Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παράκλητικός κανών εις τους Αγίους Πάντες Empty Παράκλητικός κανών εις τους Αγίους Πάντες

Την / Το Τετ Ιαν 30, 2013 10:54 am
Φήμη μηνύματος : 100% (2 ψήφοι)
Παράκλητικός κανών εις τους Αγίους Πάντες

Ποίημα αρχιμ. Φιλοθέου Ζερβάκου


Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καί τά παρόντα τροπάρια:

Ἦχος δ'’. Τῆ Θεοτόκῳ.

Ἁγίων Πάντων τούς χορούς εὐφημήσωμεν, τῶν Ἀσωμάτων λειτουργῶν τά στρατεύματα, καί Ἀποστόλων θείων τε Μαρτύρων τούς χορούς, τούς πρό Νόμου ἅπαντας, καί ἐν Νόμῳ προφήτας, Ἱεράρχας ἄμα τε, καί Ὁσίων τόν δῆμον, καί Γυναικών Ἁγίων τήν πληθύν, αξιοχρέως αὑτούς μακαρίζοντες.

Δόξα. Τό αὑτό. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δε διαφύλαξεν ἕως νῦν ἐλευθέρους; Ούκ ἀποστῶμεν Δέσποινα ἐκ σου˙ σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.


Καί ψάλλεται ὁ Κανών τῶν Ἁγίων Πάντων μεθ’ εὐλαβείας.

Ὠδή ἀ’. Ἦχος πλ. δ’. Ἁρματηλάτην Φαραώ.

Τριᾶς ἀγία ἱεραῖς ἐντεύξεσιν, Ἁγίων Πάντων νυνί, σούς ἀχρείους δούλους, οἴκτειρον ἐλέησον, καί βασιλείας ποίησον, κληρονόμους σύν τούτοις, ὡς ἀν σε πάντες δοξάζομεν, καί μή στερηθῶμεν τῆς δόξης σου.

Ο Μιχαήλ καί Γαβριήλ οἱ πρόκριτοι, τῶν Ἀσωμάτων Νοῶν, αἱ νοεραί τάξεις, στρατιαί οὐράνιαι, μεθ’ ὤν καί σύ πιστότατε, τῆς ἐμῆς ζωῆς φύλαξ, Χριστόν ἀεί ὦ παρίστασθε, μέμνησθε πρεσβεύειν σωθήναί με.

Πέτρε καί Παύλε Ἰωάννη πρόκριτε, θεολογίας πηγῇ, καί ὁ λοιπός ἅπας, Ἀποστόλων σύλλογος, Μαρτύρων καί Ὁσίων τε, καί Ἁγίων ἁπάντων, Χριστῷ πρεσβεύειν μή παύσητε, ὑπέρ τῆς ἐμῆς συγχωρήσεως.

Θεοτοκίον.
Ἐκ στειρευούσης κυηθεῖσα Πάναγνε, σύ παραδόξως γαστρός, τίκτεις Θεόν Λόγον, ὑπέρ λόγον ἄφθορος, καί μετά τόκον μείνασα, τοῦτον ἀεί δυσώπει, σῦν τοῖς σεπτοῖς σου γεννήτορσιν, δοῦναι μοι πταισμάτων συγχώρησιν.


Ὠδή γ’. Ο στερεώσας κατ’ ἀρχάς.
Ἐν τῆ δευτέρα σου Χριστέ, καί φοβερᾷ παρουσίᾳ, σύνταξον με δεξιοῖς σου προβάτοις, τῆς εὐκταίας σου φωνῆς, καταξιῶν ὡς εὔσπλαγχνος, ταῖς τῶν Ἁγίων Πάντων, πανευπροσδέκτοις δεήσεσι.

Τῆς Θηβαΐδος ὁ βλαστός, ὁ Παύλος σύν Ἀντωνίῳ, καί Εὐθύμιος συνάμα ὁ μέγας, Θεοδόσιος ὁμοῦ, Σάββας, Εφραίμ, Εὐθύμιος, καί Ιωάσαφ πάντες, οἱ Ὅσιοι ευφημήσθωσαν.

Ἐπιθυμίας βλαβερᾶς, θυμοῦ δεινῆς ἀκηδίας, καί παθῶν παντοδαπῶν ῥύσασθε με, Ἱεράρχαι τοῦ Χριστοῦ, Βασίλειε, Γρηγόριε, καί ὁ χρυσοῦς τήν γλῶτταν, καί πάντες θεῖοι διδάσκαλοι.

Θεοτοκίον.
Η τετοκυίᾳ τόν Χριστόν, αὑτόν δυσώπει Παρθένε, σῦν Παρθένοις τε καί Μάρτυσιν ἄμα, καί Ὁσίαις γυναιξί, Ματρώνη, Θεοκτίστη τε, καί ταῖς λοιπαῖς ἀμνάσι, τοῦ οἰκτειρήσαι καί σῶσαι με.


Διάσωσον ἀπό κινδύνων σούς δούλους, πληθῦς ἁγίων ἁπάντων, ὅτι τῆ θεῖα ὑμῶν σκέπη ἀεί προστρέχομεν, τοῦ ῥυσθῆναι παντοίας βλάβης.

Ἐπίβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή.

Ἁγίων πληθῦς, ἁπάντων ἡ πανένδοξος, ἡμᾶς τούς πιστῶς τῆ σκέπη ὑμῶν προστρέχοντας, ἐκ κινδύνων ῥυσᾶτε, καί πάσης δεινῆς κακώσεως, ὑμεῖς γάρ ἀεί τό θεῖον εὐμενίζετε, τήν λύτρωσιν βραβεύοντες.


Ὠδή δ’. Σύ μου ἰσχύς Κύριε.
Αἱ στρατιαί τῶν οὐρανίων Δυνάμεων, σύν Προδρόμῳ, Προφῆται Ἀπόστολοι, καί Ἱεράρχαι πανευκλεείς, Μάρτυρες οἱ θείοι, Ὁσίων κλῖτος Δικαίων τε, καί Ἅγιοι Πάντες, πρεσβεύσατε Κυρίῳ, ὑπέρ πάντων τῶν πίστει τιμώντων ὑμᾶς.

Τῆς ζοφεράς ὄψεως ἐν τῆ ἐξόδῳ μου, τῶν δαιμόνων, ῥύσασθε με δέομαι, οἱ τοῦ Χριστοῦ θείοι Ἀθληταί, Στέφανε ὁ πρῶτος, σύν Θεοδώροις Γεώργιε, Δημήτριε, Ἀρέθα, καί οἱ ἐν Σεβαστείᾳ, σύν αὑτοῖς δε καί Πάντες οἱ Ἅγιοι.

Ἔργοις κακοῖς γεγηρακώς ὁ ἀσύνετος, παροργίζω σου τήν ἀγαθότητα, καί πᾶσαν διηνεκῶς, λόγοις τε καί ἔργοις, παραπικραίνω Φιλάνθρωπε, ἀλλά ταῖς τῆς Μητρός σου καί Ἁγίων ἁπάντων, ἱκεσίαις μοι δός τήν συγχώρησιν.

Θεοτοκίον.
Πλήν σου Ἀγνῇ, ἄλλην ούκ ἔχω βοήθειαν, καί ἐκτός σου, σκέπην ούκ ἐπίσταμαι, σύ μου ἐλπίς, σύ καταφυγῇ, σῦ μου εὐεργέτις, σύ μου ἑτοίμη ἀντίληψις, καί σε ἐπικαλοῦμαι, ἀπό πάσης ἀνάγκης, εξελούμαι καί σῶσον πρεσβείαις σου.


Ὠδή ἕ’. Ἶνα τι με ἀπώσω.
Φοβερᾷ σου ἡ κρίσις, λίαν καί ἀδέκαστος καί ἀπαραίτητος, ἀλλά καί δικαία, καί ὁ ταύτης οὐδείς ἐξαιρούμενος, μόνον σύ ὁ μόνος, ἔχων Χριστέ τήν ἐξουσίαν, ταῖς εὐχαῖς τῶν Ἁγίων σου σῶσον με.

Τοῦ Χριστοῦ Ἱεράρχαι, σοφέ Ἀθανάσιε, Πάτερ Νικόλαε, Ἄνθιμε Σπυρίδων, καί Παρθένιε, Κύριλλε, Λέοντες, καί πᾶς ἄλλος μύστης, ὑπέρ ἡμῶν τῶν ἀναξίων, ἱκετεύειν μή παύσητε Ἅγιοι.

Οἱ τοῦ Χριστοῦ τῆς ἀγίας κλῆσιν Ἀναστάσεως, φέρουσαι Μάρτυρες καί Αικατερίνα, σῦν αὑταῖς ἡ γενναία Κυριακῇ, Θέκλα τε, καί πᾶσαι, διά Χριστόν θανατωθεῖσαι, τήν νεκράν μου ψυχήν ἀναστήσατε.

Θεοτοκίον.
Η Κυρία τοῦ κόσμου, τόν κυριευθέντα με τοῖς παραπτώμασι, δοῦλον τοῦ Υἱοῦ σου, καταξίωσον Κόρη γενέσθαι με, ὅνπερ ἐκδυσώπει, σύν τῆς Ἁγίοις αὑτοῦ πᾶσιν, ἐξαλείψαι παθῶν μου τό πέλαγος.


Ὠδή ς’ . Ἱλάσθητι μοι Σωτήρ.
Πεφωτισμένοι Χριστοῦ, φωτίσατε με Ἀπόστολοι, τόν σκοτισθέντα δεινοῖς, κακοῖς καί γηράσαντα, αἰσχρῶς τε βιώσαντα, σύν Ἁγίοις πᾶσι, τόν Κριτήν μοι ευμενίσατε.

Σύν Μιχαήλ καί Γαβριήλ, οἱ τοῦ Θεοῦ Ἀρχιστράτηγοι, καί ὁ φρουρῶν με ἀεί, σωτήριος Ἄγγελος, καί πάντες Ἀσώματοι, πρό μετάνοιαν με, νῦν πρό τέλους ἐπιστρέψατε.

Προφῆται πανευκλεείς, καί θεηγόροι Ἀπόστολοι, τῶν Ἀθλοφόρων χορός, Ἱεράρχαι πάνσοφοι, Ὅσιοι καί Δίκαιοι, νῦν ἐκδυσωπεῖτε, λυτρωθῆναι με κολάσεως.

Τήν σήν Μητέρα Χριστέ, καί τούς Ἁγίους σου ἅπαντας, προσδέχου ὑπέρ ἡμῶν, ἀεί δυσωποῦντας σε καί δώρησαι ἄφεσιν, τῶν πολλῶν πταισμάτων, καί κολάσεως με λύτρωσαι.


Διάσωσον, ἀπό κινδύνων δούλους ὑμῶν χορός Ἁγίων Πάντων, ὅτι τῆ σκέπη ὑμῶν ἀεί καταφεύγομεν, ὡς ἄγρυπνοι ὄντες βοηθοῖ ἐν ἀνάγκαις.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ανερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα Μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β’. Προστασία τῶν Χριστιανῶν

Ἰατροί τῆς ψυχῆς καί τοῦ σώματος ἄμισθοι, τῶν ἐν ζάλη λιμένες γαληνοί καί ἀχείμαστοι, Ἅγιοι ἅπαντες, ἱκέτας ἡμᾶς σπεύσατε θεραπεύσαι ἀεί, τούς κατ’ ἄμφω. Ἀσθενεῖς, καί πρός ὑμᾶς καταφεύγοντας, στήσατε καταιγίδας, παύσατε τρικυμίας, τῶν ἐπερχομένων ἡμῖν, Κυρίου πιστοῖ θεράποντες.

Προκείμενον.
Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὑτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῆ γῆ αὑτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Πᾶς οὑν ὅστις ὁμολογήσει ἐν ἐμοί ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγώ ἐν αὑτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Ὅστις δ’ ἀν ἀρνήσηται με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὑτόν κἀγώ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Μή νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπί τήν γην˙ οὑκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλά μάχαιραν. Ἦλθον γάρ διχάσαι ἄνθρωπον κατά τοῦ πατρός αὑτοῦ καί θυγατέρα κατά τῆς μητρός αὑτῆς καί νύμφην κατά τῆς πενθεράς αυτής˙ καί ἐχθροί τοῦ ἀνθρώπου οἱ οἰκιακοί αὑτοῦ. Ο φιλῶν πατέρα ἤ μητέρα ὑπέρ ἐμέ ούκ ἔστι μου άξιος˙ καί ὁ φιλῶν υἱόν ἤ θυγατέρα ὑπέρ ἐμέ οὑκ ἔστι μου άξιος˙ καί ὅς οὐ λαμβάνει τόν σταυρόν αὑτοῦ καί ἀκολουθεῖ ὀπίσω μου, ούκ ἔστι μου ἄξιος. Ο εὑρών τήν ψυχήν αὑτοῦ απολέσει αὑτήν, καί ὁ ἀπολέσας τήν ψυχήν αὑτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὑτήν. Ο δεχόμενος ὑμᾶς ἐμέ δέχεται, καί ὁ ἐμέ δεχόμενος δέχεται τόν ἀποστείλαντα με. Ο δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθόν προφήτου λήψεται, καί ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθόν δικαίου λήψεται. Καί ὅς ἐάν ποτίσῃ ἔνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμήν λέω ὑμῖν, ουο μή ἀπολέσῃ τόν μισθόν αὑτοῦ.

Δόξα.
Ταῖς τῶν σῶν Ἁγίων Πάντων ἱκεσίαις Ἐλεήμων, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεήμων, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.


Στίχ. Ελέησόν με ὁ Θεός…
καί τό Ἰδιόμελον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Ἠλίου φαιδρότερον, νῦν ἐξανέτειλεν ὄντως, ἡ φαιδρά πανήγυρις, τοῖς τοῦ κόσμου πέρασι πάντες Ἅγιοι, μυστικαῖς λάμψεσι, τούς πιστούς ἅπαντας, χαρμοσύνως καταλάμπουσα, καί αγλαΐζουσα, ἤν συναθροίσαντες γεραίρομεν, ἐνθέοις μελῳδήμασι, καί ψαλμοῖς καί ὕμνοις καί άσμασιν˙ πιστῶς δυσωποῦντες, πρεσβεύειν τῷ Χριστῷ ὑπέρ ἡμῶν, Χριστοῦ θεράποντες Ἅγιοι, πάντες παμμακάριστοι.

Οὐδείς προστρέχων ἐπί σοι, κατησχυμένος ἀπό σου ἐκπορεύεται ἀγνῇ Παρθένε Θεοτόκε˙ ἀλλ’ αἰτεῖται τήν χάριν καί λαμβάνει τό δώρημα, πρός τό συμφέρον τῆς αἰτήσεως.

Μεταβολῇ τῶν θλιβομένων ἀπαλλαγῇ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καί λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Σῶσον ὁ Θεός τόν λαόν σου…

Κύριε ἐλέησον ιβ’. Ἐλέει καί οἰκτιρμοῖς …

Ὠδή ζ’. Θεοῦ συγκατάβασιν.

Παμμέγιστε Πρόδρομε, σύν Ἱεράρχαις ἁγίοις καί Ἀσκηταῖς, καί τοῖς Μάρτυσι πᾶσι, πρεσβεύσατε ἐπίσης Χριστῷ τῷ Θεῶ, ὅπως μι χαρίσηται πταισμάτων συγχώρησιν, καί ἀξιώσῃ τυχεῖν τῆς Παραδείσου τρυφῆς.

Μαρτύρων ὁ ἔξαρχος, τροπαιοφόρε θεῖε Γεώργιε, καί Δημήτριε, Θέκλα Βαρβάρα, Αικατερίνα τε, ἄμα Μαρίνῃ σύν πάσαις ταῖς Μάρτυσιν, ὑπέρ ἡμῶν τόν Χριστόν καθικετεύσατε.

Ο Μέγας Ἀντώνιος, σύν Παχωμίω ανευφημείσθωσαν, καί ὁ Σάββας ὁ θεῖος, Εὐθύμιος, Θεοδόσιος, σύν Μακαρίοις Εφραίμ, Ισαάκ ὁμοῦ, σύν τοῖς λοιποῖς ἐπαξίως νῦν εὐφημείσθωσαν.

Θεοτοκίον.
Ψυχῆς μου κατάβαλε, Χριστέ τόν πόνον καί ταύτην οἴκτειρον, τῶν Ἱερομαρτύρων, Ἱεραρχῶν τε καί τῶν Ὁσίων σου, ταῖς μεσιτείαις καί τῆς τεκούσης σε, καί δώρησαί μοι πταισμάτων τήν ἄφεσιν.


Ὠδή ἡ’. Ἑπταπλασίως κάμινον.
Νοῦν ἐμπαθῆ καί ἄσεμνον, τόν ἐμόν ἁγιάσατε, πανηγιασμένοι τοῦ Χριστοῦ Ἀπόστολοι, ὦ Πέτρε, Ἰάκωβε, καί Ἰωάννη φίλε Χριστοῦ, Παύλε καί λοιποί, τῶν Μαθητῶν τοῦ Σωτῆρος, σῦν τῷ σεπτῷ Προδρόμῳ, καί πᾶσι τοῖς Ἁγίοις, Προφήταις καί Ὁσίοις καί Μάρτυσι Κυρίου.

Νῦν οἱ πρό Νόμου Ἅγιοι, καί ἐν Νόμῳ καί Χάριτι, Δέσποτα Χριστέ, ὑπέρ ἐμοῦ σοι δέησιν, προσφέρουσιν ἅπαντες, καί σύν αὑτοῖς ἡ θεῖα πληθύς, τῶν ὑπερκοσμίων, καί ἀΰλων ταγμάτων, ὤν ταῖς λιταῖς ἁπάντων, κατοικτείρησον σῶσον, ψυχήν ἀπεγνωσμένην καί κατακεκριμμένην.

Χορός ἀζύγων πάντιμε, οἱ ἐν Ἄθω ἀσκήσαντες, Πέτρε Ἀθωνῖτα, θεῖε Ἀθανάσιε, Παύλε τε καί Ἰάκωβε, Νήφων, Σίμων, Ἀκάκιε, Νεῖλε, Κοσμά, Γρηγόριοι, σύν τῷ Νήφωνι ἄλλῳ, καί τῷ Ἀθανασίῳ, Βυζαντίου Ποιμένες, πρεσβεύσατε σύν πᾶσιν ἡμᾶς ἐλεηθῆναι.

Θεοτοκίον.
Ἰχνηλατεῖν με Πάναγνε,τους ὁσίως βιώσαντας, διά πολιτείας ἐναρέτου ποίησον, ἐχθρούς καταράσσουσα, τούς ἀφειδῶς με θλίβοντας, καί πρός τῆς σαρκός κατολισθαίνειν τά πάθη, απαύστως ἐνοχλοῦντας, ἶνα χαίρων κραυγάζω, λαός ὑπερυψοῦτε εἰς πάντας τούς αἰῶνας.


Ὠδή θ’. Ἐξέστη ἐπί τοῦτο.
Ἁγίων ἅπας δῆμος Πατριαρχῶν, Προφητῶν, Ἀποστόλων, Μαρτύρων τε, Ἱεραρχῶν, Ὁσίων ἀνδρών τε καί γυναικῶν, Χριστόν ἐκδυσωπήσατε, παρρησίαν ἔχοντες πρός αὑτόν, τυχεῖν ἡμᾶς ἐλέους, τούς πόθῳ ἐκτελοῦντας, ὑμῶν τήν μνήμην πανσεβάσμιοι.

Πληθῦς Ἁγίων Πάντων πανευκλεής, οἱ ἐπώνυμοι πάντες ἀνώνυμοι, οἱ πρό Χριστοῦ, καί ἐν τῆ χάριτι δαψιλῶς, χαρίσμασι τοῦ Πνεύματος, καταπλουτισθέντες παντοδαποῖς, μετά καί τῶν ἐν Ἄθω, πρεσβεύσατε Κυρίῳ, ὑπέρ τῶν πόθῳ εὐφημούντων ὑμᾶς.

Ὀρθόδοξος ὑπάρχει χριστιανός, ὁ προσώποις τρισί ἔνα Κύριον, ἔνα Θεόν, καί ψυχῇ καί γλώσσῃ ὁμολογῶν, τούς οὕτω γοῦν πιστεύοντας, καί ὁμολογοῦντας χριστιανούς, Τριᾶς εὐλογημένη, Πάτερ, Υἱέ καί Πνεῦμα, τῆς βασιλείας σου ἀξίωσον.

Θεοτοκίον.
Πανύμνητε Παρθένε Μῆτερ Θεοῦ, τῶν Ἁγίων ἁπάντων δεήσεσι, πασῶν ὁμοῦ Γυναικῶν Μαρτύρων Μοναζουσῶν, ὁ ὕμνος οὗτος γένοιτο, τῷ Μονογενεῖ σου Υἱῶ καί σοι, ευσπρόδεκτος καί τέλος, παράσχου δεξιῶν μοι, ὅπως σωθείς ἀεί δοξάζω σε.


Άξιόν ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί Παναμώμητον καί Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σε μεγαλύνομεν.

Καί τά κάτωθι Μεγαλυνάρια τῶν Ἁγίων Πάντων.
Τῶν Ἁγίων Πάντων θείαν πληθύν, τοῦ Εὐαγγελίου ἀμαράντους θείους καρπούς, δεῦτε ἐπαξίως, τιμήσωμεν ἐν ὕμνοις, ὡς τούτων ταῖς πρεσβεῖαις δεινῶν ῥυσθείημεν.

Ἄγγελοι, Ἀρχάγγελοι τοῦ Θεοῦ, Πατριάρχαι πάντες καί Προφῆται πανευκλεείς, Ἀπόστολοι θεῖοι, Μάρτυρες Ἱεράρχαι, σῦν πᾶσι τοῖς Ἁγίοις ανευφημείσθωσαν.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοῖ, τούς Ἁγίους Πάντας, τῆς Τριάδος τούς ἐραστάς, τοῦ Χριστοῦ τούς ἄκρους, θεράποντας καί φίλους, ἐν ἄσμασι τιμῶντες, τήν μνήμην σήμερον.

Ἔχοντες ἐξάρχουσαν τήν Ἁγνήν, Νόες σύν προφήταις, Ἀποστόλων θείους χορούς, Ἱερομαρτύρων, Ἱεραρχῶν Ὁσίων, ὑπέρ ἡμῶν τόν Κτίστην καθικετεύσατε.

Τις μή ἐκπλαγείη ακουτισθείς, τῶν Ἁγίων Πάντων, τούς ἀγῶνας καί ἀρετᾷς, σῶμα γάρ παραδόντες, ὑπέρ Χριστοῦ ἀγάπης, αὑτῷ συμβασιλεύειν κατηξιώθητε.

Ἔφρυξαν φρυάγματα ζοφερά, πονηρῶν πνευμάτων, τούς ἀγῶνας ὑμῶν σοφοῖ, σάρκα γάρ φοροῦντες, ἀσάρκους πολεμίους, καθείλετε γενναίως, ἅπαντες Ἅγιοι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Πάντων προστατεύεις.

Τάξεις τῶν Ἀγγέλων αἱ λαμπραί, ἔνδοξοι Ἀπόστολοι πάντες, γενναῖοι Μάρτυρες, Πάνσοφοι Διδάσκαλοι καί Ιερόαθλοι, τῶν Ὁσίων ὁ σύλλογος, Προφητῶν, Δικαίων, Γύναια θεόλεκτα καί πᾶς Ἁγίων χορός, δέησιν πρός Κύριον ἄμα, ὑπέρ τῶν ὑμᾶς εὐφημούντων , ὦ θεομακάριστοι ποιήσατε.

Ἅπαντες οἱ Ἅγιοι Χριστοῦ, τούς τήν σεβασμίαν εἰκόνα, ἀσπαζομένους ὑμῶν, πάσης εκλυτρώσασθε βλάβης καί θλίψεως, ὁρατῶν ἀοράτων τε, ἐχθρῶν καί παντοίων, νοσημάτων Ἅγιοι ψυχῆς καί σώματος, ῥύσασθε δεόμεθα ὅπως, ὡς παντοδαποῦς εὐεργέτας, καί θερμούς προστάτας ὑμῶν σέβομεν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Δι’ ευχῶν τῶν 'Αγίων Πατέρων ἠμῶν.
Κύριε Ίησοῦ Χριστέ ό Θεός ἠμῶν έλέησον ἠμᾶς.
’Αμήν.


Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης