἐκ πάσης ἀνάγκης, ἰάσιν καί λύτρωσιν, πᾶσιν αἰτούμενος· σύ γάρ βοηθός ἡμῖν ὤφθης. "Ὅσιε Δαβίδ καί προστάτης, καί πρός τόν Χριστόν μεσίτης ἕτοιμος.

Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.

Δίστιχον.

Δέησιν δέχου Δαβίδ Θαυματοφόρε
Ἤν σοι Γεράσιμος θερμῶς ἀναφέρει.


Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης