Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός κανών εις την Αγίαν Μεγαλομάρτυρα Αναστασία την Φαρμακολύτρια. Empty Παρακλητικός κανών εις την Αγίαν Μεγαλομάρτυρα Αναστασία την Φαρμακολύτρια.

Την / Το Σαβ Δεκ 22, 2012 8:20 am
Φήμη μηνύματος : 100% (2 ψήφοι)
Παρακλητικός κανών εις την Αγίαν Μεγαλομάρτυρα Αναστασία την Φαρμακολύτρια..

Παρακλητικός κανών εις την Αγίαν Μεγαλομάρτυρα Αναστασία την Φαρμακολύτρια. Anasta10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Είτα το τροπάριον.

Ήχος δ΄. Ο υψωθείς εν τω Σταυρώ.

Ως των νοσούντων ταχινή θεραπεία, και πεπτωκότων εξανάστασις θεία, Αναστασίαν μάρτυς καλλιπάρθενε, λύτρωσαι τους κάμνοντας συντριμμών ολεθρίων, έγειρον πρεσβείαις σου, εκ βυθού απωλείας, τους ολοτρώπο πίστει και στοργή, τη ιερά σου Εικόνι προστρέχοντας.

Δόξα. Και νυν. Θεοτόκιον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

και ο Κανών, ου η Ακροστιχίς:
΄Έγειρον ημάς παθών Αναστασία.

Ωδή α΄. Ήχος πλ. δ΄. Υγράν διοδεύσας.

Επίνευσον μάρτυς ως ευμενής, ημών τη δεήσει, και πρυτάνευσον δαψιλώς, των σων δωρεών τας χορηγίας, Αναστασία τοις σε μεγαλύνουσι.

Γαλήνηνεν βίω ειλικρινεί, και πάντων σκανδάλων, την τελείαν αποφυγήν, ημάς ενδυνάμωσον παμμάκαρ, ιχνηλατείν δια βίου και σώζεσθαι.

Επίχεε άνωθεν δαψιλών τον έλαιον μάρτυς, των φαρμάκων των μυστικών, και ίασαι νόσων δυσιάτων, Αναστασία ημάς τους ικέτας σου.

Θεοτόκιον.
Ιλύος με κάθαρον εμπαθούς, και σώσον με Κόρη, επελθούσης μοι συμφοράς μη ουν καταλίπης με Παρθένε, ίνα μη γέλως τοις πάσι γενήσωμαι.


Ωδή γ΄. Ουρανίας αψίδος.
Ρυπτική σου πρεσβεία, τα των ψυχών τραύματα, και τά τών σωμάτων θεόφρον, δεινά ελκώματα, ημών απόκλυνον, Αναστασία και ρώσιν, και υγείαν άφθονον, πάσι χορήγησον.

Οδυνών δυσφωρήτων ,ανιαρών θλίψεων, ζάλης και πικράς αθυμίας, εκ παραπτώσεων, και κοσμικών πειρασμών, Αναστασία θεόφρον, επιστάσα λύτρωσαι, ημάς τους δούλους σου.

Νεκταρόβρυτον νάμα, ύδωρ ζωής ήδιστον, οία πέρ πηγή ευσπλαγχνίας, και αγαθότητος, Αναστασία σεμνή, τοις εν ευχή τηκομένοις, κατωδύνων θλίψεων, ράνον και όμβρησον.

Θεοτόκιον.
Η λαμπάς η φωσφόρος, της υπέρ νούν λάμψεως, η ανατολή η γλυκεία, ζωής του σέλαος, λάμψον ακτινά μοι, της αληθούς μετανοίας σκότει γάρ καλύπτομαι, πάσης φαυλότητος.


Ανάστησον Αναστασία θεόφρον τους σους ικέτας εκ συντριμμάτων και χαλεπών περιστάσεων, και σεσωσμένους προσάγαγε τω Κυρίω.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αίτησις και το Κάθισμα.
Ήχος β΄. Τοις των αιμάτων σου.

Τοις των θαυμάτων σου θείοις πυρσεύμασι, των παθημάτων ελαύνεις την μοίρασιν, και την υγείαν παρέχεις τοις χρήζουσιν, Αναστασία Χριστού σεμνοπάρθενε συ γάρ των νοσούντων ιάτειρα.


Ωδή δ΄. Εισακήκοα Κύριε.
Μοχθηρόν και επώδυνον, ως αποσκιρτήσας της θείας χάριτος, διανύω βίον ένδοξε, αλλά συ Χριστώ με επανάγαγε.

Αλεξίκακον άριστον, η της προστασίας σου επισκιάσις, εν βιαίαις περιστάσεσι, ω Αναστασία ημίν γένοιτο.

Συμφορών το επίπονον, και ασθενημάτων δεινών την έφοδον εξ ημών απείργει πάντοτε, ω Αναστασία καλλιπάρθενε.

Θεοτόκιον.
Αγαλλίασιν άυλον, τη λελυπημένη ψυχή μου όμβρησον, ώσπερ δρόσον χαριτόβρυτον, Κεχαριτωμένη Μητροπάρθενε.


Ωδή ε΄. Φώτισον ημάς.
Θαύμασι πολλοίς, και ιάσεων δυνάμεσι, διαπρέπουσα εν κόσμω εμφανώς, πανταχού πάντας προφθάσεις τους καλούντας σε.

Ώφθης αρωγός, τοις ποικίλως κινδυνεύουσιν επιφαινομένη νοερώς, και τον σάλον καταπαύσασα των θλίψεων.

Νόσων χαλεπών, στεναγμών τε και κακώσεων, και ταλαιπωρίαςπειρασμών, ω Αναστασία ημάς λύτρωσαι.

Θεοτόκιον.
Άνοιαν δεινήν, εκνοσήσας βίω χείρονι, συνεσχέθην καταιγίσι πειρασμών, αλλά τούτων Θεοτόκε συ με λύτρωσαι.


Ωδή ς΄. Την δέησιν.
Νενέκρωμαι αμαρτίας βέλεσι, τοξευθείς τη του εχθρού συνεργεία και κατωτάτω απέρριμμαι λάκκω, και εν σκιά του θανάτου κατώκησα,αλλ’επιστάσα συ σεμνή, εκ βυθού των κακών με ανάγαγε.

Ανάρρωσιν και τελείαν λύτρωσιν, τοις εν πόνοις τρυχομένοις ατρύτοις, ως φιλοικτίρμων πρυτάνευσον Μάρτυς, και θλιβομένων την λύπην μετάστρεψον,Αναστασία μυστικώς, εις χαράν αληθή και φαιδρότητα.

Σωμάτων σε ιατρόν πανάριστον, και πνευμάτων αληθή θεραπείαν, ο των ψυχών και σωμάτων Δεσπότης, Αναστασία λαμπρώς απειργάσατο διο θεράπευσον ημών, και ψυχών και σωμάτων τους μώλωπας.

Θεοτόκιον.
Των ρήσεων του σεπτού θελήματος, παρακούσας ακουσία εσχάτη, απεμακρύνθην Θεού ο παντλήμων, και χλευασμός τοις πλησίον μου γέγονα διό οικτρού ονειδισμού, Θεοτόκε μου συ με διάσωσον.

Ανάστησον Αναστασία θεόφρον τους σους ικέτας, εκ συντριμμάτων και χαλεπών παραπτώσεων, και σεσωσμένους προσάγαγε τω Κυρίω.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Αίτησις και το Κοντάκιον.
Ήχος β΄. Τα άνω ζητών.

Τα πάθη ημών, τα μυσαρά και χρόνια, ροπή μυστική, Αναστασία ίασαι, και ζωήν ακίνδυνον, διανύειν ημάς καταξίωσον, ώς αν των θείων εντολών, τρυγήσωμεν πάντες, τους ενθέους καρπούς.


Και ευθύς το Προκείμενον.
Υπομένων υπέμεινα τον Κύριον, και προσέσχε μοι, και εισήκουσε της δεήσεως μου.
Στίχος. Και έστησεν επί πέτραν τους πόδας μου, και κατεύθυνε τα διαβήματά μου.

Ευαγγέλιον. Εκ του κατά Ματθαίον (κεφ. Ί 16-22)

Είπεν ο Κύριος τοις εαυτού μαθηταίς Ιδού εγώ αποστέλλω υμάς, ως πρόβατα εν μέσω λύκων γίνεσθε ουν φρόνιμοι ως οι όφεις και εκέραιοι ως αι περιστεραί. Προσέχετε δε απο των ανθρώπων παραδώσουσι γαρ υμάς εις συνέδρια και εν συναγωγαίς αυτών μαστιγώσουσιν υμάς και επί ηγεμόνας δε και βασιλείς αχθήσεσθε ένεκεν εμού, εις μαρτύριον αυτοίς και τοις ένθεσιν.Όταν δε παραδώσουσιν υμάς, μη μεριμνήσητε πως η τι λαλήσητε δοθήσεται γαρ υμίν εν εκείνη τη ώρα τι λαλήσητε. Ου γαρ υμείς έστε οι λαλούντες, αλλά το Πνεύμα του Πατρός υμών το λαλούν εν υμίν. Παραδώσει δε αδελφός αδελφόν εις θάνατον και πατήρ τέκνον, και επαναστήσονται τέκνα επί γονείς και θανατώσουσιν αυτούς. Και έσεσθε μισούμενοι υπό πάντων διά το όνομα μου ο δε υπομείνας ειςτέλος, ούτος σωθήσεται.

Δόξα
Ταις της Αθλοφόρου πρεσβείαις πρεσβείαις, ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Και νυν
Ταις της Θεοτόκου πρεσβείαις πρεσβείαις, ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.


Στίχος. Ελεήμον, ελέησον με ο Θεός…
Προσόμοιον.
Ήχος πλ. β΄. Όλην αποθέμενοι.

Ρώσιν αδαπάνητον, ψυχών ομού και σωμάτων, ως πηγή ακένωτος, επομβρία κρείττονι, αναβλύζουσα, των παθών κάθαρον, και των νοσημάτων, τας σπιλάδας και προστρίμματα, εξ ημών τέλειον, ω Αναστασία πολύαθλε, υγείας ιλαρότητα, της κατ’ άμφω πάσι παρέχουσα, και τον σον νυμφίον, απαύστως καθικέτευε Χριστόν, αμαρτημάτων συγχώργσιν, δούναι τοις τιμώσί σε.

Σώσον ο Θεός τον λαόν σου

Ωδή ζ΄. Παίδες Εβραίων.

Άλυτον βίον ειρηναίον, εν σεμνότητι και πάση ευσεβεία, διανύειν ημάς, ενίσχυσον λιταίς σου, Αναστασία ένδοξε, ιαμάτων η πλημμύρα.

Σβέσον την φλόγα των παθών μου, και κατάπαυσον τον πόνον της ψυχής μου, και χαράν αληθή και θείαν ευφροσύνην, Αναστασία δώρησαι, τω δεινώς κεκακωμένω.

Ίδε ευσπλάγχνω ομματί σου, την ταπείνωσιν ημών Μεγαλομάρτυς, και μεγάλων κακών, ημίν επερχομένων, την ρύμην αναχαίτισον, τη μεγίστη σου πρεσβεία.

Θεοτόκιον.
Άκουσον Κόρη της φωνής μου, ενωτίσθητι μυχίους στεναγμούς μου, και μελλούσης οργής, και φανεράς αισχύνης, ως οίδάς με απάλλαξον, τον δεινώς συντετριμμένον.


Ωδή η΄. Τον εν όρει αγίω.
Γεωργία της σης επιστασίας, παθημάτων δεινών, ανάσπασον τας ρίζας, εκ των ψυχών ημών θεομακάριστε, και της αφθαρσίας, εμφύτευσον εν ταύταις, τας θείας αναδόσεις.

Εφορώσα ημάς μη διαλίπης, τους την σην αρωγήν, νυν επιβοωμένους, Αναστασία Μάρτυς καλλιπάρθενε, όπως λυτρωθώμεν, πάσης επηρείας, εχθρού του παλαμναίου.

Ρέει άφθονον χάριν ιαμάτων, η πανσέβαστος, και ιερά Εικών σου, και νοσημάτων σβέννυσι τους άνθρακας, και τους φλεγομένου, θλίψεσιν ατρώτους, ένθεους αναψύχει.

Θεοτόκιον.
Από πάσης οργής θανατηφόρου, και βουλής πονηράς, του αρχηγού του σκότους, ευλογημένη σωσόν με Πανάμωμε και της ενεστώτης, ρυσαί με ανάγκης, τη ση επιστασία.


Ωδή θ΄. Κυρίως Θεοτόκον.
Σωμάτων σηπεδόνας, και ψυχών τας νόσους, τη μυστική χειρουργία θεράπευσον, Αναστασία Θεόφρον των προσιόντων σοι.

Ιλέωσαι σοις δούλοις, τη ση μεσιτεία τον αγαθόν και ευίλατον Κύριον, ώς αν της τούτου τρυφήσαιμεν αγαθότητος.

Μνημόνευε απαύστως, ω Αναστασία, των ολοτρόπω σπουδή προσιόντων σοι, και εκ ψυχής εξαιτούντων την προστασίαν σου.

Ολόσωμον το τραύμα, κέκτημαι ο τάλας, αλλ’επιστάσα συ Μάρτυς με ίασαι, και προς οδόν μετανοίας ήδη με ίθυνον.

Θεοτόκιον.
Υψίστου ώφθης θρόνος, Κεχαριτωμένη, διό κάμε εκ των κάτω ανύψωσον, προς αληθείς αναβάσεις ζωής κρείττονος.


Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Παρθενομαρτύρωντην καλλονήν, και των ιαμάτων, τον ακένωτον θησαυρόν, την νύμφην Κυρίου, το σκεύος των χαρίτων, σεμνή Αναστασία υμνολογούμεν σε.

Χαίροις παρθενίας εύπνους λειπών, ο τα άνθη φέρων, της αθλήσεως τα τερπνά, ων τη ευδοκία σεμνή Αναστασία, ημών τας διανοίας, ευφραίνεις πάντοτε.

Χαίρουσα ηγώνισαι ανδρικώς, υπέρ της αγάπης, του ταθέντος εν τω Σταυρώ όθεν της ευκλείας, αυτού επιτυχούσα, ημάς Αναστασία αεί περίεπε.

Χαίροις των θαυμάτων η λαμπηδών, η της ευσπλαχνίας, διαυγάζουσα τας αυγάς, και των παθημάτων, διώκουσα το σκότος, κλυτή Αναστασία, πιστών βοήθεια.

Χάριτι ενθέου τας παροχάς, δαψιλώς πορίζου, τοις αιτούσιν ολοσχερώς, την σην προστασίαν, σεμνή Αναστασία, και θλιβερών παντοίων, ημάς διάσωζε.

Έγειρον εκ λάκκου αμαρτιών, την ψυχήν μου Μάρτυς, ιλοσθήσασαν χαλεπώς, και προς μετανοίας, οδηγησόν με τρίβους, Αναστασία Μάρτυς, τον ευφημούντας σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Το τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.


Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς....Δόξα....Κύριε, ἐλέησον ἡμᾶς....Καὶ νῦν... Θεοτοκίον.Τῆς εὐσπλαγχνίας τὴν πύλην....

και το Τροπάριον.

Ήχος δ΄. Ο υψωθείς εν τω Σταυρώ.

Την αθληφόρον του Χριστού την πανένδοξον, Αναστασίαν οι πιστοί ικετεύσωμεν, όπως Χριστός δεήσειν αυτής τειχίσηται ημάς, όνπερ επεπόθησεν ως Νυμφίον ουράνιον, πάντα αποπτύσασα προς την τούτου απόλαυσιν. Κατ’αοράτων γαρ εχθρών και ορατών, μεσίτις πέλει Κυρίω ευπρόσδεκτος.

Εκτενής και Απόλυσις, μεθ’ήν το επόμενον.

Ήχος β΄. Ότε εκ του ξύλου.

Μάρτυς του Χριστού πανευκλεής, σκέπη των πιστών και πραρτάτις, Αναστασία σεμνή, πάσης περιστάσεως, βιαίας λύτρωσαι, τους θερμώς σοι προστρέχοντας, πάσαν ευλογίαν, θείας αγαθότητος, εξαιτουμένη αυτοίς, όπως εν σεμνή πολιτεία, και ειρηνική καταστάσει, τον σε μεγαλύνοντα δοξάζωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν
.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης