Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1601
https://www.proseyxi.com

Παρακλητικός Κανών εις τον Άγιον και Μέγα Φώτιον Empty Παρακλητικός Κανών εις τον Άγιον και Μέγα Φώτιον

Την / Το Σαβ Δεκ 22, 2012 3:08 am
Παρακλητικός Κανών εις τον Άγιον και Μέγα Φώτιον Αρχιεπίσκοπον Κωνσταντινουπόλεως τον Ισαπόστολον και Ομολογητήν

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Παρακλητικός Κανών εις τον Άγιον και Μέγα Φώτιον Fotios10
Η μνήμη αυτού 6 Φεβρουαρίου.

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

καὶ τὰ εξῆς

Ἤχος δ’. Ο ὐψωθείς ἐν τὠ Σταυρῶ.

Τῆ φερωνύμω καὶ ἀγία σου κλήσει, φὠτός ἐκλάμπεις μὐστικᾶς λαμπηδόνας, ‘Αρχιεράρχου Φῶτιε πανθαύμαστε˙ ὄθεν διασκέδασον, τῶν παθῶν μου τὸ σκότος, καὶ φωτί με λάμπρυνον, ἀληθούς μετανοίας, καὶ πρὸς ὀδόν ὀδήγει με ἀεί, τῶν ἐνταλμάτων, Χριστοῦ του Θεοῦ ἠμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δεσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

και ο κανών ου η ακροστιχίς:
«Φωτί με θείω λάμπρυνον Πάτερ Γερασίμου.

Ωδή α’. Ήχος πλ. δ’. Υγράν διοδεύσας.

Φωτί τῶν ἀγίων σου πρεσβειῶν, ἀπέλασον Πάτερ, τῆς ψυχής μου τὸν σκοτασμόν, καὶ αίτει πταισμάτων μοὶ τὴν λῦσιν, παρά Χριστοῦ ‘Ιερώτατε Φῶτιε.

‘Ως πάνσοφος μῦστης τῶν ἀρετῶν, ὀδήγει με Πάτερ πρὸς τὴν κτήσιν αὐτῶν ἀεί, ὠς ἀν τῶ Χριστῶ εὐαρεστήσω, δια ζωής ἐναρέτου μακάριε.

Τὸν πάντων Δεσπότην καὶ Ποιητήν, ἰκέτευε Πάτερ, τῶν πταισμάτων δοῦναι ἠμῖν, τῆν ἄφεσιν Φῶτιε παμμάκαρ, καὶ φὠτισμόν ταῖς ψυχαῖς τὸν σωτήριον.

Θεοτοκίον.
‘Ιλύος με ρῦσαι τῆς τῶν παθῶν, και ροπής με Κόρη, πρὸς τα χείρονα δυσωπῶ, καὶ δίδου μοι δῦναμιν Παρθένε, ὠς ἀν ἐκφύγω δολίου τᾶ ἔνεδρα.


Ωδή γ’. Ουρανίας αψίδος.
Μέγας πρόμαχος ῶφθης, καὶ ἀρραγής πρόβολος, τῆς Ορθοδοξίας παμμάκαρ, ὠς ἐνθεώτατος ὄθεν ἐδραίωσον, ὀρθών δογμάτων τὴ πέτρα τοῦς σε μακαρίζοντας, Φῶτιε μέγιστε.

‘Εξ ‘Εώας ἐκλάμπων, ὠς παμφαής ἤλιος˙ ὄθεν ταῖς ἀκτίσι θεόφρον, τῆς προστασίας σου, πᾶσης αἰρέσεως, Φῶτιε λῦσον τὸν ζόφον, καὶ το φῶς ἐπίλαμψον ἠμῖν τῆς χάριτος.

Θεορρήμονι γλῶσση, θεολόγων Φῶτιε, φόβου Θεϊκοῦ τη ψυχή μου, το φῶς ἀνάτειλον, ὠς ἀν ἐκκρούσωμαι, τῆς ἀμαρτίας το σκότος, καὶ ποιῆσω Ἄγιε, το θείον θέλημα.

Θεοτοκίον.
‘Εξ ἀγνών σου αἰμάτων, ὸ τοῦ παντός Κύριος, σάρκα μὀρφωσάμενος Κόρη δι’ ἀγαθότητα, ἠμᾶς ἐρρύσατο, ἐκ τῆς ἀρχαίας κατάρας˙ ὄθεν καμέ λῦτρωσαι, παθῶν τοῦ χείρωνος.


Διάσωσον ‘Αρχιεράρχα Φῶτιε θεηγόρε, από πᾶσης ἐπιφοράς καὶ κακώσεως, τοῦς προσιόντας τὴ θεία σου ἀντιλήψει.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αῖτησις καὶ τὸ Κάθισμα.
Ἤχος β’. Πρεσβεία θερμή.

Προστάτης ἠμῶν, καὶ θείον καταφύγιον, ὠς μέγας ποιμήν, τῆς ‘Εκκλησίας γέγονας, Φῶτιε ‘ιερῶτατε˙ δια τοῦτο πίστει βοῶμεν σοὶ˙ Μη διαλίπης πρεσβεῦειν Χριστῶ, διδόναι ἠμῖν πταισμάτων ἄφεσιν.


'Ωδή δ’. Εἰσακήκοα Κύριε.
‘Ιεράρχα πολύσοφε, τῆς ‘Ορθοδοξίας ἄδυτε ἤλιε, πᾶσης βλάβης ἠμᾶς λῦτρωσαι, καὶ επινοιῶν τοῦ πολεμήτορος.

‘Ως φωτός θείου ἔμπλεως, φῶτισον καρδίαν μου τῆν τυφλῶττουσαν, καὶ πρὸς φῶς με Πάτερ Φῶτιε, ἐντολῶν τῶν θείων καθοδήγησον.

Φυγαδεύεις τὠ λόγω σου, σκοτεινῶν αἰρέσεων τῆν σκοτόμαιναν, ὠν της λῦμης ἠμᾶς φῦλαττε, θεηγόρε Φῶτιε ἀπήμονας.

Θεοτοκίον.
‘Ως Θεοῦ Μῆτηρ ἄφθορος, τὸν καταφθαρέντα με ἀτοπήμασι, Θεοτόκε ἀνακαίνισον, τὴ σὐμπαθεστάτη σου χρηστότητι.


'Ωδή ε’. Φώτισον ημάς.
Τείχος ἀρραγές, ‘Εκκλησίας ὤφθης Φῶτιε, καταράσσων τῆν ὀφρύν τῶν Δυτικῶν˙ ὠν τῆς πλάνης ἀνωτέρους ἠμᾶς φῦλαττε.

Ἴασαι ψυχῶν, καὶ σωμάτων τὰ σὐντρίμματα, τῶν ἐν πίστει προσιόντων ἀκλινεί, Πάτερ Φῶτιε τη θεία ἀντιλήψει σου.

Σθένωσον ἠμᾶς, καταβάλλειν Πάτερ Φῶτιε, ἀοράτων δυσμενῶν ἐπιβουλάς, δι’ ών θλίβειν ἐκπειρῶνται τῆν ζωή ἠμῶν.

Θεοτοκίον.
Ὄρμος γαληνός, σὐ ὐπάρχεις Μητροπάρθενε, τοῖς ἐν βίω θαλαττεύουσι πικρῶς˙ διὰ τοῦτο τὴ πρεσβεία σου προστρέχομεν.


'Ωδή ς’. Τὴν δέησιν.
Ναμάτων, πεπληρωμένος αῦλων, ὠς ὐπέρτιμον τοῦ Πνεῦματος σκεύος, τῆν πειρασμοίς φλεγομένην ψυχήν μου, καὶ τηκομένην παντοίαις ἐν θλίψεσι, δρόσισον Φῶτιε σοφέ, ἐπομβρία τῶν σῶν ἀντιλήψεων.

Παθῶν μου, τῆν χαλεπήν τρικυμίαν, καταπάϋνον ταῖς σαῖς ἰκεσίαις, καὶ πρὸς λιμένα με ἴθυνον θείον, της μετανοίας πανεῦφημε Φῶτιε, ὠς ἀν πταισμάτων πρὸς Χριστοῦ, τῆν τελείαν σὐγχώρησιν εὔροιμι.

‘Αγγέλων, καὶ τῶν ‘Αγίων τοῖς δήμοις, συνηδόμενος σοφέ ‘Ιεράρχα, ὐπέρ ἠμῶν σὐν αὐτοῖς ἐκδυςῶπει, τὸν ἐλεήμονα Λόγον καὶ Κύριον, ὄπως ρυῶμεθα ἀεί, πειρασμῶν καὶ δεινῶν περιστάσεων.

Θεοτοκίον.
Τον πάντων, Δημιουργόν και Δεσπότην, μετά σῶματος τἐκούσα Παρθένε, σωματικῶν με παθῶν ἀκαθάρτων, καὶ ψυχικῶν νοσημάτων ἀπάλλαξον, και λἀμπρυνόν μου τῆν ψυχήν, τὠ φωτί Θεοτόκε τὴς δόξης σου.


Διάσωσον ‘Αρχιεράρχα Φῶτιε θεηγόρε, ἀπό πᾶσης ἐπιφοράς καὶ κακώσεως, τοῦς προσιόντας τὴ θεία σου ἀντιλήψει.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αὶτησις καὶ τὸ Κοντάκιον.
Ἤχος β’. Τοῖς τῶν αἰμάτων σου.

‘Ως της σοφίας ἐκφάντωρ θεόληπτος, καὶ ‘Εκκλησίας ἀτίνακτον στήριγμα, μη παύση παρέχειν δεόμεθα, τῆς σὴς πρεσβείαις ἠμῖν τἀ δωρήματα, Πατέρων ἀγλάϊσμα Φῶτιε.

Προκείμενον.
Το στόμα μου λαλήσει σοφίαν…
Στίχ: Ακούσατε ταύτα…

Ευαγγέλιον. Εκ του κατά Ιωάννην. (Κεφ. 10 1-9)

Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ' ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ' αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ' οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
       
Δοξα. Ταῖς τοῦ Ιεράρχου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Στίχ. Ἐλεῆμον, ἐλέησόν με….
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὄργανον θεόπνευστον, θεολογίας ἐδείχθης, και σοφός διδάσκαλος, Εκκλησίας Φῶτιε θείω Πνεῦματι˙ καὶ τανύν Ὄσιε, πᾶσης ἐπηρείας, και μανίας τοῦ ἀλάστορος, ἀτρώτους φύλαττε, τοῦς εἰλικρινώς σε γεραίροντας, αἰρετικών τα στόματα, καθ’ ἠμῶν ἐμφράττων δεόμεθα˙ συ γὰρ ἠμῶν μέγας, προστάτης καὶ μεσίτης πρὸς Θεόν, καὶ τη πρεσβεία σου Ἄγιε, εὐλαβώς προσπίπτομεν.

Σῶσον ὸ Θεός τὸν λαόν σου…

'Ωδή ζ’. Οι εκ της Ιουδαίας.

Εδιῶχθης ἀδίκως, παρ’ ἀνδρών παρανόμων Ἄγιε Φῶτιε˙ διὸ ἠμᾶς πρὸς τρίβους, δικαιοσύνης Πάτερ, κἀθοδήγει τοῦς ψάλλοντας˙ ‘Ο τῶν Πατέρων ἠμῶν, Θεός εὐλογητός εί.

Ρήμασί σου αγίοις, ἀντιστήναι ούκ ἴσχυσαν οι διῶκοντες˙ διὸ τὴ σὴ σοφία, καὶ τὴ πραότητί σου, ἠμᾶς πάντας συνέτισον, οἰα πατήρ σὐμπαθής, Φῶτιε τὰ σὰ τέκνα.

Γνῶσιν δίδου μοι Πάτερ, καὶ ἰσχύν του δολίου πατείν τῆν δῦναμιν, καὶ τρίβον διανύειν, ταῶν ἀρετῶν ἐμφρόνως, πολυθαύμαστε Φῶτιε, ὠς ἀν της ἄνω ζωής, γένωμαι κληρονόμος.

Θεοτοκίον.
‘Εξ ἀχράντου γαστρός σου, ὸ Σωτήρ τῶν ἀπάντων ἠμῖν ἐπέφανε, καὶ ἔσωσε Παρθένε, τὴς πάλαι ἀμαρτίας, τοῦς ἐν πίστει κραυγάζοντας˙ ‘Ο τῶν Πατέρων ἠμῶν, Θεός εὐλογητός ει.


'Ωδή η’. Τον Βασιλέα.
Ρῶσιν παράσχου, κατά ψυχήν τε καὶ σῶμα, καὶ φῶς ἄνωθεν Φῶτιε θεηγόρε, τοῖς επἰζητούσι, τῆν σὴν ἐπιστασίαν.

‘Αγαλλιάται, ὴ τοῦ Χριστοῦ ‘Εκκλησία, τὴ σὴ χάριτι μέγιστε ‘Ιεράρχα˙ τῶν αἰρετικῶν γὰρ, λῦεις τᾶς ἐπινοίας.

