Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παράκλητικός κανών της Αγίας Μαρκέλλας της Χιοπολίτιδος  Empty Παράκλητικός κανών της Αγίας Μαρκέλλας της Χιοπολίτιδος

Την / Το Σαβ Ιαν 05, 2013 8:52 am
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παράκλητικός κανών της Αγίας Μαρκέλλας της Χιοπολίτιδος

Παράκλητικός κανών της Αγίας Μαρκέλλας της Χιοπολίτιδος  Agia_m10
Εορτάζετε 22 Ιουλίου


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ο ὑψωθείς ἐν τῷ Σταυρῶ.
Οἱ ἐν δεινοῖς καί περιστάσεσι δεῦτε τῆ τῆς Μαρκέλλης θαυμαστῇ ἀντιλήψει πάντες καταφύγωμεν κραυγάζοντες. Ἀθληφόρε λύτρωσαι τούς προστρέχοντας πίστει τῆ θεία προστασίᾳ Σου καί γάρ Χριστῷ παρρησίᾳ τῆ πορφυρᾶ Σου καί μαρτυρικῇ, λαμπρᾷ Ἐσθῆτι, Παρθενομάρτυς παρίστασαι.

Τό απολυτυκίον τοῦ Ἀγίου Νικηφόρου τοῦ Χίου (ὑμνογράφου τῆς Ἀγίας)
Καρδαμύλων τό κλέος καί Ρεστών τόν Διδάσκαλον, τῆς Νέας Μονῆς τε ἱερόν καθηγούμενον. Νικηφόρον ὑμνήσωμεν πιστοῖ, ὡς νίκην ἐργασάμενον λαμπράν, κατά δαιμόνων τοῖς θαύμασι, καί ἀγγέλους κατευφράναντα, καί ὁσίων τά τάγματα. Δόξα τῷ Σε δοξάσαντι Χριστῷ. Δόξα τῷ Σε ἀναδείξαντι Μακαρίου τοῦ Κορίνθου μιμητήν μεθ’ού ἐν Χίῳ συμψύχως ἐβίωσας.

Δόξα Τοῦ Κυρίου τοῖς νόμοις (ἴδε εἵς τό τέλος) Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τις ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δε διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Ούκ ἀποστῶμεν, Δέσποινα, ἐκ σου˙ σου γάρ δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν' (50) Ψαλμός
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανῶν.

Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας

Σωτῆρα δυσώπει πάντων Θεόν, Μαρκέλλα ἀπαύστως, καί ἐξάγαγε συμφορῶν, τούς πίστει προσελθόντας καί εὐλαβείᾳ πάσῃ, ὑπό τήν σκέπην Σου μάρτυς Κυρίου πανένδοξε.

Ὅλος ὑπάρχω τῆ ἐμμονῇ προσβλέπειν ἐν βίῳ, παρερχόμενα καί θνητά, τόν νοῦν ἀνόρθωσον μου τά ἄνω βλέπειν μάρτυς, ἐν ὄρει τῷ Ἁγίῳ ὦ κατεσκήνωσας.

Ἰατρεύεις ἁπάντων πάθη πολλά, θεράπευσον ὅθεν, σύν τῷ σώματι, τήν ψυχήν, τῶν Σε φωνούντων πόθῳ, Μαρκέλλα Καλλιμάρτυς ἐπιστασία, Σου.

Θεοτοκίον
Χαῖρε ἁπάντων μόνη ἐλπίς, διάσωσον πάντας, τούς ἐν πίστει καί ἀκλινεῖ, προσφεύγοντας ἐλπίδι, Παρθένε Θεοτόκε, τῆ Ευσπλαχνία Σου.


Ὠδή γ'. Οὐρανίας ἁψῖδος
Σῶσον μάρτυς Κυρίου, τούς ἀνυμνοῦντας Σε, ἔν ἀληθείᾳ καί πόθῳ Μαρκέλλα πάνσεμνε, ὡς ἀν σωθέντες πρεσβεία Σου, προσβολῶν τοῦ ὄφεως, Χριστόν δοξάζομεν.

Ὅλην σχοῦσα καρδίαν, ταῖς νοηταῖς λάμψεσιν, καί θεωρίας ἐκεῖθεν, Μαρκέλλα Καλλίνικε, ἔκλινας τήν κάραν Σου, τῷ Σῶ πατρί τῷ βαναύσῳ, ἀπελθοῦσα χαράν πρός τήν οὐράνιον.

Λιμένα Σε θεῖον ὡς ἀληθῶς ἔδειξε, ἐν τῆ νήσω τῆς Χίου, Χριστός ὁ Κύριος, ὅθεν καταφεύγομεν τῷ Ναῶ ἐν Μαρκέλλα λαμβάνοντες ἐκεῖθεν γαλήνῃ ἀστασίαστον.

Θεοτοκίον
Ὑπεραγία Παρθένε Θεοτόκε Ἀνύμφευτε, τήν παναθλίαν ψυχήν μου, Ἀγνῇ ἐπίσκεψαι, καί καθαράν αὑτήν δεῖξον, μετανοίας δάκρυσιν, αὑτήν εὐπρεπίζουσα.


Διάσωσον ἐκ πάσης ἐναντίας περιστάσεως ἀθληφόρε, τούς ἐν πίστει τῆ παρρησία Σου προσφεύγοντας, καί Σε φωνοῦντας καλλιμάρτυς Μαρκέλλα.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα
Ἦχος β’. Πρεσβεία θερμή.

Πηγῇ θαυμαστῇ ἰάσεων γέγονεν, Μαρκέλλα σεμνή ἡ πέτρα ἤ Σε ἐδέξατο, ἰᾶται γάρ τούς ἅπαντας τό ἐκ ταύτης χεόμενον ὕδωρ καί χριομένους εὐλαβῶς, εἵς δόξαν Χριστοῦ τοῦ Νυμφίου Σου.


Ὠδή δ'. Εἰσακήκοα Κύριε
Γεγηθότες βοῶμεν Σοι, Μαρκέλλα ἐκλύτρωσαι, τοῦ δολίου δράκοντος, καί διατήρει ἀσινεῖς τούς ὑμνοῦντας Σε.

Γέγονας Νύμφῃ τῷ Κυρίῳ ὡραία, ὦ Μαρκέλλα πανέντιμε, τῆ στολῇ τοῦ αἵματος περιβεβλημένῃ, καί τήν τῆς Παρθενίας , λαμπάδα βαστάζουσα.

Ὅθεν τούς προστρέχοντας πανταχόθεν, τῷ ἁγίῳ Ναῶ Σου, ἀφύπνισον ἐξ ὕπνου ἀγνωσίας, πρός ἐργασίαν τῶν ἐντολῶν τοῦ Δεσπότου Σου.

Θεοτοκίον
Ῥῶσιν δίδου Πανάμωμε, ἔν τῆ ψυχή καί τῷ Σώματι, καί κακῶν τά σκιρτήματα, ἀφάνισον καί τούτων, τήν ὀμίχλην διάλυσον.


Ὠδή ἕ’ Φώτισον ἡμᾶς.
Τιμία Σου κεφαλῇ εἵς θάλασσαν ῥιφθεῖσα, ἁγιάζει τά ὕδατα, καί γάρ χειρί πατρώ ἐτμήθης διά τόν κτίστιν Σου.

Σκέπε ωύν ἡμᾶς ὦ Μαρκέλλα Θεοδόξαστε, ἶνα Σου τά θαύματα ἀεί, κηρύττομεν λυτρούμενοι, πάσης θλίψεως.

Σωτῆρα Χριστόν κόσμου παντός ἀγαπήσασα, τούτῳ ἑπομένη καλοῦντος, ἤρας τόν Σταυρόν, Παρθενομάρτυς Μαρκέλλα τῆς ἀθλήσεως.

Θεοτοκίον
Ἤθλησας Σεμνῇ τοῦ Θεοῦ Μητέρα Θεόνυμφον, καλοῦσα καί λέγουσα θερμῶς, Θεοτόκε καιρός, βοηθείας βοήθει μοι.


Ὠδή στ’ Τήν δέησιν, ἐκχεῶ.
Τρωθείς τοῦ ἐχθροῦ βέλει μάρτυς, τήν τρωθεῖσαν χειρός πατρῴας τόξῳ, Σε ἱκετεύω τήν Θεόφρονα Μαρκέλλαν, τά τραύματα μου θεράπευσον, καί ἀσθενείας τῆς ψυχῆς, τῆ χειρί Σου εἵς τέλος ἀφάνισον.

Ὡράισμα καί κλέος τῆς Χίου, ἀνεδείχθης καί σέμνωμα θεῖον, τῶν πρός τήν σήν δ’ ἀφορώντων πρεσβείαν, ὄντως καταφύγιον καί προστασία ἀρραγής, ἐκ μέσου ἡμῶν ποιοῦσα τά σκάνδαλα.

Ἰατρεῖον νοσημάτων ἐφάνη, ὁ ναός Σου ἄμισθον τοῖς πᾶσι, καί δεινῶν καί κακώσεων πλείστων, ἐνταῦθα τήν λύσιν λαμβάνομεν, ἀθληφόρε Κυρίου Νύμφη Χριστοῦ, οἱ προστρέχοντες ἐνταῦθα ἐκ πίστεως.

Θεοτοκίον
Γενόμενον ἐν πολλοῖς πειρατηρίοις, Θεοτόκε ἀνύμφευτε Μῆτερ, σῶσον με Κόρη τῆ σῇ συμπαθείᾳ σύν Μαρκέλλης πρεσβείαις ἤν κέκτηται, Χίος ὦς κλέος ἀληθῶς, καί θεῖον θησαύρισμα Χάριτος.


Διάσωσον ἐκ πάσης ἐναντίας περιστάσεως, ἀθληφόρε, τούς ἐν πίστει τῆ παρρησία Σου προσφεύγοντας, καί Σε φωνοῦντας, Καλλιμάρτυς Μαρκέλλα.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί Κοντάκιον,
Ἦχος β'. Προστασία τῶν χριστιανῶν.

Ἰατρεῖον νοσημάτων νῦν γέγονεν, καί τῶν κλονουμένων Μαρκέλλα τό ἔρεισμα, ἡ σή πέτρα ἡ σεπτῇ καί ἀγία Σου σορός, ἀλλά πάντοτε ἀκλινῶς τούς προστρέχοντας αὑτῇ, ἀτρώτουςτώ ὕδατι φύλαττε, ἐκ κινδύνων καί κακῶν ὀλεθρίων, ἐποπτεύουσα ἐξ οὐρανοῦ, Καλλιμάρτυς συμπαθῶς αὑτούς.


Προκείμενον
Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὑτοῦ
Στιχ. Τοῖς ἁγίοις τοῖς ἐν τῆ γῆ....

Ευαγγέλιο ἐκ τοῦ κατά Λουκᾶ.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. προσέχετε ἀπό τῶν ἀνθρώπων. ἐπιβαλοῦσι γάρ ἐφ’ ὑμᾶς τάς χεῖρας αὑτῶν καί διώξουσι, παραδιδόντες εἰς συναγωγάς καί φυλακάς, ἀγομένους ἐπί βασιλεῖς καί ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματος μου. ἀποβήσεται δε ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τάς καρδίας ὑμῶν μή προμελετᾶν ἀπολογηθῆναι. ἐγώ γάρ δώσω ἡμῖν στόμα καί σοφίαν, ἡ οὐ δυνήσονται ἀντειπεῖν οὐδέ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δε καί ὑπό γονέων καί συγγενῶν καί φίλων καί φίλων καί ἀδελφῶν, καί θανατώσουσι ἐξ ὑμῶν, καί ἔσεσθε μισούμενοι ὑπό πάντων διά τό ὄνομα μου. καί θρίξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μή ἀπόληται. ἐν τῆ ὑπομονῇ κτήσασθε τάς ψυχάς ὑμῶν.

Δόξα.
Ταῖς τῆς Ἀθλοφόρου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον.
Στίχ. Ελέησόν με ὁ Θεός, κατά τό μέγα έλεός σου....
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Νύμφη καλλιπάρθενε τού ἄνω δόξης Νυμφῶνος, Μαρκέλλα Καλλίνικε, βέλει πρῶτον τέτρωσαι, διά τόν Κτίστιν Σου, νοερῶς βλέπουσα τόν ἐν Σοι Νυμφίον, ἁγιάζεις τῆ πληγῇ Σεμνῇ θαλάσσης ὕδατα ταῖς μαρμαρυγαῖς τοῦ Σοῦ αἵματος, σύν τῷ βέλει τρέχουσα καί διωκομένῃ καί φεύγουσα, ξίφει τοῦ πατρός Σου. Μή ἄλλως δυναμένῃ δε φυγεῖν, κατακαλύπτει ὁ βράχος Σε, καί τήν χαράν τέτμησαι.

Σῶσον ὁ Θεός τόν λαόν σου....

Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἀλγηδόνων παντοίων, καί δεινῶν ὀλεθρίων καί πάσης θλίψεως, καί φθόνου τῶν δαιμόνων, καί μίσους τῶν ἀνθρώπων, Μαρκέλλα διάσῳζε, τούς προστρέχοντας ἀεί, τῆ πέτρα τῆ σχισθείσῃ.

Νομημάτων ποικίλων, χαλεπῶν καί κινδύνων, μάρτυς Καλλίνικε, τούς πόθῳ προσιόντας, τῷ ὕδατι Σου ῥῦσαι, καί παντός διαφύλαττε, ἐν πάσῃ ὤρα κακοῦ, τούς πίστει Σε τιμῶντας.

Ἁγιάσματος Θείου, και πηγής τῶν ἰάσεων ἡ σορός Σου γέγονεν, Μαρκέλλα πρόξενος, τῆ νήσω ἐν τῆ Χίῳ, ἥτις ἀεί καταφεύγει, Σοι Μάρτυς πολύαθλε, ἔνθα σῶμα τό σεπτόν, ἡ πέτρα καλύπτει Σοῦ.

Θεοτοκίον
Πασῶν τιμιωτέρα ὑπάρχεις, Σεραφείμ, Χερουβείμ τε καί ἄνω τάξεων, μαρτύρων καί Ὁσίων, καί πάντων τῶν Ἁγίων, προφητῶν Ἀποστόλων δε, Ἱεραρχῶν Πατριαρχῶν, Χριστοῦ Θεοῦ Μῆτερ.


Ὠδή ἡ’. Τόν Βασιλέα.
Σκέπε οὐρανόθεν τούς ἀκλινῶς, ἐν ἑκάστη ὤρα προστρέχοντας τῷ σεπτῷ Σου ναῶ, ἔνθα ἐνήθλησας, καί ἐν πέτρα τῆ σχισθείσῃ.

Οὐρανόθεν ἐφαπλοῦσα τήν προστασίαν Σου ὕδατος δωρούμενη, εἵς τέλος με θεράπευσον βοῶ Σοι.

Ἴασαι Νύμφη Κυρίου τήν παναθλίαν ψυχήν μου, σύν τῷ σώματι, Ναόν αὑτήν ποιοῦσα, Χριστοῦ τοῦ Θεοῦ τοῦ Νυμφίου Σου.

Θεοτοκίον
Ῥοῦν παντοίων δυσχερειῶν καί στενώσεων, καί θλίψεων ἀποξήρανον Παρθένε, δυνάμει τῶν θείων πρεσβειῶν Σου.


ᾨδή θ’. Κυρίως Θεοτόκον.
Ἁπάντων τῶν κινδύνων, ἐχθρῶν ἐς ἀοράτων καί τῶν ἐν σώματι παντοίων κακώσεων, ἐκλύτρωσαι μάρτυς, τούς εἰς Σε καταφεύγοντας.

Κλῖνον Σου τό γόνυ, τῷ θρόνῳ τῆς Τριάδος, καί τῶν κακῶν με ἁπάντων διάσωσον, ὦς σχοῦσα παρρησίαν, Μαρκέλλα Θείω βήματι.

Ἄνωθεν ἀγγέλους, αἰῶσι συγχορεύεις, καί τῶν ἐκεῖθεν τερπνῶν συμμετέχουσα, ἔπιδε ἕξ οὐρανῶν, Μαρκέλλα τούς τιμῶντας Σε.

Θεοτοκίον
Μακάριος Κορίνθου, σύν τῷ Νικηφόρῳ, ἦλθον πρό τῆς πέτρας, ἡ ἐκάλυψε Σε, ὕστερον δε ἦλθεν Νεκτάριος ὁ Θεῖος, μεθ’ ὤν καί τῆς Πανάγνου, σκέπε ἡμᾶς Μαρκέλλα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν.Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

καί τά παρόντα Μεγαλυνάρια.
Ἀστράπτεις ταῖς ἀκτίσι ταῖς θεουργαίς, οὐρανῶ ἑστῶσα, ὦ Μαρκέλλα, δόξῃ πολλῇ, ὁρῶσα σόν Νυμφίον πολλή ἐν παρρησία δι' ὄν σφαγήν ἑκούσιον, καθυπέμεινας.

Τίς με τῆς ἀγάπης τοῦ Ἰησοῦ, χωρίσει ἐβόας, καί ἐν βήματι καί σπουδῇ, προσέτρεχες θαλάσσῃ, πλησίον ἦς προσήχθης, αφαιρούμενη κάραν, θύμα τῷ Κτίστῃ Σου.

Χαίροις ἤ μαρτύρων θεία σκηνῇ, συναγαλλομένῃ, σύν ἀγγέλοις ἐν οὐρανοῖς, χαίρεις ἡ τήν κάραν, μαστοῖς χερσί τμηθεῖσα, Μαρκέλλα τρισόλβια, μάρτυς πανένδοξε.

Χαίρει νῦν ἡ Χίος, χαράν ἐν Σοί, σχοῦσα Μαρκέλλα, τό ἐκ πέτρας θαυματουργόν, ὕδωρ ὅ προχέει, σοροῦ Σου ἐξ ἀγίας, ὅπερ καί θερμοῦται, τῆ ἐπικλήσει Σου.

Πάντας τούς ἐν πίστει ὑπό τήν σήν, προστρέχοντας πρεσβείαν, διαφύλαττε τῶν δεινῶν, νόσων καί κινδύνων καί βλάβης ἐκ παντοίας, Μαρκέλλα τῶν τιμώντων Σε φυλακτήριον.

Μεγαλυνάρια συνταχθέντα ὑπό τοῦ Ἀγίου Νικηφόρου τοῦ Χίου
Χαίροις Νύμφη ἄσπιλε τοῦ Χριστοῦ, ἔνδοξε Μαρκέλλα, καλλιμάρτυς νεοφανής, βλάστημα τῆς Χίου, καί δόξα καί προστάτις, πάντων παθῶν ἀπάλλαξον, τούς τιμῶντας Σε.

Πορφύραν ἐξ αἵματος τήν στολήν, ὡς περικειμένη, καί τό στέφος ἐν κορυφῇ, ἔχουσα τό Θεῖον, καί τήν τῆς παρθενίας, λευκοφανή λαμπάδα, κρατοῦσα γέγηθας.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Τό Ἀπολυτίκιον συνταχθέν ὑπό τοῦ Ἀγίου Νικηφόρου
Τοῦ Κυρίου τοῖς νόμοις καί τοῖς θείοις διδάγμασι, πείθομένη Μαρκέλλα και ἀμέμπτως φυλάττουσα, τήν βίαν πτοηθεῖσα τοῦ πατρός, ὦ Νύμφη ἀκήρατε Χριστοῦ, ἐν τοῖς ὄρεσιν ηὐλίζου ἔνθα διώκων εὑρίσκει καί κτείνει Σε. Δόξα τῷ δεδωκότι Σοι ἰσχύν. Δόξα τῷ Σέ στεφανώσαντι. Δόξα τῷ ἐνεργοῦντι διά σοῦ πᾶσιν ἰάματα.

Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἤν ψάλλομεν τό ἐξῇς

Ἦχος β’. Πάντων προστατεύσεις

Ὅτε ἐν τῷ βράχῳ Σε ἐντός, μάρτυς ὁ πατήρ Σου κατεῖδεν, τό ξίφος ὕψωσε, σκότει συνεχόμενος, κατά τῆς σής κεφαλῆς, τότε Σύ ἀνέδραμες οὐρανῶ Μαρκέλλα, ἀγγέλων δεχομένων Σε, καί τῶν αἱμάτων κρουνοῖς, λίθοις ὦς Τιμίοις χιτῶνι, σχοῦσα ἐν τῷ τῆς παρθενίας, κατάπαυσαι, Χριστοῦ εἵς τήν ἀπάντησιν.

Πάντας τούς καλοῦντας Σου θερμῶς, μάρτυς τήν ταχεῖαν πρεσβείαν, καί χριομένους πιστῶς, τῷ Ἁγίῳ ὕδατι, θείως ἐκβλύζοντι, πάσης θλίψεως λύτρωσαι, καί πάσης ἀνάγκης. Σύ γάρ ἀναδέδειξαι, θαυματουργός ἡ κλείνη, καί ἐν ἐνεργείαις ποικίλαις, πάντας διασῴζεις Μαρκέλλα, τούς πίστει Σοι καί πόθῳ, καταφεύγοντας.


Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου καί λύτρωσαι ἡμᾶς ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην σου.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
Ἀμήν.



Ποιήσασα Θαύματα πλεῖστα Μαρκέλλα,
εἰ ἐμέ τόν ἄσωτον σώσεις,
τοῦτο ἔστι τό θαῦμα τό μέγα.
Ὤσπερ οἶδας, με σκέπε Μαρκέλλα,
οὐ γάρ οἴδα πώς σωθῆναι ὁ γράψας.



Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης