Μοιραστείτε
Πήγαινε κάτω
Γιώτα
Γιώτα
ΤeamOwner
ΤeamOwner
Αριθμός μηνυμάτων : 187

Παρακλητικός Κανών εις την Αγία Μεγαλομάρτυρα Βαρβάρα Empty Παρακλητικός Κανών εις την Αγία Μεγαλομάρτυρα Βαρβάρα

Την / Το Τετ Ιαν 30, 2013 12:05 pm
Φήμη μηνύματος : 100% (2 ψήφοι)
Παρακλητικός Κανών εις την Αγία Μεγαλομάρτυρα Βαρβάρα

Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Παρακλητικός Κανών εις την Αγία Μεγαλομάρτυρα Βαρβάρα Barbar10

Εΰλογήσαντος τοϋ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ' (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.


Ὡς ἀθληφόρος εὐκλεής του Σωτῆρος, καί τῶν θαυμάτων ἀνεξάντλητος κρήνη, καί βοηθός ἠμῶν ἐν περιστάσεσι, προφθασον καί λύτρωσαι, λοιμικῶν νοσημάτων, καί πάσης στενώσεως, καί ἀνάγκης καί βλάβης,
τούς ἀδιστάκτω πίστει καί στοργή, ἑξαιτουμένους, Βαρβάρα, τήν χάριν σου.

Θεοτοκίον
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού•
σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.

Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.

Ἰάματα βλύζουσα κρουνηδόν, ψυχῶν θεραπεύεις, καί σωμάτων πάθη δεινά, τῶν πίστει καί πόθω προσιόντων, Μεγαλομάρτυς Βαρβάρα, τή σκέπη σου.

Ἀθλήσεως μάρτυς ταῖς ἀστραπαῖς, σκεδάζεις πνευμάτων, ἀκαθάρτων τόν σκοτασμόν, καί ρῶσιν καί χάριν καί ὑγείαν, τοῖς ἐν νυκτί ἀνατέλλεις τῶν θλίψεων.

Συνοῦσα ἀλήκτως τῷ ποιητή, ἀπαύστως δυσώπει, παρρησία μαρτυρική, ἠμᾶς ἐκλυτροῦσθαι Ἀθληφόρε, τῶν ἐν τῷ βίω κινδύνων καί θλίψεων.

Θεοτοκίον
Ἀφθόρως τεκοῦσα σωματικῶς, τόν πάντων Δεσπότην ἀφθαρτίζοντα τόν Ἀδάμ, κεχαριτωμένη Θεοτόκε, φθοροποιῶν νοημάτων μέ λύτρωσαι.


Ὠδή γ΄. Οὐρανίας ἁψίδος
Ἰαμάτων τήν χάριν, παρά Χριστοῦ εἴληφας, ὅθεν τάς πολλᾶς μου ὀδύνας καί τά συντρίμματα, μάρτυς θεράπευσον, καί τῆς ψυχῆς μου τήν λύπην, εἰς χαράν μετάβαλε, Βαρβάρα ἔνδοξε.

Μαρτυρίου τήν τρῖβον, περιφανῶς ἤνυσας, ὅθεν πρός ὁδόν τήν εὐθείαν, ἠμᾶς κυβέρνησον, τῶν ἐντολῶν τοῦ Θεοῦ, ἐξ ἀτραπῶν ἀπωλείας, τή προμηθεστάτη σου, Βαρβάρα χάριτι.

Ἀσθενείαις βαρείαις, καί ἀλγεινοῖς πάθεσι, διά παραπτώσεων πλῆθος, δεινῶν ἐτάζομαι, ὅθεν κραυγάζω σοί, τόν τῆς ὀδύνης μου πόνον, κούφισον πανεύφημε, Θεία σου χάριτι.

Θεοτοκίον
Ρυπωθεῖς τή κακία, τό τῆς ψυχῆς ἔσβεσα, κάλλος καί ἠμαύρωσα Κόρη, πράττων τά ἄτοπα. Σύ οὔν μέ λύτρωσαι, τῆς πονηρᾶς συνηθείας, καί τῆς μετανοίας μου, τό φῶς ἀνατειλον.


Διασωσον Μεγαλομάρτυς Βαρβάρα, τούς σούς οἰκέτας, πάσης βλάβης καί νοσημάτων καί θλίψεων, καί τοῖς θερμῶς σέ καλούσιν ἀεί βοήθει.

Ἐπιβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.


Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή

Θαυμάτων πηγᾶς, Βαρβάρα ἀναβλύζουσα, προφθάνεις θερμῶς, τούς ἐπιβοωμένους σου, τό ὄνομα τό ἅγιον, καί διώκεις λοιμώδη νοσήματα, διά τοῦτο βοῶμεν σοῖ σεμνή. Τῆς τούτων ἠμᾶς ρύμης διάσωζε.


Ὠδή δ΄. Εἰσακήκοα Κύριε
Τάς ἐνέδρας τοῦ δράκοντος, ἄς τεκταίνει μάρτυς καθ’ ἠμῶν συντριψον, τή ταχεία ἀντιλήψει σου, καί τῆς τούτου βλάβης ἠμᾶς ἁπάλλαξον.

Ὑποπέσας ταῖς θλίψεσιν, ὡς παραπικράνας Χριστόν τόν εὔσπλαχνον, ἐκ καρδίας ἀνακράζω σοί. Λύσον ὤ Βαρβάρα, τήν ἀθυμίαν μου.

Σωτηρίαν ἑξαίτησαι, καί ἀρρωστημάτων τήν ἀπολύτρωσιν, καί εἰρήνην τέ καί ἔλεος, τοῖς σέ ἀνυμνούσι, Βαρβάρα πανσεμνέ.

Θεοτοκίον
Τῆς ψυχῆς μου τήν κάκωσιν, ἴασαι Παρθένε τή σή Χρηστότητι, καί παθῶν μέ σκότους λύτρωσαι, τή φωτοχυσία τῆς προνοίας σου.


Ὠδή ἐ΄. Φώτισον ἠμᾶς
Ἡ Θεοειδῆς, ἀρωγή σου ἠμίν γένοιτο, ὥσπερ αὔρα ἐναψύξεως σεμνή, πειρασμῶν ἀποσβεννύουσα τόν καύσονα.

Νόσων χαλεπῶν, καί ποικίλων περιστάσεων, καί δεινῶν ἐπιβουλῶν καί ἀναγκῶν, ἀνωτέρους, ὤ Βαρβάρα ἠμᾶς φύλαττε.

Σκέπη ἀρραγής, καί προστάτις καί ἀντίληψις, καί θερμή πρός τόν Χριστόν καταλλαγή, ἠμίν ἔσο ἐν τῷ βίω καλλιπάρθενε.

Θεοτοκίον
Ὕψωσον ἠμᾶς τήν διάνοιαν, Πανάμωμε, ἐξ ὑλώδους προσπαθείας μοχθηρᾶς, ἁγίας ἀναβάσεις Θείου ἔρωτος.


Ὠδή στ΄. Τήν δέησιν ἐκχεῶ
Νοσήματα χαλεπά καί χρόνια, θεραπεύουσα τή σή προστασία, τῆς τούτων βλάβης ἠμᾶς ἀνωτέρους, Μεγαλομάρτυς Βαρβάρα διάσωζε, καί πρέσβευε τῷ Ποιητή, τῶν πταισμάτων ἠμίν δοῦναι ἄφεσιν.

Τήν δέησιν τῆς ψυχῆς μου προσδεξαι, ὡς θυμίαμα εὐῶδες Βαρβάρα, καί δυσωδίας παθῶν ἀκαθάρτων, τήν μολυνθεῖσαν καρδίαν μου κάθαρον, καί τοῦ νοός μου τάς πολλᾶς, ἐκτροπᾶς ἐπανόρθωσον δέομαι.

Ρυσθῆναι μέ τῶν ἐν βίω θλίψεων, καί παντοίων ἀναγκῶν καί κινδύνων, καί ψυχικῆς ἀθυμίας καί λύπης, τόν προσιόντα θερμῶς τή πρεσβεία σου, τόν σόν Νυμφίον Ἰησοῦν, ἐκδυσώπει Βαρβάρα ἑκάστοτε.

Θεοτοκίον
Ἰάτρευσον τήν νοσοῦσαν ψυχήν μου, μυστική ἐπισκοπή σου Παρθένε, καί τάς τοῦ σώματος παῦσον ὀδύνας, καί τῶν πταισμάτων μοί δώρησαι ἄφεσιν. Σύ γάρ προστάτις μου θερμή, καί ἐν σοῖ πεποιθῶς διασώζομαι.


Διασωσον Μεγαλομάρτυς Βαρβάρα τούς σούς οἰκέτας, πάσης βλάβης καί νοσημάτων καί θλίψεων, καί τοῖς θερμῶς σέ καλούσιν ἀεί βοήθει.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.


Αἴτησις καί τό Κοντάκιον
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου

Θαυματουργίαις πολλαῖς διαλάμπουσα, τῶν νοσημάτων ἐξαίρεις τόν καύσονα, καί τήν ὑγείαν βραβεύεις τοῖς πάσχουσι, Παρθενομάρτυς Βαρβάρα ἑκάστοτε, διό σου τήν χάριν κηρύττομεν.


Προκείμενον.
Ὑπομένων ὑπέμεινα τόν Κύριον, καί προσέσχε μοί.
Στίχος• Θαυμαστός ὁ Θεός ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Ἐκ τοῦ κατά Μάρκον (ἐ΄. 24-34 )

Τῷ καιρῶ ἐκείνω, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς καί συνέθλιβον αὐτόν. Καί γυνή τίς οὖσα ἐν ρύσει αἵματος, ἔτη δώδεκα, καί πολλά παθοῦσα ὑπό πολλῶν ἰατρῶν, καί δαπανήσασα τά παρ’ ἑαυτῆς πάντα, καί μηδέν ὠφεληθεῖσα, ἀλλά μᾶλλον εἰς τό χεῖρον ἐλθοῦσα, ἀκου αὐτοῦ. Ἔλεγε γάρ ἐν ἐαυτή, ύσασα περί τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλω ὄπισθεν, ἤψατο τοῦ ἱματίου ὅτι καν τῶν ἱματίων αὐτοῦ ἄψωμαι, σωθήσομαι. Καί εὐθέως ἐξηράνθη ἡ πηγή τοῦ αἵματος αὐτῆς, καί ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπό τῆς μάστιγος.  Καί εὐθέως ὁ Ἰησοῦς ἐπιγνούς τήν ἐαυτῶ τήν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεῖς ἐν τῷ ὄχλω, ἔλεγε: Τίς μου ἤψατο τῶν ἱματίων; Καί ἔλεγον αὐτῶ οἱ μαθηταί αὐτοῦ. Βλέπεις τόν ὄχλον συνθλίβοντα σέ καί λέγεις, τίς μου ἤψατο; Καί περιεβλέπετο ἰδεῖν τήν τοῦτο ποιήσασαν. Ἡ δέ γυνή φοβηθεῖσα καί τρέμουσα, εἰδυία ὁ γέγονεν ἐπ’ αὐτή, ἦλθε καί προσέπεσεν αὐτῶ, καί εἶπεν αὐτῶ πάσαν τήν ἀλήθειαν. Ὁ δέ εἶπεν αὐτή: Θύγατερ, ἡ πίστις σου σέσωκε σέ, ὕπαγε εἰς εἰρήνην, καί ἴσθι ὑγιής ἀπό τῆς μάστιγός σου.

Δόξα.
Ταῖς τῆς Ἀθληφόρου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.


Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι

Νύμφη πανακήρατος, τοῦ Βασιλέως τῆς δόξης, παρθενία λάμπουσα, καί στερρᾶς ἀθλήσεως τοῖς παλαίσμασιν, ἀληθῶς πέφηνας, Βαρβάρα Θεοφρον, διά τοῦτο σου δεόμεθα, πάσης στενώσεως καί ἐπηρειῶν τοῦ ἀλάστορος, λυμαντικῶν παθήσεων, καί φθοροποιῶν τέ μολύνσεων, ἀβλαβεῖς συντήρει, ἠμᾶς τούς προσιόντας σοί πιστῶς, καί τήν θερμήν σου βοήθειαν, αἰτοῦντας ἑκάστοτε.

Σῶσον ὁ Θεός τόν λαόν σου....

Ὠδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Βοηθοῦσα μή παύση, τοῖς ἐν πόνοις τελούσι καί περιστάσεσι, καί ρῶσιν καί ὑγείαν, καί ἄφεσιν πταισμάτων, τή πρεσβεία σου νέμουσα, Βαρβάρα νύμφη Χριστοῦ, τοῖς σέ ὑμνολογούσι.

Ἠδοθείσα σοί χάρις, ὑπέρ ἥλιον πάσι τῆς προστασίας σου, ἀπλοῦσα τάς ἀκτίνας, παθῶν τήν σκοτομήνην, καί δεινῶν τήν ἐπίλυσιν, διασκεδάζει ἀεί, Βαρβάρα καλλιμάρτυς.

Νεκρωθεῖς τή κακία, ἀρρωστήμασι πλείστοις νῦν κατατρύχομαι, ἀλλ’ ὤ Μεγαλομάρτυς, ἐπιφανόν ὑψόθεν, τήν θερμήν σου ἀντίληψιν, καί τῶν πολλῶν μου κακῶν, ρυσθήσομαι ἐν τάχει.

Μολυσμῶν ἀκαθάρτων, καί παθῶν ἀνιάτων, ἠμᾶς ἁπάλλαξον, χαράν καί εὐφροσύνην, καί πάσαν ἀφθονίαν, τῶν καλῶν πρυτανεύουσα, Βαρβάρα νύμφη Χριστοῦ, τοῖς σέ ἀνευφημούσι.

Θεοτοκίον
Ὀμβροφόρε νεφέλη, τόν σωτήριον ὄμβρον σύ ὑετίσασα, καταρδευσον τόν νοῦν μου, ἀϋλοτάτοις ρείθροις μητρικῆς σου χρηστότητος, εὐλογημένη Ἁγνή, ἴνα σέ μεγαλύνω.


Ὠδή ἡ΄. Τόν Βασιλέα.
Ὕδασι θείοις, τῆς σῆς λαμπρᾶς προμηθείας, τῶν παθῶν ἠμῶν ἀτάσβεσον τήν φλόγα, ἴνα σέ τιμῶμεν Βαρβάρα Ἀθληφόρε.

Γενού μοί Μάρτυς, καταφυγή ἐν ἀναγκαις, ἀντίληψις ἐν λυπηροῖς τοῦ βίου, καί ἐν τοῖς κινδύνοις, προπύργιον Βαρβάρα.

Ἔχουσα Μάρτυς, πλουσίαν χάριν Θεόθεν, ἐνεργεῖς ἀεί ἐν θαύμασιν ἰάσεις, καί δεινῶν ἐξαίρεις ἠμᾶς τούς σούς οἰκέτας.

Ρείθροις ἀϋλοις, τῶν δωρημάτων σου Μάρτυς, ἐναπόπλυνον τά ἕλκη τῆς ψυχῆς μου, καί ὑγείαν δός μοί τῷ πάσχοντι ἀθλίως.

Θεοτοκίον
Ἁγνή Παρθένε, καθάγνισον τήν ψυχήν μου, καί καταύγασον τόν νοῦν μου τή σή δόξη, ὡς ἄν ἐκτινάξω τόν κάρον τῆς ἀπάτης.


Ὠδή θ΄. Κυρίως Θεοτόκον
Σωμάτων ἀσθενείας, καί τάς καχεξίας, τάς ἀνιάτους ἰᾶσαι ἑκάστοτε, τῶν προσιόντων Βαρβάρα τή προστασία σου.

Ἰσχύν τήν τοῦ Βελίαρ, θραῦσον Ἀθληφόρε, τήν καθ’ ἠμῶν κινουμένην καί αἴτησαι, τήν τῶν πταισμάτων Βαρβάρα ἠμίν συγχώρησιν.

Μεγίστη σου ἡ χάρις, πάντας γάρ προφθάνεις, τούς προσφωνοῦντας τήν κλησίν σου ἔνδοξε, καί βοηθείας ὀρέγεις χείρα τοῖς πάσχουσι.

Ὁδόν μέ πρός εὐθείαν, ἔλκυσον Βαρβάρα, ἐκ τῶν βαράθρων τῆς πλάνης καί συντριψον, τήν κατ’ ἐμοῦ τοῦ δολίου μανίαν δέομαι.

Θεοτοκίον
Ὑψίστου Θεῖε Θρόνε, Κεχαριτωμένη, ἀπό κοπρίας παθῶν μέ ἀνύψωσον, πρός ἀρετῶν ἀναβάσεις τή σή χρηστότητι.


Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ,τήν ἀδιαφθόρως Θεόν Λόγον
τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

και τά παρόντα μεγαλυνάρια.
Χαίροις Ἀθληφόρε πανευκλεής, παρθένων ἡ δόξα καί Μαρτύρων ἡ καλλονή. Χαίροις ἰαμάτων, ἡ πολυχεύμων κρήνη, Βαρβάρα τοῦ Σωτῆρος νύμφη περιδοξε.

Ἄνθος πανευῶδες καί εὐθαλές, ἐκ ρίζης φυεῖσα ἀκανθώδους της ἐν Χριστῷ, ὀσμῆς διαπνέεις, τήν εὐωδίαν κόσμω, ἀθλήσεως ἀγῶσιν ὤ καλλιπάρθενε.

Τοῦ πατρός λυποῦσα τό ἀσεβές, νύμφη ἀνεδείχθης τοῦ Σωτῆρος περικαλλής, καί αὐτή ὡς προίκα πολυόλβον προσάγεις, ἀθλήσεως τούς πόνους Βαρβάρα ἔνδοξε.

Ὥραν παριδοῦσα νεανικήν, καί πλοῦτον καί δόξαν καταλείψασα ὡς φθαρτά, τόν Χριστόν ἐξ ὅλης ἠγάπησας καρδίας, καί τούτω προσηνέχθης στερροῖς παλαίσμασι.

Πάθη θεραπεύουσα χαλεπά, ἐξαίρετον χάριν, ἐκομίσω παρά Χριστοῦ, τάς λοιμώδεις νόσους, ἐλαύνειν ἀνενδότως, ἐξ ὧν ἠμᾶς τῆς λώβης Βαρβάρα φύλαττε.

Πᾶς τίς ὁ προστρέχων τῷ σῶ Ναῶ, κομίζεται τάχος τά αἰτήματα συμπαθῶς. Ὅθεν ἠμῶν δέχου Βαρβάρα τάς δεήσεις, καί πλήρου τάς αἰτήσεις ἐκδυσωποῦμεν σέ.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Τό Ἀπολυτίκιον Ἦχος δ΄.
Βαρβάραν τήν ἁγίαν τιμήσωμεν, ἐχθροῦ γάρ τάς παγίδας συνέτριψε, καί ὡς στρουθίον ἐρρύσθη ἐξ αὐτῶν, βοηθεία καί ὄπλω τοῦ Σταυροῦ ἡ πανσεμνός.

Εἴτα ἐκτενής καί ἀπόλυσις, μεθ’ ἤν τό ἑξῆς•

Ὄτε ἐκ τοῦ ξύλου.

Μάρτυς Ἀθληφόρε τοῦ Χριστοῦ, ἔνδοξε Βαρβάρα Θεοφρον, ἀξιοθαύμαστε, πάσης περιστάσεως, δεινῆς ἁπάλλαξον, καί κινδύνων καί θλίψεων, τῶν ἐπερχομένων, τούς τήν σήν ἀντίληψιν, ἐπιζητοῦντας θερμῶς.
Σύ γάρ βοηθός ἐν ἀναγκαις, καί πρός τόν Χριστόν μεσιτεία, πέλεις τῶν πιστῶς ἀνευφημούντων σέ.

Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.

Δίστιχον.
Βαρβάρα, Γεράσιμον τόν σέ ὑμνοῦντα
Πάσης ὀδύνης ἐκλύτρωσαι ἐν τάχει.
Επιστροφή στην κορυφή
Δικαιώματα σας στην κατηγορία αυτή
Δεν μπορείτε να απαντήσετε στα Θέματα αυτής της Δ.Συζήτησης