Σαρκός μου Πάτερ, νέκρωσον πάντα τὰ πάθη, καὶ καταύγασον τὸν νοῦν μου τῶ φωτί σου. Φῶτιε ‘Ιεράρχα, ὠς θείος μου προστάτης.

Θεοτοκίον.
Ίασαι Κόρη, τῆν ἀσθενούσαν ψυχήν μου, καὶ του ρῦπου με τὴς ἀμαρτίας πλῦνον, τὴς χρηστότητός σου, τοῖς ρείθροις Θεοτόκε.


'Ωδή θ’. Κυρίως Θεοτόκον.
Μεγίστης σου σοφίας, Πάτερ τὴ ἰσχύϊ, τᾶς σοφιστείας τοῦ δράκοντος σῦντριψον, αὶρετικῶν διαλῦων ἄπαν πολίτευμα.

‘Ο μέγας ‘Ιεράρχης, Φῶτιε παμμάκαρ, τὴς ‘Εκκλησίας ὸ στύλος ὸ ἄσειστος, ἐκ τῶν σκανδάλων με ρῦσαι τοῦ πολεμήτορος.

Υψόθεν νεύσον Πάτερ, τοῖς σε ἀνυμνούσι, καὶ συμπαθῶς πᾶσι δίδου τα πρόσφορα, ὠς ἀρωγός ἠμῶν πάντων Ἄγιε Φῶτιε.

Θεοτοκίον.
Υψίστου χαίρε θρόνε, Κεχαριτωμένη˙ σὺ γὰρ βαστάζεις Χριστόν ἐν ἀγκάλαις σου, τον διὰ σου Θεοτόκε τον κόσμον σῶζοντα.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαῖροις τὴς σοφίας ὸ θησαυρός, καὶ τὴς ‘Εκκλησίας, ἀκατάσειστος πρὀμαχών˙ χαῖροις ‘Ορθοδόξων, δογμάτων μὐστογράφε, δοχείον φωτός θείου, πάνσοφε Φῶτιε.

Στόμα εὐσεβείας ὠς ἀληθώς, πολύσοφον ὤφθης, εἐπιπνοία τη Θεϊκή, Φῶτιε θεηγόρε, καὶ τῶν δοκησισόφων, ἐκτρέπεις τᾶς ἐννοίας, φωτί τῶν λόγων σου.

Λόγω καὶ σοφία παντοδαπεί, Φῶτιε ἐκλάμπων, ἐνωσφόρος ὠς φαεινός, τῆν τοῦ Νικολάου, ὀφρύν τῆν ἐπιρμένην, καθείλες οία μῦστης Χριστοῦ θεόπληπτος.

Θλίψεις καθυπέστης καὶ διωγμούς, ἐξ’ ἀνδρών ἀδίκων, ἀπτοήτω Πάτερ ψυχή, καὶ τὴς ἀληθείας, τῆν δύναμιν ἐκφάνεις, ὠς μιμητής Κυρίου ἔνδοξε Φῶτιε.

Χαῖροις ‘Αποστόλων ὸ ζηλωτής, Φῶτιε παμμάκαρ, μέγα ὄνομα καὶ σεπτόν˙ χαῖροις διδασκάλων ἀγίων ὴ λαμπρότης, καὶ ‘Εκκλησία δόξα, καὶ ἀγαλίαμα.

Φέγγει πρεσβειῶν σου τῶν φαεινῶν, φῶτισον τὸν νοῦν μου, σκοτισθέντα ταῖς ἠηδοναῖς, καὶ ἐκ της πολλής σου, σοφίας δὸς ρανίδα, τὴ ταπεινή ψυχή μου, πάνσοφε Φῶτιε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν. εἰς τὸ σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἤχος β’. Ότε ἐκ τοῦ ξύλου.

Μέγας ἀρωγός καὶ βοηθός, ὤφθης τὴς Χριστοῦ ‘Εκκλησίας, ὠς ἐνθεώτατος, Φῶτιε πανθαύμαστε, ‘Αρχιεράρχα Χριστοῦ˙ διἀ τοῦτο βοῶμεν σοἰ˙ ‘Εκ πᾶσης ἀνάγκης, καὶ παντοίων θλίψεων, καὶ περιστάσεων, φῦλαττε λιταῖς σου ἀτρώτους, τοῦς εἰλικρινώς σε τιμώντας, καὶ τὴ σὴ πρεσβεία καταφεύγοντας.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.

Δίστιχον.

Φῶτιε πανθαύμαστε φωτίσου θείω
Γεράσιμον φῶτισον τὸν σε ποθοῦντα.

_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης