Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παράκλητικός κανών εις τον Θεοφόρον Πατέρα ημών Ευθύμιον τον Μέγα Empty Παράκλητικός κανών εις τον Θεοφόρον Πατέρα ημών Ευθύμιον τον Μέγα

Την / Το Σαβ 19 Ιαν 2013 - 20:10
Φήμη μηνύματος : 100% (1 ψήφοι)
Παράκλητικός κανών εις τον Θεοφόρον Πατέρα ημών Ευθύμιον τον Μέγα


Ποιηθείς υπό Κωνσταντίνου Κογεράκη του Κρητός
Παράκλητικός κανών εις τον Θεοφόρον Πατέρα ημών Ευθύμιον τον Μέγα Euthym10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Εἴτα τά παρόντα Τροπάρια
.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τῆς εὐθυμίας ὁ φερώνυμος πάτερ, τῆς ἐν Χριστῷ μέ εὐθυμίας δοχεῖον, ἀναδεῖξον ταῖς θείαις σου Εὐθύμιε εὐχαῖς, ἴνα εὐγνωμόνως σέ, ἐν ψαλμοῖς μεγαλύνω καί εὐσήμω στόματι ἀνακράζω τοιαῦτα: χαίροις Ὁσίων κλέος τό λαμπρόν καί μοναζόντων σεπτόν ἀκροθίνιον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ὸ Κανών τοῦ Οσίου φέρων ἀκροστοιχῖδαν ἐν τοῖς Θεοτοκῖοις καὶ τὴ θ' ὠδή «Κωνσταντίνου»

Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Εὐθύμιε πάτερ ἀγγελικῶς, βιώσας ἐν κόσμω, θείων ἔτυχες δωρεῶν, καί δόξης ἠξίωσαι ἀφράστου, ἐν οὐρανοῖς σύν Ὁσίων τοῖς τάγμασι.

Τρωθεῖς τή ἀγάπη τοῦ Ἰησοῦ, ἠγήσω τά πάντα ὄναρ Ὅσιε καί σκιάν, διο τῆς αὐτῶν πάτερ μερίμνης ταῖς σαῖς πρεσβείαις τούς παίδας σου λύτρωσαι.

Φωνή ὑπακούσας τή Θεϊκή, καλῶς ἐπορεύθης τήν εὐθείαν πάτερ ὁδόν, ἤν δίδου καμοί καλῶς βαδίζειν σαῖς ἰκεσίαις τρισμάκαρ Εὐθύμιε.

Θεοτοκίον.
Κινδύνοις χειμάζομαι χαλεποῖς καί θλίψις μέ ἔχει Παντευλόγητε Μαριάμ, σύ δ' ἡ γηγενῶν παραμυθία, τόν σόν οἰκέτην καλῶς παραμύθησον.


Ὠδή γ΄. Σύ εἰ τό Στερέωμα
Ὅσιε Εὐθύμιε, τῶν λογισμῶν τῶν θλιβόντων μέ, ἁπάλλαξον θείαις σου πρεσβείαις, πρός Χριστόν ὄν ἐδόξασας.

Δίδου μοί ταπείνωσιν, δίδου μοί πάτερ κατάνυξιν, δίδου σωτηρίας μοί τόν πόθον, σαῖς λιταῖς, ὤ Εὐθύμιε.

Φρόνημα τό ἄστατον, ἐκ τῆς ψυχῆς μου ἐκρίζωσον εὐχῶν σου ἁγίων τή ἀξίνη, Θεοφόρε Εὐθύμιε.

Θεοτοκίον.
Ὤ Μῆτερ Πανάμωμε, τόν κεκλεισμένον Παράδεισον, διήνοιξας οὐ καμέ πολίτην, ταῖς εὐχαίς σου ἀναδεῖξον.


Διασωσον τούς ὑμνητᾶς σου Εὐθύμιε Θεοφόρε, ἀπό κινδύνων δεινῶν καί κακώσεων, ταῖς πρός τόν Κτίστην πρεσβείαις σου εὐπροσδέκτοις.

Ἐπιβλεψον ἐν εὐμενία Πανύμνητε Θεοτόκε ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι, τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα
Ἦχος β’ . Πρεσβεία θερμή

Πρεσβεία τή σή, Εὐθύμιε μακάριε, ἠμᾶς τούς πιστῶς ὑμνοῦντας σέ διασωσον, συμφορῶν καί θλίψεων, καί παντοίων ἄλλων κακώσεων. Τή γάρ Ὁσία πάτερ σου ζωή, Χριστόν τόν Θεόν ἠμῶν ἐδόξασας.


Ὠδή δ΄. Εἰσακήκοα Κύριε
Χαμερπές ἔχων φρόνημα, ἐν τή γῆ τρισμάκαρ δεινῶς καθέλκομαι, ἀλλά σύ οὔν μέ ἀναστησον, ταῖς ἁγίαις εὐχαίς σου Εὐθύμιε.

Τῆς ψυχῆς κατερρύπωσα, τόν λευκόχρουν πάτερ χιτώνα πταίσμασι, ἀλλά σύ αὐτόν Εὐθύμιε, τή ἁγία σου χάριτι κάθαρον.

Τήν εἰρήνην σου δώρησον, ὤ Χριστέ τῷ κόσμω σεπταῖς δεῆσες, Εὐθυμίου τοῦ Θεοφρονος, τοῦ ψυχή ὁλική σέ ποθήσαντος.

Θεοτοκίον.
Νοσημάτων καί θλίψεων, ρύσαι τούς οἰκέτας σου Μητροπάρθενε, τούς κυρίως Θεοτόκον σέ ἀνυμνοῦντας ἀεί καί γεραίροντας.


Ὠδή ἐ΄. Φώτισον ἠμᾶς
Στήριξον ἠμᾶς, τῶν εὐχῶν σου τό στηρίγματι, τοῦ ἐχθροῦ γάρ τοῦ δεινοῦ ταῖς προσβολαῖς, παμμακάριστε Εὐθύμιε κλονούμεθα.

Θλίψις μέ δεινή, περιέσχε ὤ Εὐθύμιε, ἤν ἐκδίωξον ταῖς Θείαις σου λιταῖς, συμπαθείας γάρ ὑπάρχεις μάκαρ ἔμπλεως.

Δάκρυα Χριστέ, μετανοίας δός τῷ δούλω σου, ἰκεσίαις Εὐθυμίου τοῦ σοφοῦ, τοῦ ἐν γῆ ἀσκητικῶς σέ μεγαλύνατος.

Θεοτοκίον.
Σῶσον μέ Ἁγνή, ἐκ παντοίων περιστάσεων, τόν Σωτήρα γάρ ἐκύησας Χριστόν, ἀπειράνδρως καί ἀφράστως Μητροπάρθενε.


Ὠδή στ΄. Τήν δέησιν ἐκχεῶ
Δεσμοῖς μέ τῆς ἁμαρτίας ἔδησεν, ὁ ἐχθρός ὁ παλαμναῖος δολίως, καί ἐν εἱρκτή παναθλία κρατοῦμαι, ἤν τοῖς ἐμοῖς κατεσκεύασα πταίσμασι, σπεῦσον οὔν πάτερ καί γενού, λυτρωτής μου ταῖς Θείαις πρεσβείαις σου.

Ἀνῆλθες τῶν ἀρετῶν τή κλίμακι, πρός οὐράνιον Εὐθύμιε ὕψος, ἔνθα Χριστός τῷ στεφάνω τῆς νίκης, τήν κεφαλήν σου ἐνδόξως κατέστεψεν, ὅθεν στεφάνωσον ἠμᾶς, ἀρετῶν τῷ στεφάνω πρεσβείαις σου.

Ὁ τόκος σου εὐθυμίας πρόξενος, τοῖς γονεύσι σου ἐγένετο πάτερ, ὅθεν λιταίς σου Εὐθύμιε θείαις, τῆς ἐν Χριστῷ εὐθυμίας μέ πλήρωσον, ἴνα αὐτόν δοξολογῶ καί γεραίρω τά ξένα σου τρόπαια.

Θεοτοκίον.
Τεκοῦσα τόν τῆς εἰρήνης πρύτανιν, σοί προσφεύγω Μαριάμ ἀνακράζων, τό τῶν πολέμων Θεονυμφε νέφος τάς τῶν ἀνθρώπων καρδίας ἐκάλυψεν, ὅ τῆς σῆς χάριτος φωτί, ἱκετεύω Παρθένε διαλυσον.


Διασωσον τούς ὑμνητᾶς Εὐθύμιε Θεοφόρε, ἀπό κινδύνων δεινῶν καί κακώσεων, ταῖς πρός τόν Κτίστην πρεσβείαις σου εὐπροσδέκτοις.

Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων

Καταλιπῶν τά ἐν κόσμω ὡς πάνσοφος, ὑπερκοσμίων χαρίτων ἠξίωσαι, διο σέ τρισμάκαρ Εὐθύμιε, ἀνευφημοῦμεν καί πόθω κραυγαζομεν, ἰλέωσαι πάτερ τόν Κύριον.


Προκείμενον
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ
Στίχος: Μακάριος ἀνήρ ὁ φοβούμενος τόν Κύριον, ἐν ταῖς ἐντολές αὐτοῦ θελήσει σφόδρα.

Εὐαγγέλιον Ἐκ τοῦ κατά Ματθαῖον (ἴα΄. 27-30)

Εἶπεν ὅ Κύριος τοῖς ἑαυτοῦ Μαθηταις. Πάντα μοί παρεδόθη ὑπό τοῦ Πατρός μου• καί οὐδείς ἐπιγινώσκει τόν Υἷον, εἰ μή ὅ Πατήρ• οὐδέ τόν Πατέρα τίς ἐπιγινώσκει, εἰμή ὅ Υἱός, καί ὤ ἐάν βούληται ὅ Υἱός ἀποκαλυψαι. Δευτε πρός μέ πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, κάγω ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἔφ' ὑμᾶς καί μάθετε ἄπ' ἔμου ὅτι πράος εἰμί καί ταπεινός τή καρδία καί εὔρησετε ἀνάπαυσιν ταΐς ψυχαΐς ὑμῶν. Ὅ γάρ ζυγός μου χρηστός καί τό φορτίον μου ἔλαφρον ἐστίν.


Δόξα Πατρί καί Υἵω καί Ἅγιω Πνεύματι.
Ταῖς τού σου Ὁσίου, πρεσβαίαις Ἐλεήμων, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων, Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβαίαις Ἐλεήμων, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στιχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ὅλην ἀποθέμενος, τήν κοσμικήν πραγματείαν, ὡς ἐχέφρων Ὅσιε, τοῦ Χριστοῦ τοῖς ἴχνεσι, ἠκολούθησας καί καλῶς ὤδευσας, τήν εὐθείαν τρῖβον, δί' ἦλθες πρός τήν ἄφθαρτον πόλιν Εὐθύμιε, ἔνθα τῶν σῶν πόνων ἀπέλαβες τά γέρα καί ἠρίθμησαι, τοῖς τῶν Ἀσωμάτων στρατεύμασι. Ὅθεν τους τελοῦντας, τήν μνήμην σου τήν παντιμον πιστῶς, ταῖς ἱεραίς σου δεήσεσι, τῷ Χριστῷ προσάγαγε.


Σῶσον ὁ Θεός τόν λαόν σου …

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας

Ἀθυμίας μέ πάτερ, περιέχει ἡ ζάλη, Θεῖε Εὐθύμιε, ἤν θείαις σου πρεσβείαις, ἐκδίωξον ἐν τάχει, ἀπ' ἐμοῦ τοῦ οἰκέτου σου, τῆς εὐθυμίας γάρ σύ, ἐπώνυμος ὑπάρχεις.

Ἁμαράντινον στέφος, τή σεπτή κορυφή σου, Χριστός ἐπέθηκε, βραβεύσας σου τούς πόνους οὖς δί' αὐτόν ἀνδρείως ἐν ἀσκήσει ὑπήνεγκας.Αὐτόν οὔν πάτερ ἀεί, ὑπέρ ἠμῶν
δυσώπει.

Νοσημάτων ποικίλων, συμπτωμάτων παντοίων, καί πάσης θλίψεως, ἁπάλλαξον τούς πίστει, τιμώντας σέ βαθεία, καί βοώντας τῷ Κτίσαντι ὁ τῶν Πατέρων ἠμῶν,
Θεός εὐλογητός εἰ.

Θεοτοκίον.
Ἀειπάρθενε Κόρη, γηγενῶν προστασία, ἡ ἀκαταίσχυντος, ἐν βίου τή πορεία, καμέ τόν σόν οἰκέτην, ἱκετεύω προστάτευσον, ἐξ ὁρατῶν τέ ἐχθρῶν, καί ἀοράτων ἅμα.


Ὠδή ἡ΄. Τόν Βασιλέα
Κατανοήσας, τῶν ἐν τῷ βίω πραγμάτων, τό ἐπικηρόν Εὐθύμιε Θεοφρον, ἔσπευσας συνάψαι σαυτόν Χριστῷ προθύμως.

Τάς ἀλγηδόνας, τῆς παναθλίας ψυχῆς μου, τή βοτάνη τῶν ἁγίων εὐχῶν σου, ἴασαι καί σῶσον, Εὐθύμιε τρισμάκαρ.

Τή συντονία, τῶν ἐναρέτων σου τρόπων, εὐηρέστησας Εὐθύμιε τόν Κτίστην, ὄν ὡς παρρησίαν πλουτῶν ἀεί δυσώπει.

Θεοτοκίον.
Νοός μου Κόρη, τήν χαλεπήν σκοτομήνην, διασκέδασον τή σή ἀγλαΐα, ἡ τό φῶς τοῦ κόσμου, τεκοῦσα ἀπειράνδρως.


Ὠδή θ΄. Κυρίως Θεοτόκον
Τούς πίστει εὐφημούντας, σέ ψαλμοῖς καί ὕμνοις, τῆς ἐν Χριστῷ σωτηρίας ἀξίωσον, ὁ τῆς ἐρήμου πολίτης Θεῖε Εὐθύμιε.

Ἰσχύν Χριστέ παρασχου, ἠμίν τοῖς παναθλίως, πολεμουμένοις κακία τοῦ δράκοντος, τοῦ Εὐθυμίου πρεσβείαις, τού σου θεράποντος.

Νοσοῦντα μέ κατ' ἄμφω Ὅσιε Κυρίου, τῆς θεραπείας ἀξίωσον δέομαι, σύ ἰατρός γάρ ὑπάρχεις πάντων πανάριστος.

Ὁ Ὅσιος Κυρίου ὁ δεδοξασμένος, ἄς σοί αἰτήσεις προσήνεγκον πλήρωσον, καί τῶν τῆς γής φθειρομένων δεῖξον ἀνώτερον.

Θεοτοκίον.
Ὑπερευλογημένη, Ἄχραντε Μαρία, ὄν ἀπειράνδρως ἐκύησας Κύριον ὑπέρ ἠμῶν ἐκδυσώπει, οἴα φιλεύσπλαχνος.


Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,

Χαίροις μοναζόντων ἡ καλλονή, ἀσκητῶν ἡ δόξα, καί Ὁσίων ἡ χαρμονή, χαίροις ἐκκλησίας, Χριστοῦ τό Θεῖον κλέος, σέ οὔν ἀνευφημοῦμεν, πάτερ Εὐθύμιε.

Χριστοῦ τό θελήματι νουνεχῶς , ὑπείκων Θεοφρον, κόσμου ἔλιπες τά τερπνά, καί τήν τεθλιμμένην ἐβάδισας πορείαν καρτερικῶς ἐν κόσμω Θεῖε Εὐθύμιε.

Ἐκ τῆς Ἀρμενίας ὥσπερ ἀστήρ, ἐξήστραψας πάτερ, καί ἀκτίσι σῶν ἀρετῶν, τῶν φαεινοτάτων, τήν Οἰκουμένην πάσαν, λαμπρῶς καταφωτίζεις Θεῖε Εὐθύμιε.

Δάκρυσι, νηστείαις καί προσευχές, Ὅσιε καθάρας φιλοπόνως τήν σήν ψυχήν, οἶκος λαμπρός ὤφθης Τριάδος τῆς Ἁγίας, διό σέ ἀνυμνοῦμεν πάτερ Εὐθύμιε.

Τῆς σαρκός τό βρίθος ἀσκητικῶς, Ὅσιε λεπτύνας ἀνεπτέρωσας σήν ψυχήν, πρός τῆς ἀπαθείας, Εὐθύμιε τό ὕψος, διό θείων χαρίτων, ἐδείχθης τέμενος.

Σαυτόν καθοπλίσας τή τοῦ Σταυροῦ, σοφέ παντευχία, ὡς ἐχέφρων καί νουνεχής, φοβερός ἐφάνης, ἐχθροῖς τοῖς ἀοράτοις, Εὐθύμιε Θεοφρον οὖς καί ἐτρόπωσας.

Εὐθύμιε κλέος τῶν ἀσκητῶν, καί Ἀνδρέα πάτερ ὁ τῆς Κρήτης θεῖος ποιμήν, σύν τῷ Ἰωάννη τῷ Βαπτιστή ἀπαύστως Χριστόν ὑπέρ τοῦ κόσμου καθικετεύετε.

Πᾶσαι τῶν ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.


Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καί τό Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας Πίστεως
Θεία χάριτι ἠγλαϊσμένος, θεῖον ἤνυσας ἐν κόσμω βίον, τῶν μοναζόντων τό κλέος Εὐθύμιε, τῆς κοσμικῆς ἐκφυγῶν γάρ συγχύσεως, ἀσκητικῶς τόν ἐχθρόν κατεπάλαισας,
Πάτερ Ὅσιε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι ἠμίν τό μέγα ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου

Κόσμου τά ἠδέα καί τερπνά, ἔλιπες Χριστόν ἀγαπήσας, τελειωτάτω νοΐ, χαίρων δέ κατώκησας, ἐν τή ἐρήμω σοφέ, ἔνθα θείοις παλαίσμασι, καί πόνοις ἀτρύτοις, ἀνδρικῶς
ἐνίκησας, τόν πολυμήχανον. Ὅθεν της αὐτοῦ κακουργίας, λύτρωσαι ἠμᾶς εὐχαίς σου, Ὅσιε Εὐθύμιε μακάριε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ ευχών τών 'Αγίων Πατέρων ημών.
Κύριε Ίησοΰ Χριστέ ό Θεός ημών έλέησον ημάς.
’Αμήν.


Δίστιχον

Πρόσδεξαι Εὐθύμιε τάς ἱκεσίας
ἄς Κωνσταντῖνος σοί ὕφανεν πίστει.

Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης