Μοιραστείτε
Πήγαινε κάτω
Γιώργος
Γιώργος
Author
Αριθμός μηνυμάτων : 1731
https://www.proseyxi.com

Παρακλητικός Κανών εις την Αγίαν εικόνα της Υπεραγίας Θεοτόκου της Προυσώτισσης Empty Παρακλητικός Κανών εις την Αγίαν εικόνα της Υπεραγίας Θεοτόκου της Προυσώτισσης

Την / Το Τρι Ιαν 15, 2013 2:54 pm
Παρακλητικός Κανών εις την Αγίαν και Θαυματουργόν εικόνα της Δεσποίνης Ημών Θεοτόκου της Επονομαζόμενης Προυσιώτισσης

Ποίημα Διονυσίου Ιερομονάχου
Παρακλητικός Κανών εις την Αγίαν εικόνα της Υπεραγίας Θεοτόκου της Προυσώτισσης Prousi10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσον μου εν τη δικαιοσύνη σου. Και μη εισέλθης εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιοθήσεται ενώπιόν σου πας ζων. ’Οτι κατεδίωξεν ο εχθρός την ψυχήν μου. Εταπείνωσε εις γην την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνας, και ηκηδίασεν επ’ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μη αποστρέψης το πρόσωπόν σου απ’ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου, ότι προς σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, πρός σε κατέφυγον, δίδαξόν με του ποιείν τό θέλημά σου, ότι συ ει ο Θεός μου. Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία, ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου, και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου ειμί.


Θεός Κύριος, και επέφανεν ημίν• ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. α΄ Ἐξομολογείσθε τω Κυρίῳ, και επικαλείσθε το όνομα το άγιον Αυτού.
Θεός Κύριος, και επέφανεν ημίν• ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. β΄ Πάντα τα έθνη εκύκλωσαν με, και τώ ονόματι Κυρίου ημυνάμην αυτούς.  
Θεός Κύριος, και επέφανεν ημίν• ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.
Στίχ. γ΄ Παρὰ Κυρίου εγένετο αύτη, και έστι θαυμαστὴ εν ὀφθαλμοίς ημών.
Θεός Κύριος, και επέφανεν ημίν• ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Καί τά Τροπάρια

Ἦχος δ'. Ό ὑψωθείς ἐν τῷ Σταυρῶ.

Τήν χαριτόβρυτον πιστοῖ τῆς Παρθένου, Θείαν Εἰκόνα προσκυνοῦντες ἐν πίστει, χαρμονικῶς ὑμνήσωμεν βοῶντες αὑτῇ χαίροις ὁ ἀέναος ποταμός τῶν θαυμάτων, πίστει τούς προστρέχοντας ἅπαντας καταρδεύων, τήν προστασίαν ἔχοιμεν τήν σήν, θλίψεσι πάσαις, Εἰκών θαυματόβρυτε.

Δόξα.. Καί νῦν.. Ἀμήν.
Οὐ σιωπήσωμεν πότε Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι εἰμί γάρ σύ προΐστασο πρεσβεύουσα, τις ἡμᾶς ἐῤῤύσατο, ἐκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὑκ ἀποστῶμεν Δέσποινα ἐκ σου• σούς γάρ δούλους σῴζει ἀεί ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ἀρχόμεϑα τοῦ Κανόνος.

Ὠδή α΄ Εἱρμός  Ἦχος πλ. δ΄Αρματηλάτην Φαραώ.

Ἀπό χειλέων ῥυπαρῶν ἐφύμνιον, δέξαι νῦν μόνη Ἀγνῇ, ὡς πρίν ὁ υἱός σου, ὁ Θεός καί πλάστης μου, τῆς χήρας κατεδέξατο, τά λεπτά καί τήν λύσιν, τῶν ὀφλημάτων παράσχου μοι, ἶνα κατά χρέος γεραίρω σε.

Ἐπιδρομαί τῶν ἀλαστόρων θλίβουσιν, Ἑλλάδα τήν ταπεινήν, καί πολλαί κακώσεις, εύροσαν τούς δούλους σου, ἡμᾶς θεοχαρίτωτε, ἀλλά τῆ θεαυγεί σου, Εἰκόνι πόθῳ προστρέχοντες, λύσιν τῶν δεινῶν ἐξαιτούμεθα.

Ο σός λαός ἐπί τό σόν κατέφυγεν, Ἐκτύπωμα ἱερόν, καί εὐλαβῶς τοῦτο, προσκυνεῖ δεόμενος` μή οὑν παρίδῃς ἄχραντε, τάς αὑτοῦ τυραννίας, αἰχμαλωσίας δημοσιεύσεις τε, ἆς κακούργων πάσχει ὠμότητι.

Εὐλογημένη ἡ Θεόν κυήσασα, τοῦτον δυσώπει ἀεί, ὑπέρ τῶν σῶν δούλων, τῶν δεινά καί οἴκτιστα, πασχόντων Παναμώμητε, ἐξ ἰδίων πταισμάτων, καί ὑπερφώτῳ Εἰκόνι σου πίστει προστρεχόντων πανάχραντε.


Ὠδή γ΄. Οὐρανίας ἁψῖδος..
Τῆς Ἑλλάδος τήν ζάλην, καί τά φρικτά κύματα, τά ἐπαπειλοῦντα σοῖς δούλοις, ἄρδην τόν ὄλεθρον, τρέψον πανύμνητε, εἰς βαθυτάτην γαλήνην, τῷ ἀμάχῳ σθένει σου ὡς ταύτης πρόμαχος.

Τούς ἐν τῆδε τῆ ποίμνη, τῆ σή Ἀγνῇ Δέσποινα, πάσης ἐπηρείας τοῦ βίου καί περιστάσεως, τήρει ἀπήμονας, ἀλλά καί ταύτην συντήρει, σή δυνάμει ἄτρωτον, ὦ Παναμώμητε.

Οὑκ ἰσχύει Παρθένε˙ τό ἀχανές πέλαγος, τῶν σῶν θαυμασίων καί ξένων γλῶσσα ἡ βρότειος, εκδιηγήσασθαι, ἆ καθ’ ἑκάστην δεικνύεις, τοῖς πιστῶς προστρέχουσι θεῖα Εἰκόνι Σου.

Τῶν δαιμόνων ἐφόδους, καί τάς πικράς Δέσποινα, καί πολυχρονίους σῶν δούλων, νόσους ἀπέλασον, ἶνα δοξάζωμεν, ἀνευφημοῦντες σε πόθῳ, ἤν ἀγγέλων άϋλοι γλῶσσαι γεραίρουσι.


Διάσωσον ἀπό κινδύνων τούς δούλους σου Θεοτόκε, ὅτι πάντες μετά Θεόν εἰς σε καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καί προστασίᾳ.

Ἐπίβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Τά ἄνω ζητῶν

Πρεσβεία θερμή καί τεῖχος απροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμεν σοι˙ Θεοτόκε Δέσποινα πρόφθασον, καί ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.


Ὠδή δ΄.  Σύ μου ἰσχύς Κύριε..
Κτήσον Ἀγνῇ, τόν πολυτάραχον κλύδωνα, καί τόν σάλον τόν ἐπεγειρόμενον, κατά τῆς σής, ποίμνης τῆς οἰκτράς, καί ἀθλίως ταύτην καταβυθίζοντα ἅπασαν, βυθῶ τῆς ἀπωλείας, παγκρατεῖ Σου δυνάμει, τῆς σής χάριτος μόνη Πανύμνητε.

Τίς ἐξειπεῖν, ὦ Ὑπερένδοξε Δέσποινα, ἐξισχύει, τάς τερατουργίας σου, τάς ὑετοῦ, πόντου τε αὑτοῦ, σταγόνας καί ψάμμον, ὑπερβαινούσας τρανώτατα, ὡς Μήτηρ γάρ Ὑψίστου, τό σθένος κεκτημένη, πάντα πράττεις ἐν μόνῳ τῷ βούλεσθαι.

Τά πονηρά, Κόρη πανάχραντε πνεύματα, τούς σούς δούλους, καταδυναστεύοντα, καί ἀφειδῶς, ἄγχοντα αὑτούς, ἀπέλασον τάχος, ἀλλά καί κίνδυνον ἅπαντα, καί νόσους ἀνιάτους, ἐκδίωξον σῶν δούλων, ἶνα Σε κατά χρέος δοξάζωμεν.

Σύ μου ἰσχύς, Σύ μου καί δύναμις Δέσποινα, ἐκβοᾷ Σοι, ὁ ταλαιπωρούμενος, ὑπό δεινῆς νόσου τληπαθώς, καί τῆ σῇ Εἰκόνι, προσπίπτει ἐπικαλούμενος, θεράπευσόν με Κόρη, πανταχοῦ καί κηρύξω, τήν ὀξεῖαν Σου Ἄχραντε δύναμιν.


Ὠδή ε΄. Ἶνα τι με ἀπώσω...
Στεναγμοί τῆς Σῆς ποίμνης, θρῆνοι τε καί δάκρυα νῦν επληθύνθησαν˙ αἱ γάρ ἀνομίαι κεφαλήν τήν αὑτῆς ὑπερήραντο, ἄξια γοῦν ὄντως, ὤν περ εἰργάσατο ἀφρόνως, τά ἐπίχειρα ἤδη κομίζεται.

Τήν ὀργήν τοῦ Υἱοῦ Σου, καί τήν ἀγανάκτησιν Παρθένε πρόφθασον, εξιλεουμένη, μητρικαῖς σου πρεσβείαις μητρόθεε, ἶνα μή εἰς τέλους, ἀθλίως ποίμνην ἐξαλείψῃ, Σήν τιμῶσαν, Εἰκόνα ὑπέρτιμον.

Νοσηλείας καί πάθῃ, χαλεπάς παρέσεις τε, ὦ Ὑπερένδοξε, καί ἀρθρῖτιν νόσον, τήν δο νούσαν τόν νοῦν καί διάνοιαν, τῶν ἀνθρώπων Κόρη, τῆ θεϊκῇ Σου δυναστεία, κατακοίμησον τάχος δεόμεθα.

Πειρασμῶν καί κινδύνων, καί δεινῶν κακώσεων, Κόρη τούς δούλους Σου, τούς πιστῶς τιμῶντας καί τήν Σήν προσκυνοῦντας πανσέβαστον, Πάναγνε, Εἰκόνα, δεῖξον Παρθένε ἀνωτέρους, καί περίσῳζε μόνη πανάχραντε.


Ὠδή στ΄ Εἱρμός Τήν δέησιν.
Τῷ θείω Σου νῦν ναῶ προστρέχομεν, οἱ παντίαις συνεχόμενοι νόσοις, πίστει θερμῇ, τήν Εἰκόνα Σου Κόρη, τήν θαυματόβρυτον κατασπαζόμενοι, καί πάντων δή τῶν δυσχερῶν, θᾶττον λύσιν Ἀγνῇ κομιζόμεθα.

Ἐνώτισαι νῦν ἡμῶν Πανύμνητε, τάς δεήσεις τῶν εἰς Σε προστρεχόντων, ὅτι δειναί, τῶν κακῶν τρικυμίαι, περιεκύκλωσαν ἡμᾶς ὦ Μητρόθεε, καί ὄλεθρον τόν παντελῆ, ἀπειλοῦσι διό τούτων λύτρωσαι.

Εἰκόνα Σου τήν σεπτήν Ὑπέραγνε, προσκυνοῦντας εὐλαβῶς τούς σούς δούλους, ῥῦσαι δεινῶν καί παντοίων κινδύνων, καί ἐξ ἐχθρῶν ἀοράτων Πανύμνητε, καί ὁρωμένων τῶν δεινῶς, τυραννούντων ἡμᾶς Παναμώμητε.

Συνάχθητε τῆς Ἑλλάδος θρέμματα, καί προσπέσατε ἐξ ὅλης καρδίας, τῆ φωταυτή τῆς Πανάγνου Εἰκόνι, περιπαθῶς ἐξαιτοῦντες τά πρόσφορα, καί τεύξεσθε ὡς ἀληθῶς, παρ’ αὑτῆς τά αἰτήματα χαίροντες.


Διάσωσον ἀπό κινδύνων τούς δούλους Σου Θεοτόκε, ὅτι πάντες μετά Θεόν εἰς Σε καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καί προστασίαν.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ανερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.   Ἦχος β΄
Προστασία τῶν χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρός τόν Ποιητήν ἀμετάθετε, μή παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς˙ ἀλλά πρόφθασον ὡς ἀγαθή, εἰς τήν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι. Τάχυνον εἰς πρεσβείαν, καί σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε τῶν τιμώντων Σε.


Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεά καί γενεά. (δις)
Στίχος: Ἄκουσον, θύγατερ, καί ἴδε, καί κλῖνον τό οὕς σου, καί ἐπιλαθοῦ τοῦ λαοῦ σου, καί τοῦ οἴκου τοῦ πατρός σου. Καί ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.
Τοῦ ὀνόματος σου μνησθήσομαι ἐν πάσῃ γενεά καί γενεά.

Ἐκ τού κατά Λουκᾶν ἀγίου Ευαγγελίου(Λουκά A' 39-49,56).

Ἐν ταῖς ἡμέραις ἐκείναις,  ἀναστᾶσα  Μαριάμ ἐπορεύθη εἰς τήν ὀρεινήν μετά σπουδῆς, εἰς πόλιν Ἰούδα, καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου, καί ἠσπάσατο τήν Ελισάβετ. Καί ἐγένετο ὡς ἤκουσεν ἡ Ελισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τῆ κοιλία αὑτῆς, καί ἐπλήσθη Πνεύματος  Ἀγίου ἡ Ελισάβετ, καί ἀνεφώνησε φωνή μεγάλη, καί εἶπεν, Εὐλογημένη σύ ἐν γυναιξί, καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου, καί πόθεν μοι τοῦτο, ἶνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; ἰδού γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ σου εἰς τά ὦτα μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τῆ κοιλία μου. Καί μακαρία ἡ πιστεύσασα, ὅτι  ἔσται τελείωσις τοῖς λελαλημένοις αὑτῇ παρά Κυρίου. Καί εἶπε Μαριάμ, Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῶ τῷ σωτῆρι μου, ὅτι ἐπέβλεψεν ἐπί τηv ταπείνωσιν τῆς δούλης αὑτοῦ. Ἰδού γάρ, ἀπό τοῦ νῦν μακαριοῦσι με πάσαι αἱ γενεαί. Ὅτι ἐποίησε μοι μεγαλεία ὁ δυνατός, καί άγιοv τό  ὄνομα αὑτοῦ. Ἔμεινε δε Μαριάμ σύν αὑτῇ ὡσεί μήνας τρεῖς, καί ὑπέστρεψεν εἰς τόν οίκοv αὑτῆς.

Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίῳ Πνεύματι.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεήμων, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεήμον ἐλέησον με, ὁ Θεός...
Ἦχος πλ. β΄ Ὅλην ἀποθέμενοι

Μή παρίδῃς δέησιν, τῶν ἀναξίων σῶν δούλων, Παναγία Δέσποινα, ἀλλά δέξαι τάχιστα, καί βοήθησον, θλίψεις γάρ πάσχομεν, φέρειν οὐ σθένομεν, τῶν δαιμόνων τά τοξεύματα, σκέπην οὑκ ἔχομεν, οὐ δε που φυγεῖν οἱ πανάθλιοι˙ πάντοθεν πολεμούμενοι, καί παραμυθία οὑκ ἔστι πλήν σου, Δέσποινα τοῦ κόσμου, ἐλπίς καί προστασία τῶν πιστῶν, μή παραβλέψης τήν δέησιν, τῶν παρακαλούντων Σε.

Σῶσον ὁ Θεός τόν λαόν σου…
Κύριε, ἐλέησον (ιβ΄)

Ὠδή ζ΄. Παῖδες Ἑβραίων...

Θλίψεις, ὀδύναι καί κακώσεις, ἤδη εύρωσαν Ἑλλάδα τήν ἀθλίαν, καί πιστῶν σου Ἀγνῇ, τό πλήρωμα βοᾶ σοι, ῥῦσαι ἡμᾶς Πανύμνητε, τῆς δεινῆς πανωλεθρίας.

Θραῦσον Παρθένε τῶν ἀνόμων τά φρυάγματα καί τάς ὁρμάς Κυρία, τάς ἀτάκτους αὑτῶν, ἡμᾶς δε τούς σούς δούλους, εἰρήνευσον ἀείποτε, εἰς αἰῶνας Σε ὑμνοῦντας.

Σκέπη Παρθένε τοῖς σοῖς δούλοις, καί ἀντίληψις γενοῦ καί σωτηρίᾳ, τοῖς ἐν πίστει τῆ σῇ, προστρέχουσιν Εἰκόνι, καί πειρασμῶν καί θλίψεων, ἐξελοῦ ἡμᾶς Κυρία.

Πάθῃ ποικίλα πυρετούς τε, καχεξίας τε καί νόσους ἀνιάτους, τῆ ἀμάχῳ σου νῦν, καί θεία προστασίᾳ, σῶν δούλων ἐξοστράκισον, ὑπερένδοξε Κυρία.


Ὠδή η΄.  Τόν ἐν ὄρει ἁγίῳ .
Τήν Εἰκόνα, τήν σήν καταπλουτοῦντες Θεομήτωρ πηγήν θαυμάτων ξένων, τῷ σῶ ναῶ προστρέχοντες λαμβάνομεν, σώματος τήν ῥῶσιν, καί ψυχῆς ὁμοῦ τε ἀγνῇ Παρθενομήτωρ.

Ὡς τυφλοῖς τε τό φώς Σύ ἐδωρήσω, καί πεσόντας ἐξ ὕψους ἐλυτρώσω, καί νῦν ἡμῶν καταύγασον τά ὄμματα, τῶν εσκοτισμένων, καί τῆς ἁμαρτίας, ἀνάστησον τοῦ χάους.

Οἱ ἐν νόσοις, Παρθένε ἀνιάτους, ἰατῆρα σε ἔχομεν ἐν πάσαις, σκέπη τῆ σῇ διό νῦν καταφεύγομεν, ἴασιν ἀφθόνως, Πάναγνε παράσχου, ἡμῖν τοῖς σοῖς οἰκέταις.

Τούς παντοίοις δεινοῖς ἐνοχλουμένους, καί Εἰκόνι τῆ σή προσερχομένους, Παρθενομήτωρ λύτρωσιν τούς δούλους σου, τρέπουσα ἐν τάχει, εἰς χαράν βαθεῖαν τήν τούτων ἀθυμίαν.


Ὠδή θ΄.  Ἐξέστη ἐπί τούτῳ..
Τό πένθος τῆς Ἑλλάδος καί κατηφές, εἰς χαράν μεταποίησον Ἄχραντε, καί χαρμονήν, ὅτι σε προστάτιν ἐν πειρασμοῖς, λιμένα τε πανεύδιον, κέκτηται ἐν σάλῳ τῶν συμφορῶν, ἐλπίδας σωτηρίας, πρός σε Κυρία πάσας, ἀνατιθεῖσα Ὑπερένδοξε.

Συντήρει σούς θεράποντας Ἀγαθή, πειρασμῶν καί κινδύνων καί θλίψεων καί συμφορῶν, χαλεπῶν ὁρμῶν τε τῶν ἐναγῶν, καί μιαιφόνων Ἄχραντε, τῶν κατατρυχόντων ἡμᾶς ἀεί, τούς θείους Σου τιμῶντας, Εἰκόνα μετά πόθου, καί προσκυνοῦντας Κόρη Πάναγνε.

Ποικίλας νοσηλείας καί χαλεπάς, πυρετούς, ποδαλγίας, παρέσεις τε καί δυσμενοῦς, ἐπηρείας πάσας καί προσβολάς, σῶν οἰκετῶν Πανύμνητε, ἐκποδών νῦν ποίησον Ἀγαθή, τῷ πόθῳ προσιόντων, Εἰκόνι τῆ σεπτῇ Σου, καί Σε πιστῶς τιμώντων Πάναγνε.

Μονήν τήν θαυμασίαν Σου καί κλεινήν, ἤν εἰς θείαν κατοίκησιν Ἄχραντε, τήν σήν ἀεί, Κόρη ηρετίσω καί τούς αὑτῇ, ἀσκητικῶς μονάζοντας, πάντιμον Εἰκόνα Σου καί σεπτήν, ὡς ὄλβον κεκτημένους, καί πύργον ἀσφαλείας, κινδύνων σῷζε Παναμώμητε.


Άξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τήν Θεοτόκον, τήν Ἀειμακάριστον, καί Παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν Τιμιωτέραν τῶν Χερουβείμ, καί Ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σε μεγαλύνομεν.

καί τά παρόντα Μεγαλυνάρια.
Δεῦτε τήν Εἰκόνα τήν Ἱεράν, τῆς Προυσιωτίσσης, ἀσπασώμεθα εὐλαβῶς, βρύουσαν παντοίων, νόσων καί πάσης βλάβης, ῥῶσιν δαψιλεστάτην, καί χάριν ἄφθονον.

Σφαίρας οὐρανίους φωταγωγεῖς, ἀχράντῳ οἰκήσει, τήν ὑδρόγειον δε βολαῖς, ἀρρήτων θαυμάτων, αὐγάζεις ὅθεν πίστει πάντες σε προσκυνοῦμεν, ὦ Προυσιώτισσα.

Τυφλοῖς τήν ἀνάβλεψιν καί κωφοῖς, τήν εὐηκοΐαν, καί ἀλάλοις λύσιν γλωσσῶν, νέμεις Θεοτόκε, πιστῶς σου δεομένοις, βαβαί σῶν θαυμασίων, Κόρη μητράνανδρε.

Ὕδωρ ανέπήγασας θαυμαστώς, ἐκ πέτρας ἀνίκμου, Θεοτόκε τῆ σῇ Μονή, ἐξ οὐ οἱ πιόντες, ἡδύτητος πληροῦνται, Χριστόν ὑμνολογοῦντες, καί σε δοξάζοντες.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον.
Ἠχός α΄. Τῆς Συνόδου τῆς πρώτης

Τῆς Ἑλλάδος ἀπᾴσῃς Σύ προΐστασαι πρόμαχος, καί τερατουργός ἐξαισίων τῆ ἐκ Προύσης Εἰκόνι σου, Πανάχραντε Παρθένε Μαριάμ, καί γάρ φωτίζεις ἐν τάχει τούς τυφλούς, δεινούς τε ἀπελαύνεις δαίμονας, καί παραλύτους δε συσφίγγεις Αγαθή˙ κρημνῶν τε σῴζεις καί πάσης βλάβης τούς σοι προστρέχοντας˙ δόξα τῷ σῶ ἀσπόρῳ τοκετῷ, δόξα τῷ σε θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διά Σου τοιαῦτα τέρατα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων τῶν τιμώντων σου Ἀγνῇ, τήν σεπτήν Εἰκόνα καί πίστει, ἀσπαζομένων αὑτήν, Ἄχραντε προΐστασαι, ὡς προστασίᾳ πιστῶν, λυτρουμένῃ τῶν θλίψεων, αὑτούς καί κινδύνων, ὅθεν σοι προσπίπτομεν, ταύτην τιμῶντες σεπτώς, Μῆτερ καί βοῶμεν ἐν πίστει, ῥῦσαι καί ἡμᾶς τούς Σούς δούλους, πάντων τῶν δεινῶν τε καί κακώσεων.

Πάντων προστατεύεις Ἀγαθῇ, τῶν καταφευγόντων ἐν πίστει τήν κραταιᾷ σου χειρί˙ ἄλλην γάρ οὑκ ἔχομεν, ἁμαρτωλοί πρός Θεόν, ἐν κινδύνοις καί θλίψεσιν, ἀεί μεσιτείαν, οἱ κατακαμπτόμενοι, ὑπό πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου. Ὅθεν σοι προσπίπτομεν ῥῦσαι, πάσης περιστάσεως τούς δούλους σου.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου εἰς σε ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ,  φύλαξόν με ὑπό τήν σκέπην σου.


Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν έλέησον ἡμᾶς.
’Ἀμήν.



_________________
Η Δύναμη του Κυρίου μας Ημών Ιησού Χριστού και όλων των Αγίων ας είναι μαζί μας Πάντοτε!!!!
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης