Θεοτοκάριον Αγίου Νικοδήμου

ΣΤΕΦΑΝΟΣ ΤΗΣ ΑΕΙΠΑΡΘΕΝΟΥ
ΗΤΟΙ
ΘΕΟΤΟΚΑΡΙΟΝ
ΝΕΟΝ ΠΟΙΚΙΛΟΝ ΚΑΙ ΩΡΑΙΟΤΑΤΟΝ ΟΚΤΩΗΧΟΝ.

ΠΕΡΙΕΧΟΝ ΕΞΗΚΟΝΤΑΔΥΩ ΚΑΝΟΝΑΣ ΠΡΟΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

Μελουργηθέντας ὑπὸ εἰκοσιδύω ἱερῶν καὶ θεσπεσίων Μελωδῶν ἐκ τοῦ Ἁγίου Ὄρους χειρογράφων βίβλων, μετὰ σπουδὴς καὶ πόνων πολλῶν συναχθέν, καὶ μετ’ ἐπιμελείας διορθωθὲν ἐξεδόθη παρὰ Νικοδήμου Μοναχοῦ τοῦ Ναξίου.

ΥΠΟ ΔΕ ΤΗΣ ΠΑΤΡΙΑΡΧΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣΤΙΚΉΣ ΚΕΝΤΡΙΚΗΣ ΕΠΙΤΡΟΠΗΣ ΕΠΙΚΡΙΘΕΝ ΕΞΕΔΟΘΗ
ΥΠΟ
Γ. ΜΟΥΣΑΙΟΥ.
ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ.
ΕΚ ΤΗΣ ΠΑΤΡΙΑΡΧΙΚΗΣ ΤΟΥ ΓΕΝΟΥΣ ΤΥΠΟΓΡΑΦΙΑΣ
1849

Πηγή

ΑΡΧΗ ΤΟΥ Α’. ΗΧΟΥ

ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΣΤΟΥΔΙΤΟΥ.

Οὗ ἡ μὲν μέθοδος τοιαύτη.
Ἐν τῷ α΄. τροπαρίῳ ἑκάστης ᾠδής, δέεται ὁ ἁμαρτωλὸς πρὸς τὴν Θεοτόκον. Ἐν τῷ β΄. δέεται ἡ Θεοτόκος πρὸς τὸν Χριστιανόν. Ἐν τῷ γ΄ ἀποκρίνεται ὁ Χριστὸς πρὸς τὴν Θεοτόκον. Καὶ ἐν τῷ δ΄. ἀποκρίνεται ἡ Θεοτόκος πρὸς τὸν ἁμαρτωλόν.

Ἡ δὲ ἀκροστιχίς.
Δέσποινα νεῦσον πρὸς λιτὰς Θεοδώρου.

ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴ ἐπινίκιον.
Ὁ ἁμαρτωλὸς πρὸς τὴν Θεοτόκον.
Δοχεῖον τῆς φύσεως τῆς ἀχωρήτου, Χριστὸν ἐκδυσώπησον, ἵνα πυρὸς ῥύσηται τοῦ ἀφεγγοῦς με Ἁγνή, καὶ ἀναδείξῃ κοινωνὸν τῆς Βασιλείας αὐτοῦ.

Ἡ Θεοτόκος πρὸς τὸν Χριστόν.
Ἐμὴν δέξαι δέησιν Υἱὲ καὶ Λόγε, καὶ ῥῦσαι κολάσεως τὸν βοῶντα δοῦλόν σου, πρός με ἐκ βάθους ψυχῆς, καὶ καταξίωσον αὐτὸν τῆς βασιλείας σου.

Ὁ Χριστὸς πρὸς τὴν Θεοτόκον.
Σὺ Μῆτερ ἐλέους με πηγὴν γινώσκεις· καὶ γὰρ τοὺς καθ’ ὤραν μοι τῷ Δεσπότῃ πταίοντας, ἁμαρτωλοὺς ἐλεῶ· ἀλλ’ οὗτος λίαν με αἰσχροῖς, παραπικραίνει κακοῖς.

Ἡ Θεοτόκος πρὸς τὸν ἁμαρτωλόν.
Πολλοῖς παραπτώμασι καὶ ἀτοπίαις, αἰσχραῖς παρεπίκρανας, τὸν Υἱόν μου˙ ὅθεν σοι, εἰς ἀγανάκτησιν νῦν, κεκίνηται καὶ εἰς ὀργὴν ἡ εὐσπλαγχνία αὐτοῦ.

ᾨδὴ γ΄. Τῷ πρὸ τῶν αἰώνων.
Ὅλον μου τὸν βίον, ἀληθῶς ἐν κακοῖς ἐδαπάνησα· καὶ διὰ τοῦτο σοι κραυγάζω, τὸν Υἱόν σου δυσώπει, Ἁγνὴ ἵνα ὡς τὸν ἄσωτον, ἀνακαλέσῃ καὶ σώσῃ με νῦν, κείμενον τοῖς πταίσμασιν.

Ἴλαθι Παντάναξ, ὁ τεχθεὶς ἀποῤῥήτως ἐκ μήτρας μου, καὶ κατοικτείρησον σὸν δοῦλον, ὡς τὸν ἄσωτον πάλαι, υἱὸν καὶ δεῖξον πανάγαθε, τῆς δεξιὰς παραστάτην τῆς σῆς, ἐν ἡμέρᾳ κρίσεως.

Νουνεχῶς ὦ Μῆτερ, ἐκβοῶ σοι κἀγὼ ἐπακοῦσαί μου· ὁ ἀσωτίαις ἐμβιώσας, ἐν θερμῇ μετανοίᾳ, ἐλθὼν ἔκραζε τὸ ήμαρτον· ἀλλ’ οὗτος κᾂν σοι βοᾶ μεταγνούς, ἐν ὑστέροις ψεύδεται.

Ἃ μοι ἔφης εἶπον, τῷ Υἱῷ μου κραυγάζουσα ἵνα σε, καταξιώσῃ Βασιλείας· ἀλλ’ αὐτὸς μοι ἀντέφη· θερμὴ πίστει οὐ προσῆλθε μοι, καὶ διὰ τοῦτο ἐκπέμπω αὐτὸν ἀπὸ τοῦ προσώπου μου.

ᾨδὴ δ΄. Ἐν Πνεύματι προβλέπων.
Νοήσας ὦ Παρθένε τὴν δύναμιν τὴν σήν, μετὰ δέους κράζω σοι τῇ μόνῃ ἀγαθῇ· εἰ καὶ μετάνοιαν ὅλως θερμὴν οὐκ έχω· ἀλλὰ ταῖς σαῖς πρὸς τὸν Δεσπότην ἱκεσίαις, δίδου μοι τελείαν διόρθωσιν.

Ἐπάκουσον ὁ φύσει φιλάνθρωπος, Θεός, τῆς μητρός σου Δέσποτα βοώσης ἐκτενῶς, καὶ τὸν σὸν δοῦλον εκλύτρωσαι καταδίκης˙ εἰ δὲ καὶ πίστιν οὐ κέκτηται τὴν τελείαν, ταύτην ὡς Θεὸς αὐτῷ δώρησαι.

Ὑπόθεσιν, ὦ Μῆτερ αὐτῷ παντοδαπήν, τοῦ σωθῆναι δέδωκα· ἀλλ’ οὗτος οὐκ ἐᾷ τὰς ἁμαρτίας, εἰσῆλθε καὶ ἐν θανάτῳ, καὶ διὰ τοῦτο οὐδὲ δύναται σωθῆναι, ἕως οὗ εἰς πῦρ ἀπελεύσεται.

Σὲ νῦν ἐπιγινώσκω αἰτίαν τῆς σαυτοῦ, ἀπωλείας ὡς φησὶ ὁ θεῖος μου Υἱός· σὺ γὰρ κατάκεισαι ὅλως τῇ ἁμαρτίᾳ, καὶ παρεδόθης τελείως τῇ ῥαθυμίᾳ· τίς ἐξαναστήσει σε κείμενον.

ᾨδὴ ε΄. Θεὸς ὧν εἰρήνης.
Ὁ δοὺς μετανοίας, Παρθένε ποθῶ, διατρίβειν ἀεὶ τὰς φερούσας με, ζωὴν πρὸς ατελεύτητον· ἀλλ’ αὖθις τὰ δεινά, συστήματα δαιμόνων, καθέλκουσι κρημνίσαι, εἰς βυθὸν ἁμαρτίας, καὶ ἀπωλείας δεινὸν βόρβορον.

Νεκρώσας τὸν θάνατον Σῶτερ τὸ πρίν, τὸν Ἀδὰμ τῶν δεσμῶν ἠλευθέρωσας· διὸ καὶ νῦν τὸν δοῦλόν σου, Υἱέ μου δυσωπῶ, ἐξάρπασον δαιμόνων τῶν επηρεαζόντων· αὐτοὶ γὰρ οὐκ ἐῶσι μετανοῆσαί τινα πώποτε.

Πανύμνητε Μῆτερ βοῶ σοι καγώ· προσευχὴ καὶ νηστεία ἐξέρχονται, τὰ πλήθη τὰ παμπόνηρα, δαιμόνων ἐξ αὐτοῦ· ἀλλ’ οὗτος ἐγκρατείᾳ, δεήσει καὶ ἁγνεία, μὴ καθάρας τὸ σῶμα, δαιμόνων φεῦ γέγονε σπήλαιον.

Ῥημάτων τῶν πρὶν τοῦ Υἱοῦ μου καλῶς, ἐνωτίζου καὶ γνῶθι τὰ δέοντα· ἡνίκα γὰρ οὐκ ἴσχυσαν οἱ τούτου μαθηταί, τὸ πνεῦμα ἐκδιώξαι, ἐβόα τούτοις λέγων· προσευχὴ καὶ νηστεία, δαιμόνων γένος ἐκδιώκεται.

ᾨδὴ ς΄. Τὸν προφήτην Ἰωνᾶν.
Οὐ ῥημάτων εὐπορῶ, ἀρετῶν τε ἀπορώ· οὐ γὰρ στέργω προσευχήν, καὶ νηστείαν ἐκτελεῖν, Θεόνυμφε· καὶ διὰ τοῦτο πρὸς σε κατέφυγον.

Σύνες εὔσπλαγχνε Υἱέ, σὴς μητρὸς εκδυσωπώ· ὁ προστρέχων ἐπ’ ἐμέ, χρηστῶν ἔργων ἀπορεῖ, καὶ κράζει μοι· οὐκ ἔχω πλήν σου ἐλπίδα Δέσποινα.

Λιτανεύουσα θερμῶς, παύσαι Μῆτερ τοῦ λαλείν· καὶ γὰρ οὗτος ἀφορῶν ὅτι εὔσπλαγχνος εἰμί, μολύνεται, μὴ ἐπιβλέπων εἰς τὴν ὀργὴν τὴν ἐμήν.

Ἱκετεύω ὑπέρ σου, τὸν Υἱόν μου καὶ Θεόν, ἵνα τύχης ἱλασμού· ἀλλ’ αὐτὸς μοι ἐκβοᾷ, τοῦ παύσασθαι, καὶ μὴ πρεσβεύειν εἰς τὸ σωθῆναί σε.

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Παράδεισον ἐν γῇ, λογικὸν σὲ φυτεύσας, Χριστὸς ὁ φυτουργός, Παραδείσου τοῦ πρώτου, ἐν μέσῳ σου Δέσποινα, ὡς ζωῆς ξύλον έφυσεν· ὃν ἱκέτευε, τοῦ τῆς τρυφῆς Παραδείσου, ἀξιώσαί με, καὶ ἐφ’ ὑδάτων ἐκθρέψαι, τερπνῆς ἀναπαύσεως.

ᾨδὴ ζ΄. Οἱ παῖδες εὐσεβείᾳ.
Τὴν πᾶσαν μου ἐλπίδα, ἐπὶ σὲ ἀνατίθημι Δέσποινα, καὶ μὴ ἀπώσῃ εἰς βυθόν, ἀπωλείας με τὸν δείλαιον· ἀλλ’ ἀνάστρεψον τῷ σῷ βοῶσᾳ πάλιν Υἱῷ· μὴ ἀπολέσῃς τὸ πλάσμα τῶν χειρῶν σου.

Ἀμέτρητον ὡς ἔχων, εὐσπλαγχνίας τὸ πέλαγος Δέσποτα· δέξαι με πάλιν δυσωπῶ, σὲ τὸν μόνον εὐδιάλλακτον καὶ οικτείρησον τῶν σῶν χειρῶν τὸ ποίημα, ὁ οικτειρήσας ποτὲ τὴν Χαναναίαν.

Ἱλάσκομαι καὶ σῴζω, τὸν ἐν πόθῳ, πολλῷ προσερχόμενον· καὶ γὰρ οὐ θέλω τὸ ἐμόν, ἀπωλέσθαι πλάσμα πώποτε· εἰς τὸ σώσαι γὰρ αὑτό, ὅλος ἐτέχθην ἐκ σου· ἀλλ’ οὗτος πόῤῥω, τῶν ἔργων μου ὑπάρχει.

Σοφία τοῦ Ὑψίστου, προϋπάρχων ὁ Υἱός μου γέγονεν, ἄνθρωπος ὅλος ἐξ ἐμοῦ, ἵνα σώσῃ τοὺς φυλάσσοντας, μετὰ πίστεως θερμῆς τὸ θεῖον βάπτισμα· ἀλλὰ σὺ τούτων ἀμέτοχος ἐδείχθης.

ᾨδὴ η΄. Ὃν φρίττουσιν Ἄγγελοι.
Θαῤῥήσας προσῆλθον σοι Παρθένε θεωρῶν, τὸν σὸν Υἱὸν σώσαντα, τὴν πόρνην καὶ ληστήν· αὐτοὶ γὰρ νομίμως οὐδὲν ἔργον χρηστόν, ἔπραξαν ἐν βίῳ, ἀλλ’ ἔτυχον συγγνώμης.

Ἐξ ὕψους ἐπίβλεψον εἰσάκουσον τῆς σῆς Μητρὸς δεομένης σου, καὶ ῥῦσαι τοῦ πυρός, τὸν δοῦλον σου τοῦτον ὡς τὴν πόρνην τὸ πρίν, καὶ ὡς ἐλυτρώσω, λῃστὴν ἐν τῷ Σταυρῷ σου.

Ὁ πάλαι κρεμάμενος λῃστὴς ἐν τῷ Σταυρῷ, ἐν πίστει ἐκραύγαζε τὸ μνήσθητι κᾀμοῦ· ἡ πόρνη δε πάλιν τῶν δακρύων πηγάς, ἐβλυζεν, ἀλλ’ οὗτος, αὐτοῖς οὐχ ὡμοιώθη.

Δακρύουσαν σέσωκε τὴν πόρνην ὁ Χριστός· ὡσαύτως πιστεύσαντα λῃστὴν ἐν τῷ Σταυρῷ· εἰ οὖν θέλεις ἄρτι σωτηρίας τυχεῖν, πρόσδραμε Κυρίῳ, σὺν δάκρυσι καὶ πίστει.

Ὁ Εἱρμός.
Ὃν φρίττουσιν Ἄγγελοι, καὶ πάσαι στρατιαί, ὡς Κτίστην καὶ Κύριον ὑμνεῖτε ἱερεῖς, δοξάσατε παῖδες, εὐλογεῖτε λαοί, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Τὴν φωτοφόρον νεφέλην.
Ὤφθην ἁπάντων ἀνθρώπων, ἀμαρτωλότερος Κόρη, καὶ διὰ τοῦτο προσελθεῖν, τῷ Υἱῷ σου αἰδοῦμαι· ἀλλὰ δυσώπησον αὐτόν, καὶ ἵλεων ποίησον, τοῦ δέξασθαι, ἐν θερμῇ με τῇ πίστει, καὶ ἐν πόθῳ προσερχόμενον αὐτῷ.

Ῥῦσαι κολάσεως Λόγε, τὸν προσελθόντα σοι δοῦλον, καὶ μὴ μνησθῇς ἀνομιῶν, τῶν αὐτοῦ δυσωπῶ σε· εἰ γὰρ καὶ ἥμαρτε Σωτήρ· ἀλλὰ μοι προσπέφευγε, καὶ δέομαι· δι’ ἐμὲ τοῦτον δέξαι, ὁ τοῖς πᾶσι τὰ αἰτήματα πληρῶν.

Οὐκ ἔστιν ἄξιος Μῆτερ, ὁ προσφυγῶν σοι ἐλέους· καὶ γὰρ ἀνθρώπων με οὐδείς, ὡς αὐτὸς παροργίζει· ἀλλὰ πρεσβείαις σου σεπταῖς, αὐτὸν τῆς κολάσεως, ἀμέτοχον ἐν τῇ κρίσει ποιήσῳ, εἰ προσάξει μετανοίας μοι καρπούς.

Ὑπὸ τὸν ᾅδην ὑπάρχων, ἀνεβιβάσθης πρὸς ὕψος, ταῖς πρὸς τὸν θεῖον μου Υἱόν, ἱκεσίαις καὶ πρόσχες, μὴ τοῖς προτέροις σου δεινοῖς, ἐμπέσῃς ἐγκλήμασιν· ἀλλ’ ἄπελθε, εἰς ὀδοὺς μετανοίας, μήπως πάλιν τῇ γεέννῃ ἐμβληθῇς.

Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Χαρὰ τοῦ κόσμου ὑπάρχεις, ἁμαρτωλῶν ὁ λιμήν· χειμαζομένων ῥύστις, Θεοτόκε Παρθένε· δέξαι οὖν βοῶ σοι κᾀμοῦ τὴν εὐχήν, καὶ τὴν δέησιν ἄχραντε, ἣν καὶ προσάγαγε τάχει τῷ σῶ Υἱῶ, ἵνα σώσῃ με τὸν ἄσωτον.

Χαρᾶς αἰτία μοι πάσης Υἱέ μου φίλτατε, συγχώρησιν πταισμάτων, δώρησαι τῷ σῷ δούλῳ· ἵνα γνῶσι πάντες ὅτι πρὸς σε, παῤῥησίαν ὡς Μήτηρ σου, μεγίστην ἔχω Χριστέ μου τοῦ δυσωπεῖν, ὑπὲρ πάντας τοὺς ἁγίους σου.

Χαρᾶς δοχεῖον Μῆτερ, τῇ σῇ δεήσει καμφθείς, τὴν ἄφεσιν πταισμάτων, τῷ ἀγνώμονι τούτῳ, δίδωμι καὶ ἄφες τοῦ εκβοάν· ἀλλ’ εἰπὲ τούτῳ παύσασθαι, τοῦ ἁμαρτάνειν καὶ ἕλκειν με πρὸς ὀργήν˙ φύσει γὰρ εὔσπλαγχνος πέφυκα.

Ἰδοῦ τὴν ἄφεσιν ἔσχες τῶν ἐγκλημάτων σου, ἐμοῦ λιταῖς καὶ πρόσχες, τὸν ὑπόλοιπον βίον, θεάρεστον τελέσαι ὅπως τρυφῆς, ἀπολαύσῃς τὴν εὔκλειαν, ἐν Παραδείσῳ σὺν πᾶσι τοῖς ἐκλεκτοῖς, τὴν οὐδ’ ὅλως λῆξιν ἔχουσαν.

ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΑΝΔΡΕΟΥ ΚΡΗΤΗΣ.

Οὗ ἡ ἀκροστιχίς·
Θρήνων ἐμῶν δέχοιο, τὸν πρῶτον Κόρη. Ναί.

ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος.
Θρήνων ἀπαρχὰς δεῦρο ψυχή, τῇ Θεοτόκῳ προσοίσωμεν σήμερον· αὕτη γὰρ ἐῤῥύσατο, τῆς τοῦ Ἀδὰμ κατάρας τὸ ἀνθρώπινον, καὶ τὴν εὐλογίαν, καὶ χαρμονὴν ἐδωρήσατο.

Ῥείθροις Ἰορδάνου τὰ ἐμά, περισωθέντα οὐδόλως ἰσχύουσι, δάκρυα ἐκνίψασθαι, τὸν τῶν ἐμῶν ἁμαρτημάτων βόρβορον· ἀλλὰ σὺ Παρθένε, τῷ σῷ ἐλέει με κάθαρον.

Ἥλιον γεννήσασα Χριστὸν δικαιοσύνης Παρθένε τὸν ἄδυτον, φώτισόν μου δέομαι, τὰ τῆς ψυχῆς ἠμαυρωμένα ὄμματα, ἡδονῶν ἀχλύι, καὶ ἁμαρτίας παχύτητι.

Νόμους τοῦ Δεσπότου παραβάς, πᾶσαν ἰδέαν κακίας ἐτέλεσα· καὶ νῦν ἐπιστρέφοντα, μὴ με παρίδῃς τὸν ἀχρεῖον δοῦλόν σου, Δέσποινα Μαρία, ἀλλὰ οἰκτείρασα σῶσόν με.

ᾨδὴ γ΄. Ὁ μόνος εἰδώς.
Ὡς πάλαι τὴν Εὔαν εὑρηκώς, ὁ ὄφις με ἠπάτησε, καὶ ἡδονῆς τῇ γεύσει ἐξέβαλε τοῦ Παραδείσου τῆς θείας γνώσεως· ἡ Χριστὸν κυήσασα, τὸν Ἀδὰμ τὸν δεύτερον, πρὸς ζωὴν ἐπανάγαγε Δέσποινα.

Νοσήσας τοῦ Κάϊν δυστυχῶς, Παρθένε τὴν ἀπόνοιαν, ὡς ἀδελφὸν τὸν νοῦν μου ἀπέκτεινα, φιληδονίας ξίφει χρησάμενος, καὶ φθονήσας κάκιστα, τούτου τὴν ἀνάβασιν, ἀλλὰ σὺ ὡς φιλάνθρωπος σῶσόν με.

Ἐθρήνησε πάλαι ὁ Ἀδάμ, Ἐδὲμ ἀποικιζόμενος, Χερουβεὶμ τοῦ τὴν εἴσοδον φράττοντος· πεσὼν ἐγὼ δὲ τῆς θείας γνώσεως, θρηνῶν ἱκετεύω σε, σὺν ἁγίοις πρέσβευε, Θεομῆτορ παθὼν λυτρωθῆναί με.

Μελέτη θανάτου ὦ ψυχή, ἀθλία προηγείσθω σου, ἐν ταῖς τοῦ βίου πράξεσι πάντοτε, καὶ θρῆνον λαβέ, καὶ πένθος σύστησον, ἔχουσα μεσίτριαν, τὴν ἁγνὴν καὶ ἄμωμον, πρὸς Χριστὸν τὸν ἐκ ταύτης βλαστήσαντα.

ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι.
Ὦ τῶν σῶν θαυμάτων ἀπειρόγαμε Δέσποινα! Ὅτι μεσίτρια βροτῶν, ἁμαρτωλῶν πρὸς τὸν ἐκ σου τεχθέντα γεγένησαι· διὸ κᾀμὲ ὑπὲρ βροτοὺς αμαρτήσαντα, καταλλαγῆναι αὑτῷ ἐκδυσώπησον.

Νέκρωσον Παρθένε τῆς σαρκός μου τὸ φρόνημα, καὶ τῶν παθῶν τὰς προσβολὰς καὶ τῶν δαιμόνων τὰς βουλάς, ἀπράκτους ἀπέργασαι, καὶ τῆς ζωῆς τρίβους βαίνειν ὁδήγησον, ἡ τὴν ζωὴν τῶν ἁπάντων κυήσασα.

Δάκρυσι καθάραι μολυσμούς τῆς καρδίας μου, ταῖς προστασίαις τῶν σεπτῶν Ἀγγέλων ποίησον Ἁγνή, ψυχῆς τε τὴν ζόφωσιν καὶ τοῦ νοὸς τὰς ἐκτροπὰς ἀνακάλεσαι, καὶ ἀπαθείας πρὸς τρίβον ὁδήγησον.

Ἔννοιαν αἰσχίστοις λογισμοῖς κατεμόλυνα, καὶ τὴν ψυχὴν ταῖς ἡδοναῖς, τοὺς ἐπὶ Νῶε ὑπερβάς, αἰσχροῖς ἀτοπήμασι· δι’ ὅ βοῶ Θεοκυῆτορ με οἴκτειρον, κατακλυσμοῦ νοητοῦ διασῴζουσα.

ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Χαλεπῆς με ἐκ φλογός τῆς γεέννης ἐξάρπασον, ἡ τεκοῦσα τῆς Θεότητος πῦρ τὸ ἀπρόσιτον, καθ’ ἡμᾶς γενόμενον, Θεανδρικὴ τῇ ὑποστάσει, Θεοκυῆτορ πανάμωμε.

Οὐ πτοοῦμαι τὰς μελλούσας κολάσεις ὁ ἄθλιος, οὐ τὸ σκότος, οὐ βρυγμόν τῶν ὀδόντων καὶ σκώληκα, οὐ τὸ πῦρ τὸ άσβεστον· δι’ ὅ αἰτοῦμαι σε Παρθένε, τούτων με πάντων ἐκλύτρωσαι.

Ἴασαι μου τῆς ψυχῆς τὰ ἀλγήματα Πάναγνε, ἡ τεκοῦσα τὸν τὰς νόσους ἡμῶν ἰασάμενον, τοῖς αὐτοῦ παθήμασι, τοῖς σωτηρίοις καὶ πανσέπτοις, ἵνα πιστῶς μεγαλύνω σε.

Οὐχ ὡς Λάμεχ νεανίσκον καὶ ἄνδρα ἀπέκτεινα, Θεομῆτορ, ἀλλὰ νοῦν καὶ τὸν λόγον τοῖς πταίσμασι· μὴ οὖν ἡ ἐκδίκησις, ταμιευθήτω μου τῇ κρίσει, ἀλλὰ ἐνταῦθα με κάθαρον.

ᾨδὴ ς΄. Ἐκύκλωσεν ἡμᾶς.
Τὸ σῶμα κατεμόλυνα ταῖς πράξεσι· τὸν νοῦν ταῖς ἐνθυμήσεσι· τὰς αἰσθήσεις τῇ ἀφῇ τῶν ἠδονῶν· τούτων μοι τὴν ἴασιν χορήγησον, τοῖς σταλαγμοῖς ἐμῶν δακρύων Θεοχαρίτωτε.

Ὁ χρόνος τῆς ζωῆς μου δεδαπάνηται ἐν ὕπνῳ καὶ ἀνέσεσι, καὶ τρυφὴ καὶ ῥεμβασμοῖς τῶν λογισμών· νῦν οὖν κᾂν ἐν γήρα με σωφρόνισον Μῆτερ Θεοῦ, καὶ πρὸς μετάνοιαν χειραγώγησον.

Νοήσας τῶν πρὸ νόμου τὴν ἀπόνοιαν, ἀφρόνως ἐπεχείρησα, ὡς πυργώματα τὰς πράξεις τὰς αἰσχράς, ἄλλην ἐπὶ ἄλλη συναρμόσασθαι. Σὺ οὖν ἁγνὴ τῷ θείω με συνέτισον Πνεύματι.

Παγίδα μοι κεκρύφασι Πανύμνητε, οἱ ὄντως υπερήφανοι· καὶ σχοινίοις τῶν ἐμῶν ἁμαρτιῶν, βρόχους τοῖς ποσί μου διετείναντο, οὓς ἀγαθή, ὡς ἀραχνίους μίτους διάλυσον.

Κάθισμα. Ἦχος α΄. Χορὸς Ἀγγελικός.
Ἐλπὶς Χριστιανῶν, ἀψευδὴς καὶ βεβαία· ἐλέους χορηγέ, καὶ πηγὴ συμπαθείας, ἡ κλεὶς ἡ διανοίγουσα, τοῦ Θεοῦ τὴν χρηστότητα, πᾶσιν ἄνοιξον, τῆς εὐσπλαγχνίας τὴν πύλην· πᾶσι δώρησαι, τοῦ τῆς τρυφῆς Παραδείσου, τὴν εἴσοδον Δέσποινα.

ᾨδὴ ζ΄. Σε νοητήν.
Ῥῆξον Ἁγνὴ δεσμούς τῆς καρδίας μου, λήθην καὶ ἄγνοιαν δεινήν, καὶ τὴν πώρωσιν τῆς ψυχῆς, καὶ ηλιθιότητα· δι’ ὧν συνδεσμούμενος, ὁ νοῦς μου τρέχειν οὐ δύναται, πρὸς πλατυσμὸν θεωρίας, καὶ ὕψος θείας γνώσεως.

Ὦ τῶν ἐμῶν παθὼν καὶ κινήσεων! Ποῖον αἶσχος αἰσχροποιόν, οὐκ ἀφρόνως πέπραχα; ποῖον οὐκ ἐτέλεσα, ἡδυπαθείας ἁμάρτημα; σὺ οὖν Ἁγνὴ κᾂν ἐν γήρα μετάνοιαν μοι δώρησαι.

Τὴν ἐν ἐμοὶ ῥαθυμίαν Δέσποινα, καὶ νυσταγμόν τὸν χαλεπόν, ταῖς ἀγρύπνοις σου πρὸς Θεόν, δέομαι δεήσεσιν, ἄχραντε ἀπέλασον, καὶ μελῳδοῦντα με οίκτειρον· ὁ αἰνετὸς τῶν Πατέρων Θεὸς καὶ ὑπερένδοξος.

Οἷμοι ψυχή! πὼς ἀπηναισχύντησας, ὑπὲρ τὸν Χάμ τὸν ἀναιδῆ! οὐκ ἐκάλυψας τὴν αἰδῶ, τοῦ σοι πλησιάζοντος, φύσει τε καὶ χάριτι ἀλλ’ ἀπανθρώπως ἐφαύλισας· νῦν οὖν θερμῶς πρός τὴν εὔσπλαγχνον κόρη μετανόησον.

ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες.
Νεκρωθεῖσα τάλαινα ψυχή, δεινῶς τῇ ἀμελείᾳ, ἐγέρθητι ὡς ἐξ ὕπνου, καὶ μεσίτριαν ποιοῦ τὴν μόνην ἀπείρανδρον Θεοτόκον· ὅπως σε τρόποις ζωώση μετανοίας, καί τῆς ἀπαθείας καθυποδείξη τρίβους.

Κοίμισον μου δὴ τὰς ἐμπαθεῖς ὀρέξεις, παθῶν τε τῶν ψυχοφθόρων τὰ ἰνδάλματα Ἁγνή, εἰς τέλος ἐξάλειψον Θεομήτορ· ἵνα δοξάζω ἀεὶ καὶ εὐλογῶ σε, τὴν μόνην αἰτίαν τῆς πάντων σωτηρίας.

Ὁλοτρόπως πᾶσαν ἡδονήν, ἐτέλεσα ἀφρόνως, καὶ πάσας μου τὰς αἰσθήσεις κατεμόλυνα αἰσχρώς· πρὸς σε τὴν ἀμόλυντον καταφεύγω, Δέσποινα πάντων ἁμαρτωλῶν προστάτις, ῥῦσαι τοῦ πυρός με, καὶ σκότους αἰωνίου.

Ῥαντισμῷ δακρύων μου Ἁγνή, ἀπόπλυνον τὰ ἕλκη, καὶ τραύματα τῆς ψυχῆς μου ἡ τεκοῦσα τὸν Χριστόν, τὸν λεπροὺς ἰώμενον καὶ αἱμόῤῥους, ὅπως ἀκούσω φωνῆς τῆς ποθουμένης· σῴζου τῇ σῇ πίστει, πορεύου εἰς εἰρήνην.

ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς.
Ἤδη πρὸς τῷ τέλει γέγονα, τῶν χρονικῶν μου κόρη φεῦ μοι υπάρξεων· καὶ βαρούμενος ταῖς ἁμαρτίαις ἀπέρχομαι, εἰς ἀπείρους αἰῶνας κολάζεσθαι· ἡ τὸν Κριτὴν τεκοῦσα, τοῦτον ἱλέωσαί μοι Δέσποινα.

Νόμους τοῦ Θεοῦ ἠθέτησα, καὶ ἁμαρτίας νόμῳ αὐτὸν ἐδούλωσα, νόμῳ τοῦ νοός, οὐχ ὑποκύψας ὁ ἄθλιος, ἡ τοὺς νόμους λαθοῦσα τῆς φύσεως, ἐν τῷ σεπτῷ σου τόκῳ, νόμους σαρκός μου καθυπόταξον.

Ἆρον τὸ βαρὺ φορτίον μου, τῶν ἐγκλημάτων Θεοτόκε πανάμωμε· καὶ τὸν ἐλαφρόν, Ἁγνὴ ζυγὸν καταξίωσον, τοῦ Υἱοῦ καὶ Θεοῦ σου βαστάζειν με, καὶ τρίβον διοδεύειν, τὴν πρὸς τὴν ἄνω λῆξιν ἄγουσαν.

Ἵνα τὸν βυθὸν τὸν ἄπειρον, τῶν οἰκτιρμῶν ἐνδείξῃς τῆς σῆς χρηστότητος καὶ τὴν εὐσπλαγχνίαν, τοῦ Υἱοῦ σου Πανύμνητε, ὑπὲρ πάντας κᾀμὲ ἀμαρτήσαντα, συγχώρησιν μοι δίδου, καὶ Παραδείσου τὴν κατοίκησιν.

Προσόμοια. Ἦχος α΄. Πανεύφημοι μάρτυρες.
Χαῖρε καθαρώτατον Θεοῦ, ἔμψυχον παλάτιον καὶ φωτοφόρον Πανύμνητε, χαῖρε ἀπείρανδρε, χαῖρε θεία σκέπη, χαῖρε τεῖχος ἄῤῥηκτον, χαῖρε Θεὸν ἀῤῥήτως κυήσασα, χαῖρε ἀνόρθωσις, τοῦ Ἀδὰμ καὶ Εὔας λύτρωσις, χαῖρε πάντων πιστῶν τὸ κραταίωμα.

Χαῖρε θρόνε πύρινε Θεού· Ῥόδον τὸ ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα· καὶ κρίνον εὔοσμον. Χαῖρε Παναγία, δι’ ἧς ἐλυτρώθημεν, τῆς πρώην ἀποφάσεως Δέσποινα, χαῖρε πανθαύμαστε, οἰκουμένης ἀγαλλίαμα, χαῖρε πάντων Ὀρθοδόξων καύχημα.

Χαῖρε ὁ λειμὼν ὁ εὐθαλής, καὶ εὐώδης ἄχραντε. Χαῖρε κυπρίζουσα ἄμπελε, χαῖρε κατάκαρπε, ἐλαία Παρθένε, χαῖρε ἡ μυρίπνοος, Θεοῦ φυταλιά, χαῖρε σύνδενδρον, καὶ εὐσκιόφυλλον ὄρος. Χαῖρε ἀειπάρθενε, τῶν χαρίτων ὁ κῆπος ὁ εὔχαρις.

Χαρᾶς τὴν καρδίαν μου Ἁγνή, πλήρωσον ὡς εύσπλαγχνος· καὶ τῶν δακρύων ἀπάλλαξον, χαρὰν ὡς τέξασα, μόνη Θεομήτορ· καὶ δεινῶν ἐκ πάντων με, ἐξάγαγε τὸν δοῦλον σου δέομαι· ἵνα δοξάζω σε, ἵνα πόθῳ μεγαλύνω σε, τὴν τῶν ὄντων πάντων ὑπερέχουσαν.

ΤΗ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΙΩΣΗΦ ΤΟΥ ΥΜΝΟΓΡΑΦΟΥ.

ᾨδὴ α΄. Ἦχος α΄. Χριστὸς γεννᾶται.
Χριστιανῶν καταφύγιον, πιπτόντων ἐπανόρθωσις Πάναγνε· πταιόντων τὸ ἰλαστήριον· ῥῦσαι με καταδίκης τῆς φοβερᾶς, καὶ πυρὸς ἀσβέστου, τὴν αἰώνιον ζωὴν παρεχομένη μοι.

Ἐν ἀπογνώσει συνέχομαι, τὸ πλῆθος ἐννοῶν τῶν πταισμάτων μου, καὶ τὴν τοῦ Κριτοῦ απόφασιν· Δέσποινα Θεοτόκε σὺ μοι γενοῦ, θεία μεσιτείᾳ, καταλλάσσουσα αὑτὸν τῇ ευπλαγχνία σου.

Παρθένε μόνη πανύμνητε· Παρθένε ἡ Θεὸν σωματώσασα· Παρθένε ἡ πᾶσι πρόξενος ζωῆς τῆς αἰωνίου, λάμψον μοι φῶς, τὸ τῆς μετανοίας, διαλύουσαν τὸν ζόφον τῶν πταισμάτων μου.

Ἰδοῦ πρὸς σε νῦν κατέφυγον, τὴν σκέπην μου καὶ θείαν ἀντίληψιν, τὰ σπλάγχνα τῆς σὴς μοι χάριτος, δεῖξον ἀνεῳγμένα, μὴ ὀργισθῇς μηδὲ παραβλέψης, μὴ ἐάσῃς με Παρθένε ἀπολλύμενον.

ᾨδὴ γ΄. Τῷ πρὸ τῶν αἰώνων.
Πάντες οἱ Προφῆται, σε Μητέρα Θεοῦ ἀνεκήρυττον διὰ συμβόλων παραδόξων, ὧν ἡμεῖς τὰς ἐκβάσεις, τρανώς ἰδόντες πιστεύομεν, καὶ ἐξαιτοῦμεν, τυχεῖν δία σου, θείας ἱλαρότητος.

Ὤφθης πλατυτέρα, οὐρανῶν συλλαβοῦσα τὸν πάντων Θεόν, καὶ ἐν ἀγκάλαις σου συνέχεις, τὸν συνέχοντα πάντα, ἁγνὴ ὅθεν ἱκετεύω σε, τῶν συνεχόντων δεινῶν με παθών, τάχος ἐλευθέρωσον.

Σὺ τῶν ἐν ἀνάγκαις, καὶ ἐν θλίψεσι πρόμαχος πέφυκας· σὺ τῶν ἐν ζάλη τῇ τοῦ βίου, ἀγαθὴ κυβερνήτις· διὸ ἱκετεύων κράζω σοι τὴν σὴν βοήθειαν Κόρη ἁγνή, δώρησαι τῷ δούλῳ σου.

Δέσποινα τοῦ κόσμου, σωτηρία πιστῶν καὶ ἀντίληψις, τοὺς ἐκ βαθέων στεναγμοὺς μοι, πεμπομένους καρδίας, πρὸς σε καὶ δάκρυα Πάναγνε, προσδεδεγμένη πταισμάτων πολλῶν, ρύσαί με καὶ θλίψεων.

ᾨδὴ δ’’΄. Ῥάβδος ἐκ τῆς ῥίζης.
Μονὴν σε πιστοὶ μετὰ Θεόν, ἐλπίδα ἀκαταίσχυντον, καὶ προστασίαν Κόρη ἔχομεν, ταῖς σαῖς πρεσβείαις ἡμᾶς, λύτρωσαι ἐκ παντοίων, ἐχθρῶν ὁρατῶν καὶ ἀοράτων, καὶ βλάβης καὶ πειρασμών· ἵνα σε απαύστως δοξάζωμεν.

Ὑλώδους ἐμφάσεως ἁγνή, τὸν νοῦν μου ἐκκαθάρασα, ἔρωτος θείου δεῖξον ἔμπλεων, τὰ θεία λέγειν ἀεί, φαντάζεσθαι τὰ θεία· τὰ θεία ποιεῖν εμμελώς ἔργα, ὅπως ἐκφύγω φρικτήν, καὶ διαιωνίζουσαν κόλασιν.

Οὐ κέκτημαι ἄλλη ἐπὶ γῆς, προστάτιν καὶ ὑπέρμαχον, καὶ τεῖχος απροσμάχητον εἰμὴ σε μόνην ἁγνή, Θεοτόκε άχραντε· σὺ γὰρ μοι ἐλπὶς καὶ σωτηρία, καὶ σκέπη καὶ βοηθός, καὶ παραπτωμάτων συγχώρησις.

Κατάβαλε θράσος πονηρόν, ἐχθροῦ καὶ πανουργεύματα, τὰ κατ’ ἐμοῦ ἐπιφερόμενα, καὶ ένδυσόν με τὴν σήν, ἰσχὺν παναμώμητε, ἄτρωτον ἀεὶ διατηροῦσα, ἀπήμονα ἀβλαβῆ, τὸν εἰλικρινῶς σε γεραίροντα.

ᾨδὴ ε΄. Θεὸς ὢν εἰρήνης.
Ἀνόρθωσις πάντων, πιπτόντων σὺ εἶ· ἀσθενούντων ταχείᾳ επίσκεψις· διὸ ταῖς παραπτώμασι πεσόντα χαλεπῶς, καὶ τὴν ψυχὴν νοσοῦντα, θεράπευσον καὶ σῶσον, ἀνορθοῦσα με Κόρη, τῇ παναλκεῖ χειρί σου Δέσποινα.

Σωτήρια ὅπλα, ἐξ ὕψους ταχύ, δυσωπῶ σε Παρθένε παράσχου μοι, τὴν θείαν σου ἀντίληψιν καὶ σκέπην καὶ ἰσχύν, μεθ’ ὧν τοῦ ἀρχεκάκου νικήσας πανουργίαν, σωτηρίας ἐνθεοῦ, ἀξιωθῶ Θεομακάριστε.

Παλάτιον θεῖον τοῦ Λόγου ἁγνή, ἐμὲ τῶν πονηρῶν ἐργαστήριον, ὑπάρξαντα πνευμάτων διὰ πράξεων αἰσχρῶν, καὶ τούτων ἐκπληροῦντα, τὸ θέλημα ἀφρόνως, διὰ τῆς μετανοίας, δεῖξον Θεοῦ κατοικητήριον.

Ἐν ὤρα ἐσχάτη τῆς ἐξόδου μου, καὶ ψυχῆς χωρισμοῦ ἐκ τοῦ σώματος, βοήθειά μοι φάνηθι καὶ πρόμαχος γενοῦ, τοὺς ἐπιτιθεμένους, ἐχθρούς τοὺς ἀοράτους, ἁγνὴ ἀποσοβοῦσα, καὶ πρὸς Θεὸν χειραγωγοῦσά με.

ᾨδὴ ς΄. Σπλάγχνων Ἰωνᾶν.
Πύλη θεϊκῆς, ἀκτῖνος σὺ πέφυκας, πηγὴ τε φωτὸς ἀδύτου γέγονας· τὸ γὰρ πλήρωμα, τῆς Θεότητος ἅπαν ἐσκήνωσεν, ἀποῤῥήτως ἐν τῇ μήτρα σου Πανάμωμε· οὗπερ φυσικὴν ἐνέργειαν, καὶ τὴν αἴγλην βραβεύεις τοῖς χρῄζουσιν.

Ἕστη μέχρι σου, Παρθένε ὁ θάνατος· ζωὴν γὰρ Χριστὸν ἐκυοφόρησας, τὸν δωρούμενον, καθαρῶς εἰς αὑτὸν τοῖς πιστεύουσι, τὴν ἀθάνατον καὶ θείαν απολύτρωσιν· τοῦτον Παναγία αἴτησαι· λυτρωθῆναι πταισμάτων τοὺς δούλους σου.

Μύρου νοητοῦ, δοχεῖον γεγένησαι, τοῦ πᾶσαν τὴν γῆν εὐωδιάσαντος, τῆς Θεότητος, τοῖς ἀτμοῖς Παναγίᾳ Θεόνυμφε· δι’ ὅπερ τῇ εὐωδία τῆς πρεσβείας σου, πᾶσαν ἀηδίαν ἔλασον, ἐκ ψυχῆς τῆς ἐμῆς παραπτώσεων.

Πῦρ τῶν ἡδονῶν, σφοδρῶς κατακαίει με, καὶ θλίβει ἀεὶ τὴν ταπεινήν μου ψυχήν, καὶ πρὸς ἄτοπον, ἐργασίαν συνωθεῖ καὶ άθεσμον· ἡ τὸ πῦρ τὸ θεϊκὸν ἀποκυήσασα, σβέσον τοῦτο καταμάρανον, ἡ ἐμὴ σωτηρία Θεόνυμφε.

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Λυχνίᾳ χρυσαυγής, τοῦ ἡλίου τῆς δόξης· λαμπὰς λευκοφαής, τοῦ φωτός τοῦ ἀδύτου, νεφέλης πυρσεύουσα, τοῦ Πατρός τὸ ἀπαύγασμα, τῆς καρδίας μου, ἀμβλυωπούσας τὰς κόρας, φωταγώγησον, μαρμαρυγαῖς ἀκηράτοις, καὶ θείοις πυρσεύμασιν.

ᾨδὴ ζ΄. Οἱ παῖδες εὐσεβείᾳ.
Λαβὶς ἢν Ἠσαΐας, ὁ Προφήτης πάλαι ἐθεάσατο, τὸν θεῖον ἄνθρακα Χριστόν, ἐν κοιλία σὺ εἶ φέρουσα, πᾶσαν ὕλην ἁμαρτίας καταφλέγοντα, τῶν δὲ πιστῶν τὰς ψυχὰς φωταγωγοῦντα.

Ὡς ὄμβρος ἐπὶ πόκον, καταβὰς ἐν σῇ γαστρὶ σεσάρκωται, ὁ τῆς εἰρήνης ποταμός, ἡ πηγή τῆς ἀγαθότητος, ὁ σταγόνας ὑετοῦ ἐξαριθμούμενος· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Θεόνυμφε Μαρία, ἡ ἐλπὶς καὶ χαρὰ τῶν ὑμνούντων σε, τὰς τῶν πταισμάτων μου σειράς, διαῤῥήξασα πρεσβείαις σου, τῷ συνδέσμῳ τῆς ἀγάπης Χριστοῦ σύνδησον, τοὺς ἐναρέτους καρποὺς ἀνθηφορεῖν με.

Ἀνάγαγε Παρθένε, ἐκ βυθοῦ με τῶν αἰσχρῶν μου πράξεων, καὶ καταπράϋνον ἁγνή, τῶν παθών μου τὸ κλυδώνιον, καὶ καρδίας μου τὴν πώρωσιν διάλυσον, καὶ δώρησαί μοι πηγὴν τὴν τῶν δακρύων.

ᾨδὴ η΄. Θαύματος ὑπερφυοῦς.
Μῶμος ἐν τῷ κάλλει σου οὐκ ἔστι Κόρη· σὺ γὰρ μόνη πανάχραντος ὤφθης, ἐξ αἰῶνος Ἄχραντε παρθενίας μαρμαρυγαῖς, καταυγάζουσα τὸν κόσμον παρθενίας φωτί· διὸ ἀνυμνοῦντες σε κραυγάζομεν· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Στάμνον σε τὸ μάννα κεκτημένην, τῆς Θεότητος ἔγνωμεν Κόρη, κιβωτὸν καὶ τράπεζαν, καὶ λυχνίαν θρόνον Θεοῦ, καὶ παλάτιον καὶ γέφυραν μετάγουσαν, πρὸς θείαν ζωήν τοὺς αναμέλποντας· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Ἄγκυραν πανασφαλή σε κεκτημένοι, σωτηρίας ἡμῶν τὰς ἐλπίδας, ἐπὶ σοι πιστεύομεν, Θεοτόκε ἀλλὰ γενοῦ, τοῖς ἱκέταις σου λιμὴν καὶ τεῖχος ἄῤῥηκτον, καὶ πρός τὸ βοᾶν απαύστως ίθυνον· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Ἄκουσον τοῦ ἐκ καρδίας στεναγμοῦ μου, ἐνωτίσθητι φωνῆς κλαυθμοῦ μου, Παναγία Δέσποινα, μὴ παρόψη τὸν συντριμμόν, τῆς ἀθλίας μου ψυχῆς ἀλλὰ παράσχου μοι, τὴν τελείαν λύσιν τῶν πταισμάτων μου, καὶ χαράς τῆς μελούσης με αξίωσον· ἵνα σε δοξάζω εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμός.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, εξεικόνισε κάμινος τύπον, οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ, τῆς Θεότητος Παρθένου ἢν ὑπέδυ νηδύν˙ διὸ ἀνυμνοῦντες αναμέλψωμεν˙ εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς λοχείας σου.
Ἵνα χαρμοσύνως ἄσμασι, χαριστηρίοις Κόρη καταγεραίρω σε· ἵνα διὰ πάσης μου, ζωῆς μεγαλύνω σε, ἐξελοῦ με ἐκ στόματος λέοντος, δεινῶς ὠρυομένου, καὶ καταβρώξαί με σφαδᾴζοντος.

Ὤφθης ἱερὸν ἀνάκτορον, καὶ καθαρὸν Παρθένε Χριστοῦ παλάτιον, τοῦ πρὸ τῶν αἰώνων, ἀληθῶς βασιλεύοντος, καὶ κρατοῦντος ἀπᾴσῃς τῆς κτίσεως· διό μου τὴν καρδίαν, ἐξ ἀκαθάρτων παθὼν κάθαρον.

Στῆσον τῆς σαρκός τὸ φρόνημα, καὶ τῶν παθὼν Παρθένε παῦσον τὸν τάραχον, τοῦ προσφεύγοντος, Θεογεννήτορ τῇ σκέπη σου, καὶ ἐλπίδος κρηπῖδα σε ἔχοντος, καὶ θείαν προστασίαν, πεπλουτηκότας καὶ ἀντίληψιν.

Ἤρα τὴν ψυχήν μου Δέσποινα, πρὸς σὲ καὶ πάσῃ γνώμη ἐπὶ σοι πέποιθα· μὴ καταισχυνθείην, εἰς αἰῶνα ὁ δοῦλος σου· μηδ’ ἐχθροί μου καταγελασάτωσαν, οἱ νοητοὶ ἐν ὤρα, τῆς ἐκδημίας συλλαβόντες με.

Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Χαῖρε Θεοῦ Παναγίου ναὲ Πανάγιε, χαῖρε βασιλευόντων, τὸ ἀνίκητον θάρσος· ἡ πάντων προστασία τῶν γηγενῶν, χαῖρε βάθος αμέτρητον· ἀκατανόητον ὕψος χαῖρε χαρά, θλιβομένων καὶ παράκλησις.

Χαῖρε Πατρὸς προανάρχου νύμφη πανάμωμε, χαῖρε τοῦ συνανάρχου, Υἱοῦ Μήτηρ Παρθένε· τὸ σκεῦος τῆς ἁγνείας χαῖρε Ἀδάμ, τὴν Ἐδὲμ ἡ ἀνοίξασα, χαῖρε νεφέλη ὁλόφωτε τοὺς πιστούς, περιθάλπουσα καὶ σκέπουσα.

Χαῖρε φωτὸς ἀπροσίτου θεῖον ἀνάκτορον, χαῖρε εὔκαρπε χώρα, ἡ βλαστήσασα στάχυν, χαῖρε δυστυχούντων ἡ ἀσφαλής. Θεοτόκε ἀνόρθωσις, χαῖρε ἡ γέφυρα πάντας πρὸς τὴν ζωήν, ἐπανάγουσα πρεσβείαις σου.

Πάθη ποικίλα χειμάζει, τὴν ταπεινήν μου ψυχήν· καὶ πρὸς βυθὸν καθέλκει, ἀπογνώσεως ὅλον, προφθάσασα με σῶσον ὡς ἀγαθή· ἐπὶ σὲ γὰρ κατέφυγον, τὴν κραταιὰν προστασίαν καὶ ἰσχυράν, μὴ ἐκπέσω τῆς αἰτήσεως.

 

ΤΗ ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΕΥΧΑΪΤΩΝ
ΤΟΥ ΚΑΙ ΜΑΥΡΟΠΟΔΟΣ ΕΠΙΚΑΛΟΥΜΕΝΟΥ.

ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος.
Τὸ στόμα μου πλήρωσον ἁγνή, θείας αἰνέσεως ὅπως ὑμνήσω σου, τὴν δόξαν Πανύμνητε, καὶ μεγαλύνω τὴν μεγαλοπρέπειαν, ὅλην τὴν ἡμέραν, τοῦ σε σεπτώς μεγαλύναντος.

Χάρισαι μοι πένθος χαρμονῆς, καὶ παρακλήσεως θείας παραίτιον, χαρὰ καὶ παράκλησις, τῶν ὀρθοδόξων Θεοτόκε Δέσποινα, ἡ χαρὰν τῷ κόσμῳ, καὶ σωτηρίαν πηγάσασα.

Ὡς ἔμψυχος νέος οὐρανός, δικαιοσύνης ἀνέτειλας ἥλιον, Κόρη καὶ εβλάστησας, ὡς λογικὸς καὶ μυστικὸς παράδεισος, ξύλον ζωηφόρον, ἐξ οὗ φαγόντες οὐ θνήσκομεν.

Ὑπερτέρα γέγονας ἁγνή, τῶν ποιημάτων Θεὸν σωματώσασα· ὅθεν ἱκετεύω σε, ἀπὸ κοπρίας παθὼν με ἀνάστησον, καὶ πρὸς θεῖον ὕψος τῆς ἀπαθείας εἰσάγαγε.

ᾨδὴ γ΄. Ὁ μόνος εἰδώς.
Ἡ μόνη τὴν φύσιν τῶν βροτῶν, θεώσασα πανάμωμε, τῷ ὑπὲρ φύσιν τόκῳ σου αἴτησαι, ἁμαρτημάτων ἡμῖν συγχώρησιν, καὶ τὴν ἀγαλλίασιν, τὴν διαιωνίζουσαν, Παναγία Παρθένε πανύμνητε.

Ἡ χώρα τὸν στάχυν τῆς ζωῆς, ἀσπόρως ἡ ἐκφύσασα, καὶ ἀνηρότως αναβλαστήσασα, λιμῷ τακεῖσαν ἐνθεοῦ βρώσεως, τὴν ψυχήν μου στήριξον, ἄρτῳ θείων πράξεων, ἀρετῶν ἐν ἐλαίῳ πιάνασα.

Ἐκ σου ανεβλάστησεν ἡμῖν, τὸ ἄνθος τὸ ἀμάραντον, εὐωδιάζον πᾶσαν τὴν ἀνθρωπότητα, τῷ θείω μύρω τῆς αὑτοῦ φύσεως, ὁ Πατρὶ συνάναρχος, καὶ ἐκ σου γενόμενος, ὑπὸ χρόνον Μαρίᾳ Πανάμωμε.

Τὸ εἶδος μορφῆς σου τῆς σεπτῆς, Ἀγγέλοις μὲν αἰδέσιμον, τοῖς δὲ βροτοῖς ὑπάρχει σωτήριον· καὶ φρικτόν τῆς πονηρίας τοῖς πνεύμασι, ὅπερ πίστει σέβοντες, καὶ κατασπαζόμενοι, Θεοτόκε ψυχὰς φωτιζόμεθα.

ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι.
Ὅρος τε προεῖδε, Δανιήλ αλατόμητον· κατάσκιον ὁ Αββακούμ, τετυρωμένον ὁ Δαβίδ· ὄρος ἄλλος ἅγιον, καὶ ἐμφανὲς καὶ πῖον ὄρος Πανύμνητε· ὦ ὁ Θεὸς κατοικήσαι ηὐδόκησεν.

Θεῖον σε παλάτιον, τοῦ Λόγου γινώσκομεν, ἐν ᾦ οἰκήσας σαρικώς εκαινοποίησεν ἡμᾶς, φθαρέντας τοῖς πάθεσιν, ὅθεν ἁγνὴ Θεοῦ μητέρα σε σέβομεν, καὶ τὸν ἐκ σου γεννηθέντα δοξάζομεν.

Θεῖον σε νοοῦμεν, ἀκηλίδωτον ἔσοπτρον, ὡς δεξαμένη τὴν αὐγήν, τῆς θεϊκῆς μαρμαρυγῆς, καὶ ταύτην ἀστράψασαν, σωματικῶς παντὶ τῷ κόσμῳ Πανύμνητε, πρὸς σωτηρίαν τῶν ὑμνούντων σε.

Ναὸν σε γινώσκομεν, Θεοῦ καθαρώτατον, τοῦ ποιητοῦ τῶν οὐρανῶν, καὶ πάσης κτίσεως αγνή. ὅθεν σοι κραυγάζομεν, ναοὺς ἡμᾶς τοῦ θείου Πνεύματος ποίησον, τοὺς τὴν θερμήν σου πρεσβείαν πλουτίσαντας.

ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Ἴασαι μου τῆς ψυχῆς τὰ ἀλγήματα πάναγνε, ἡ τεκοῦσα τὸν τὰς νόσους ἡμῶν ἰασάμενον, τοῖς αὑτοῦ παθήμασι, τοῖς σωτηρίοις καὶ πανσέπτοις· ἵνα πιστῶς μεγαλύνω σε.

Ῥυπωθείσαν τὴν ἀθλίαν ψυχήν μου τοῖς πάθεσι, τῷ ὑσσώπῳ τῆς ἐνθεοῦ πρεσβείας σου κάθαρον, Θεοτόκε ἄχραντε, παρεχομένη σωτηρίας, ταύτῃ φαιδρότατον ἔνδυμα.

Σὲ ἑτοίμην πρὸς τὸ σῴζειν βοήθειαν κέκτημαι· διὰ τοῦτο σοὶ προσπίπτω καὶ κράζω σὺν δάκρυσι, Θεοτόκε ῥύσαί με, ἐκ τῶν βελῶν τοῦ ἀλλοτρίου, καὶ τῆς μελλούσης κολάσεως.

Σὺ ἰσχύς μου σὺ καὶ καύχημα καὶ ἀγαλλίαμα, καὶ φρουρός μου καὶ ἀντίληψις καὶ καταφύγιον, καὶ προστάτις ἄμαχος, Ὑπεραγία Θεοτόκε· διὸ με σῷζε τὸν δοῦλον σου.

ᾨδὴ ς΄. Ἐκύκλωσεν ἡμᾶς.
Λικμήσασα Παρθένε ταῖς πρεσβείαις σου, τῷ πτύω τοῦ πνεύματος, θημωνίας τῶν ἐμῶν ἁμαρτιῶν, κάθαρον καρδίας μου τὴν ἅλωνα, μακρὰν αὑτῆς πᾶν ἀχυρῶδες ποιοῦσα νόημα.

Ἰδοῦσα μοι τὴν κάκωσιν Πανάμωμε, ἣν ἡ ψυχὴ ὑφίσταται, κρατουμένη ἐν Αἰγύπτῳ τῶν παθών, καὶ πλινθοπλαστούσα τὴν πηλὸν σαρκός, δεῦρο ταχὺ καί τῆς ἀτίμου δουλείας με λύτρωσαι.

Σπαράττομαι τὰ σπλάγχνα καὶ συστρέφομαι, τὸν χρόνον τελειούμενον, τῆς ζωῆς μου καθορῶν καὶ ἐμαυτόν, χείροσιν ἑκάστοτε προκόπτοντα, καὶ ταῖς πληγαῖς ἐπιτιθέντα πληγὰς καὶ μώλωπας.

Νῦν ἤγγικε ψυχὴ τὸ τέλος ἤγγικεν· ἀπόθου τοίνυν ἅπαντα, τὰ τοῦ σκότους καὶ νυκτὸς ἔργα δεινά, καὶ τὰ τοῦ φωτὸς ὅπλα ἐνδύθητι, περιπατεῖν ὡς ἐν ἡμέρα πράττουσα εὔσχημα.

Κάθισμα. Ἦχος α΄. Χορὸς Ἀγγελικός.
Ἡμέρα μυστική, ἀνεδείχθης Παρθένε, τὸν ἥλιον Χριστόν, καταυγάζουσα πᾶσι, τοῖς ζόφῳ ἀπογνώσεως, καθημένοις Θεόνυμφε· ὅθεν ἅπαντες, οἱ διὰ σου φωτισθέντες, μακαρίζομεν, χρεωστικῶς ὡς αἰτίαν, βροτῶν ἀναπλάσεως.

ᾨδὴ ζ΄. Σὲ νοητήν.
Ὁ φωτεινός τοῦ Δεσπότου θάλαμος, χαῖρε πανθαύμαστε ἁγνή· χαῖρε τεῖχος τὸ τῶν πιστών· χαῖρε κλῖμαξ ἄγουσα, πρὸς θείαν κατάπαυσιν, τοὺς μελῳδοῦντας τῷ τόκῳ σου· ὁ αἰνετός τῶν Πατέρων Θεὸς καὶ ὑπερένδοξος.

Ὃν οὐ χωρεῖ, οὐρανὸς ἐχώρησας, ὡς πλατυτέρα οὐρανῶν, Θεοτόκε ὁ λογικός, οὐρανὸς καὶ ἔμψυχος, τοῦ κατασκευάσαντος, τοὺς οὐρανοὺς τῷ βουλήματι, μόνου Θεοῦ οὐρανοῦ καὶ τῆς γῆς τὸ ἐγκαλλώπισμα.

Ἵνα Θεὸς γένηται ὁ ἄνθρωπος, ἐκ σου σεσάρκωται Θεός· ὃν ἱκέτευε ἐκτενῶς ἄχραντε πανάμωμε, σῴζεσθαι τοὺς δούλους σου, ἐπηρειῶν τοῦ ἀλάστορος, καὶ χαλεπῆς ἐκ γεέννης φλογὸς καὶ πάσης θλίψεως.

Τὴν ἐν ἐμοὶ ῥαθυμίαν Δέσποινα, καὶ νυσταγμόν τὸν χαλεπόν, ταῖς ἀγρύπνοις σου πρὸς Θεόν, δέομαι δεήσεσιν, ἄχραντε ἀπέλασον, καὶ μελῳδοῦντα με οίκτειρον· ὁ αἰνετός τῶν Πατέρων Θεὸς καὶ ὑπερένδοξος.

ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες.
Ὡς ἐκ ῥίζης τῆς τοῦ Ἰεσσαί, βλαστήσασα προφέρεις, τὸ ἄνθος Θεοκυήτορ, τὸ ἀμάραντον Χριστόν. ὅθεν ἱκετεύω σε, τῶν παθών μου πάσας προῤῥίζους, ἀνάσπασον ἀκάνθας, καὶ τὸν θεῖον φόβον, εμφύτευσόν μοι Κόρη.

Ὡς ὡραίαν ὡς περικαλλῆ, ὡς ἄμωμον σε Κόρην, ὡς νύμφην ἐκλελεγμένην, ὡς νεᾶνιν καθαράν· Παρθένον ὡς ἄσπιλον καὶ ἁγίαν, σε ἀνυμνοῦμεν καὶ πόθῳ προσκυνοῦμεν, τὴν εὐλογημένην εἰς πάντας τοὺς αἰῶνας.

Σὲ καὶ τεῖχος καταφυγήν, καὶ κλίμακα πρὸς ὕψος, μετάγουσαν τὸ ἀνθρώπινον Παρθένε Μαριάμ, εἰδότες κραυγάζομεν· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ἡ ἁγία γῆ καὶ ἐκλεκτή, ἐν ἡ κεκαλυμμένοι, καλύμματι ἀπιστίας, ἀμφιβόλων λογισμῶν, πόδες οὐκ ἐπάτησαν τῶν γηΐνων· δεῖξον φροντίδων ἀνώτερον τὸν νοῦν μου, καὶ τῆς τῶν πρᾳέων γῆς καταξίωσόν με.

Ὁ Εἱρμός.
Ἐν καμίνῳ παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες, εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς.
Ὄρος τοῦ Θεοῦ πανάγιον, ὁ δεξιὰ Κυρίου προκατειργάσατο, ἀπωλείας με, περιπλανώμενον ὄρεσι, καὶ κρημνοῖς καὶ βαράθροις ὠθούμενον, ζητήσασα πρὸς ὄρος, τῆς ἀρετῆς με χειραγώγησον.

Ἤδη ὁ νυμφὼν ηὐτρέπισται, καὶ ἡ παστάς τοῦ γάμου εγκεκαλλώπισται· καὶ εἰσέρχονται, μετὰ χαρὰς οἱ τηρήσαντες, τὴν ἁγνείαν αὑτῶν ἀδιάφθορον· ἐγὼ δὲ Θεοτόκε, μόνος εἰς σκότος ἀπελεύσομαι.

Νομούς τοῦ Θεοῦ ἠθέτησα, καὶ ἐμαυτὸν τῷ νόμῳ ἁμαρτίας ἐδούλωσα, νόμῳ τοῦ νόος, οὐχ ὑποκύψας ὁ άθλιος· ἡ τοὺς νόμους λαθοῦσα τῆς φύσεως, ἐν τῷ σεπτῷ σου τόκῳ, νόμους σαρκός μου καθυπόταξον.

Ἵνα τὸν βυθόν τὸν ἄπειρον, τῶν οἰκτιρμῶν ἐνδείξῃς τῆς σῆς χρηστότητος, καὶ τὴν εὐσπλαγχνίαν, τοῦ Υἱοῦ σου Πανύμνητε, ὑπὲρ πάντας κᾀμοὶ αμαρτήσαντι, συγχώρησιν παράσχου, καὶ Παραδείσου τὴν κατοίκησιν.

Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Χαίροις πόλις ἔμψυχε Θεοῦ, χαῖρε Μητροπάρθενε· Χαῖρε Θεόνυμφε Δέσποινα· Χαῖρε Παράδεισε, τῆς ζωῆς ἐν μέσῳ, ξύλον εκβλαστήσασα, Χριστὸν τὸν ζωοδότην καὶ Κύριον· ὃν καθικέτευε, μητρικαῖς σου νῦν δεήσεσι, τοῦ ῥυσθῆναι κινδύνων τοὺς δούλους σου.

Χαῖρε τὸ κατάσκιον Θεοῦ, ὄρος ἀπειρόγαμε, ὁ Αββακούμ εθεάσατο· Χαῖρε πολύευκτον, κάλος Θεοτόκε· Χαῖρε θεία τράπεζα, τὸν ἄρτον τὸν οὐράνιον φέρουσα, Χριστὸν τὸν Κύριον· ὃν ἱκέτευε τοὺς δούλους σου, ἀπὸ πάσης ῥυσθῆναι κακώσεως.

Χαῖρε τὸ παλάτιον Θεοῦ, Λόγου παναμώμητε, ἐν ὦ οἰκήσας εκαίνωσε, φθαρέντας άπαντας· Χαῖρε ἡ τὸν στάχυν, τῆς ζωῆς βλαστήσασα, ἀσπόρως Θεοτόκε Πανύμνητε· ὃν νῦν δυσώπησον, διαθρέψαι ἄρτῳ πράξεων, ἐναρέτων τὴν ψυχήν μου δέομαι.

Πολλῶν με χειμάζουσι δεινῶν, προσβολαὶ Θεόνυμφε, θλίψεις ποικίλαι καὶ μάστιγες, κινδύνων πέλαγος, νῦν κατακαλύπτει, τὸν δοῦλον σου ἄχραντε, πρὸς τίνα καταφύγω ὁ ἄθλιος; Πρὸς σε τὴν εύσπλαγχνον· τῷ ἐλέει σου οὖν Δέσποινα, οίκτειρόν με καὶ σῷσον πρεσβείαις σου.

 

ΤΗ ΤΕΤΑΡΤΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΦΩΤΙΟΥ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ
ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

Οὖ ἡ ἀκροστιχίς.
Πρώτη δέησις τῆ πανάγνῳ Παρθένω· Φωτίου.

ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Πύλη τοῦ φωτός τοῦ νοητοῦ, τῆς μετανοίας μοι πύλας διάνοιξον· καὶ τὸν νοῦν μου φώτισον, τὸ ζοφερὸν σκότος ἀποδιώκουσα, τὸ τῆς ἁμαρτίας, καὶ τῶν παθὼν Παναμώμητε.

Ῥῦσαι τὴν ψυχήν μου ἀγαθή, τῆς δυναστείας τοῦ δολίου δράκοντος, τοῦ τοῖς δελεάσμασι, τῶν ἡδονῶν ταύτην συγκαταφέροντος, πονηρὰ ἀπάτη, τῆς ἀπωλείας πρὸς βάραθρα.

Ὡς τῶν ἀγαθῶν τῶν ὑπὲρ νοῦν, ἀναδειχθεῖσα τοῖς ἀνθρώποις πρόξενος, Δέσποινα πανάχραντε· οὕτω κάμοι τῆς σωτηρίας πρόξενος, τῆς αἰωνιζούσης, καὶ εὐφροσύνης γενήθητι.

Τὸν πάντα βουλήματι αὑτοῦ, δημιουργήσαντα κράτει Θεότητος, Λόγον τὸν αΐδιον· τοῦτον ἁγνὴ ἐν μήτρα σου ἐχώρησας, ἐπ’ εὐεργεσίᾳ, τῶν γηγενῶν σωματούμενον.

ᾨδὴ γ΄. Ὁ μόνος εἰδώς.
Ἡ σκέπη καὶ λύτρωσις ἡμῶν, τὸ τεῖχος καὶ κραταίωμα, τῶν εὐφημούντων σε πολυΰμνητε· ἀπὸ παντοίων ῥῦσαί με θλίψεων, καὶ τῶν περιστάσεων, τῶν τοῦ βίου πάντοτε, περιέπουσα ὅπως δοξάζω σε.

Δέσποινα τοῦ κόσμου ἀγαθή, τοῦ μόνου φιλοικτίρμονος, τοῦ εὐσπλαγχνίας ἔχοντος πέλαγος, τοῦ σαρκωθέντος ἐκ τῶν πανάγνων σου, αἱμάτων δεήθητι, τοῦ κατοικτειρήσαί με, τὸν ἀμέτροις κακοῖς συνεχόμενον.

Ἔχουσα συμπάθειαν πολλήν, καὶ σπλάγχνα φιλοικτίρμονα, καὶ ὑπὲρ ἔννοιαν αγαθότητα· ἐπ’ ἐμὲ ταύτᾳ δεῖξον Πανάχραντε, τὸν εἰς σε προστρέχοντα, καὶ τῶν παραπτώσεων, τῶν ἀπείρων τὴν ἄφεσιν δίδου μοι.

Ἡ μήτρα σου ὤφθη ἀληθῶς, Μαρία ἀειπάρθενε, τοῦ οὐρανοῦ πλατυτέρα χωρήσασα, τὸν Βασιλέα καὶ ποιητήν τοῦ παντός, τὸν πάσῃ ἀχώρητον τῇ κτίσει ὑπάρχοντα, τῇ δυνάμει αὑτοῦ τῆς Θεότητος.

ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι.
Σῶσόν με Παρθένε, ἀπειγόγαμε σῶσόν με· μὴ με παρίδῃς ἀγαθή, καταπονούμενον δεινοῖς, ἡδοναῖς καὶ πάθεσι, καὶ λογισμοῖς βεβήλοις καὶ πονηρίας μεστοῖς, καὶ τῶν δαιμόνων παρενοχλήσεσιν.

Ἱκέτης προσέρχομαι τῇ σκέπη σου άχραντε· καὶ ἐκβοῶ ἀπὸ θερμῆς καὶ κατωδύνου μου ψυχής· ἐλέησον ῥῦσαί με, ἐκ τοῦ πυρὸς τῆς αἰωνίου κολάσεως, ταῖς πρὸς Θεὸν σαῖς ἀχράντοις δεήσεσιν.

Σαρκός μου τὴν ἔκλυσιν, ψυχῆς τε τὴν πάρεσιν, τῇ ῥωστικῇ τῆς σῆς ῥοπῆς, ἰσχύϊ Δέσποινα σεμνῇ, ἀνάκτησον πρόσφορον, ταύταις σαφῶς τὴν θεραπείαν παρέχουσα, πρὸς ἐργασίαν τοῦ θείου θελήματος.

Τὸ μέγα καὶ πάνσεπτον καὶ θεῖον μυστήριον, τῆς ἀποκρύφου τοῦ Θεοῦ, βουλῆς ἐν σοι παναληθώς, ἁγνὴ πεφανέρωται, ὅτι αὐτὸς ὁ κατ’ οὐσίαν ἀχώρητος, τῇ κτίσει πάσῃ ἐν σῇ γαστρὶ κεχώρηται.

ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Ἡ λυχνία ἡ χρυσὴ ἡ τὸ θεῖον λαμπάδιον, κατέχουσα τῶν παθών μου τὸν γνόφον σκεδάσασα, τὸν τοῦ θείου ἔρωτος πυρσόν, ἐν τῇ ἐμὴ καρδία Θεογεννήτορ διάναψον.

Πολυπλόκους μηχανὰς καὶ ἐνέδρας τοῦ δράκοντος, τοῦ δολίου Θεοτόκε Παρθένε διάλυσον, ἃς κατὰ τοῦ δούλου σου, ἐπινοεῖται πανουργίᾳ, τοῦ συλλαβεῖν με πειρώμενος.

Ἀπορήσας ἐξ ἀπᾴσῃς βοηθείας ἄχραντε, ἀνθρωπίνης πρὸς τὴν σὴν ὀξυτάτην ἀντίληψιν, εὐλαβῶς προσέδραμον· σὺ με τῆς σῆς καὶ προμηθείας, καὶ εὐμενείας ἀξίωσον.

Νομικοὶ σε καὶ σκιώδεις προέφαινον ἔσεσθαι, τύποι πάλαι Θεοτόκον ἁγνὴν παναμώμητον· ἡμεῖς δὲ κατέχοντες, ἔργω νῦν τούτων τὰς ἐκβάσεις, ἀκαταπαύστως ὑμνοῦμέν σε.

ᾨδὴ ς΄. Ἐκύκλωσεν ἡμᾶς.
Ἀνάκτορον Θεοῦ παναγιώτατον, πρεσβείαις σου καθάρισον, τὴν ψυχήν μου καὶ τὸ σῶμα καὶ τὸν νοῦν, ἐκ βεβήλων ἔργων, καὶ αἰσχρῶν ἐννοιῶν, καὶ τοῦ ἐκ σου ἀποτεχθέντος ναὸν με ποίησον.

Γαλήνη νοητὴ σὺ με προσόρμισον, τὴν ζάλην καὶ τὸν τάραχον, τῶν παθών μου κατευνάζουσα σεμνῇ, καὶ τὴν τρικυμίαν ἐκδιώκουσα τῶν ἡδονῶν, ἡ τὴν γαλήνην τὴν θείαν τέξασα.

Ναμάτων μυστικῶν τῶν σῶν δεήσεων, τὴν τῶν πταισμάτων καύσωνι, ἐκτακεῖσαν μου καρδίαν ἀγαθή, ἔμπλησον καὶ δεῖξον καρποφόρον αὑτήν, θεοφιλῶν καὶ θεαρέστων λόγων καὶ πράξεων.

Ὡς οὖσα καθαρὰ καὶ πανακήρατος, Λόγον τὸν ἀκήρατον, ὑπεδέξω ἐν νηδύϊ σου σεμνή· καὶ τοῦτον ἐγέννησας εἰς λύτρωσιν, τῶν γεγενών τῶν Προπατόρων τῆς ἀποφάσεως.

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ἀσπόρως τὸν Χριστόν, ἀπεκύησας μόνη, τὸ θαῦμα ὑπὲρ νοῦν, πὼς Παρθένος καὶ Μήτηρ, διὸ Θεοτόκον σε, προσκυνοῦντες δοξάζομεν· σὺ γὰρ ἔτεκες τὸν Βασιλέα τῆς δόξης, ὃν δυσώπησον, τοῦ εἰρηνεύσαι τὸν κόσμον, καὶ σώσαι τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ ζ΄. Σὲ νοητήν.
Πίστει πολλὴ καὶ πόθῳ προσέρχομαι, τῇ θεία σκέπη σου σεμνή· σὺ γενοῦ μοι καταφυγή· σύ μου ιλαστήριον· σὺ με ἀπολύτρωσαι, ἐκ τῶν κινδύνων καὶ θλίψεων, καὶ πειρασμῶν Θεοτόκε, καὶ νόσων καὶ κακώσεων.

Ἀνατολή τοῦ ἡλίου Δέσποινα, τοῦ νοητοῦ ὡς συμπαθής, σὺ τῇ αἴγλη τῇ παμφαεῖ, τῆς θείας πρεσβείας σου, φαύσον μετανοίας μοι, ἀνατολὴν ἐκδιώκουσα, τὴν ζοφεράν τῶν παθών μου, ὀμίχλην καὶ πταισμάτων μου.

Ῥῦσαι ἡμᾶς τοὺς ἀνευφημοῦντας σε, τῆς τυραννίδος τοῦ ἐχθροῦ, τοῦ ζητοῦντος μανιωδῶς, τὴν ἡμῶν ἀπώλειαν, καὶ τούτου ματαίωσον, τὴν πονηρίαν Πανάμωμε, καὶ μηχανὴν αὑτοῦ πᾶσαν, δυνάμει σου ἀμβλύνουσα.

Θρόνον Θεοῦ καὶ παστάδα ἔμψυχον, Θεογεννήτορ οἱ πιστοί, ἐπιγνόντες σε ἀληθῶς, πίστει εκβοώμέν σοι· σῷζε τοὺς ἱκέτας σου ἀπὸ πασῶν περιστάσεων· ὅπως ἀεὶ εὐλογοῦμεν, ἁγνὴ καὶ προσκυνοῦμεν σε.

ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες.
Ἐπὶ πέτραν στῆσον ἀσφαλῆ, τῆς τοῦ Θεοῦ ἀγάπης, τὰς βάσεις τὰς τῆς ψυχῆς μου, καὶ παθὼν ταῖς προσβολαῖς, φύλαξον ἀκλόνητον Θεοτόκε· ἵνα ἑδραία καρδία ἀναμέλπω, καὶ δοξολογώ σε πιστῶς εἰς τοὺς αἰῶνας.

Νεύρωσόν μου Δέσποινα ἁγνή, τὸν τόνον τῆς καρδίας, ἰσχὺν με κατὰ παθών, περιζωννύουσα τὴν σήν, καὶ τηροῦσα ἄτρωτον ἐκ τῆς τούτων, ἐπικρατείας καὶ πικρὰς τυραννίδος· ἵνα σε δοξάζω ἀεὶ ἐν εὐθυμία.

Ὦ Παρθένε Δέσποινα σεμνή, γραφικώς ἡ ψυχή μου, ὀπίσω σου εκολλήθη· διὸ ἔκτεινον τὴν σήν, δεξιάν τὴν ἄχραντον καὶ ἐν πᾶσιν, ἀντιλαβοῦ μου σκέπουσα καὶ φρουροῦσα, καὶ τῆς αἰωνίου χαρὰς καταξιοῦσα.

Φωτοφόρον σκήνωμα Θεοῦ, ἐδείχθης Θεοτόκε, καὶ ἔμψυχον καὶ ἁγνότατον παλάτιον σεμνή, καὶ θρόνος πυρίμορφος, τῆς ἀστέκτου θείας ουσίας· διὸ σε ἀνυμνοῦμεν, καὶ δοξολογούμεν πιστοὶ εἰς τοὺς αἰῶνας.

Ὁ Εἱρμός.
Ἐν καμίνῳ παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας καθαρώτερον χρυσοῦ, απέστιλβον λέγοντες· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς.
Ὤφθης αἴγλη καθαρότητος, πᾶσαν τὴν κτίσιν υπεραίρυσα Πάναγνε· ἀλλὰ δέξαι με, τὸν μολυσμοῖς καταχράναντα, ἡδονῶν ὑπὲρ ἅπαντα ἄνθρωπον, ψυχὴν τε καὶ τὸ σῶμα, καὶ σαῖς πρεσβείαις ἀποκάθαρον.

Τρίβοις θείαις ἐκβιβάζουσα, τῆς μετανοίας τὴν ψυχήν μου ἐπίστρεψον, ἐξ ὀδοῦ ἁγνή, τῆς ἀπαγούσης εἰς θάνατον, καὶ πρὸς ὄλεθρον ὄντως αἰώνιον, Μαρία Θεοτόκε, ἁμαρτωλῶν τὸ ἱλαστήριον.

Ἵνα τί με ἐγκατέλειπες, φῶς τῶν ἐμῶν ὀμμάτων, καὶ ἀγαλλίαμα τῆς καρδίας μου; καὶ πειρασμοὶ με ἐκύκλωσαν; ἀλλ’ οικτείρησον Κόρη καὶ σῶσόν με, ἐκ πάντων τῶν λυπούντων, τῶν θλιβομένων ἡ παράκλησις.

Ὄρος τοῦ Θεοῦ πανάγιον, ὁ δεξιὰ Κυρίου προκατειργάσατο ἀπωλείας με περιπλανώμενον ὄρεσι, καὶ κρημνοῖς καὶ βαράθροις ὠθούμενον, ζητήσασα πρὸς ὄρος, τῆς ἀρετῆς με χειραγώγησον.

Ὕμνον εὐλαβῶς προσφέρομεν, τῷ σῷ ἀσπόρῳ τόκῳ, διά σου Δέσποινα, πανυπέραγνε, καὶ σε απαύστως, δοξάζομεν, δυσωποῦντες ῥυσθῆναι κολάσεως, τοὺς πόθῳ σε τιμῶντας, καὶ ὀρθοδόξῳ πίστει σέβοντας.

Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Χαῖρε πιότατον ὄρος καὶ θεοβάδιστον· Χαῖρε τὸ τῶν Ἀγγέλων, περιβόητον θαύμα· τὸ σθένος τῶν Μαρτύρων· Χαῖρε σκηνή, Ἱερέων ἀγλάϊσμα· καὶ πενομένων ἀσύλητε θησαυρέ, Χαῖρε κλέος τῶν τιμώντων σε.

Χαῖρε βασίλειον κράτος καὶ πύργε ἄσειστε· Χαῖρε πιστῶν ἡ δόξα, Θεοτόκε Παρθένε, ἀνόρθωσις πιπτόντων χαῖρε ἁγνή, καὶ διαβόλου κατάπτωσις, καὶ ἀπογνώσεως πάσης ὅτι Χριστόν, τὴν ἐλπίδα πάντων ἔτεκες.

Χαῖρε Πλειάς τὸ τοῦ Πόλου ἄστρον λαμπρότατον, ἡ συνδεσμούσα πάντα, ὡς ἀστέρας σὰ τέκνα, κοινῶς τοὺς ὀρθοδόξους Χριστιανούς, καὶ ὡς μήτηρ φιλόστοργος, σκέπουσα θάλπουσα τούτους καὶ οὐρανῶν, ἀξιοῦσα κατοικήσεως.

Τὶς διηγήσεται Κόρη τὰ σὰ θαυμάσια; Ὃν γὰρ οὐ σθένει βλέπειν, τῶν Ἀγγέλων ἡ τάξις, ἐβάστασας ὡς θρόνος χερουβικός· τοῦτον αἴτησαι Πάναγνε, ἐν τῇ μελλούσῃ ἡμέρα τῇ φοβερά, πάντας ῥύσασθαι κολάσεως.

 

ΤΗ ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΚΑΤΑΝΥΚΤΙΚΟΣ. ΠΟΙΗΜΑ ΑΓΙΟΥ ΑΝΔΡΕΟΥ ΚΡΗΤΗΣ.

ᾨδὴ α΄. Ἦχος α΄. ᾩδὴν ἐπινίκιον.
ᾩδὴν παρακλήσεως τῇ Θεοτόκῳ, πιστοὶ προσενέγκωμεν, ἱλασμὸν αἰτούμενοι, τῶν ἐγκλημάτων ἡμῶν, καὶ τοῦ ἐχθροῦ ἀποφυγήν, καὶ σωτηρίαν ψυχῶν.

Ἕλέους τὴν ἄβυσσον ἡ τετοκυίᾳ, ἐλέησον οἴκτειρον, τὴν ἐμὴν ἀσθένειαν Θεοχαρίτωτε, καὶ χειραγώγησον πρὸς φῶς τῆς κατανύξεως.

Ὑψώθην ὁ ἄθλιος τῇ ἀπονοίᾳ, ἀρθεὶς τῷ φρονήματι, καὶ εἰς βόθρον πέπτωκα τῶν παραπτώσεων· τῇ μετανοίᾳ με ἁγνή, πάλιν ἀνόρθωσον.

Μυρίοις ἐγκλήμασιν ἁμαρτημάτων, βαρούμενος ἄχραντε, σοι προσπίπτω δέξαι με, μετανοοῦντα θερμῶς, καὶ ίλεών μοι τὸν κριτήν, ποίησον Δέσποινα.

ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.
Ὁ πλημμελήσας ὑπὲρ ἅπαντας, τοὺς ἀνθρώπους μόνος ἐγὼ ειμί· καὶ διὰ τοῦτο σοι βοῶ, Παναμώμητε Δέσποινα, βοηθήσαι τῷ ἱκέτῃ σου, λαβεῖν τὴν συγχώρησιν.

Βεβαρημένον τοῖς παθήμασι, καὶ ταῖς τρικυμίαις ποντούμενον, ὁ δολιόφρων ἀγαθή, ἐφερπύζει ἀρπάσαί με· ἀλλὰ ῥῦσαι καὶ ἀνάγαγε, πρὸς φῶς μετανοίας με.

Ἐγὼ ὑπάρχω κόρη Πάναγνε, δένδρον τὸ σαπρόν, φεῦ, καὶ άκαρπον· ὅπερ ποιῆσαί με καρπόν, καλὸν θεῖον παράσχου μοι, καὶ εμπλήσαί με τῆς χάριτος, Χριστοῦ καὶ γλυκύτητος.

Δεῖξον μοι τρίβον τὴν σωτήριον, δι’ ἧς βασιλείαν οὐράνιον, κληρονομήσω ἀγαθή, ὁ ἀνάξιος δοῦλος σου, καὶ ἀκούσω τὴν τρισάγιον ᾠδὴν ἀγαλλόμενος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοητοὶ ὥσπερ γίγαντες, τρεῖς τῶν παθὼν με κατατροπούνται· ἀκηδία, λήθη άγνοια· ἀλλὰ σὺ Θεόνυμφε, ἡ βοηθός μου, τούτους κατάβαλε.

Γαυριῶντι φρονήματι, καὶ ἐπηρμένη τῇ διανοίᾳ, ἐκτετέλεκα τὸν βίον μου· ἀλλὰ σὺ ταπείνωσιν, Θεοκυήτορ δίδου καὶ σῶσόν με.

Ῥὑπωθεῖς κατεμόλυνα, ταῖς ἀσωτείαις τὴν ψυχήν μου, τῶν δαιμόνων καταγώγιον, γεγονὼς ὁ δείλαιος, πάναγνε Μαρία καθάρισον.

Παναγία Θεόνυμφε, παραμυθία τῶν θλιβομένων· τῶν βροτῶν τὸ καταφύγιον, τῶν πιστῶν τὸ στήριγμα, σῶσον με τὸν δοῦλον σου δέομαι.

ᾨδὴ ε΄. Τὴν σὴν εἰρήνην.
Τραχεῖαν δι’ ἀσκήσεως ὁδὸν ἀρετῆς, βαίνειν με Παρθένε ῥᾷον εὐόδωσον, ὅπως τὰ πάθη κατευνάσαιμι, καὶ ἀπαθείας ἴδω, τὸν γαληνὸν λιμένα.

Σὲ μόνην καταφύγιον πλουτοῦμεν ἁγνή, πάντες οἱ Θεὸν κακῶς παροργίσαντες, καὶ ἁμαρτίαις βαρυνόμενοι, ὅπως σαῖς πρεσβείαις, αὑτῷ ἰλεωθώμεν.

Νηστείαις καὶ δεήσεσι ποτὲ Νινευΐ, ἵλεων αὑτῇ, τὸν μόνον φιλάνθρωπον, τῇ μετανοίᾳ ἀπειργάσατο· ἐγὼ δὲ Θεομῆτορ, πρὸς σε νῦν καταφεύγω.

Φθείρας τὴν θείαν στολὴν τοῦ βαπτίσματος, ἄλλος οὐκ ἔστιν ὡς ἐγὼ ὁ παμβέβηλος, διὸ βοῶ σοι μὴ παρίδῃς με, ἀλλὰ σῶσον Κόρη, τὸν σὸν ἀχρεῖον δοῦλον.

ᾨδὴ ς΄. Τὸν προφήτην Ἰωνᾶν.
Τὰς αἰτίας τῶν παθών, οὐκ ἐκκόπτω παντελώς· καὶ ἀπάθειαν ζητῶ, ἐν εὐχαῖς διηνεκῶς, Πανύμνητε, τὴν πώρωσίν μου λῦσον καὶ σῶσόν με.

Ὑπερέβην ἀληθῶς, σοδομίτας αἰσχρουργῶν, καὶ πτοοῦμαι μὴ τὸ πῦρ, δαπανήσῃ με ἐκεῖ, Θεόνυμφε· τῆς τούτου πείρας, ῥῦσαι καὶ σῶσόν με.

Στενῶ, τρέμω καὶ βοῶ, μὴ παρίδῃς με ἁγνή, τὸν εἰς πάθη ὁλικῶς, ἐμπεσόντα χαλεπά· ἀλλ’ οἴκτειρον, καὶ πρὸς μετάνοιαν χειραγώγησον.

Ζῶντα φρούρει με ἀεί, λυτρουμένη πειρασμῶν, ἐκχωροῦντα δὲ τῆς γῆς, πρὸς αἰώνιον ζωὴν ὁδήγησον, Παρθενομῆτορ τῇ εὐσπλαγχνία σου.

Κάθισμα. Ἦχος α΄. Χορὸς Ἀγγελικός.
Παράσχου μοι ἁγνή, κατανύξεως ῥεῖθρα, δακρύων προχοήν, δαψιλὴ καὶ πλουσίαν· ἡ βλύσασα ἄβυσσον, οἰκτιρμῶν καὶ χρηστότητος· ἀναστέλλουσαν τὴν τῶν κακῶν μου πλημμύραν, ἀποστάζουσαν τὴν φοινικῆν τῶν παθών μου, ῥοὴν καὶ ἀνάβλεψιν.

ᾨδὴ ζ΄. Ἡ κάμινος Σωτήρ.
Νεφέλην σε γινώσκω Θεόνυμφε, τὸν ἥλιον τῆς δόξης κυήσασα, φωταγωγοῦντα πάντα, τὰ νυκτώδη μου ἐγκλήματα.

Ξηράνασα φυτὰ Θεονύμφευτε, τῶν λογισμῶν καὶ ἀτόπων μου πράξεων· ἀεὶ με ἐκβλαστάνειν, ἐναρέτους καρποὺς ποίησον.

Γυμνὸς εἰμὶ ἀρετῶν ἐνδύματος, καὶ βάλλομαι τοῦ νυμφῶνος πόῤῥωθεν· ἡ τὸν Χριστὸν τεκοῦσα, ἀφθαρσία με αμφίασον.

Μαστίζειν συνεχῶς με οὐ παύεται, Παρθένε ἡ συνείδησις ένδοθεν· ἀλλὰ ἀπάλλαξόν με, τῇ ταχείᾳ ἀντιλήψει σου.

ᾨδὴ η΄. Ὃν φρίττουσιν Ἄγγελοι.
Πὼς κάθῃ ἀμέριμνος ταλαίπωρε ψυχή; πὼς λήθη παρέδωκας τὰς πράξεις τὰς αἰσχράς; ἀνάπτυξον ταύτας τῇ μητρὶ τοῦ Θεοῦ, ἵνα μεσιτεύσῃ τῷ ἐξ αὑτῆς τεχθέντι.

Παρόμοιος γέγονα τῷ πάλαι Ισμαήλ, κατατρέχων ἐμαυτοῦ, ὡς ἄλλου Ἰσαάκ· διὸ τῆς οἰκίας ἐκδιώκομαι, τῆς Ἀβραμιαίας, τῆς ἄνω κληρουχίας.

Ξενώσας τῆς ἄνωθεν πατρίδος ἐμαυτόν, εἰς ξένους κατήντησα πολίτας καὶ λῃστάς, σιτούμενος ξένην ἐδωδὴν συφορβών· σὺ οὖν Θεοτόκε, ὡς τὸν ἄσωτον σῶσον.

Ἁγνείας διέῤῥηξα σφραγῖδας ἀναιδῶς, ἁγνείας ἡ τέξασα Χριστὸν τὸν φυτουργόν· ἀγνὼς βιωτεύειν τὸν ἐπίλοιπον, χρόνον τῆς ζωῆς μου, ποίησον Θεομῆτορ.

ᾨδὴ θ΄. Τὴν φωτοφόρον νεφέλην.
Θεὸν ἰδεῖν ἠξιώθη, ὁ Ἀβραὰμ ὡς ἣν θέμις φιλοξενίαν ἡσκηκώς· ἐγὼ δε φειδωλίαν, μισοξενίαν ἐσχηκώς, εἰκότως ἀπέῤῥιμμαι εἰς γέενναν· ἀλλὰ σὺ Θεοτόκε ἐξελοῦ με τῆς κολάσεως ἐκεῖ.

Ῥείθροις δακρύων ἡ πόρνη Χριστοῦ τὰ ἄχραντα ἴχνη, ἐκμαξαμένη γοερῶς, τῶν πταισμάτων τὴν λύσιν, εὔρατο τάχιον ἁγνή· ἐγὼ δὲ προσπίπτων σοι ἐξ ὅλης, τῆς καρδίας μου στενάζω, καὶ αἰτοῦμαι λυτρωθῆναι τῶν παθών.

Νοῦν καὶ ψυχὴν καὶ τὸ σῶμα, καὶ τὰς λοιπάς μου αἰσθήσεις, σοι ἀνατίθημι ἁγνή· διαφύλαξον σώα, ἐκ τῶν βελῶν τοῦ πονηροῦ, καὶ δὸς μοι κατάνυξιν τοῦ κλαύσασθαι, τὰ συμβάντα μοι πάθη, ῥαθυμοῦντι, καὶ βιοῦντι ἀμελῶς.

Ἐξ ἀμελείας εἰς λήθην, εἰς ἀφοβίαν ἐκ λήθης, ἀφοβίας εἰς βυθόν, ἐμπεσὼν ἁμαρτίας, σοι Θεομῆτορ ἐκβοῶ, τὴν χεῖρα μοι ἔκτεινον καὶ σῶσόν με, ὥσπερ ἔσωσε Πέτρον ὁ Υἱός σου, ἐκ θαλάσσης τῆς πικράς.

Προσόμοια. Ἦχος α΄. Πανεύφημοι μάρτυρες.
Χαῖρε θεῖον ὄχημα Θεού· Χαῖρε πάντων ἄνασσα· Χαῖρε Κυρία τῆς Κτίσεως· Χαῖρε ἡ ἄμπελος, βότρυν ἡ τεκοῦσα, οἶνον ἀποστάζοντα, εὐφραίνοντα τοὺς πίστει ὑμνοῦντάς σε, καὶ μεγαλύνοντας, καὶ τιμῶντάς σε πανύμνητε, ὡς μητέρα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

Χαῖρε θεῖον σκήνωμα Χριστού· Χαῖρε παντευλόγητε· Χαῖρε πανθαύμαστε Δέσποινα· Χαῖρε τὸν ἄμωμον, μόσχον ἡ τεκοῦσα, δάμαλις ἀνύμφευτε, Χριστόν τὸν ζωοδότην καὶ Κύριον· ὃν νῦν ἱκέτευε, μητρικαῖς σου παρακλήσεσι, τοῦ ῥυσθῆναι κινδύνων τοὺς δούλους σου.

Χαῖρε βίβλε ἔμψυχε Θεοῦ, Λόγον τὸν πανάγιον, ἐγγεγραμμένον ἡ φέρουσα· Χαῖρε ἡ ἄφλεκτος, βάτος χαῖρε Κόρη, νεφέλη ὁλόφωτε, Χριστὸν τὸν νοητὸν ὄντως ἥλιον, ἡ ἀνατείλασα, τοῖς ἀνθρώποις, χαῖρε ἄχραντε, δυστυχούντων ἑτοίμη βοήθεια.

Νοσοῦσαν Πανύμνητε δεινῶς τὴν ψυχήν μου πάθεσι, πονηροτάτοις θεράπευσον, ἡ τὸν ἀκέστορα, καὶ σωτῆρα πάντων, τὸν Χριστὸν κυήσασα, τὸν πᾶσαν μαλακίαν ἰώμενον· τὸν ἐκνικήσαντα διαβόλου τὴν κακόνοιαν, καὶ θανάτου ἡμᾶς ἀπαλλάξαντα.

 

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ.

ὡς ὁρᾶται ἐν τοῖς ὑστέροις Θεοτοκίοις.

ᾨδὴ α΄. Ἦχος α΄. Χριστὸς γεννᾶται δοξάσατε.
Χαρὰς αἰτία χαρίτωσον, τὸν νοῦν μου καὶ φωτί σου κατάλαμψον, ψυχὴν ἁγνὴ καὶ διάνοιαν· ὅπως σοι ἐκβοήσω χαρμονικώς, σὺν τῷ Ἀρχαγγέλῳ, χαριστήριον ᾠδὴν Θεοχαρίτωτε.

Τὴν θείαν στάμνον τὴν πάγχρυσον, τὴν ἔνδοθεν τὸ Μάννα κατέχουσαν, φαιδρώς πιστοὶ ἀνυμνήσωμεν· Χαίροις αὑτῇ βοῶντες, Μῆτερ ἁγνή˙ Χαῖρε τῶν περάτων, ἡ ἐλπὶς καὶ σωτηρία τῶν ὑμνούντων σε.

Νεφέλη χαῖρε ὁλόφωτε, πιστοὺς ἐπισκιάζουσα πάντοτε, λυχνία χαῖρε ἑπτάφωτε, καθὼς Προφήτης πάλαι προεῖδε σε, Πνεύματος ἁγίου, ἐνεργείας ἐν ψυχὴ φέρουσα Πάναγνε.

Ἰσχύς Παρθένε καὶ στήριγμα, καὶ καύχημα γενοῦ μοι τῷ δούλῳ σου, πλήθει τῶν ποικίλων θλίψεων, νῦν περιπεπτωκότι καὶ πειρασμῶν, κόπασον τὸν σάλον, ἡ ἐλπίς μου καὶ χαρὰ καὶ ἀγαλλίασις.

ᾨδὴ γ΄. Τῶν πρὸ τῶν αἰώνων.
Χαίροις ὑπερτέρα, τῶν ἀΰλων πασῶν τῶν Δυνάμεων· Χαῖρε ἀνύμφευτε Παρθένε, ἡ τεκοῦσα ασπόρως, Χριστόν τὸν Θεὸν ὦ ψάλλομεν· ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε.

Χαῖρε βασιλέων, εὐσεβούντων διάδημα τίμιον· Χαῖρε Μαρτύρων θεῖον σθένος, καὶ πυρίμορφε θρόνε, Χριστοῦ τοῦ Θεοῦ ὦ ψάλλομεν· ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε.

Πλῆθος με πταισμάτων, καὶ κινδύνων βυθίζει τὸν άθλιον· ἀλλ’ εἰς λιμένα θυμηδίας καὶ εὐφρόσυνον ὅρμον, τῆς σῆς πανσθενεστάτης χάριτος, σὺ εγκαθόρμισον· ὅπως ἀεί, ὑμνῶ σε Πανύμνητε.

Ὦ τῶν ὑπὲρ νοῦν σου, καὶ ἀῤῥήτων θαυμάτων Θεόνυμφε! Πὼς καὶ τεκοῦσα παρθενεύεις, τὸν συνάναρχον Λόγον, Πατρὶ καὶ τῷ θείω Πνεύματι! ᾦ μελῳδοῦμεν ἀπαύστως πιστοί· ἅγιος εἶ Κύριε.

ᾨδὴ δ΄. Ῥάβδος ἐκ τῆς ῥίζης.
Χαῖρε Ἱερέων εὐλαβῶν, στολὴ Θεοχαρίτωτε, καὶ τῶν Ὁσίων εγκαλλώπισμα· δικαίων χαῖρε χαρά, καὶ Μαρτύρων καύχημα· Χαῖρε γηραιῶν ἡ βακτηρίᾳ, καὶ τῶν βοώντων ισχύς· δόξα τῇ δυνάμει σου Κύριε.

Χαῖρε λογικῇ περιστερᾷ, κατάπαυσιν ἡ φέρουσα, τῆς ἀπιστίας καὶ πρὸς πίστιν Θεοῦ, ἑλκύσασα μυστικῶς, τοὺς ἐν σκότει Παρθένε, τῷ τῆς ἀγνωσίας κρατουμένους, καὶ νῦν βοῶντας πιστώς· δόξα τῇ δυνάμει σου Κύριε.

Τῇ ῥάβδῳ τῆς θείας σου ῥοπῆς, τὴν ἄνικμον καρδίαν μου, ἀναστομώσασα δακρύων πηγάς, ἐκβλύζειν καὶ ποταμούς, Θεοτόκε ποίησον· δι’ ὧν μολυσμοῦ τῆς ἁμαρτίας, ἀποπλυθεῖσα φαιδρᾷ, τῷ Υἱῶ τῷ σῷ ἐποφθήσεται.

Ἀνάνηψον τάλαινα ψυχή, καὶ κρᾶξον ἐκ βαθέων σου, τῶν ὀδυνῶν τῷ μόνῳ Θεῶ ἡμῶν· ἡμάρτηκα σοι Σωτήρ· ἀλλ’ οἰκτείρας σῶσόν με, ταῖς τῆς σε τεκούσης ἀπειράνδρου, πρεσβείαις ὡς ἀγαθός, καὶ τοῖς ἐκλεκτοῖς συναρίθμησον.

ᾨδὴ ε΄. Θεὸς ὢν εἰρήνης.
Ἰδοῦ σοι τὸ χαῖρε βοῶμεν πιστοί, χαῖρε θρόνε Ὑψίστου πυρίμορφε, καὶ πύλη σωτηρίας ἡμῶν τῶν γηγενών· Χαῖρε τῆς οἰκουμένης, ἐντρύφημα Παρθένε, καὶ χαράκωμα θεῖον, καὶ ἀσφαλὲς φυγαδευτήριον.

Ἡ κλῖμαξ ἢν εἶδε ποτὲ Ἰακώβ, τοὺς βροτοὺς ἀπὸ γῆς ἡ ἀνάγουσα, εἰς δόξαν τὴν οὐράνιον σὺ εἶ ὡς ἀληθῶς, Παντάνασσα Μαρία· διὸ σοι καὶ τὸ χαῖρε, εὐχαρίστως βοῶμεν, οἱ σεσωσμένοι τῇ κυήσει σου.

Ἡ σκέπη τοῦ κόσμου καὶ πάντων χαρά, ἡ προφθάνουσα τάχος καὶ σῴζουσα, οικτείρησον καὶ νῦν ἡμᾶς Θεόνυμφε ἁγνή, τοὺς σε προσκαλουμένους ἀεὶ ἐν περιστάσει· προστασίαν γὰρ ἄλλην, μετὰ Θεὸν ἡμεῖς οὐκ ἔχομεν.

Ναὸς ὡς ὑπάρχουσα φωτοειδής, τοῦ Δεσπότου τῶν ὅλων καὶ σκήνωμα, ναὸν με χρηματίσαντα καὶ σπήλαιον λῃστῶν, καθάρισόν με ὅλον, καὶ λάμπρυνον Παρθένε, καὶ νυμφῶνα πρὸς θεῖον, ἔνδον εἰσάγαγε Πανάμωμε.

ᾨδὴ ς΄. Σπλάγχνων Ἰωνᾶν.
Χαίροις διαυγής, πηγὴ καὶ ἀκένωτε, ἐξ ἧς τὸ φαιδρὸν καθαρώτατον, καὶ ἀείζωον, ὕδωρ βλύσαν ποτίζει διψῶντα λαόν, καὶ δροσίζει τοὺς φλογμῶ τῶν παραπτώσεων, πάλαι κρατουμένους Δέσποινα, καὶ εἰσάγει εἰς θείαν ἀνάψυξιν.

Χαίροις ποταμέ, Θεοῦ ἀνεξάντλητε, ὑδάτων πολλῶν ὄντως ἀνάπλεως· δι’οὗ ἅπασα, καταρδεύεται κτίσις ὑμνοῦσά σε· καὶ εὐφραίνονται καρδίαι Θεονύμφευτε, πάσαι αἱ φλογμῶ κρατούμεναι, καὶ διψῶσαι νεκρέγερτα νάματα.

Φῶς μοι φωτεινόν, Δεσπότου παλάτιον, γενοῦ τῷ πολλοῖς περιπεσόντι δεινοῖς, καὶ καθεύδοντι, ἀπογνώσεως ὅλως πρὸς βάραθρον, καί τὴν σὴν ἐπιζητοῦντι θείαν σύναρσιν· πλήν σου ἄλλην γὰρ οὐ κέκτημαι, προστασίαν ὁ δοῦλος σου Δέσποινα.

Νεὸς οὐρανός, ἐδείχθης λαμπρότατος· ἀνέτειλας γὰρ τὸν μέγαν ἥλιον, καὶ ἀνέσπερον, ὑπὲρ λόγον καὶ ἔννοιαν πάναγνε, ἀθεΐας τε τὴν νύκτα διαλύσασα. Ὅθεν πᾶσα κτίσις συναγάλλεται, καὶ τὸ χαῖρε ἀπαύστως κραυγάζει σοι.

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Παρθένος ἀληθῶς, πρὸ τοῦ τόκου Παρθένε· Παρθένος ἀληθῶς, ἐν τῷ τόκῳ Παρθένε· Παρθένος ἀειπάρθενος, μετὰ τόκον διέμεινας, καὶ Παρθένον σε, ὁμολογοῦμεν Παρθένε, καὶ ἐλπίζομεν ἐν σοι Παρθένε σωθῆναι, παρθένων τὸ καύχημα.

ᾨδὴ ζ΄. Οἱ παῖδες εὐσεβείᾳ.
Χαῖρε Θεοκυήτορ, δυστυχούντων ἀσφαλὴς ἀνόρθωσις· Χαῖρε προπύργιον στεῤῥόν, βασιλέων καὶ κραταίωμα, καὶ βεβαία προστασίᾳ τοῖς κραυγάζουσιν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εὶ.

Χαῖρε Θεογεννήτορ, ἡ φωτός σου ταῖς ἀκτῖσι λάμψασα, τὴν οἰκουμένην σκοτεινοῖς, ἐμπεσοῦσαν παραπτώμασι, καὶ φαιδρύνουσα τοὺς πίστει αναμέλποντας· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Ὡς ὄμβρος ἐπὶ πόκον, καταβὰς ἐν σοι γαστρὶ σεσάρκωται, ὁ τῆς εἰρήνης ποταμὸς ἡ πηγή τῆς αγαθότητος· ὁ σταγόνας ὑετοῦ εξαριθμούμενος· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Ἡ μόνη τὸν Σωτῆρα ὑπὲρ νοῦν σωματωθέντα τέξασα, κυριευθέντα με δεινοῖς, πειρασμοῖς καὶ κινδυνεύοντα, ἐλευθέρωσον ἁγνὴ καὶ σῶσον ψάλλοντα· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Θαύματος ὑπερφυοῦς.
Χαίροις ὑπερέχουσα τῶν ἄνω μόνη, στρατευμάτων Πανάμωμε Κόρη, χαίροις ὑπερθαύμαστε· Χαῖρε σκέπη τῶν γηγενών· Χαῖρε γέφυρα ζωὴν πρός τὴν ἀθάνατον, βροτοὺς ἐπανάγουσα τοὺς μέλποντας· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Χαῖρε τοῦ φωτός τοῦ ἀπροσίτου, θεῖον ἐνδιαίτημα Παρθενομήτορ· Χαῖρε χώρα εὔκαρπε, στάχυν θεῖον ὡς ἀληθῶς, ἐκβλαστήσασα τὸν τρέφοντα τὰ σύμπαντα· ὦ πάντες βοῶμεν ανεμέλποντες· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Θαύματος ὑπερφυοῦς ἰδού τὸ πέρας, παρθενεύουσα τίκτει Παρθένος, γεγονότα ἄνθρωπον, τὸν τῶν ὅλων Δημιουργόν, τὸν συνάναρχον Πατρὶ καὶ τῷ Πνεύματι· ὦ πάντες κραυγάζομεν γηθόμενοι· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Σώσαι βουληθεὶς ὡς εὐεργέτης φύσιν, τῶν βροτῶν ὁ πάντα κτίσας λόγῳ, ὅλον με ἐφόρεσεν, ὅλος ὅλῳ μοι ἐνωθεῖς, ἐκ Παρθένου σαρκωθείς ὁ ὑπερούσιος, ὦ πάντες σκιρτῶντες, ανακράξομεν· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Αἰνοῦμεν εὐλογοῦμεν προσκυνοῦμεν τὸν Κύριον. Ὁ Εἱρμός.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, εξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἢν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ’. Τύπον τῆς ἁγνῆς.
Χαῖρε Μήτηρ τοῦ Παντάνακτος, χαῖρε χαράς, τοῦ κόσμου αἰτία Πάναγνε· Χαῖρε δάμαλις ἡ γραφικῇ μόσχον φέρουσα, Ἰησοῦν τὸν Σωτῆρα καὶ Κύριον, χαῖρε φωτὸς δοχείον· Χαῖρε πταιόντων ἱλαστήριον.

Χαῖρε πάντων εγκαλλώπισμα· Χαῖρε λαβὶς τὸν θεῖον ἄνθρακα φέρουσα· Χαῖρε πορφυρίς, βασιλικῇ ἀγλαόχρυσε, χαῖρε νόμων Θεοῦ φυλακτήριον· Χαῖρε ἡ τὰς προῤῥήσεις, τῶν προφητῶν σαφῶς περάνασα.

Χαίροις οὐρανὲ κατάστερε, πεποικιλμένῃ ἀρετῶν ταῖς λαμπρότησι· Χαῖρε βασιλίς, ἐκ δεξιῶν τοῦ Δεσπότου σου, ἱσταμένῃ τὸ ἔνδυμα ἔχουσα, σεπτώς κεκοσμημένον, ὡς ὁ Δαβίδ σοι ἀνεβόησε.

Χαῖρε λογικὲ Παράδεισε, ξύλου ζωῆς ἐν μέσῳ Χριστὸν βλαστάσασα, τοῦ προτέρου ξύλου καθελόντα τὸ ἔμπικρον, καί τοὺς πάλαι τῇ βρώσει τεθνήξαντας, γλυκάναντα καὶ θείας, ζωῆς μετόχους ἀναδείξαντα.

Προσόμοιαν. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Χαῖρε φωτὸς ἡ νεφέλη, καὶ στῦλε πύρινε, τὸν νοητὸν εἰσάγων, Ἰσραὴλ πρὸς ἀξίαν, κατάπαυσιν Παρθένε χαῖρε σεμνή, τοῦ Ἀδὰμ ἡ ανόρθωσις· καί τῶν δακρύων τῆς Εὔας ἀπαλλαγή· χαῖρε κόσμου ἡ βοήθεια.

Χαῖρε λαβὶς ἡ τὸν θεῖον, ἄνθρακα φέρουσα, χαῖρε τῆς Ἐκκλησίας, τὸ ἀπόρθητον τεῖχος, πιστῶν χαῖρε τὸ κράτος· Χαῖρε βροτῶν, πρὸς Θεὸν ιλαστήριον· Χαῖρε μετάγουσα γέφυρα πρὸς ζωὴν τοὺς ὑμνοῦντας σε Θεόνυμφε.

Χαῖρε Παντάνακτος Μήτηρ, χαῖρε βασίλισσα, τῶν βασιλίδων κόσμου Θεοτόκε Μαρία· Χαῖρε ἀσθενούντων ἡ ταχινή, ἰατρεία καὶ λύτρωσις· Χαῖρε τρυφὴ Παραδείσου τοῦ ἐν Ἐδέμ, ἀσυγκρίτως ὑπερέχουσα.

Μαρμαρυγαῖς ἀκηράτοις, τοῦ θείου Πνεύματος, καταυγασθήναι δίδου, τὴν ζοφώδη ψυχὴν μου· καὶ σκότους ἐξωτέρου ῥῦσαι ἁγνή, καὶ αὐλίζεσθαι πάντοτε, ταῖς τῶν ἁγίων λαμπρότησιν ἐν χαρᾷ, Θεοτόκε καταξίωσον.

 

ΑΡΧΗ ΤΟΥ Β’ ΗΧΟΥ

ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΜΗΤΡΟΦΑΝΟΥΣ, ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΣΜΎΡΝΗΣ.

Οὗτινος εἰσι καὶ τὰ ἐν τῇ ὀκτωήχῳ Τριαδικά· φέρων ἀκροστιχίδα τήν δε.
 Μητροφάνης μέλπω σε Δέσποινα Θεοτόκε,,

ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε πότε.
Μορφωθεὶς ἐκ σοῦ τὸ καθ᾿ ἡμᾶς, ἥλιος ἀνέσπερος, σὲ λογικὸν οὐρανὸν φαεινότατον, προφανῶς ἀνέδειξε· διὸ ῥῦσαί με, τῶν παθῶν τῆς ζοφώσεως, ὅπως ἀνυμνήσω, πόθῳ σε τὴν μόνην Μητροπάρθενον.

Ἡ πηγῇ ἐλέους τὸν Χριστόν, Πάναγνε κυήσασα, καὶ τὴν Ἐδὲμ τοῖς βροτοῖς διανοίξασα, πύλας μοι διάνοιξον, τοῦ ἐλέους σου, Θεοτόκε καὶ δώρησαι, τῶν πλημμελημάτων, Δέσποινα, τοῦ Κόσμου τὴν συγχώρησιν.

Τὴν λαβίδα τὴν τὸν νοητόν, ἄνθρακα βαστάσασαν, καὶ τῶν βροτῶν τὴν φύσιν ἐκκαθάρασαν, δυσωπῶ σε Δέσποινα, τὸν μολυσμὸν τῶν πταισμάτων μου ἄφελε, καί τῶν συνθολούντων, ῥῦσαί με παθῶν ταῖς σαῖς δεήσεσιν.

Ῥῆξον μου πταισμάτων τὰς σειρᾷς, πάντων καταφύγιον, τὸν σὸν Υἱὸν καὶ Θεὸν ἱκετεύουσα, καὶ τὴν τυραννοῦσάν με, ἀειπάρθενε, ἁμαρτίαν κατάβαλε· ὅπως σε γεραίρω, πάντοτε Πανύμνητε σῳζόμενος.

ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως.
Ὀμίχλην τῶν παθῶν μου καὶ σκοτομήνην, ἀπέλασον ταῖς αἴγλαις τῶν πρεσβειῶν σου, καὶ φώτισόν με Πάναγνε ἡ τεκοῦσα, τὸν ἀνατείλαντα, πρὸ ἐωσφόρου Χριστόν, ἐξ ἡλίου ἥλιον ἄδυτον Δέσποινα.

Φλογίζουσα ῥομφαία τὰς ἁμαρτίας, καὶ πάθη τῆς ψυχῆς μου γενοῦ Παρθένε· καὶ δεῖξον με Παράδεισον ὥσπερ ἄλλον, ἀνεπιβούλευτον, καὶ φυλαττόμενον, ὑπὸ σοῦ καὶ φέροντα ἄνθη τοῦ Πνεύματος.

Ἀνέστησας Πανάχραντε τῷ σῷ τόκῳ, σκηνὴν τὴν πεπτωκυῖαν καὶ συντριβεῖσαν, Δαβίδ τοῦ σοῦ προπάτορος Θεοτόκε· διὸ ἀνάστησον, κᾀμὲ τὸν δοῦλον σου, συντριβέντα πάθεσι καὶ παραπτώμασιν.

Νοσοῦσαν τὴν ψυχήν μου Θεοκυῆτορ, δαιμόνων ἐπηρείαις καὶ ῥαθυμίᾳ, θεράπευσον καὶ δάκρυα μετανοίας, δὸς τῇ καρδίᾳ μου, καὶ τοῦ Δεσπότου μου, ἐν αὐτῇ ἐμφύτευσον φόβον Πάναγνε.

ᾨδὴ δ΄. Ὑμνῶ σε ἀκοῇ.
Ἡ ζύμη τῆς βροτείας φύσεως, ἡ ἀμόλυντος καὶ ἁγία· ἐξ ἧς λαβὼν φύραμα, ἀνέπλασεν αὐτὴν ὁ Κτίστης· κᾀμοῦ τῶν παθῶν τὸν ῥύπον ἔκπλυνον, καὶ μολυσμοῦ πταισμάτων με καθάρισον.

Σειράς μου τῶν παθῶν διάλυσον, καὶ τοὺς βρόχους τῶν ἐγκλημάτων, διάῤῥηξον Δέσποινα, τῶν πρεσβειῶν σου τῇ μαχαίρᾳ, Χριστὸν ἡ τεκοῦσα τὸν τὴν λύτρωσιν, τοῖς ἐν δεσμοῖς τοῦ ᾄδου παρεχόμενον.

Μοτώσει πρεσβειῶν σου Δέσποινα, καὶ μαλάγματι καὶ ἐλαίῳ, ψυχῆς ἐμῆς μώλωπας, καὶ τὰς πληγάς τῆς ἁμαρτίας ἁγνῇ, νῦν θεράπευσον ὡς τέξασα, θεαρχικὸν βοήθημα, τῆς φύσεως.

Ἐκ πάντων τῶν καλῶν γεγύμνωμαι, καὶ ὑπέρκειμαι τῇ κακίᾳ, ὑπερβαλὼν ἅπαντας, τοὺς πάλαι τε καὶ νῦν πεσόντας· διὸ τοῖς προτέροις με καλλωπίσον, καὶ τῶν δευτέρων λύτρωσαι Θεόνυμφε.

ᾨδὴ ε΄. Ὁ φωτισμός.
Ἐκ τῆς ἀρᾷς, τῆς ἀρχαίας τὸν Κόσμον ὡς ἐλυτρώσω, Δέσποινα τοῦ Κόσμου τὴν εὐλογίαν Χριστὸν τεκοῦσα, λογισμῶν τῶν ἀτόπων λύτρωσαι με, καὶ πάσης θλίψεως· μόνη γὰρ ὑπάρχεις πιστῶν ἀγαλλίασις.

Λαῖλαψ δεινῇ, συστροφῆς τῶν πνευμάτων τῆς πονηρίας, τὴν ἐμὴν διάνοιαν ἐκταράττει, πρόφθασον θᾶττον καὶ γαλλήνισον ταύτην, ἡ τεκοῦσα τὸν πάσης Κτίσεως, μόνον κυβερνήτην Χριστὸν Παντοδύναμον.

Λάμψον μοι φῶς μετανοίας, ἐν σκότει τῆς ἀπωλείας, τῷ κατῳκισμένῳ Θεογεννῆτορ· δίδου μοι χεῖρα βοηθείας κειμένῳ, καὶ ταῖς σαῖς πρεσβείαις με ἔγειρον, πράττειν τοῦ Θεοῦ, τὰ σεπτὰ δικαιώματα.

Πολιορκεῖ τῆς ψυχῆς μου τὴν πόλιν δαιμόνων στῖφος, καὶ καταπορθῆσαι σφοδρῶς πειρᾶται δεδοξασμένη τοῦ Παντάνακτος Πόλις, τείχησόν με ταῖς πυργοβάρεσι, Δέσποινα τῶν σῶν πρεσβειῶν καὶ διάσωσον.

ᾨδὴ ς’. Ἐν ἀβύσσῳ πταισμάτων.
Ὡς ζωήν τὴν αἰώνιον τέξασα, τὸν ἀπὸ τοῦ σώματος ἐξεγειρόμενον, ἐν τῇ ψυχή μου θάνατον, σαῖς πρεσβείαις Πανάχραντε γέκρωσον.

Σκολιὰς τροχιὰς πορευόμενον, πρὸς εὐθυτάτην με τρίβον ὁδήγησον, ἡ τὴν ὁδὸν κυήσασα, τῆς ζωῆς τὸν Χριστὸν καὶ Θεὸν ἡμῶν.

Ἐνεδρεύει πειράζων με Δέσποινα, δράκων ὁ μισάνθρωπος· ἀλλ᾽ ὡς γεννήσασα, τὸν κεφαλὰς συντρίψαντα, τῶν δρακόντων καὶ τοῦτον κατάργησον.

Διαπλέων τοῦ βίου τὸ πέλαγος, περιπίπτω κύμασιν ἀπείρων θλίψεων· ἡ κυβερνήτην τέξασα, τοῦ Παντὸς Παναγίᾳ βοήθει μοι.

Κάθισμα. Τὰ ἄνω ζητῶν.
Εἰς σέ τὴν ἁγνήν, πιστῶς ἐπιβοώμενοι, κινδύνων πολλῶν, καὶ πταισμάτων λυτρωθείημεν· καὶ γὰρ ἄλλην ἄχραντε, ταχινὴν οὐκ ἔχομεν παράκλησιν, συμπαθῇ φιλάγαθον εὔσπλαγχνον, βραβεύουσαν πᾶσι σωτηρίαν ψυχῶν.

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Σὲ πύλην εἰδώς, νοητῆς ἀνατολῆς τῆς οὐρανόθεν, ἐπιφανείσης εἰσελεύσεσθαι, εἰς οὐρανοὺς ὁ οἰκέτης σου, διὰ σοῦ λιτάζω Παρθένε· διὸ δέξαι με Δέσποινα, καὶ φωταγώγησον ἐν σοὶ καὶ καθοδήγησον.

Πηγῇ φωτισμοῦ, Παραδείσου λογικοῦ ἐξωρμημένη, τῆς γῆς ποτίζει πᾶν τὸ πρόσωπον, τρυφῆς χειμάῤῥους ὁ αὐλός, Πνεύματος ἁγίου ἡ χάρις, ἐκ σοῦ Πάναγνε Δέσποινα· ἧς καταξίωσον κᾀμέ, μεταλαβεῖν δαψιλῶς.

Ὁ πόκος ποτέ, προεδήλου Γεδεών τὴν σὴν γαστέρα, εἰσδεξαμένην τὴν οὐράνιον, δρόσον τὴν πάντας δροσίζουσαν, τοὺς κεκρατημένους τῷ δίψει τῆς ἁμαρτίας Πανύμνητε, εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.

Ἰκριῶ Χριστός, ὁ υἱός σου προσπαγείς ἐθελουσίως, ἀρχὰς τοῦ σκότους ἐθριάμβευσε, καὶ τοῦ θανάτου κατέλυσε, τὴν φθοροποιὸν δυναστείαν. Διὸ Δέσποινα Πάναγνε, τὸ ἐμπαθές μοῦ τῆς σαρκὸς φρόνημα νέκρωσον.

ᾨδὴ η΄. Ἰνδάλματος.
Ναμάτων ζωτικῶν, τὴν τακεῖσαν μου καρδίαν τῆς ἁμαρτίας, φλογμῶ Παρθένε σὺ κατάρδευσον Θεοτόκε, ἐν κατανοίξει πάντοτε διατηροῦσά με, πίστει μελῳδοῦντα· ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω.

Ἀμόλυντε ἀμνάς, ἀπειρόγαμε ἀμίαντε μόνη Κόρη, ἡ ἀπειρόζυγος καὶ ἄφθορος Θεοῦ νύμφη ἡ ἀλοχεύτως μόσχον σιτευτὸν κυήσασα, δάμαλις ὡραία· ἐλαφρῦνον ἄρον ἐκ τῆς ψυχῆς μου, τὸν βαρὺν κλοιόν, καὶ ζυγὸν τῆς ἁμαρτίας.

Θεότευκτος σκηνῇ, χρηματίζουσα τὸν ἅγιον τῶν ἁγίων, τὸν ὑποδείξαντα τῆς πάλαι σκηνῆς τὸν τύπον, ἀρχιερέα, μέγαν ἔνδον ἔχουσα, τὴν ἐμὴν καρδίαν Παρθένε, ἀνάδειξον τοῦ ὑψίστου, καὶ παμβασιλέως Χριστοῦ σκηνὴν ἁγίαν.

Ἐτμήθη ἐκ τῆς σῆς, μήτρας Δέσποινα, ὁ ἔντιμος ὡς ἐξ ὄρους, λίθος πανάσπιλε, καὶ στήλην ἀπᾴσῃς πλάνης ὡς Παντοκράτωρ, μόνος πανσθενής συνέτριψε· δί οὗ νῦν εἰκόνας παθῶν ἐξαφάνισον τῆς ψυχῆς μου, τὰς τῶν νοητῶν δυσμενῶν συνθλῶσα μύλας.

Αἰνοῦμεν εὐλογοῦμεν. ὁ Εἱρμός.
Ἰνδάλματος χρυσοῦ καταπτύσαντες τρισόλβιον νεανίαι, τὴν ἀπαράλλακτον καὶ ζῶσαν Θεοῦ εἰκόνα, τεθεαμένοι, μέσον τοῦ πυρὸς ἀνέμελπον, ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον.

ᾨδὴ θ΄. Ἡ τὸν πρὸ ἡλίου.
Ὁ τὰς ἀσωμάτους οὐσίας, ὡς Θεὸς ὑποστησάμενος, ἐκ σοῦ ἁγία Κόρη σεσωμάτωται· διὸ ῥῦσαι σωματικῶν παθῶν ἐπαναστάσεως, καὶ σαρκικοῦ φρονήματος, τὸν σὸν ἱκέτην σαῖς δεήσεσιν.

Τῆς δικαιοσύνης Παρθένε, τὸν ἥλιον Χριστὸν ἀνέτειλας, καὶ οὐρανὸς ἐδείχθης φωτεινότατος· διὸ νύκτα τὴν τῶν παθῶν, σαῖς αἴγλαις διασκέδασον, καὶ τὴν ψυχήν μου φώτισον, καὶ τὴν καρδίαν καταλάμπρυνον.

Ὀποῦ τῶν δικαίων ὁ δῆμος, ἐν φωνῇ ἀγαλλιάσεως, ἐγκατοικεῖν μὲ τότε τὸν ἀνάξιον, καταξίωσον τῶν κακῶν, τὸ πλῆθος παρορῶσα μου, ἡ τὸν τοῦ κόσμου αἴροντα, τὴν ἁμαρτίαν γαλουχήσασα.

Κρῖνον Θεοτόκε Μαρία, καὶ δίκασον δεινὸν ἀντίδικον, καὶ τῆς αὐτοῦ με δίκης ἀπολύτρωσαι· τὸν Κριτὴν γὰρ τὸν ἀγαθόν, καὶ δίκαιον γεγέννηκας, τὸν ἐν ζυγοῖς Θεότητος, καταδικάσαντα τὸν θάνατον.

Ἔλυσας τῆς Εὔας τὴν λύπην, τὸν Ἀδάμ, τὸν νέον τέξασα, τοῦ πρὶν Ἀδάμ τὴν φύσιν ἀναπλάσαντα· διὸ λῦσον καὶ τῶν ἐμῶν, πταισμάτων τὸ γειρόγραφον, καὶ πειρασμοῦ καὶ θλίψεων, καὶ τῶν παθῶν με ἐλευϑέρωσον.

Προσόμοια. Ὅτε ἐκ τοῦ ξύλου σε.
Χαῖρε ὑψιμέδοντος Θεοῦ, Μήτηρ καὶ Παρθένε καὶ σκέπη, τῶν προστρεχόντων εἰς σε· Χαῖρε πάντων Ἄνασσα τῶν Ἀρχαγγέλων ἁγνή· οὐρανῶν Χαῖρε Δέσποινα, καὶ τῶν ἐπιγείων, μόνη κυριεύουσα ὡς βασιλὶς ἀληϑῶς· Χαῖρε βασιλέων τὸ κέρας· πάντων τῶν πιστῶν Χαῖρε δόξα, τῶν Χριστιανῶν τὸ καταφύγιον.

Χαῖρε μυστηρίου τοῦ φρικτοῦ, καὶ ἀκαταγνώστου Παρθένε, θεία φανέρωσις· Χαῖρε στάμνε πάγχρυσε· Χαῖρε Παράδεισε, τοῦ Ἀδὰμ Χαῖρε θύγατερ, καὶ τοῦ Πλαστουργοῦ μου, Μήτηρ ἀπειρόγαμε, εὐλογημένῃ σεμνῇ· Χαῖρε τῶν εἰς σὲ προστρεχόντων, καύχημα καὶ ἄῤῥηκτον τεῖχος· Χαῖρε θλιβομένων ἡ παράκλησις.

Χαῖρε λίθε τίμιε Θεοῦ, τῶν τιμίων λίθων ἁπάντων ἡ ὑπερέχουσα· Χαῖρε ὁ λαμπρότατος τοῦ Βασιλέως Χριστοῦ, μαργαρίτης καὶ ἔμψυχον, κειμήλιον Χαῖρε, λιθομαργαρόχρυσον, Θεοκυῆτορ ἁγνῇ· Χαῖρε τὸ βαρύτιμον σκεῦος, Πνεύματος ἁγίου Παρθένε, τῶν πολυτελῶν ἡ πολυτέλεια.

Δεῦρο ὦ ταλαίπωρε ψυχῇ· προσπεσὸν Μητρί τοῦ Χριστοῦ σου, δακρυῤῥοοῦσα, θερμῶς, λύσιν τῶν σφαλμάτων σου, καὶ δυσχερῶν συνοχῇς, αἰτουμένῃ καὶ κράζουσα, Πανάμωμε Κόρη, πρόφθασον καὶ ῥῦσαι με πάσης κολάσεως· πάσης ἀπειλῇς ψυχοφθόρου· πάσης τρικυμίας καὶ νόσου, καὶ ἐχθρῶν τῶν μάτην πολεμούντων με.

 

ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΙΩΔΑΝΝΟΥ ΕΥΧΑΙΤΩΝ.

ᾨδὴ α΄. ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε πότε.
Ὑπὲρ πᾶσαν φύσιν λογικήν, τὸν ἐξαμαρτήσαντα, ἡ ὑπερβᾶσα Ἀγγέλων τάγματα, ἐν ἁγιωσύνη τε καὶ σεμνότητι καὶ νόος καθαρότητι, σῶσόν με Παρθένε, ἵνα σε γεραίρω τὴν Πανύμνητον,

Ἡδονῶν ὁ κλύδων ὁ σφοδρός, αὔραις κυμαινόμενος, τῶν τῆς κακίας πνευμάτων χειμάζει με, Κόρη ἀπειρόγαμε, μετανοίας με πηδαλίῳ ἰθύνασα, πρὸς τοὺς ἀπαθείας, ὅρμους τοὺς γαληνιῶντας ὅρμισον.

Λεπρωθέντα νοῦν καὶ τὴν ψυχήν, κάθαρόν με Δέσποινα, ὡς τὸν λεπρὸν ὁ υἱός σοῦ ἐκάθηρε· θέλω καθαρίσθητι, ἐπειποῦσά μοι· καὶ γὰρ πάντα τῷ λόγῳ σου, πείθεται τεκούσης, λόγον τοῦ Πατρὸς τὸν ὁμοούσιον.

Ὑλοτόμος Δέσποινα γενοῦ, τὴν ὑλομανοῦσαν μου, καὶ χερσωθεῖσαν καρδίαν καθαίρουσα, καὶ προῤῥίζους τίλλουσα καὶ ἐκτέμνουσα, καὶ πυρὶ θείῳ καίουσα, τὰς ἀκανθηφόρους, καὶ θανατηφόρους ἁμαρτίας μου.

ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως.
Ανϑρώπων σωτηρίας ἡ ζῶσα, πύλη, ὑπάνοιξόν μοι πύλας δικαιοσύνης, καὶ θύραν μετανοίας ὡς ἂν ἐν ταύταις, ἐξομολόγησιν καὶ ἐξαγόρευσιν, εἰσελθὼν προσάξαιμι τῷ Κυρίῳ μου.

Σφραγῖδι με σημείωσον καὶ τῷ τύπῳ, τῆς σκέπης σοῦ ψυχῆς μου ἐν τῷ μετώπῳ, ὡς ἂν ἀπὸ προσώπου φύγοιμι τόξου, τοῦ ὀλοθρεύοντος, μὴ ὡς ἀσήμαντον, Θεοτόκε πρόβατον.

Εἰκόνα τοῦ υἱοῦ σου τὴν κεχωσμένην, δραχμὴν βασιλικήν τὴν ἀπολωλυῖαν, ζητήσασα, Παρθένε καὶ ἐφευροῦσα, τὸν ἐπικείμενον χοῦν ἐν αὐτῇ τῶν παθῶν, καὶ τὴν κόνιν τίναξον καὶ ἀπόσμιηξον.

Ῥομφαίᾳ με τὸν τρώσαντα ἁμαρτίας, ἀντίτρωσον ἐκχέασα τὴν ῥομφαίαν, πλευρὰν τὴν διατρήσασαν τοῦ υἱοῦ σου, Θεογεννήτρια, καὶ καταδίωξον, καὶ εἰς τέλος σύντριψον καὶ κατάσφαξον.

ᾨδὴ δ΄. Ἐλήλυθας ἐκ Παρθένου.
Ἐν θλίψεσι σὲ πλουτοῦμεν Παρθένε παράκλησιν· ἐν λύπαις ἀνάψυξιν· ἐν πειρασμοῖς παραμύθιον, πρόμαχον καὶ σύμμαχον, καὶ σωτηρίαν ἑτοίμην καὶ ἀντίληψιν.

Ἡ τέξασα θελητὴν τοῦ ἐλέους μὴ θέλοντα, ἁμαρτωλῶν θάνατον, τῇ μετανοίᾳ, δὲ μάλιστα, τούτου ἡδυνόμενον, πρὸς μετανοίας ὁδοὺς με χειραγώγησον.

Ἰώμενος τῆς προμήτορος Εὔας τὸ σύντριμμα, ἐκ τῆς Θεομήτορος Κόρης ἡμῶν ἐπεδήμησας, Δέσποτα φιλάνθρωπε· δι ἧς κᾀμὲ συντριβέντα λόγῳ ἴασαι.

Στενάζοντα, ἐν νυκτὶ καὶ ἡμέρᾳ ἑκάστοτε, καὶ θρήνοις κοπτόμενον, καὶ ῥαντιζόμενον δάκρυσιν, οἴκτειρόν με Δέσποινα, καὶ ἀοράτῳ ῥοπῇ σου παρακάλεσον.

ᾨδὴε΄. Ὁ φωτισμός.
Ὁ ποταμός, τῶν Θεοῦ χαρισμάτων τοὺς ὀφθαλμούς μου, ἔμπλησον δακρύων καὶ τῆς ψυχῆς μου, Θεοκυῆτορ τὰς ἀνύδρους ἀρούρας, καὶ αὐχμώσας μέθυσον αὔλακας, ἵνα, πληθυνθῶσιν αὐτῆς τὰ γεννήματα.

Ἐν ταῖς χερσί, σοῦ Παρθένε οἱ κλῆροι οἱ τῆς ψυχῆς μου· ῥῦσαι ἐκ χειρὸς μὲ νῦν τῶν ἐχθρῶν μου· ἐπίφανόν τε σοῦ τὸ πρόσωπον Κόρη, Παναγίᾳ ἐπὶ τὸν δοῦλον σου· σῶσόν με τῷ θείῳ ἐλέει σου Δέσποινα.

Ἀνατολῆς, τῆς ἐξ ὕψους φανείσης ἐδείχθη πύλη· θρόνος ἐπηρμένος τοῦ βασιλέως οὐρανομήκης καὶ μετάρσιος κλῖμαξ· δι ἧς ἐπέβη Χριστὸς πανάχραντε, καὶ τοῖς ἀπωσμένοις βροτοῖς προσωμίλησεν.

Ὁ ὑψηλός, καὶ περίβλεπτος θρόνος τοῦ βασιλέως, τῶν βασιλευόντων ἡ θεία, κλίνη ἡ θεοδόχος· ὁ πανάγιος οἶκος, τὸ ἀβέβηλον ἱλαστήριον· ἡ Θεογεννήτωρ Μαρίᾳ, ὑμνείσθω μοι.

ᾨδὴ ς΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ψαλμικῶς εὐφημοῦντες βοῶμεν σοι· Χαῖρε τὸ πιώτατον ὅρος Χριστοῦ τοῦ Θεοῦ, ὃ κατοικεῖν ηὐδόκησε, δἰ ἡμῶν σωτηρίαν Θεόνυμφε.

Χαῖρε πύλη Θεοῦ ἀδιόδευτε· Χαῖρε τῆς ἀπάτης τὴν κάμινον σβέσασα· Χαῖρε δἰ ἧς μοι δέδωκεν, ἡ φλογίνη ῥομφαία, τὴν εἴσοδον.

Ὀμβροφόρε νεφέλη θεόδροσε, τὴν κατεψυγμένην ψυχήν μου τῷ καύσωνι, τῆς ἁμαρτίας δρόσισον, καὶ χειμάρρῤῥῳ τρυφῇς αὐτὴν πότισον.

Ῥυπαροὶ λογισμοὶ με μολύνουσι· φαῦλαι καὶ αἰσχραὶ ἐνθυμήσεις μιαίνουσι, τὴν ταπεινὴν καρδίαν μου, Παναγίᾳ Παρθένε βοήθει μοι.

Κάθισμα. Τὰ ἄνω ζητῶν.
Τῷ θείῳ φωτὶ τὸ σκότος τῆς καρδίας μου, μακρὰν ἀγαθῇ ἀπέλασον διδοῦσα μοι, ὀχετοὺς εἰς ἔκπλυνσιν τῶν κακῶν μου δἰ’ ὧν ἐλύπησα τὸν ὑπεράγαθον Κύριον ἐν σοὶ γὰρ μοι μόνῃ ἡ παράκλησις.

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Τὸν βίον ψυχή, ὡς πανήγυριν σαφῶς ἐπισταμένῃ, καλῶς ἐντεῦθεν πραγματεύθητι, ὡς ἂν κερδήσεις τὰ μέγιστα, τὴν τῶν οὐρανῶν Βασιλείαν, καὶ τὴν δόξαν τὴν ἄῤῥητον, εἰ γὰρ παρέλθῃ πρὸς μικρόν, ἄλλον οὐχ ἕξεις καιρόν.

Ὁδὸν τῆς ζωῆς, ἡ τεκοῦσα τὸν Χριστὸν σὺ με ὁδήγησον, ὁδὸν εἰς εὐθεῖαν τὴν ἀπάγουσαν εἰς Παραδείσου σκηνώματα, καὶ πρὸς τὰς ἐκεῖ καταπαύσεις, τὴν ὁδὸν κατευθύνουσα, καὶ τῆς ψυχῆς μου ἀγαθῇ τὰ διαδήματα.

Ἰός τὴν ἰσχύν, ἁμαρτίας χαλεπῆς ἐκδαπανᾷ μου· ἀλλ᾽ ἐπινεύσει φιλευσπλάγχνῳ σου, τῇ σῇ παλάμη τῆς χάριτος, πρόφθασον ἀπάντλησον τοῦτον, ὡς τοῦ κόσμου τὸν αἴροντα, τὰς ἁμαρτίας ἐπὶ γῆς μόνη κυήσασα.

Υἱόν τοῦ Θεοῦ διὰ σπλάγχνα οἰκτιρμῶν υἱὸν ἀνθρώπου, γεγεννημένον ἡ γεννήσασα, υἱὸν φωτὸς καὶ ἡμέρας με, τὸν νυκτὸς τε καὶ σκότους, ὑπεράμωμε ποίησον, καὶ οὐρανίου Πατρὸς ἄξιον δεῖξον υἱόν.

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ.
Χαλδαϊκὴν πυρκαϊάν, καὶ πυρφόρον μοι παθῶν ἄσπετον φλόγα, ὁ Ναβουχοδονόσορ ὁ νοητὸς καὶ δεινήν, ἀνῆψε παφλάζουσαν κάμινον· ἣν τῶν πρεσβειῶν σου, δρόσῳ σβέσον Παρθένε.

Νοῦν κεκτημένος, ἐμπαθῆ, καὶ ἀτόποις λογισμοῖς κεκοινωμένον, ἐπὶ σὲ καταφεύγω τὸ καθαρόν τοῦ Θεοῦ, εὐῶδες παλάτιον Δέσποινα, κάθαρόν με πάσης, γηίνης δυσωδίας.

Χριστοῦ σε βίβλον ἱεράν, ἐν τῷ Πνεύματι Θεοῦ ἐσφραγισμένην, ἐπιστάμενος Κόρη παγκάλων δυσωπῶ, τῇ βίβλῳ τῶν ζώντων ἐγγράψαι με, καὶ τῆς ἀνολέθρου ζωῆς καταξιῶσαι.

Ἡ προστασίᾳ, τῶν πιστῶν, ἡ ἐλπὶς καὶ χαρᾷ τῶν θλιβομένων, εἰς χαρὰν ἐμὴν στρέψον τὸν κοπετὸν μοῦ ἁγνῇ· καὶ δὸς μοι ἀνθ’ ὧν νῦν οὐ βλέπω σε, τῷ αἰῶνι τούτῳ, βλέπειν σε ἐν ἐκείνῳ.

Αἰνοῦμεν εὐλογοῦμεν. ὁ Εἱρμός.
Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα, Θεὸν ὑμνεῖτε.

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν λόγον.
Ἁγιωτέρᾳ, Ἀγγέλων, Χερουβεὶμ ὑπερτέρᾳ, πυρίνων ἀνωτέρᾳ, Σεραφείμ, καὶ νοερᾶς πάσης τάξεως, ὤφθης τιμιωτέρᾳ, καὶ δόξῃ ἀσυγκρίτῳ καὶ τιμή, ὑπερενδοξοτέρᾳ, Μαρίᾳ Κόρη Δέσποινα.

Νύμφη Θεοῦ Παναγία, θησαυρὲ σωτηρίας, λιμὴν τῶν ἐν πελάγει συμφορῶν, σκέπη ψυχῶν καὶ ἀντίληψις, σωτηρία, γενοῦ μοι, καὶ πλοῦτος καὶ πανεύδιος λιμήν, τὴν ψυχήν μου ῥιγῶσαν, σκεπάζουσα, καὶ θάλπουσα.

Ἡ ἀγεώργητος χώρα, γεωργὸν ἡ τεκοῦσα, ἡ ἄρουρα τὸν στάχυν τῆς ζωῆς, ἡ ἀνηρώτως βλαστήσασα, τῶν καλῶν ἀφθονίαν, καὶ πάντων εὐθηνίαν ἀγαθῶν, τῷ λιμῷ τετηκότα, διάθρεψόν με Δέσποινα.

Σοὶ τῇ τεκούσῃ τὸν πάντων, ποιητὴν καὶ σωτῆρα, ὁ πένης καὶ πτωχὸς καὶ ἐνδεής, τι προσαγάγω ἐπάξιον; ὁ,τιοῦν μὲν οὐχ ἄλλο, διάπυρον δὲ πίστιν καὶ στοργήν, καὶ ἀγάπην γνησίαν, ἐν αἷς με σῶσον Δέσποινα.

Προσόμοια. Ὅτε ἐκ τοῦ ξύλου σε.
Χαίροις ὁ πανάγιος ναός· Χαῖρε Βασιλέως καθέδρᾳ· Χαῖρε πυρίμορφε, θρόνε τοῦ Παντάνακτος· Χαῖρε Ἀγγέλων χαρά. Τοῦ Ἀδάμ, χαῖρε ἔγερσις, τοῦ παραπεσόντος· Χαῖρε τὸ κατάκριμα, τῆς Εὔας λύσασα· Χαῖρε ὀρθοδόξων τὸ κλέος· τῶν ἁμαρτωλῶν ἡ προστάτις καὶ ἀδικουμένων ἡ βοήθεια.

Χαῖρε ἡ λαβὶς ἡ μυστικῇ, ἥν περ Ἠσαΐας προεῖδεν, ἄνθρακα φέρουσα, ῥύπου ἐκκαθαίροντα, τὴν κτίσιν ἅπασαν· Χαῖρε βάτε πυρίφλεκτε, καὶ μὴ καιομένῃ· Χαῖρε στῦλε πύρινε δί οὗ εἰσήχθημεν, πάντες εἰς κατάπαυσιν θείαν· Χαῖρε τοῦ ἐλέους ἡ θύρα, καὶ ἁμαρτανόντων ἡ συγχώρησις.

Χαῖρε ἡ πολύαστρος ἁγνῇ, σφαίρᾳ, οὐρανοῦ ἡ ἀστέρας, πλάνητας ἅπαντας, καὶ ἀπλανεῖς φέρουσα, καὶ ὑπερλάμπουσα· Χαῖρε κύκλε λαμπρότατε, δώδεκα ζῳδίων, δἰ’ οὗ μέσου ὥδευσε Χριστὸς ὁ ἥλιος, καὶ οἰκονομίαις ἐνσάρκου, ὑπὲρ σωτηρίας ἀνθρώπων, πᾶσαν τὴν περίοδον ἐπλήρωσεν.

Μόνῃ τὸν ἀχώρητον Θεόν, ἀστενοχωρήτως ἐν μήτρα, ἐκυφόρησας, ἄνθρωπον γενόμενον δἰ ἀγαθότητα, Παναγία, θεόνυμφε· διὸ δυσωπῶ σε, τῶν στενοχωρούντων με παθῶν ἀπάλλαξον· ὅπως τὴν στενὴν εὐθυπόρως, τρίβον διοδεύσας εἰς πλάτος, φθάσω τῆς ἐκεῖ Μακαριότητος.

 

ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΑΝΔΡΕΟΥ ΚΡΗΤΗΣ.

Οὗ ἡ ἀκροστιχίς.
Θρηνῶδες ᾆσμα δεύτερον τῇ Παρθένῳ· Φωτίου.

ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.
Θρήνου καιρός, πάρεστιν ὦ παναθλίᾳ ψυχή, τὸ τῆς παρούσης στάδιον ζωῆς ὃ τρέχο· μὲν καὶ καθεύδομεν οἴμοι! λοιπὸν διεγερθῶμεν νῦν καὶ θρηνήσωμεν.

Ῥοῦς ποταμοῦ, σκιά, καπνὸς καὶ ἐνύπνιον, καὶ ἄνθος χόρτου πέφυκε τὸ μαραινόμενον, ἡ παροῦσα. τερπνότης· λοιπόν τῇ Θεοτόκῳ ψυχῇ προσπέσωμεν.

Ἡ τὴν ζωήν, μόνη τεκοῦσα Θεόνυμφε, νεκρόν με χρηματίσαντα, καὶ κατακείμενον, ἁμαρτίας τῷ βέλει, ἀνάστησον φαρμάκῳ τῷ τοῦ ἐλέους σου.

Νοῦν καὶ ψυχήν, καὶ τὰς αἰσθήσεις ἐμόλυνα, ἐπιτελῶν τὰ ἄτοπα Θεοχαρίτωτε· ἀλλὰ σοῦ τῷ πελάγει, προσπίπτω τοῦ ἐλέους καὶ μὴ ἀπώσῃ με.

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.
Ὡς ἄλλον με λῃσταί τοῦ βίου στάδιον, ὁδίτην ὁδεύοντα συλλαβόντες, τὴν ψυχὴν κατετραυμάτισαν· ἀλλὰ σὺ Θεομῆτορ ἀνακάλεσαι.

Δουλώσας τῆς ψυχῆς τὸ αὐτεξούσιον, ἐτρώθην τοῖς πάθεσι μὴ ζηλώσας, Ἰωσήφ ἀλλ᾽ ἐλευθέρωσον, Θεομῆτορ τῆς τούτων δεσποτείας με.

Ἐν σοὶ τῶν ἡδονῶν θαῤῥῶν Δέσποινα, τὸ μέγα, καὶ ἄῤῥηκτον χαλκοῦν τεῖχος, ὑπερβαίην καὶ ῥυσθείην τε, ἀπὸ πειρατηρίου δεινοῦ δαίμονος.

Σταγόνες μοῦ δακρύων ἐξηράνθησαν, Παρθένε τῷ ὕπνῳ βεῤαρημένου· ἀλλ᾽ ἐγρήγορσιν μοὶ δώρησαι, καὶ δακρύων πηγὴν καὶ στάσιν πάννυχον.

ᾨδὴ δ΄. Ὑμνῶ σε ἀκοὴν γὰρ Κύριε.
Ἀπᾴσῃς ἁμαρτίας αἴτιον, φιλαυτίᾳ φιλαργυρίᾳ· ἃς ἐκ ψυχῆς πάναγνε ἐπόθησα, καὶ πᾶσαν πρᾶξιν αἰσχράν, αὐθαιρέτως ἐξετέλεσα· ἀλλ᾽ οὖν ἐν γήρᾳ, σῶσόν με τὸν ἄθλιον.

Στολὴν μὲ ποὺ σεπτοῦ βαπτίσματος, ἀπεξέδυσεν ὁ βελίαρ, καὶ τὸ τραχὺ Πάναγνε καὶ δυσαχθές, τῆς ἁμαρτίας αὐτὸς περιέθετο τριβώνιον· ὃ δυσωπῶ σε, Κόρῃ με ἀπόδυσον.

Μαρίᾳ Θεοτόκε Δέσποινα, εὐφροσύνῃ μου καὶ σωτηρίᾳ, ἐν κλίνῃ κειμένου ἀείποτε τῆς ἀμελείας, τῷ θείῳ φωτί σου διασκέδασον, τῆς ταπεινῆς ψυχῆς μου τὴν σκοτόμαιναν.

Αἰγύπτου Μωυσῆς ἐξήγαγε, τῆς δουλείας Ἰσραηλίτας· ἐμὲ δὲ τίς Πάναγνε, ἐξάξει τῆς πικρᾶς δουλείας παθῶν; εἰ μὴ σὺ πρὸς τὸν Δεσπότην μου, καὶ σὸν υἱὸν πρεσβεύσῃς ἡ φιλεύσπλαγχννος.

ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.
Διὰ νηστείας ποτέ, προκαθαρθείς ὁ Μωυσῆς ἤκουσε, θείας φωνῆς, καί σοῦ Θεομῆτορ κατεῖδε τὸν τύπον. Ἐγὼ δὲ ἀσωτεύων, πῶς ἴδω φῴς τῆς γνώσεως;

Ἐν τῇ ἐρήμῳ Σινᾶ, Μάννα, Θεὸς τῷ Ἰσραήλ ἔβρεξε· σὺ δὲ ψυχὴ εἰ βούλει, τοῦ Μάννα τυχεῖν τοῦ νοητοῦ, πρόσελθε τῇ τούτου Μητρὶ καὶ ἐκθρέψει σε.

Ὑψηγορίᾳ δεινή, ὥσπερ Δαθάν καὶ Ἀβειρὼν κέχρημαι, κατὰ Θεοῦ οὐ κατὰ Μώσεως, καὶ πίπτω ὑπὸ γῆν· σὺ δὲ με Θεομῆτορ ἀνάστησον δέομαι.

Τῆς ἀθλίας μου ψυχῆς, πράυνον κύματα αἰσχρὰ Δέσποινα, καί τῆς σαρκὸς παῦσον τὰς ὀδύνας, ἡ μόνῃ τεκοῦσα, ἄνευθεν ὠδίνων Θεὸν σωματούμενον.

ᾨδὴ ς΄. Ἄβυσσος ἁμαρτημάτων.
Ἔκχεον τῆς εὐσπλαγχνίας, τῆς σῆς τὸν ἔλεον Κόρῃ, ἐπὶ τὴν ταπείνωσιν ἡμῶν, καὶ ἵλεως ἵλεως γενήθητι, τοῖς σοῖς δούλοις Παρθένε.

Ῥέουσιν εὐεργεσίας, τῆς σῆς ἀέναα ῥεῖθρα, καὶ τὰς ξηρανθείσας ἐκ, παθῶν, ψυχὰς καταρδεύουσι· μεθ᾿ ὧν ἁγνὴ ἄρδευσόν με.

Ὅσιον οὐδὲν ἐν βίῳ, διεπραξάμην ὁ τάλας, μᾶλλον δὲ πληθὺν ἁμαρτιῶν· ἀλλ᾽ ἔκτεινον Δέσποινα τὴν χεῖρα σου, καὶ γεέννης με ῥῦσαι.

Νύμφη Θεοῦ Παναγίᾳ, ἡ σκέπη μου καὶ ἡ δόξα· σὺ μοι ἐν ἐξόδου τῷ καιρῷ παράστηθι, σῴζουσα καὶ ἄγουσα, πρὸς μονὰς αἰωνίους.

Κάθισμα. Τὰ ἄνω ζητῶν.
Μετάνοιαν δός, γνησίαν μοι Πανάμωμε, τῶν ἐκ βρεφικῆς, πταισμάτων ἡλικίας μου, καὶ πάντων συγχώρησιν, τελείαν τούτων παράσχου μοι, καὶ τῆς ἐνθεοῦ πολιτείας Ἁγνῇ, ἐπιλαβέσθαι προθύμως ἀξίωσον.

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Τραχεῖαν ὁδόν, καὶ στενὴν τῆς ἀρετῆς Θεοκυῆτορ, αἱ τῶν ἁγίων ἐκδιδάσκουσι, βίβλοι καὶ πᾶς λόγος ἔνθεος· ἥν με διανύειν προθύμως, τῇ δυνάμει σου ἴσχυσον, τὰς ἐφ’ ἑκάτερα τροπὰς ἀεὶ ἐκκλίνοντα.

Ἡσύχῳ τῷ νῷ, καὶ γαλήνῃ λογισμῶν τοῦ Παρακλήτου, ἡ θεία χάρις ἐπισέρχεται, ἐν τῇ καρδίᾳ Θεόνυμφε· ἣν μοι καταπέμψαι δυσώπει, τὸν υἱόν σου καὶ Κύριον, τῷ τῆς καρδίας συντριμμῷ καὶ ταπεινώσει ψυχῆς.

Πολλῶν πειρασμῶν, φλογοφόρων καὶ πικρῶν λῦσον τὸ νέφος, τῶν συνεχόντων καὶ θλιβόντων με, καὶ ἀκράτως μαστιζόντων με, μόνη προστασία, τοῦ κόσμου, καὶ συνέτισον ψάλλοντα· εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἀγρίοις θηρσί, παρεδόϑην τῶν ποθῶν τοῖς ἐπιστάταις, ὡς ἐν ἐρήμῳ οἱ γογγύσαντες, καὶ ἀφανῶς ἐκκεντοῦσι με, ὥσπερ καὶ ἐκείνους οἱ ὄφεις· ἄλλα Κόρη Θεόνυμφε, τῇ σῇ πρεσβείᾳ δυσωπῶ, δὸς μοι τὴν ἴασιν.

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ῥᾳδιουργίαις ὁ ἐχθρός, ἐνεδρεύων ἀφανῶς ἐξαπατᾷ με, λογισμοῖς ὑποσύρων, εἰς ἡδονῆς τοὺς κρημνούς· ἀλλὰ σὺ Θεοτόκε φρούρει με, μόνη προστασίᾳ, τῶν καταπονουμένων.

Θέλων ὑπείκω τῷ ἐχθοῷ, προσβολαῖς τῶν λογισμῶν ἐπιθεμένῳ, ἀλλ᾽ ἀνίσχυρον τούτου τὴν μηχανὴν ἀγαθή, δεῖξον καὶ μάτην φρυαττόμενον, περιποιουμένῃ, ἐμέ τὸν σὸν οἰκέτην.

Ἐνώπιον σου ἐκχεῶ, ἐν κλαυθμῷ καὶ στεναγμῷ τὴν δέησιν μου, τῆς ψυχῆς μου τὴν θλῖψιν ἀπαγγελῶ σοι Ἁγνῇ· ἰδοὺ γὰρ σηπεδόνι θλίψεων, καταδαπανῶμαι, μὴ βλέπων σε τὸ φῶς μου.

Νηστείαν ἄσκησον ψυχή, ἀγρυπνίαν καὶ κλαυθμὸν καὶ ψαλμῳδίαν, καὶ τὴν ἀΰλων στάσιν ἐν ὁλονύκτοις εὐχαῖς· καντεῦθεν Θεὸς σοι ἱλάσεται, ταῖς τῆς Θεοτόκου, πρεσβείᾳ εὐσπροσδέκτοις.

Ὁ Εἱρμός.
Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν λόγον.
Ὡς συμπαθῇς οὖσα Κόρη, συμπαθέστατον λόγον, ἐκύησας ἡμῖν μετὰ σαρκός· τοῦτον ἀεὶ ἐκδυσώπησον, τοῦ ῥυσθῆναι κινδύνων, καὶ θλίψεων καὶ ἄλλων πειρασμῶν, τοὺς Ἁγνῇ Θεοτόκον, ἐν πίστει σε δοξάζοντας.

Τοῦ Ἀαρών πρὶν ἡ ῥάβδος, καὶ ἡ στάμνος τοῦ Μάννα, λυχνία καὶ ἡ χρυσῇ κιβωτός, σε προετύπουν Θεόνυμφε· ὧν ἡμεῖς τὰς ἐκβάσεις, ἀρτίως καθορῶντες τηλαυγῶς, Θεοτόκον κυρίως, ἐν πίστει σε δοξάζομεν.

Κρήνην προχέουσαν νᾶμα, τοῖς πιστοῖς σωτηρίας, Πανάχραντε καλοῦμεν σε ἁγνή· οἱ γὰρ τακέντες τῷ καύσωνι, τῶν ἀπείοων πταισμάτων, εὑρήκαμεν πολλὴν ἀναψυχήν, τοῦ υἱοῦ σου τὸ αἷμα· δἰ’ οὗ ἡμᾶς ἀνέπλασεν.

Τῆς γεηρᾶς μὲν οὐσίας, τοῦ Ἀδάμ, ἀνεφύης, ὡς κλάδος Θεομῆτορ Μαριάμ· ἄνθος δὲ μόνη τὸν Κύριον, ἐξανέτειλας ἄνευ, χειρὸς καὶ γεωργίου γηγενοῦς· διὰ τοῦτο σε πάντες, ἐν ὕμνοις μεγαλύνομεν.

Προσόμοια. Ὅτε ἐκ τοῦ ξύλου σε.
Χαῖρε Πλατυτέρᾳ οὐρανῶν· Χαῖρε ὑπερτέρᾳ τῶν ἄνω Κόρη Δυνάμεων· Χαῖρε πάσης Δέσποινα, τῆς οἰκουμένης Ἁγνῇ· Χαῖρε ἅγιον τέμενος, Θεοῦ τοῦ ὑψίστου, Χαῖρε θείᾳ γέφυρα, θνητοὺς μετάγουσα, μόνη πρὸς ζωὴν τὴν ἀγήρω· Χαῖρε τὸ διάσωσμα Κόσμου· Χαῖρε τῶν πιστῶν ἁπάντων καύχημα.

Χαῖρε ἡ παγκόσμιος χαρά· Χαῖρε χελιδὼν γλυκυτάτῃ ἔαρ εὐφρόσυνον, πᾶσιν ἀνατείλασα, τοῖς ἐν χειμῶνι κακῶν, λαμπὰς χαῖρε ἄσβεστος, τοῖς πλάνης ἐν σκότει φῶς τῆς θείας γνώσεως ἡ ἀπαστράψασα· Χαῖρε βασιλέων τὸ κράτος· Χαῖρε κραταιᾷ προστασίᾳ, τῶν εἰλικρινῶς μακαριζόντων σε.

Χαῖρε ἡ μεγάλῃ καὶ λαμπρᾷ, ἄρκτος ἡ ἑπτάστερος Κόρη, τοῦ νοητοῦ οὐρανοῦ, τοῖς ἑπτὰ χαρίσμασιν, ἡ ἐξαστράπτουσα· ἀκινήτῳ πρεσβείᾳ σου, ὥσπερ ἄλλῳ πόλῳ, τοὺς νυκτὶ πλέοντας, τὴν βίου θάλασσαν, θεῖον ὁδηγοῦσα πρὸς ὅρμον, τῆς τῶν οὐρανῶν βασιλείας, καὶ γλυκεῖ φωτί σου καταλάμπουσα.

Δέξαι τὴν ἱκέσιον ᾠδήν· δέξαι μου τὸν θρῆνον Παρθένε· δέξαι τὴν δέησιν· δέξαι μου τὰ δάκρυα, καὶ στεναγμὸν τῆς ψυχῆς, καὶ τὸν θρῆνον ἀφάνισον· τὰ δάκρυα παῦσον· πάντα μεταῤῥύθμησον τὰ λυπηρᾷ εἰς χαράν· δίδου τῷ τὴν σὴν ἐκζητοῦντι, θείαν προστασίαν καὶ σκέπην, ὁλοψύχῳ νεύσει Θεονύμφευτε.

 

ΤΗ ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΘΕΚΛΗΣ ΜΟΝΑΧΗΣ.

Ὡς ὁρᾶται ἐν τῇ ὀγδόη καὶ ἐνάτη ᾠδή.

ᾨδὴ α΄. Ἦχος β΄. Τῷ Τὴν ἄβατον.
Ἐγκωμίων σοι, ἀειθαλὲς διάδημα, νῦν ἐξυφαίνει Πάναγνε, ἡ Ἐκκλησία Πνεύματι, καὶ προσάγει εὐλαβῶς, σὺν τῷ Ἀρχαγγέλῳ σοι, νυμφαγωγῷ Γαβριήλ, τὸ χαῖρε ᾄδουσα, καὶ σὲ σεπτῶς γεραίρουσα.

Γεωργήσασα, τὴν ζωηφόρον ἄμπελον, Μῆτερ Θεοῦ Πανύμνητε Χριστὸν τὸν Κύριον, γῆ ἁγία τοῦ Πατρός, ὤφθης ὑπὲρ ἔννοιαν· Θεοχαρίτωτε, καὶ πόμα θείας ζωῆς, κόσμον Ἁγνῇ ἐπότισας.

Κυματούμενον δεινῶς τοῖς παραπτώμασι, πάντα τὸν κόσμον ἄχραντε, καὶ κινδυνεύοντα, σὺ κυήσασα, Χριστόν, τὸν κυβερνήτην καὶ σωτῆρα Κύριον, λιμὴν ὡς εὔδιος, ζάλης πικρᾶς διέσωσας.

Καταφύγιον, καὶ Σωτηρίου πόλιν σε, πάντες πιστοὶ γινώσκοντες, Μαρίᾳ Μῆτερ Χριστοῦ, σοῦ δεόμεθα θερμῶς, δέξαι δεήσεις, τῶν σῶν πιστῶν οἰκετῶν, καὶ λῦσον ἅπαντας, πταισμάτων κατακρίσεως.

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς ἐν σοί.
Ἀρχὴ ἀποστροφῆς Θεοῦ ἐγένετο, τῆς Εὔας ἡ πλάνη ἀπὸ ἀνθρώπων· ἡ ἁγία Θεοτόκος δέ, πάλιν τὸν Θεὸν πρὸς ἡμᾶς ἐπεσπάσατο.

Ζωῆς σε θησαυρὸν γεννᾷ Πανύμνητε, τῷ κόσμῳ καὶ χαίρει τῇ εὐπαιδείᾳ, ὁ πατήρ σου ἐν σοὶ Πάναγνε, ἐξ αὐτοῦ προελθούσῃ χαρᾷ ἅπασιν.

Ἐξ Ἄννης ἡ χαρὰ τοῦ γένους ἤνθησας, καὶ τίκτεις Παρθένε τὸν βασιλέα, καὶ συγχαίρουσι τῷ τόκῳ σου, αἱ γυναῖκες ἀρᾷς τῆς πρὶν λυόμεναι.

Ἡ βάτος ἐν Σινᾶ προδιετύπου σου, Παρθένε παράδοξον τὸ τοῦ τόκου· σὺ γὰρ πῦρ τὸ τῆς Θεότητος, δεξαμένη τὴν μήτραν σου οὐκ ἔφλεξας.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε τὴν ἀκοήν.
Ἰακώβ σε ὡς κλίμακα θεοπρεπῶς προέβλεπε Παρθένε· ἧς ἐπὶ τὸ ἄκρον, Θεὸς ἐπεστήρικτο.

Τῶν Ἀγγέλων ἡ κάθοδος, τὴν πρὸς ἡμᾶς τοῦ λόγου παρουσίαν, διὰ σοῦ Πανύμνητε προϋπέφαινεν.

Ἡ γαστήρ σου ἡ ἄχραντος, καὶ οἱ μαστοὶ μακάριοι Παρθένε· δἰ αὐτῶν γὰρ ζωὴν πάντες εὑράμεθα.

Μυστικῶς ἀνυμνοῦμεν σε, Μῆτερ Θεοῦ φωναῖς ὀρθοδοξίας· ἥν τῇ Ἐκκλησίᾳ συντήρει πρεσβείαις σου.

ᾨδὴ ε΄. Φώτισον τοὺς ὀφθαλμούς μου.
Νόμου σε τιμιωτέραν, τῆς κιβωτοῦ ἀνυμνοῦμεν· τὸν γὰρ πάντων Κτίστην καὶ Θεόν, οὐ πλάκας ἐβάστασας, Πανύμνητε Θεοτόκε Μαρίᾳ.

Θρόνον σε Θεοῦ τοῦ λόγου, κηρύττομεν Θεοτόκε, ἐν ᾦ ὡς βροτὸς ὁ Θεός, καθήμενος ὦπταί μοι, δεικνύων σε Χερουβείμ, ὑπερτέραν.

Ἔλυσας πικρᾶς δουλείας, τὸ γένος ἅπαν Παρθένε, καὶ ἐλευθερίᾳ Χριστοῦ, τὴν φύσιν τοῦ θήλεος ἐτήμησας, ἐν τῷ θείῳ σου τόκῳ.

Ἔτεκεν υἱὸν Παρθένος, καὶ εὐτολμοῦσι γυναῖκες, κατὰ τοῦ ἐχθροῦ ἐμφανῶς· καὶ ταύτῃ ἀκολουθοῦσι νεάνιδες, παρθενίαν ἀσκοῦσαι.

ᾨδὴ ς΄. Ἐκ ἀβύσσῳ πταισμάτων.
Ἡ τοῦ κόσμου χαρὰ ἀειπάρθενε, χαῖρέ σοι κραυγάζοντας σὺν τῷ Ἀγγέλῳ πιστῶς, τῆς σῆς χαρᾶς ἀξίωσον, καὶ τὴν λύπην ἑμῶν διασκέδασον.

Οὐρανὸς οὐρανῶν ὑψηλότερος, ὤφθης Θεονύμφευτε τῇ θείᾳ δόξῃ σου, ἐν σοὶ γὰρ ὁ Θεὸς ἡμῶν, ὁλικῶς ἐποχούμενος ὤφθη μοι.

Τῆς χαρᾶς τῆς ἀλήκτου χωρίον σε, Μῆτερ ἀειπάρθενε σαφῶς γινώσκοντες, τὸ χαῖρέ σοι κραυγάζομεν· σοὶ γὰρ πρέπει τὸ χαίρειν μόνη Πάναγνε.

Νῦν ἡ φύσις τοῦ θήλεος γέγηθε· νῦν ἡ λύπη πέπαυται χαρὰ δὲ ἤνθησεν, ὅτι Μαρίᾳ ἔτεκε, τὴν χαρὰν τὸν Σωτῆρα καὶ Κύριον.

Κάθισμα. Εὐσπλαγχνίας ὑπάρχουσα.
Ῥαθυμίαν ψυχῆς μου τὴν χαλεπήν, καὶ καρδίας μου πώρωσιν Μῆτερ Θεοῦ, ἐπινεύσασα, ἴασαι ταῖς πρεσβείαις σου, καὶ σῳζομένων μερίδος καταξίωσον, λυτρουμένῃ παντοίας με κολάσεως, ἡ μόνη ἐλπίς μου καὶ παράκλησις.

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Ὁ πόκος ποτέ, Γεδεών τὴν ἐπὶ σοὶ τοῦ Θεοῦ λόγου, προεζωγράφει θείαν κάθοδον· ὥσπερ γὰρ δρόσον τὴν σύλληψιν, ἄφθορε Παρθένε, ἐδέξω· διὸ πάντες σοὶ κράζωμεν· εὐλογημένος ὁ καρπός, τῆς σῆς κοιλίας ἁγνή.

Καινὰ καὶ φρικτά, καὶ πιστὰ καὶ ἀληθῇ τὰ σὰ μυστήρια, Μαρίᾳ μῆτερ τοῦ Θεοῦ ἡμῶν, ὅτι ἐν σοὶ κατηλλάγημεν, πάντες τῷ Θεῷ καὶ Δεσπότῃ, καὶ Ἀγγέλοις συμψάλλομεν· εὐλογημένος ὁ καρπός, τῆς σῆς κοιλίας Ἁγνῇ.

Ὁ πρὶν Γεδεών, προμηνύων σοῦ σαφῶς τὸν θεῖον τόκον, λεκάνην φέρει πλήρη, ὕδατος, τὴν τοῦ ἐρίου ἐκπίεσιν· ὅλη γὰρ ἐν σοὶ ἡ Θεότης, κατεσκήνωσεν ἄχραντε· εὐλογημένος ὁ καρπός τῆς σῆς κοιλίας ἁγνή.

Τεκοῦσα Θεόν, τὸν Σωτῆρα τοῦ παντὸς γέγονας Κόρη, τῶν πεπτωκότων ἐπανόρθωσις, ἁμαρτωλῶν ἀνακαίνισις· τῶν ἀπηλπισμένων ἐλπὶς τε, καὶ ψαλλόντων βοήθεια· εὐλογημένος ὁ καρπός τῆς σῆς κοιλίας ἁγνή.

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Νέος Παράδεισος ἡμῖν, ἀνεδείχθης Παναγίᾳ Θεοτόκε, οὐ θανάτου τὸ ξύλον, ἀλλὰ ζωῆς τὸ φυτόν, ἀσπόρως βλαστήσασα Κύριον· οὗ τῆς ἀθανάτου, ζωῆς τρυφῶμεν πάντες.

Οὐδεὶς ἀπώλετο Ἁγνῇ, τὰς τῆς πίστεως ἐλπίδας κεκτημένος, ἐπὶ σοὶ Ὀρθοδόξων, Μαρίᾳ μῆτερ Θεοῦ· μόνοι δὲ οἱ φθόνῳ ἀρνούμενοι, σοῦ μὴ προσκυνεῖν τῆς μορφῆς τὸν χαρακτῆρα.

Θέλγεται πᾶσα ἡ Χριστοῦ, Ἐκκλησίᾳ Θεοτόκε τῷ σῷ τόκῳ, ὅτι σῴζονται πάντες ἁμαρτωλοὶ καὶ πτωχοί, οἱ πόθῳ ἐν σοὶ καταφεύγοντες· ἦλθε γὰρ Θεός, διὰ σοῦ ἀνθρώπους σῶσαι.

Ἐλευθεροῦται διὰ σοῦ ἡ προμήτωρ Θεοτόκε καταδίκης· καὶ ἰδοὺ νῦν γυναῖκες, ὑπεραθλοῦσι Χριστοῦ, καὶ χαίρει ἡ φύσις τοῦ θήλεος· ὡς βεβαιοῖ ἔργῳ, ἡ πρωτομάρτυς Θέκλα.

Ὁ Εἱρμός.
Τὸν ἐν καμίνῳ τοῦ πυρός τῶν Ἑβραίων τοῖς παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦται εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἤ τὸν πρὸ ἡλίου φωστῆρα.
Κλῖνον μοι τὸ οὖς σοῦ Παρθένε ἀνυμνούσῃ ὑπερύμνητε, δἰ’ ἐγκωμίων λόγων τὸν τόκον σου, καὶ ὡς δῶρα χηριακά, τοὺς ὕμνους τῶν χειλέων μου, προσδεξαμένῃ αἴτησαι, ἅμαρτιῶν μοι τὴν συγχώρησιν.

Λάμπει σου τὸ θεῖον κάλλος· ἀστράπτει τῆς ἁγνείας. ἡ λαμπρότης· καὶ ὑπερστίλβει, τούτων σου ἡ γέννησις. Θεὸς γὰρ ὁ καὶ ποιητής, ἡλίου καί τῆς κτίσεως, οὗτος ἐκ σοῦ, γεγέννηται, διὸ σε πάντες μεγαλύνομεν.

Ἡμεῖς ὡς ἄνθος ἁγνείας, καὶ ῥάβδον Παρθενίας σε, καὶ Μητέρα· Θεοῦ, ἐν ὕμνοις ἐκθειάζουσαι, Θεοτόκε μετὰ φωνῇς, αἰνέσεως δεόμεθα, ἐν παρθενίᾳ, στηρίξων καὶ ἐν ἁγνείᾳ, ἡμᾶς φύλαξον.

Σῶμα καὶ ψυχήν σου Παρθένε, διατηρούσης ἀμόλυντον, ὁ βασιλεὺς Χριστὸς ἠράσθη τοῦ κάλλους σου, καὶ Μαρίᾳ τῆς ἑαυτοῦ, σαρκώσεως ἀνέδειξε, Μαρίᾳ ὑπερένδοξε, οἰκονομῶν τὴν σωτηρίαν μου.

Προσόμοιαν. Οἶκος τοῦ Εὐφραθά.
Χαῖρε θρόνε Θεοῦ, Παντάνασσα Μαρίᾳ· χριστιανῶν ἡ δόξα· καύχημα τῶν παρθένων· νύμφη ἡλιοστάλακτε.

Χαῖρε ἡ τὴν χαράν, πηγάσασα τῷ κόσμῳ Ὑπεραγίᾳ Κόρη, βροτῶν τε καὶ Ἀγγέλων, τὸ ἔξοχον ἀγλάϊσμα.

Χαῖρε σκεῦος Ἁγνῇ, τοῦ οὐρανίου μύρου, ἄνθος τῆς ἀφθαρσίας· Χαῖρε ῥόδον καὶ κρῖνον, εὐωδιάζων ἅπαντας.

Παντάναξ Ἰησοῦ, εἰρήνευσον τὸν κόσμον, πρεσβείαις τῆς Μητρός σου, Παρθένου Παντανάσσης, καὶ πάντων τῶν ἁγίων σου.

 

ΤΗ ΤΕΤΑΡΤΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΝΙΚΟΜΗΔΕΙΑΣ ΓΕΩΡΓΙΟΥ.

Ὡς ὁρᾶται ἐν τοῖς ὑστέροις Θεοτοκίοις.

ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.
Δόξα τῇ σῇ, κυοφορίᾳ Πανάμωμε· τοῖς ἐξ Ἀδὰμ γὰρ λύτρωσιν εὐηγγελίσατο, καὶ νεκροῖς αἰωνίοις, τὴν τῆς ἀθανασίας ὁδὸν ἐκαίνισεν.

Σὺ τὸ χρυσοῦν, θυμιατήριον Δέσποινα, ἐν ᾧ περ τὸ χειρόγραφον τὸ τοῦ Προπάτορος, κατεκαύθη τῷ θείῳ, πυρὶ προσομιλῆσαν τοῦ ἐν σοὶ ἄνθρακος.

Χαῖρε χρυσῇ, στάμνε τοῦ Μάννα διάδοχε· χαῖρε πηγῇ ἀκένωτε τοῦ ζῶντος ὕδατος, Θεοτόκε Παρθένε, ζωοῦσα καὶ δροσίζουσα. τοὺς ὑμνοῦντάς σε.

Γνῶσιν Θεοῦ, ἅπαντες κατεπλουτίσθημεν, οἱ ἐπιγνόντες Δέσποινα, σὲ Θεομήτορα καὶ Κυρίαν ἁπάντων, τοῖς πράγμασι τοὺς λόγους ἐπισφραγίζοντες.

ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως.
Τὴν μόνην παρθενεύουσαν μετὰ τόκον, Μαρίαν τῶν ἁγίων ἁγιωτέραν, τὴν ὄντως ἀπειρόγαμον Θεοτόκον· δεῦτε ὑμνήσωμεν πιστοὶ κραυγάζοντες· Χαῖρε Κόσμου Δέσποινα Θεοχαρίτωτε.

Σὲ βάτος ἀκατάφλεκτος προετύπου, τὴν ἔμψυχον καὶ ἔμπνουν καὶ ζῶσαν βάτον· τὸ πῦρ γὰρ τῆς Θεότητος συλλαβοῦσα, ἄφλεκτος ἔμεινας, Θεογεννήτρια, διὸ τοῦ ἀσβέστου με πυρὸς ἐξάρπασον.

Δαβίδ ὁ σὸς προπάτωρ καὶ Θεοπάτωρ, καλεῖ σε θυγατέρα καὶ βασιλίδα, ἡμεῖς δὲ σὲ Παρθένον καὶ Θεοτόκον· τὸ ξένον ἄκουσμα τῆς οἰκουμένης Ἁγνῇ, καὶ τὸ μέγα καύχημα, τῶν τιμώντων σε.

Εὑρὼν σε τῶν Ἀγγέλων καθαρωτέραν, ὑπέδυ τὴν γαστέραν σου τὴν ἁγίαν, ὁ φῶς οἰκῶν ἀπρόσιτον Θεοτόκε, καὶ ὤφθη ἄνθρωπος, ἐκ σοῦ σαρκούμενος, ἐν δυσί ταῖς φύσεσι γνωριζόμενος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε τὴν ἀκοήν.
Ὑμνολογοῦντες Ἄχραντε, τὸν ἐν γαστρὶ τῇ σῇ σωματωθέντα, σὲ δοξολογοῦμεν ὡς Θεομήτορα.

Λελυτρωμένοι Πάναγνε, τῶν ζοφερῶν τοῦ ᾄδου κενεώνων, τῷ θείῳ σου τόκῳ σὲ μακαρίζομεν.

Ῥῦσαι πάσης κακώσεως, τοῦ δυσμενοῦς Παρθένε τοὺς εἰδότας, ἀληθῶς Θεοῦ σε Μητέρα Πάναγνον.

Ὡς λιμένα σε ἔχοντες, καὶ ἀσφαλῆ τοῦ Κόσμου σωτηρίαν, Θεοτόκε ἅπαντες σοὶ προστρέχομεν.

ᾨδὴ ς΄. Ὁ φωτισμός.
Τὴν ὀφειλήν, τῆς προμήτορος Εὔας σὺ Θεομῆτορ, ἀπέτισας σάρκα ἠμφιεσμένον, ἐκ σοῦ τεκοῦσα, τὸν Σωτῆρα τοῦ Κόσμου, ὅθεν πάντες σε μακαρίζομεν, Κεχαριτωμένῃ Μαρίᾳ Πανάμωμε.

Ὑπὲρ ἡμῶν, τὸν ἐκ, σοῦ σαρκωθέντα, Παρθενομῆτορ, πάντοτε δυσώπει τῶν σὲ ὑμνούντων, τοῦ λυτρωθῆναι ἐκ παθῶν, καὶ κινδύνων, ψυχοφθόρων κακῶν καὶ θλίψεων, καὶ αἰωνιζούσης φλογὸς καὶ κολάσεως.

Αἴγλη τῇ σῇ, Θεομῆτορ τὸν νοῦν μοῦ καταυγασθῆναι, τὸν ἐσκοτισμένον τῇ ἁμαρτίᾳ νεῦσον Παρθένε, τῆς ἁγνείας τὸν ζόφον καὶ πταισμάτων ἐξαφανίζουσα· ἄλλην γὰρ ἐκτός σου φρουρὸν οὐκ ἐπίσταμαι.

Ῥάβδῳ τῆς σής, ἀντιλήψεως δείξασα τὴν πώρωσιν μου, δάκρυα πηγάζειν ἀξιῶσόν με, τὴν φοινικῆν δὲ τῶν παθῶν μοῦ πλημμύραν, ὥσπερ ἄλλην θάλασσαν, τεμοῦσα ἐρυθρὰν πρὸς γῆν ἀπαθείας, τὸν νοῦν μου ὁδήγησον.

ᾨδὴ ς΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Σωματοῦται ὁ λόγος ἐν μήτρᾳ σου, καὶ δἰ εὐσπλαγχνίαν γνωρίζεται ἄνθρωπος· ἵνα Θεὸν τὸν ἄνθρωπον, ἀπεργάσηται Κόρη Πανάμωμε.

Δἰ ἐμὲ κατ᾽ ἐμὲ ἐχρημάτισε, βρέφος ὁ παντέλειος ἀνακαινίζων με, παλαιωθέντα, πάθεσι, διὰ σοῦ Παναγίᾳ Θεόνυμφε.

Καλυφθεῖσαν δεινῶς τὴν καρδίαν μου, τοῖς τῶν ἀποῤῥήτων πταισμάτων μου κύμασι, τῇ πανσθενεῖ πρεσβείᾳ σου, Παναγίᾳ Παρθένε διάσωσον.

Γηγενεῖς τὸν σὸν τόκον γεραίρουσι, καὶ δοξολογοῦσιν Ἀγγέλων τὰ τάγματα, καὶ σὲ Θεογεννήτριαν, Ἀειπάρθενον Κόρη δοξάζουσιν.

Κάθισμα. Τὰ ἄνω ζητῶν.
Ἐκ πόθου ψυχῆς, προστρέχω νῦν τῇ σκέπη σου, αἰτούμενος ἁγνὴ τὴν λύσιν τῶν πταισμάτων μου· μὴ ἀπώσῃ ἄχραντε, ἀλλ᾽ εὐσπλάγχνως πρόσδεξαί με κράζοντα· ἡ Θεὸν σαρκωθέντα, κυήσασα, νοσοῦσαν τὴν ψυχήν μου θεράπευσον.

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Θεοῦ καθαρόν, οἰκητήριον καὶ ἄσπιλον Παρθένε, ναὸν μὲ ποίησον τοῦ Πνεύματος, τοῦ Παναγίου γενόμενον, σπήλαιον λῃστῶν ἀκαθάρτων· ἵνα πόθῳ κραυγάζῳ σοι· εὐλογημένος ὁ καρπός τῆς σῆς κοιλίας ἁγνή.

Ὑλώδη εὑρών, τὴν καρδίαν ὁ ἐχθρὸς ἐνέκρωσέ μου· ἀλλά με σθένος θεῖον ἔνδυσον, καὶ ἐκνικῆσαι ἀξίωσον, τοῦτον· Ἀειπάρθενε Κόρη· ἵνα πίστει κραυγάζω σοι· εὐλογημένῃ ἡ Θεὸν σαρκὶ κυήσασα.

Ὁ πάλαι τοὺς τρεῖς, νεανίας ἐκ καμίνου καιομένης, Χριστέ μου λόγε λυτρωσάμενος· αὐτὸς κᾀμὲ ταῖς δεήσεσι, τῆς ἀπειρογάμου Μητρός σου, τῆς φλογὸς ἧς ἐξέκαυσα, τῶν ἀμετρήτων μου κακῶν ῥῦσαι καὶ σῶσόν με.

Ἰδού σε Ἁγνῇ, πᾶσα φύσις γηγενῶν δοξολογοῦσιν, ὑπερθαυμάζοντες τὸ μυστήριον, τῆς σῆς κυήσεως ἄχραντε, καὶ χαρμονικῶς ἐκβοῶντες, τῷ ἐκ σοῦ ἀνατείλαντι. Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν.

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Τὴν πανάγιαν κιβωτόν, τὴν ὑπέρτιμον σκηνὴν τὴν θείαν στάμναν· τὴν λυχνίαν τὴν πλάκα, τὸν φωτοφόρον ναόν, τὸν θρόνον τοῦ Θεοῦ τὸν ἔνδοξον, τὴν ἁγνὴν Παρθένον ὑμνήσωμεν συμφώνως.

Ἰδοὺ γεγέννηται ἐκ σοῦ, Ἠσαΐας ἐμφανῶς Ἁγνῇ ἐβόα· ὁ υἱός τοῦ ὑψίστου, καὶ σὸς ὁρᾶται υἱός, Παρθένε υἱοὺς ἐργαζόμενος, τοῦ ἐπουρανίου Πατρὸς τοὺς σὲ ὑμνοῦντας.

Μὴ διαλίπῃς ἐκτενῶς, τὸν υἱόν σου καὶ Θεὸν καθικετεύειν, ὑπὲρ τῶν προσκυνούντων καὶ ἀνυμνούντων πιστῶς, τὴν χάριν τὴν σὴν Θεονύμφευτε, μόνη Παναγίᾳ, ὑπερευλογημένῃ.

Ὅλος ἐσκότισμαι τὸν νοῦν ὅλος δαίμοσιν αἰσχροῖς κατεδουλώθην, ἀλλά σου καταφεύγω τῇ σκέπη τῇ κραταιᾷ, Παρθένε καὶ βοῶ σοι σῶσόν με, τῇ σῇ μεσιτείᾳ ἡ Κεχαριτωμένῃ.

Αἰνοῦμεν ὁ Εἱρμός.
Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς παισὶ συγκαταβάντα, καί τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε.

ᾨδὴ θ΄. Ἀπορεῖ πᾶσα γλῶσσα.
Σὲ εὐλογοῦσην ἄνω, τάξεις τῶν ἀσωμάτων, καὶ ἀνυμνοῦσιν ἅπαντα Πανύμνητε, ἀνθρώπων πλήθη, κάτω, γῆ καὶ οὐρανὸς καὶ θάλασσα, κοινὴ χορείᾳ, παναρμονίῳ μέλει, παγκόσμιον ᾠδήν, Χαῖρέ σοι χαρμοσύνως βοῶντα Θεογεννήτρια.

Χαῖρε ἔμψυχε βάτε, καὶ Πανάγιον Ὄρος· Χαῖρε πάγχρυσε στάμνε καὶ θεία, τράπεζα, Παντάνασσα, Μαρία· Χαῖρε μυστικῇ νεφέλῃ καὶ πύρινε στῦλε· Χαῖρε γέφυρα, Κόσμου καὶ κλῖμαξ οὐρανοῦ· Χαῖρε καταφυγῇ καὶ προστάτις τῶν μελῳδούντων σε.

Πᾶσαν ὑπερεκπλήττει, ἀκοὴν καὶ νοῦν ὅλως, τὸ ὑπὲρ φύσιν ἄχραντε μυστήριον, τοῦ τόκου σου πῶς Μήτηρ, ἄμα, καὶ Παρθένος γέγονας, καὶ μετὰ τόκον πάλιν Παρθένος μένεις ἀπείρανδος Ἁγνή! Ὅθεν σε Θεοτόκον, κυρίως πάντες δοξάζομεν.

Ὕμνον ἔνϑεον Κόρη, τὸν παρόντα προσδέχου, ἀντιδοῦσα χάριν τοῖς εἰς σέ, πεποιθόσι καὶ εἰρήνην, αἴτησαι ταῖς Ἐκκλησίαις ἀεὶ παρασχεθήναι· τοῖς βασιλεῦσι νίκας καὶ τρόπαια, πιστοῖς· ἵνα Χριστιανῶν πᾶσα, γλῶσσα, σὲ μεγαλύνωμεν.

Προσόμοιαν. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Χαῖρε πᾶσα Κτίσις σοι βοᾷ· Χαῖρε Παναγία Παρθένε Χαῖρε, τὸ σκῆπτρον Δαβίδ· Χαῖρε ἡ βλαστήσασα, βότρυν τὸν πέπειρον· Χαῖρε πύλη οὐράνιε· καὶ ἄφλεκτε βάτε· Χαῖρε φῶς παγκόσμιον· Χαῖρε Ἀγγέλων χαρά· Χαῖρε Ἀποστόλων τὸ κλέος· Χαῖρε τῶν Μαρτύρων ἀνδρεία· καὶ τῶν ἀσκητῶν θεῖον ἐντρύφημα.

Χαῖρε ὄρος ὄντως ὑψηλόν· ὄρος ἀλατόμητον χαῖρε· ὄρος κατάσκιον, χαῖρε τὸ πιότατον ὄρος ὡς ψάλλει Δαβίδ· Χαῖρε ὅλης τῆς κτίσεως, Κυρία Παρθένε· Χαῖρε ὅπλον ἄμαχον κατὰ βαρβάρων ἐχθρῶν· Χαῖρε ἀμυντήριον θεῖον, πάσης ἐπηρείας δαιμόνων· Χαῖρε καταφύγιον τῶν δούλων σου.

Χαῖρε τῆς ἀγάπης τῆς διπλῆς, πλάτος ἀδιόριστον Κόρη, καὶ βάθος ἄπειρον, τῆς θείας σαρκώσεως θεολογίας τε, ὕψος ἀπερινόητον, προορισμοῦ θείου, μῆκος προαιώνιον Ὑπεραγίᾳ σεμνῇ· Χαῖρε ἀκρωτήριον ὄντως, τῆς καλῇς ἐλπίδος Παρθένε, τοῖς ὠκεανόν τοῦ βίου πλέουσιν.

Στῆσον πεπτωκότα με δεινῶς· καὶ κατεῤῥαγμένον εἰς χάος καὶ βυθιζόμενον· πρόφθασον καὶ ῥῦσαι με τῆς κακώσεως, Παναγίᾳ Πανύμνητε, καὶ μὴ καταισχύνῃς, μηδὲ ἀποῤῥίψῃς με ἀπὸ προσώπου τοῦ σοῦ. Ποῦ γὰρ ἐφευρήσω ὁ τάλας, ἄλλην προστασίαν ἐκτός σοῦ; Δέσποινα τοῦ κόσμου μὴ παρίδῃς με.

ΤΗ ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΣΤΟΥΔΙΤΟΥ.

ᾨδὴ α΄. ἦχός β΄, Ἐν βυθῷ κατέστρωσε.
Ἐν φωναῖς ἀσμάτων Ἱερῶν, αἶνον χαριστήριον, χρεωστικῶς τῇ Θεοτόκῳ ᾄδω σοι, ἀνθ᾽ ὧν περισῴζεις με, ὑπὸ πάντων ὧν ἔσχον σε βοήθειαν· σὺ μετὰ Θεὸν γάρ, Δέσποινα, ὑπάρχεις μοι προσφύγιον.

Ἐν παντὶ ἐξαίφνης θροϊσμῷ, μόνον σου τὸ ὄνομα, ὅτι φωνῶ καὶ δέους ἀπαλλάττομαι· τοιαύτῃ ἡ χάρις σου, καὶ τηλικαύτῃ ἡ ἄμετρος βοήθεια· ἡ πᾶς ὁ προστρέχων, Δέσποινα ἐξ ἀναγκῶν λελύτρωται.

Ἐμπεσὼν εἰς σάλον πειρασμῶν, πότε σε ἐζήτησα, καὶ οὐ ταχὺ ἐῤῥάϊσας τὸν κλύδωνα; τὸν νοῦν μου εἰρήνευσας; ἀπὸ παντοίας ἐπηρείας ἐξήρπασας; ὅθεν εὐλογῶ σε, Δέσποινα, καὶ ἀνυμνῶ τὸ κράτος σου.

Ἀπογνοὺς τῷ πλήθει τῶν δεινῶν, ἔκλαυσα καὶ εὗρόν σε, προασπιμόν τῶν ἀναγκῶν ἐξαίρουσαν· πάντοτε προφθάνεις με· ἀδιαλείπτως προστασίᾳ ὑπάρχεις μοι· ὅθεν εὐλογῶ σε, Δέσποινα, καὶ ἀνυμνῶ τὸ κράτος σου.

ᾨδὴ γ΄. Στειρωθέντα μου τὸν νοῦν.
Τίς αἰνεῖν σε γηγενῶν, κατ᾽ ἀξίαν ἱκανοῖ, Παρθενομῆτορ; σὺ γὰρ ἐν γυναιξί, μόνη ὤφθης ἐκλεκτῇ καὶ Παμμακάριστος.

Οὐρανὸς σε ἀνυμνεῖ· καὶ ἡ γῆ σε εὐφημεῖ· μεθ᾽ ὧν κᾀγώ σοι, ὀφειλὰς ἀποδιδοὺς ἀνθ᾽ ὧν ὤφθης μοι σωτὴρ Θεογεννήτρια.

Πεποιθήσει τῇ εἰς σέ, λυτρωθεὶς ἐκ, πειρασμῶν, σοὶ ἀνακράζω ἐκ βαθέων ψυχῆς· σὺ μου σκέπη κραταιᾷ Θεοχαρίτωτε.

Συσχεθέντα ἐν δεινοῖς, ἀπογνόντα καὶ τοῦ ζῆν, ἠλέησας με ἡ ἐλπίς τῶν βροτῶν, ἐξελοῦσα, τῶν κακῶν ῥοπαῖς σου Δέσποινα.

ᾨδὴ δ΄. Τὴν ἐκ Παρθένου σου γέννησιν.
Τὴν φοβεράν σου ἐπίκλησιν, ὁπηνίκα, ἀκούσῃ, ἡ δαιμόνιος πληθύς, ἀποδιδράσκει ὡς ἐκ πυρὸς δειματουμένῃ· ὅθεν μου φωνοῦντος Θεοτόκε βοήθει· ἐπακούειν μὴ παρίδῃς ἀγαθῇ.

Τὸ ἐπιπόθητον ὄνομα, ἐν εἰκόνι σε βλέπω, τὴν Κυρίαν τοῦ παντός· καὶ γὰρ ἐν ταύτῃ Θαυματουργεῖς βρύουσα χάριν, καὶ τὸν ἐν πεποίθῃ προσιόντα σοι δοῦλον ἐξαιροῦσα Θεοτόκε τῶν δεινῶν.

Εὐχαριστήριον αἶνόν σοι, κατὰ χρέος ἐπᾴδω Ὑπερύμνητε Ἁγνή· ὅτι προφθάνεις ἐν οἰκτιρμοῖς τὸν σὸν οἰκέτην· ὅτι με ἐμπαρέντα παγήσιν, ἀφύκτοις τῶν κακούντων, ἐλυτρώσω θαυμαστῶς.

Σωματικοῖς κατεῤῥύπωσα, πάθεσι τὴν ψυχήν μου, ὁ πανάθλιος ἐγώ· ἀλλ᾽ ἐπὶ σὲ τὴν ἀμώμητον Κόρη πίστει προστρέχω ὅθεν μὴ με παρίδῃς· ἄκουσον τοῦ κλαυθμοῦ μου, καὶ πρόσδεξαι τῆς ψυχῆς μου τὸν πόθον.

ᾨδὴ ε΄. Ὅτι νύξ τῶν παθῶν περὶ ἐμέ.
Ὅτι σὺ εἶ ἰσχύς τῆς ἀσθενοῦς καρδίας μου εἰκότως ἀνυμνῶ Ἁγνῇ καὶ φθέγγομαι. Τί κραταιᾷ σου ἡ ῥοπῇ, τῆς δυνάμεως ἐν προστασίαις!

Ὅτι σοῦ ἡ εἰκὼν θαυματουργεῖν ἐγνώρισται, ῥωννύμενος ἐν αὐτῇ Ἁγνῇ προσφθέγγομαι. Τί ὡραιώθη ἡ μορφῇ, τοῦ προσώπου σου Θεογεννῆτορ!

Ὅτι σοὶ ἐμαυτὸν προσαναθεὶς ἐπήλπισα, βοήθεια, κατ᾽ ἐχθρῶν γενοῦ μοι Δέσποινα· σοῦ ἡ πρεσβείᾳ, γὰρ σεπτῇ, καὶ ἡ δύναμις ἀμαχωτάτη.

Ὅτι σὲ ἐν δεινοῖς ἐπικουρεῖν ἐζήτησα, εὐήκοος ἱλασμὸς ἔσο μοι Δέσποινα· σὺ σωτηρίας γὰρ ἐλπίς, τοῦ οἰκέτου σου Θεογεννῆτορ.

ᾨδὴ ς΄. Ἄβυσσος ἁμαρτημάτων.
Ἄβυσσος τῆς ἁμαρτίας, καταποντίζει τελείως, τὴν ἀθλιωτάτην μου ψυχὴν Πάναγνε Δέσποινα· σὺ χεῖρα μοι βοηθείας παράσχου.

Ἄβυσσος τῆς εὐσπλαγχνίας, ὑπάρχουσα Θεοτόκε, τῶν ἐν τῇ ἰλύϊ τῶν παθῶν, δεινῶς ἐμπαρέντα με, ἀνάγαγε ἀπαθείας πρὸς ὕψος.

Χαῖρε σοι ἀναβοῶμεν, αἰσίως τὸ τοῦ Ἀγγέλου, τῇ ὑπεραμώμῳ Παρθένῳ· χαῖρε χαράκωμα τῶν δούλων σου, καὶ ἀνέδρευτον ἕρκος.

Χαῖρε σοι τῇ πανυμνήτῳ, καὶ ἀπειράνδρῳ Παρθένῳ, νῦν προσάγω Κόρη χαρμονικῶς, χαῖρε ἀντίληψις καὶ καύχημα, τῶν εἰς σὲ προστρεχόντων.

Κάθισμα. Πρεσβείᾳ θερμή.
Ἡ μόνη Θεὸν ἀσπόρως ἀποτέξασα, καὶ πάλιν Ἁγνή, μετὰ τὸν τόκον μείνασα· σοὶ προσπίπτομεν Δέσποινα, μετὰ φόβου καὶ πόθου κραυγάζοντες, ἐκ παθῶν καὶ νόσων δεινῶν, καὶ θλίψεων πασῶν ἡμᾶς λύτρωσαι.

ᾨδὴ ζ΄. Ἐν τῇ φλογοφόρῳ καμίνῳ.
Ἐν παρθενικῇ σοῦ νηδύϊ, ὡς ἐν οὐρανῷ ἑπτακύκλῳ, βαστάζεις Θεόπαις τὸν πάντων Κτίστην, καὶ τεκοῦσα ὡς πρὶν πάναγνος, διαμεμένηκας Ἁγνῇ· φοβερὸν τὸ θαῦμα!

Ἐν πολυστενάκτῳ ὀδύνη, ὡς ἐν πυριφλέκτῳ καμίνῳ, ὑπῆρχον ὁ παῖς σου Θεογεννῆτορ, καὶ ἐῤῥύσθην ταῖς πρεσβείαις σου, τῆς συνεχούσης με ποινῆς, ὡς φλογὸς οἱ παῖδες.

Εὐχαριστηρίους ᾠδάς σοι, ὡς κυριακὴν εὐπορίαν, προσφέρω ὁ παῖς σου Θεογεννῆτορ· ἀνυμνῶ σοῦ τὴν ἀντίληψιν, καὶ προστασίαν φοβεράν, αἷς ἀεὶ με σκέπεις.

Σὺ τῇ περιλύπῳ ψυχῇ μου, φάρμακον ἡδῦνον ταύτην, ὑπάρχεις ὡς εὔσπλαγχνος σεμνὴ Μαρία, ἐμποιοῦσα φῶς ἐγκάρδιον, τοῖς σκοτεινοῖς μου λογισμοῖς· καὶ φρουροῦσα σῴζεις.

ᾨδὴ ἡ. Παῖδες ἅγιοι καμίνῳ.
Θείοις ἄσμασι ποικίλλω σοι τὸν ὕμνον Ἁγνῇ, ὑπὲρ τῆς εἰς ἐμὲ εὐκταίας σκέπης σου· σὲ γὰρ ἐν πειρασμοῖς ἐξεῦρον δρόσον ζωῆς, τοὺς πόνους ἀναψύχουσαν, καὶ παρορμῶσαν ψάλλειν με· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Σὺ μου Δέσποινα ἐλπὶς καὶ προσφυγὴ κραταιά, ἐν περιστατικοῖς ἀγῶσι φθάσαντος· ἐν σοὶ γὰρ πεποιθώς, ἐπιβουλὰς δυσμενῶν δυναμωθείς ἐκτρέπομαι, καὶ εὐχαρίστως φθέγγομαι· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Πόῤῥω βέβλησο δαιμόνιος πληθὺς πονηρᾷ· ὅτι μοι συμμαχεῖ μεγάλη δύναμις· αὕτη Μήτηρ Θεοῦ, κλῶσα πάγας τὰς σάς, κᾀμὲ διαφυλάττουσα ὡς ἐκ, παγίδος ὄρνεον, εἰς τὸ βοᾶν ἀνελλιπῶς, πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Μόνη Ἄχραντε διήλεγξας θεσμοὺς φυσικούς· ὅτι ἄνευ σπορᾶς υἱὸν γεγέννηκας, ἔχουσα ἐν ταὐτῶ παρθενικὴν ἀστραπήν, καὶ μητρικὴν συγγένειαν· καὶ σοῦ τὸ θαῦμα ᾄδεται, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, Θεοτόκε Μαρίᾳ Πανύμνητε.

Ὁ Εἱρμός.
Παῖδες ἅγιοι καμίνῳ ἐμβληθέντες ποτέ, καὶ τὴν φλόγα δροσοβολοῦσαν θεώμενοι, Ἀγγέλου ὡραίου ἐπιστασίᾳ φρικτῇ, συμφώνως οἱ τρεῖς ἔμελπον, δοξολογοῦντες καὶ κράζοντες· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ᾨδὴ θ΄. Τῶν γηγενῶν τὶς ἤκουσε.
Τῶν γηγενῶν τίς αἶνόν σοι οὐ πλέξει; ἡ τὶς ἐγκώμια οὐ φῇ; ὅτι πρέσβυς ὑπάρχεις εἰς Θεὸν ἅπασι· μεθ᾽ ὧν κᾀμοῦ ἐπὶ πᾶσι τοῦ σοῦ οἰκέτου, ἀνθ᾽ ὧν καὶ ἀναμέλπω, καὶ ἐν ᾠδαῖς Θεοκυῆτορ Μαρίᾳ μεγαλύνω σε.

Ἐν συμφοραῖς λαμπρότερον ἡλίου, ἐναπαστράπτει σου τὸ φῶς, τῆς κραταιᾶς προστασίας, διασκεδάζουσα, τῆς ἀθυμίας τὰ νέφη ἐκ τῆς ψυχῆς μου· διὸ καὶ ἀναμέλπω, καὶ ἐν ᾠδαῖς Θεοκυῆτορ Μαρίᾳ, μεγαλύνω σε.

Ἐν γυναιξὶ σὺ μόνη ἐκληρώσω, θαῦμα πανθαύμαστον Ἁγνῇ, τεκοῦσα καὶ μὴ φθαρεῖσα τὴν παρθενίαν σου· ὁ ὑπὲρ φύσιν γὰρ τὴν φύσιν καινοτομῶν, αὐτὸς Θεὸς ἁπάντων ὁ κυηθείς· διὸ σε πίστει καὶ πόθῳ, ἀπαύστως μεγαλύνομεν.

Πάντες ὁμοῦ τὸ χαῖρε σοι βοῶμεν, ὡς γεννησάσῃ τὴν χαράν, καὶ βραβευθείσῃ πρεσβεία, πᾶσι τοῖς πέρασιν, ὡς καὶ ἐμοῦ προστασίᾳ τοῦ σοῦ οἰκέτου, τοιαύτῃ σου ἡ χάρις· διὸ σε ἐν ᾠδαῖς Θεοκυῆτορ Μαρίᾳ μεγαλύνομεν.

Προσόμοιαν. Ὅτε ἐκ τοῦ ξύλου σε.
Χαίροις ἣν ἑώρακε ποτέ, πύλην κεκλεισμένην προφήτης, θείῳ ἐν Πνεύματι, μόνος ἣν διώδευσε πάντων ὁ αἴτιος· Χαῖρε ἔξοχον ἄκουσμα· παράδοξον θαῦμα· Χαῖρε στάμνε πάγχρυσε τὸ μάννα φέρουσα· Χαῖρε θησαυρὲ πενομένων· Χαῖρε ἀσθενούντων ἡ ῥῶσις· Χαῖρε δυστυχούντων ἡ ἀνόρθωσις.

Χαῖρε ἡ ἀένναος πηγῇ, τοῦ χρυσαυγεστάτου Παρθένε, καὶ θείου νάματος· Χαῖρε ἡ ἀντίληψις καὶ προστασίᾳ βροτῶν· Χαῖρε ἅγιον οἴκημα, τοῦ πάντων Δεσπότου, σκεῦος καθαρώτατον, μῦρον πολύτιμον· Χαῖρε ὁ Θεόδροσος πόκος, πάλαι Γεδεών ὃν προεῖδε, Πνεύματι τῷ θείῳ ἐλλαμπόμενος.

Χαίροις τοῦ ἐλέους ποταμέ· Χαῖρε μυστηρίων διόπτρᾳ καὶ θύρα Πάναγνε· Χαῖρε ἀνεξάντλητε γλυκεῖα θάλασσα, χαρισμάτων τοῦ Πνεύματος· Χαῖρε ἀϊδίων, στεφάνων ἡ πρόξενος, θεοπρεπῶν τε γερῶν· Χαῖρε τὸ ἐγκώμιον Κόσμου, παντὸς ἐγκωμίου καὶ λόγου, ἀσυγκρίτῳ μέσῳ ὑπερέχουσα.

Ἀρόν σου τὰς χεῖρας ἀγαθῇ, πρὸς τὸν σὸν υἱὸν καὶ μαστούς σου, οὓς περ ἐθήλασε, δεῖξον καὶ σπαργάνων τε τοῦτον ὑπόμνησον· τὰ ἐκείνου ἀνάμιξον, τοῖς σοῖς Θεοτόκε, τὸν σταυρόν, τοὺς ἥλους τε, τὴν λόγχην αἵματα, τραύματα καὶ ἅπαντα πάθη· καὶ οὕτως ἱλέωσον τοῦτον, ἐφ᾽ ἡμῖν καὶ ῥῦσαι τῆς κολάσεως.

 

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΝΕΟΥ.

Κατ᾽ ἀλφάβητον· ὡς ὁρᾶται ἐν τοῖς ὑστέροις Θεοτοκίοις.

ᾨδὴ α΄. Ἦχος β΄. ἐν βυθῷ κατέστρωσε πότε.
Ἀμβροσίας κόσμῳ τὴν τρυφήν, χαῖρε ἡ πηγάσασα, Θεογεννήτρια χαῖρε Παράδεισε, τῆς ζωῆς βλαστήσασα, ξύλον Δέσποινα ὃ καὶ βλέψαι ἀξίωσον, καὶ κατατρυφῆσαι, πάντας τοὺς πιστῶς ὑμνολογοῦντάς σε.

Βασιλείαν τὴν τῶν οὐρανῶν, ἡ πιστοῖς παρέξασα, Θεογεννήτρια χαῖρε τῷ τόκῳ σου, τῷ ἀῤῥήτῳ Πάναγνε, χαρμονῆς ἡμᾶς αἰωνίου ἀξίωσον, χαῖρε τοῦ βοᾶν σοι, Κεχαριτωμένῃ μεσιτείαις σου.

Γηθοσύνως χαῖρε σοι σεμνῇ, βάτε ἀκατάφλεκτε, Θεογεννήτρια πόθῳ τοῖς κράζουσι, βοηθὸς γενήθητι, μεσιτείαις σου, καὶ ἡμᾶς ἐλευθέρωσον, πονηρευομένων, ἀπὸ συστροφῆς ἡ Παντευλόγητος.

Ἀναξίων πρόσχες οἰκετῶν, ταῖς οἰκτραῖς δεήσεσι, διηνεκῶς ἐκβοώντων σοι Πάναγνε· χαῖρε θεία, τράπεζα, ἄρτον φέρουσα τῆς ζωῆς Θεονύμφευτε, οὗ ἐπαπολαῦσαι, παρέξον ἡμῖν ταῖς ἱκεσίαις σου.

ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως.
Δοχεῖον χαῖρε, μύρου τοῦ οὐρανίου· ὁ τόκος ὁ θεόδροσος χαῖρε Κόρη, κραταίωσον, τοὺς δούλους σοῦ χαῖρε ψάλλειν, ἡ φῶς ἀπρόσιτον Θεογεγνήτρια, τοῖς ἐν σκότει λάμψασα τῷ θείῳ τόκῳ σου.

Ἐκλυτροῦ τῶν διψώντων αἰσχύνης πλῆσαι, ψυχήν μου ἵνα χαῖρε ἀπηλπισμένων, ἐλπὶς ἀναβοῶ σοι χαῖρε λυχνίᾳ, καὶ ὄρος ἅγιον Θεοχαρίτωτε· Χαῖρε τὸ διάσωσμα, τῶν τιμώντων σε.

Ζωὴν ἡ τὴν ἀνώλεθρον χαῖρε κόσμῳ, ἐκβλύσασα, τῷ τόκῳ σοῦ χαῖρε πύλην, διάρασα ἀνθρώποις τὴν οὐρανίαν· βοῶντας χαῖρε σοι Θεογεννήτρια, αἰωνίου ἔμπλησον χαρμονῆς ἡμᾶς.

Θεόδμητον παλάτιον χαῖρε Κόρη, ἀγλάϊσμα τοῦ γένους καὶ προστασία· Κυρία χαῖρε Κόσμου καὶ θεία σκέπη· τὸ χαῖρε ὅπως σε, ἀπαύστως μέλπωμεν, ἀναγκῶν καὶ θλίψεων ἐξελοῦ ἡμᾶς.

ᾨδὴ δ΄. Ἐλήλυθας.
Ἡ ἔμψυχος κιβωτὸς χαῖρε πλάκας τῆς χάριτος, θεοτεύκτους φέρουσα, Θεοχαρίτωτε Χαῖρέ σοι, πόθῳ τοὺς κραυγάζοντας, δεινῶν παντοίων, ῥυσθῆναι καθικέτευε.

Θεόμορφον καὶ θειότατον χαῖρε ἀνάκτορον, πειρασμῶν καὶ θλίψεων καὶ νοσημάτων ἐκλύτρωσαι, χαῖρε τοὺς βοῶντας σοι, τετυρωμένον καὶ πῖον ὄρος Πάναγνε.

Ἰάσεων χαῖρε Κόσμῳ πηγὴν ἡ ἐκβλύσασα. χαῖρε λύπην λύσασα, τῶν Προπατόρων τῷ τόκῳ σου ἀλλ᾿ ὡς προστασία μου, μανίας ῥῦσαι καὶ βλάβης ἐχθραινόντων μοι.

Ἀκράδαντον χαῖρε τεῖχος, πιστῶν ἄβυσσον, τοῦ ἐλέους τέξασα, Θεογεννήτρια ἔπιδε, πάντας δεομένους σου, καὶ τρικυμίας τοῦ βίου ἀπολύτρωσαι.

ᾨδὴ ε΄. Ὁ φωτισμός.
Κατὰ παθῶν, ἐξανάστησον Κόρη τῶν ὀλεθρίων, πόθῳ τοὺς τὸ χαῖρε σοι ἐκβοῶντας, αὐγῇ ἡμέρας, μυστικῆς χαῖρε ὄρος, Θεογεννῆτορ ἀλατόμητον· χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.

Λύσις ἀρᾶς, παντευλόγητε χαῖρε ἁμαρτανόντων, χαῖρε ἱλαστήριον χαῖρε βάθος, τοῦ θείου ὕψους δυσανάβατον, χαῖρε ἀσθενούντων Θεοχαρίτωτε, ἴασις ἡμᾶς νοσημάτων ἀπάλλαξον.

Μετὰ Θεόν, τοῖς βοῶσί σοι χαῖρε ἡ ἐλπὶς καὶ σκέπη· χαῖρε ἐνδιαίτημα, θείας δόξης· παραμυθία τῶν ἐν θλίψεσι χαῖρε πάσης βλάβης Ἁγνῇ καὶ θλίψεως, λύτρωσαι ἡμᾶς τοὺς εἰς σὲ καταφεύγοντας.

Νέκταρ πιστούς, ἡ ποτίσασα χαῖρε, παλινζωίας· Χαῖρε τοῦ ἀδύτου φωτὸς νεφέλῃ λυχνίᾳ χαῖρε, φωτισμὸν τοῖς ἐν σκότει, παρασχοῦσα Θεογεννήτρια· σκότους ἐξώτερον ἡμᾶς ἀπολύτρωσαι.

ᾨδὴ ς΄. Ἦχου ῥημάτων δεήσεως.
Νεῦσον αἰτήσει τῶν χαῖρέ σοι, ἐπιβοώντων γέφυρα δἰ ᾖς, περαιοῦται Κόρη πανσεβάσμιε, τῶν σῳζομένων πληθὺς θείαν πρὸς ἐπίγνωσιν.

Ξύλον ζωῆς χαῖρε Δέσποινα, ἡ ἐξανθήσασα τὸ νοητόν, ἐξ οὗ φαγόντες ὄντως οὐ θνήσκομεν, καὶ ἀρᾶς προπατορικῆς, Ἄχραντε ἐῤῥύσθημεν.

Ὄρεξον χεῖρα τοῖς χαῖρέ σοι, ἐπιβοῶσι Πάναγνε ἀεί, καὶ παντοίας βλάβης καὶ κακώσεως, ῥῦσαι Παρθένε ἡμᾶς, καὶ φρικτῆς κολάσεως.

ᾌδοντας χαῖρε τῷ κράτει σου, ἀπὸ παντοίας ῥῦσαι συμφορᾶς, καὶ εἰρήνης Κόρη πολυύμνητε, τὸν τῆς εἰρήνης Θεόν, ὡς τεκοῦσα ἔμπλησον.

Κάθισμα. Εὐσπλαγχνίας ὑπάρχουσα.
Τίς εἶδε; τίς ἤκουσε Μητέρα, τίκτουσαν τὸν ἑαυτῆς Δημιουργόν, τὸν διδόντα τροφὴν πάσῃ σαρκί; ὦ τοῦ θαύματος! Θρόνος Χερουβικὸς ἐδείχθη ἡ γαστήρ σου Θεοτόκε, Κεχαριτωμένῃ πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Πυρὶ πειρασμῶν, φλεγομένους ἡ πηγή τῶν τεραστίων, σῇ μεσιτείᾳ, καταδρόσισον Θεοχαρίτωτε ᾄδοντας· χαῖρε ἡ ὀμβρήσασα Κόσμῳ σωτηρίας τὰ νάματα· χαῖρε Παράδεισε τρυφῇς· χαῖρε πιστῶν προσφυγῇ.

Ῥημάτων σεμνῇ, τῶν τὸ χαῖρέ σοι ψυχῆς ἐν εὐφροσύνη, ψαλλόντων Κόρη Παναμώμητε, Θεογγεννήτρια ἄκουσον, πάσης προσβολῆς ἐναντίας, ῥυομένῃ τῷ κράτει σου, καὶ ἐξ ἐχθρῶν νοητῶν καὶ αἰσθητῶν εἰσαεί.

Σκηνὴ τοῦ Θεοῦ, χαῖρε δόξαν ἡ βροτοῖς διηγουμένη· λυχνία χαῖρε Παρθένε τῆς χάριτος, πλάκας ἡ κατέχουσα, Κόρη, τῆς ζωῆς χαῖρε τράπεζα, ἄρτον οὐράνιον ἡμῖν, παρεχομένῃ ἀεί.

Σκοτίας κρημνοῦ, τῶν αἱρέσεων ἡμᾶς Παρθένε ῥῦσαι, βοῶντας χαῖρε στῦλε πύρινε, Θεογεννήτρια, λήξεως, δεῖξον δὲ ἀεὶ κληρονόμους, οὐρανίου τοῦ ψάλλειν σοι· εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Τράνωσον γλώσσας τὰς ἡμῶν, χαῖρε Πάναγνε βοᾶν ἐλπίς τοῦ κόσμου, τὸ ἀπόρθητον τεῖχος τοὺς σοὺς οἰκέτας Ἁγνῇ, ποικίλλων συμφορῶν καὶ θλίψεων, ἐξελοῦ καὶ τρίβους, ὑπόδειξον ἐνθέους.

Ὕψιστον χαῖρε τοῖς βροτοῖς, σωματώσασα, Θεὸν ἀφράστῳ τρόπῳ· τῶν πιστῶν χαῖρε σκέπη· τοὺς σὲ ὑμνοῦντας ἀεί, Παρθένε κληρονόμους ἔργασαι, τῆς ἐπουρανίου τρυφῆς καὶ βασιλείας.

Φρύαγμα σβέσον καθ’ ἡμῶν, ἐπεμβαίνειν ἀφειδῶς ὁπλιζομένων· ἵνα χαῖρε βοῷμεν, σοὶ Θεομῆτορ ἀεί, τῇ μόνη Ὑπερτέρᾳ Κτίσεως, πάσης ἀοράτου, ὁρωμένης Κόρη.

Ἵνα φωναῖς περιχαρῶς, ἀναγγέλλομεν τὰ σὰ πηγὴ ἐλέους, μεγαλεῖα ἐκ νόσου, Παρθενομῆτορ τῇ σῇ, πρεσβείᾳ ἐξελοῦ τὸ χαῖρε σοι, ἐπιβοωμένους Ὑπερευλογημένῃ.

Αἰνοῦμεν. Ὁ Εἱρμός.
Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα, εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε.

ᾨδὴ θ΄. Ἀνάρχου γεννήτορος.
Χριστοῦ χαῖρε ἔμψυχος, ἡ βίβλος τοὺς ἐκ, πόθου σοι, ἐκβοῶντας τὸ χαῖρε Θεοχαρίτωτε· χαῖρε τὸ κατάσκιον ὅρος, ὡς ἐπὶ σοὶ θεμένους ἐλπίδα, ἡμᾶς παντευλόγητε, δυσχερείας πάσης λύτρωσαι.

Ψυχῆς φωτισμὸν ἡμῖν, καὶ τῶν σωμάτων ἴασιν, τοῖς τὸ χαῖρε βοῶσί σοι Παναμώμητε, παρέξον ταχέως λυχνίᾳ ἡ θεαυγής, καὶ στάσιν λιταῖς σου, ἐν ὦ ὥρᾳ τῆς κρίσεως, δεξιὰν ἡμῖν ἐξαίτησον.

Ὠσθεὶς κατενήνεγμαι, πρὸς ᾄδην ὁ ταλαίπωρος· ἀλλὰ χεῖρα πρὸ τέλους Θεογεννήτρια, δίδου μοι βοῶντι σοι χαῖρε ἡ φωτεινῇ, νεφέλῃ καὶ πάσης, μανίας ἐξάρπασον, τῶν μισούντων με Θεόνυμφε.

Οὐδεὶς ἐν σοὶ πέποιθε, καὶ κατῃσχύνθη πώποτε, Ἀειπάρθενε Κόρη Θεοχαρίτωτε, ὅθεν τοὺς προσφεύγοντας πίστει τῷ σῷ ναῷ, καὶ πόθῳ βοῶντας, Ἀγγέλου τὸ χαῖρέ σοι, μὴ ἐλλίπῃς περιέπουσα.

Προσόμοιαν. Ὅτε ἐκ τοῦ ξύλου σε.
Χαίροις ὁ ἀείῤῥους ποταμός, χαίροις ἀνεξάντλητε κρήνη, πλήρης ὑδάτων πολλῶν· δἰ’ ὧν καταρδεύεται ἡ κτίσις ἅπασα· καὶ καρδίαι εὐφραίνονται,τηκόμεναι δίψει, καὶ φλογμῷ κρατούμεναι τῶν παραπτώσεων· Χαίροις φωτεινόν τοῦ Δεσπότου, καὶ τρεπνόν παλάτιον Κόρη· Χαίροις τῶν ἁμαρτανόντων ἡ διόρθωσις.

Χαῖρε Παναγίᾳ ἀπαρχῇ, ἀνθρωπίνου γένους Παρθένε, ἐξ ἧς ἀνέπλασε, φύσιν βροτῶν ἅπᾶσαν, Χριστὸς ὁ Κύριος· Χαῖρε γῆ ἀγεώργητε, καὶ ἄρουρα θεία, ἡ καρποφορήσασα, ζωῆς τὸν ἄσταχυν· Χαῖρε Προφητῶν ἡ διόπτρᾳ, Χαῖρε Ἀποστόλων ἡ δόξα. Χαῖρε τῶν μαρτύρών τὸ κραταίωμα.

Χαῖρε τῆς ἀκτίστου καὶ κτιστῆς, φύσεως μεθόριον μόνη, Ἁγνῇ ὑπάρχουσα· Χαῖρε πολυσύνθετον χαρίτων Πάναγνε· Χαῖρε ἔμψυχος Δέσποινα, καλῶν ἀγαθῶν τε, ἀνακεφαλαίωσις· Χαῖρε ἑστίᾳ, κοινή, θείων ἀνθρωπίνων τε ἅμα, καὶ Ἀγγελικῶν Θεοτόκε, δωρεῶν καὶ μέγα, οἰκητήριον.

Πλῆσον εὐφροσύνης τὴν ἐμήν, νῦν Θεοκυῆτορ Παρθένε, καρδίαν δέομαι· ἤλθοσαν γὰρ ὕδατα, ἕως αὐτῆς ἀληθῶς, εἰς ἰλὺν ἐνεπάγην δὲ βυθοῦ ἀπωλείας, ἤδη καὶ εἰς πέταυρον ᾄδου προσήγγισσα· σὺ οὖν ὡς τῷ Πέτρῳ μοι χεῖρα, ὄρεξον ἀνύμφευτε Μῆτερ, τῆς φιλανθρωπίας σου καὶ σῶσόν με.

 

ΑΡΧΗ ΤΟΥ Γ’. ΗΧΟΥ

ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΜΑΝΟΥΗΛ ΤΟΥ ΜΕΓΑΛΟΥ ΡΗΤΟΡΟΣ.

Οὗ ἡ ἀκροστιχίς.
Τῇ Παρθένῳ μέλισμα ἐξᾴδω τρίτον. Μανουήλ.

ᾨδὴ α΄. Ἦχος γ΄. Ὁ τὰ ὕδατα πάλαι.
Τὸν βυθὸν ὡς τεκοῦσα, τῆς ἀμετρήτου σοφίας, εὐλογημένῃ Μαρίᾳ, φωτισμὸν δίδου μοί, καὶ λόγον ἔμπνευσον νῦν, ὅπως ἀνυμνήσω σου τὰ παμφαῆ μεγαλείᾳ· ἅπερ σοι ὁ Κύριος Κόρη ἐποίησεν.

Ἡ θανάτου τὸ κέντρον, καὶ ἰταμότητα ᾄδου, καταβαλοῦσα τελείως, τοκετῷ Πάναγνε, ὑπεραγίῳ τῷ σῷ, καὶ ἡμᾶς ζωώσασα· δόξα τοῖς σοῖς μεγαλείοις, ἅπερ σοι ὁ Κύριος Κόρη ἐποίησεν.

Παμφαεστάτη πύλη, ἐξ ἧς πυρσὸς ἀναλάμψας, μέγας προῆλθεν ἀῤῥήτως, καὶ πιστοὺς ηὔγασε, καὶ τῶν δαιμόνων βωμούς, πάντας κατενέπρησε· δόξα τοῖς σοῖς μεγαλείοις, ἅπερ σοι ὁ Κύριος Κόρη ἐποίησεν.

Ἀνεζώωσας Εὔαν καὶ Ἀδὰμ τεθνηκότας, τῇ δεινῇ παραβάσει, τῆς ζωῆς τὴν πηγὴν ἀποτεκοῦσα Χριστόν, τὸν ὄντως Θεὸν ἡμῶν· δόξα τοῖς σοῖς μεγαλείοις, ἅπερ σοι ὁ Κύριος Κόρη ἐποίησεν.

ᾨδὴ γ΄. Ὁ Ἐκ μὴ ὄντων.
Ῥύου κινδύνων παντοίων καὶ συμφορῶν, τοὺς ὑμνοῦντας Δέσποινα, τὸν πανάγιον τόκον σου· ἔχεις γὰρ τὸ δύνασθαι, σοῦ τῇ θελήσει Ἁγνῇ ἰσοτάλαντον.

Θαυμάστωσον σου τὰ πλούσια, ἐπ᾿ ἐμέ, ἐλέη καὶ χεῖρά μοι βοηθείας χορήγησον· ἔχεις γὰρ τὸ δύνασθαι, σοῦ τῇ θελήσει Ἁγνῇ ἰσοτάλαντον.

Ἐπλήγωσάν με τὰ βέλη τοῦ δυσμενοῦς· ἀλλὰ θείᾳ νεύσει σου, ἐν ὑγιείᾳ βελτίωσον· ἔχεις γὰρ τὸ δύνασθαι, σοῦ τῇ θελήσει Ἁγνῇ ἰσοτάλαντον.

Νοῦν ὑποτάξας κινήσεσι τῆς σαρκός, ἀχλύος ἐμπέπλησμαι· σὺ δὲ κάθαρον, λάμπρυνον· ἔχεις γὰρ τὸ δύνασθαι, σοῦ τῇ θελήσει Ἁγνῇ ἰσοτάλαντον.

ᾨδὴ δ΄. Ἔθου πρὸς ἡμᾶς.
Μέσον τοῦ Θεοῦ, καὶ βροτῶν ἐγένου Πανύμνητε, καὶ τοῦ πλάστου ἐξαποικισθέν, τὸ πλάσμα ὑπερφυῶς κατήλλαξας· ὅθεν ἐκβῶμεν σοι· χαῖρε σοῖς δούλοις πᾶσι, σωτηρίαν πυρσεύουσα.

Ἔνθες χαρμονήν, τῇ πολυωδύνῳ καρδίᾳ μου, κατακρατηθείσῃ λυπηροῖς, τοῦ εἰς τὸν κόσμον τὸν φθόνον σπείραντος· ὅπως Κόρη μέλπω σοι· χαῖρε σοῖς δούλοις πᾶσι, σωτηρίαν πυρσεύουσα.

Λύτρωσαι δεινῶν, τῶν περικυκλούντων με Πάναγνε, καὶ μηδὲ ἐώντων μου τὸν νοῦν, ὕμνους ὑφαίνειν τῇ θείᾳ δόξῃ σου· ἵνα πόθῳ κράζω σοι· χαῖρε σοῖς δούλοις πᾶσι, σωτηρίαν πυρσεύουσα.

Ἵλεων ἡμῖν, ταῖς σαῖς ἱκεσίαις ἀπέργασαι, Κόρη τὸν υἱόν σου καὶ Θεόν, ἵνα, ῥυσθῶμεν ὀργῆς καὶ θλίψεως, καὶ σοὶ ἀεὶ κράζωμεν· χαῖρε σοῖς δούλοις πᾶσι σωτηρίαν πυρσεύουσα.

ᾨδὴ ε΄. Πρὸς σὲ ὀρθρίζω.
Στοιχείων κρᾶσιν, πρὸς ὑγιᾶ δούλου τοῦ σοῦ, Κόρη κατάστασιν εὐχαῖς σοῦ ποίησον σὺ γὰρ τὴν ζωὴν τὴν ἀΐδιον, τῷ κόσμῳ ἐξανέτειλας.

Μὴ μετελθέτω, λοιμώδης νόσος Παρθένε σὸν λαόν· ἀλλ᾽ ὡς φιλεύσπλαγχνος ἄτρωτον φύλαξον· σὺ γὰρ τὴν ζωήν τὴν ἀΐδιον, τῷ κόσμῳ ἐξανέτειλας.

Ἄχραντε Κόρη, νόσων παντοίων με ἀπάλλαξον δοῦλον τὸν σόν, καὶ περιφρούρησον· σὺ γὰρ τὴν ζωὴν τὴν ἀΐδιον, τῷ κόσμῳ ἐξανέτειλας.

Ἐν κλίνη νόσου, κατ᾽ ἄμφω κείμενον Ἁγνή, θᾶττον με ἔγειρον τῇ εὐσπλαγχνίᾳ σου· σὺ γὰρ τὴν ζωὴν τὴν ἀΐδιον, τῷ κόσμῳ ἐξανέτειλας.

ᾨδὴ ς΄. Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν.
Ξύλον καὶ φυτὸν σε αἰειθαλές, ἔγνωμεν Κόρη, τὴν ζωὴν ἐξανθήσασαν, Χριστόν τὸν Θεὸν ἡμῶν, τὸν ποταμόν τοῦ ἐλέους· ὅθεν Θεοτόκον σε κυρίως σέβομεν.

Ἄφλεκτον τὴν βάτον ἐν τῷ Σινᾶ, τῆς σῆς λοχείας Ἁγνῇ τύπος ἐφύλαξε· καὶ ἡμᾶς τῇ σκέπῃ σου, ἐν, πάσης ῥύου ὀδύνης· καὶ γὰρ Θεοτόκον σε κυρίως σέβομεν.

Δάκρυσι προπίπτω σοι ἀγαθῇ· καὶ ἐκβοῷ σοι ἐλέησόν με Δέσποινα, τὸν πολλαῖς ὑπεύθυνον, ἁμαρτίαις καὶ πάθεσιν· ἵνα ὡς Θεοτόκον σε κυρίως σέβομαι.

ᾬκησε χαρίτων ἐν σοὶ πηγῇ· διὸ χάριτος νέμεις τοῖς σὲ γεραίρουσι· καὶ ἐμοῦ χαρίτωσον, δαψιλῶς Κόρη τὴν καρδίαν· καὶ γὰρ Θεοτόκον σε κυρίως σέβομαι.

Κάθισμα. Θείας πίστεως.
Θρόνος πάγχρυσος τοῦ βασιλέως, καὶ παράδεισος διηνθισμένος, ἀνεδείχθης Θεοτόκε πανύμνητε· τὸν γὰρ Θεὸν ἐν γαστρί σου βαστάσασα, εὐωδιάζεις ἡμᾶς θείαις χάρισιν· ὅθεν ἅπαντες, Θεοῦ ἀληθῶς μητέρα σε, κηρύττομεν ἀεὶ καὶ μεγαλύνομεν.

ᾨδὴ ζ΄. Ὡς πάλαι τοὺς εὐσέβεις.
Τὸ μέγα χριστιανῶν, σὺ εἶ ἱλαστήριον, πρὸς τὸν Θεὸν καὶ Δημιουργόν, τὸν ἐκ σοῦ ἀφράστῳ τεχθέντα ἀγαθῇ, καὶ μεσίτης ἀπαύστως· ὅθεν σοι χαῖρε κράζομεν, δόξης θρόνε ἡλιόμορφε.

Ῥάβδος Μώσεως πότε, σὲ προανετύπωσεν, ἐκ τῆς δεινῆς καὶ εἰδωλικῆς, πλάνης πρὸς τὴν θείαν ἀλήθειαν Ἁγνῇ, ἡμᾶς ὁδηγήσασα, διὸ σοι χαῖρε κράζομεν, δόξης θρόνε ἡλιόμορφε.

Ἰλέωσον μητρικαῖς, λιταῖς σου Πανάμωμε, τὸν σὸν υἱὸν καὶ Θεὸν ἡμῶν, τοῖς ἁμαρτωλοῖς καὶ οἰκέταις σου ἡμῖν· καὶ νόσων ἀπάλλαξον· ἀεὶ γὰρ χαῖρε κράζομεν, δόξης θρόνε ἡλιόμορφε.

Τύποι τὸ πρὶν Χερουβείμ, κιβωτὸν ἐσκίαζον· σοὶ δὲ Ἁγνῇ ἡ πανσθενουργός, ὑψίστου ἰσχὺς ἐπεσκίασε σαφῶς, ὡς ναῷ θεότητος· διὸ σοὶ χαῖρε κράζομεν, δόξης θρόνε ἡλιόμορφε.

ᾨδὴ η΄. Ἀστέκτῳ πυρί.
Ὁ θεῖος Δαβίδ σὸς προπάτωρ, φάσκει ἐλαλήθη περὶ σοῦ δεδοξασμένα, τοῦ Θεοῦ ἡ ἔμψυχος πόλις, δόξαν ἣν ἐπλούτισας προαγγέλλων· χαῖρε τῆς δόξης τὸ τέμενος, δἰ ἧς ἐδοξάσθη ὁ βασιλεύς τῆς δόξης.

Νοσοῦντα ψυχὴν καὶ τὸ σῶμα, ἐξ ἀπροσεξίας Θεομῆτορ, τῷ ἐλέει σου με νῦν, ἔγειρον τῆς κλίνης· ὅπως πίστει πάντοτε ἐκβοῷ σοι· χαῖρε τῆς δόξης τὸ τέμενος, δἰ ἧς ἐδοξάσθη ὁ βασιλεύς τῆς δόξης.

Μόνη ἐπὶ σοὶ τὰς ἐλπίδας, τῆς ἐμῆς ἀνέθηκα, Παρθένε σωτηρίας· καὶ ἐν σοὶ ῥυσθῆναι προσδοκῷ, λύπης καὶ κακώσεως ὅπως μέλπω· χαῖρε τῆς δόξης τὸ τέμενος, δἰ ἧς ἐδοξάσθη ὁ βασιλεύς τῆς δόξης.

Ἀνάστειλον Πάναγνε Κόρη, τὰς κακὰς ἐχθρῶν ἐφόδους τῇ σῇ, δυνάμει, εἰς ἀεί μοι διενοχλούντων, φθόνῳ δολιόφρονι ἵνα, μέλπω· χαῖρε τῆς δόξης τὸ τέμενος, δἰ ἧς ἐδοξάσθη ὁ βασιλεύς τῆς δόξης.

Ὁ Εἱρμός.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες θεῖον ὕμνον ἔμελπον, εὐλογεῖτε.

ᾨδὴ θ΄. Καινόν τὸ θαῦμα.
Ναμάτων θείων γνώσεως τῆς σῆς, τὴν ἀεὶ διψῶσαν μου ἔμπλησον Κόρη ψυχήν, πρὸς πόθον ἰθύνουσα, Ἁγνῇ τοῦ υἱοῦ σου, καὶ λυτρουμένῃ ταύτην ἐπηρείας ἐχθρῶν, ὁρατῶν ὁμοῦ καὶ ἀοράτων· νεύσει γὰρ μόνη τῇ σῇ, ἀβλαβὴς συντηρηθήσομαι.

Ὁ πάντων Κτίστις καὶ δημιουργός, κατασκηνώσας ἐν σοὶ ἀῤῥήτως Κόρη, Ἁγνῇ οἰσίαν τὴν βρότιον, ἐκάθηρε πᾶσαν, τῆς προπατορικῆς τε καὶ ἀρχαίας ἀρᾶς· διὸ κᾀμὲ ῥῦσαι ἐκ, κινδύνων· νεύσει γὰρ μόνη τῇ σῇ, ἀβλαβὴς συντηρηθήσομαι.

Ὕπερθεν πάντας σῴζεις τῶν δεινῶν, καὶ κακώσεως τῇ κραταιᾷ σου Κόρη χειρί, τοὺς πιστῶς ὑμνοῦντας σου τὴν θείαν λοχείαν, καὶ ἣν ἐκτήσω δόξαν ἐκ τοῦ πάντων Θεοῦ· κάμε νῦν φυλάττοις σε ὑμνοῦντα· νεύσει γὰρ μόνη τῇ σή, ἀβλαβὴς συντηρηθήσομαι.

Λαὸς καὶ κλῆρος προσπίπτει Ἁγνῇ ὁ Χριστώνυμας, οἰκετικῶς ἐλέει τῷ σῷ, καὶ τὴν σὴν βοήθειαν νῦν ἐπικαλεῖται, λοιμώδους νόσου, θᾶττον λυτρωθῆναι δεινῆς, λιμοῦ τε καὶ δυσμενῶν ἐφόδου· νεύσει γὰρ μόνη τῇ σῇ, ἀβλαβὴς συντηρηθήσομαι.

Προσόμοια. Μεγάλη τοῦ Σταυροῦ σου.
Χαῖρέ σοι πάντες ἀνακράζομεν Μαρία Θεοτόκε· Χαῖρε ναὲ Κυρίου· Χαῖρε Δέσποινα ἡ Κεχαριτωμένῃ· Χαῖρε τὸ φῶς ἀῤῥήτως ἀστράψασα, τὸ φωτίσαν τοὺς ἐν σκότει τῆς πλάνης.

Χαῖρε τῶν ἀθλητῶν λαμπρότατον στεφάνωμα, Ἁγνῇ Παρθενομῆτορ· Χαῖρε Κυρίου θρόνε· Χαῖρε πάντιμε Ὑπερδεδοξασμένη· Χαῖρε σκιὰν τοῦ νόμου ἡ παύσασα, ὡς τέξασα τὸν τοῦ νόμου δοτῆρα.

Χαῖρε Ἁγνῇ τὸν ἥλιον εἰσάξασα, τοῖς ἐν σκότει κειμένοις· χαῖρε τεῖχος καὶ σκέπη, τῶν εἰς σὲ προστρεχόντων ἐκ καρδίας· Χαῖρε παρθένων τὸ ἔνθεον ἀγλάισμα· καὶ ὀρθοδόξων ἁπάντων προστασία.

Κινδύνων τῷ πελάγει νῦν κλυδωνιζόμενον, τὸν δοῦλον σου παρθένε, καὶ συμφορῶν τῷ πλήθει, ῥιπιζόμενον, οἰκτείρησον καὶ σῶσον, τῶν οἰκτιρμῶν τέξασα, τὸ πέλαγος τὸ ἀμέτρητον Κόρη.

 

ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΑΝΔΡΕΟΥ ΚΡΗΤΗΣ.

Οὗ ἡ ἀκροστιχίς.
Θρηνεῖν τὸ κέρδος τοῦ βίον καθ᾽ ἡμέραν.

ᾨδὴ α΄. Ἦχος γ΄. Χέρσον ἀβυσσοτόκον.
Θλίψεσι προσπαλαίειν ἐν βίῳ κάλλιστον, εἰς ὠφέλειαν ψυχῆς· διὰ τοῦτο Θεοτόκε, οἱ ἐν θλίψεσιν ὄντες, ἀεὶ σε βοηθὸν καλοῦμεν, ἀκαταπαύστως κράζοντες· Δέσποινα μὴ παρίδῃς, τὴν δέησιν τῶν δούλων σου.

Ῥίζα κακῶν ἁπάντων, ἐν βίῳ πέφυκεν, ἡ φιλάργυρος σπουδῇ· ἧς τὸ κέρδος ἀπεδείχθη, τοῦ Ἰούδα ἀγχόνῃ· διὸ οἱ τῷ Χριστῷ δουλεύειν, εἰλικρινῶς βουλόμενοι, ῥίψωμεν ταύτην πόῤῥω, διὰ τῆς Θεομήτορος.

Ἥλιος ὡς ἐν πόλῳ ἄλλος δέδεικται, ἡ ἀκτήμων βιοτῇ, ἀρετῶν κατακοσμοῦσα τὸν πολύμορφον κύκλον· διὸ οἱ τῶν παθῶν τῷ σκότει, ἀεὶ συμποδιζόμενοι, ταύτης τῇ φωταυγείᾳ, πρὸς τὴν Παρθένον δράμωμεν.

Νῦν με ψυχοφθόρων ζάλη κατέλαβε, καὶ ἀτόπων λογισμῶν, καὶ πρὸς βάραθρον καθέλκει, καὶ βυθὸν ἀπωλείας· σὺ οὖν γενοῦ μοι κυβερνῆτις, καὶ πρὸς λιμένα ἴθυνον, θεῖον με Παναγίᾳ, καὶ μακαρίαν εὔκλειαν.

ᾨδὴ γ΄. Τὸ στερέωμα.
Ἐλιπάνθημεν, ταῖς ἡδοναῖς ταῖς τοῦ βίου, Πανύμνητε πάθεσιν οἱ παχυνθέντες, καὶ Θεοῦ τὰς ἐντολὰς κατελίπομεν.

Ἰσχυρώτατον, τῆς βασκανίας τὸ πάθος, ἁπτόμενον ἄχραντε καὶ τῶν ἀρίστων, οὐ ῥυσθῆναι δυσωπῶ ταῖς πρεσβείαις σου.

Νηπιόφρονες, οἱ διὰ δόξαν ματαίαν, τὴν ἄσκησιν Ἄχραντε πεποιημένοι· ὧν μερίδος διὰ σοῦ λυτρωθείημεν.

Τὸν ἐλπίζοντα, καὶ καταφεύγοντα πίστει, πρὸς σὲ Θεονύμφευτε μὴ ὑπερίδῃς ἄλλα, σῶσόν με τὸν δοῦλον σου δέομαι.

ᾨδὴ δ΄. Ἐκάλυψεν οὐρανούς.
Ὁράσει με ὁ σατάν, ἐν Παραδείσῳ ποτέ, Θεογεννῆτορ εἷλεν ὡς αἰχμάλωτον Παρθένε. Καὶ νῦν δὲ τῇ ὁράσει πειρᾶται Ἄχραντε, συλῆσαι τὸ θεῖον τῆς ἁγνείας ἔνδυμα, καὶ ἐπενδῦσαι χιτῶνα, τὸν τῆς ἁμαρτίας με.

Κατέπηξεν ὁ ἐχθρός, ἐν πάσῃ τῇ αἰσθήσει μου, τὰς μαγγανείας ἑαυτοῦ Παρθένε Θεοτόκε, καὶ δἰ αὐτῶν καθέλκει με Κόρη εἰς θάνατον· ἡ μόνη τετοκυίᾳ τὸν λόγον, τὸ μέγα κῆτος χειρωσάμενον, ἐκ τῶν αὐτοῦ πολυπλόκων δικτύων ῥῦσαί με.

Ἐγκάθηται ἐφ᾽ ὁδοῦ, σαρκὸς ἐν τοῖς κινήμασιν, ὄφις ὁ δόλιος ἐχθρός, καὶ ἐπιβάτῃ νῷ προσεπιτίθεται, κεντῶν ἀπροσδοκήτως Παρθένε, τῷ κέντρῳ τῶν παθῶν, καὶ θάνατον τὸν ψυχικόν μοι προσάγει· διὸ βοήθει μοι.

Ῥομφαίᾳ με ἡδονῆς, καταβαλεῖν φθονερῶς, ἐπιζητοῦσιν οἱ ἐχθροί· ἔτειναν γὰρ μοι τόξον, ψυχοφθόρον αὐτῶν, καὶ ἐν αὐτῷ ἡτοίμασαν σκεύη θανάτου· ἐν σιδηρᾷ ῥάβδῳ σοῦ, οὓς κεραμέως ὡς σκεύη, σύντριψον Δέσποινα.

ᾨδὴ ε΄. Ὡς εἶδεν Ἠσαΐας.
Δολίως με τῷ λείῳ τῆς ἡδονῆς, ὁ δόλιος ἠγκίστρευσε καὶ ἰχθύν, ὡς ἄφωνον ἐσαγήνευσεν· ἀλλ᾽ ἔχων φρουρὸν σε Ἁγνῇ, τῶν ἀρκύων καὶ δικτύων τῶν αὐτοῦ, ἐν τάχει ῥυσθῆναι, ὁ οἰκέτης σου δέομαι.

Ὁ Μέγας ἐν ἰσχύϊ Θεός, καὶ ἐν ἐλέει πλούσιος Ἁγνῇ, ὁ δὲ οἶκτον σάρκα προσλαβόμενος, κράζει μετανοεῖτε, ὑμεῖς καὶ κληροῦσθε τὴν οὐράνιον ζωήν· ἐγὼ δὲ τοῦ βίου, ταῖς ἡδοναῖς συμφύρομαι.

Συνήφθη τοῖς Ἀγγέλοις ἀγαθῇ, ἡ τῶν ἀνθρώπων φύσις ἐν σοί· ὅθεν πολιτείαν ζηλοῦσιν ἄνθρωποι, Ἀγγέλων ἐν παρθενίᾳ, καὶ ἁγνότητι βιοῦντες ἐπὶ γῆς· ὧν περ τῆς μερίδος, ἅξίωσόν με Δέσποινα.

Τὸ ἄτονον ἐπίστασαι τῆς σαρκός, ψυχῆς τε τὴν ὀδύνην Ἁγνῇ· καὶ τὸ τοῦ νόος μοῦ σαθρὸν καὶ ἄστατον, Παρθένε ἐλέους διό, καταξίωσον καὶ χάριτος τῆς σῆς, ἵνα σὲ δοξάζω, σῳζόμενος τῇ σκέπη σου.

ᾨδὴ ς΄. Ἐβόησε σοι.
Οὐδόλως φρίττω, οὐδόλως τρέμω, τὴν μυστηρίων μετάληψιν· διὰ τοῦτο Κόρη, ἀσθενῶ συνεχῶς ἁμαρτάνων.

Ὑγρόν τὸν βίον, ὑλώδη τρόπον, Θεοκυῆτορ μετέρχομαι· διὰ τοῦτο ξένος, τῶν Χριστοῦ εἰμι χαρισμάτων.

Βιοῦν οὐ θέλω, ἐστενωμένως, τῶν μοναχῶν νόμοις Δέσποινα, καὶ πλατεῖαν τρέχων, εἰς ὁδὸν εἰμι ἀπωλείας.

Ἰσχύς μου πᾶσα, καὶ ἡ ἐλπίς μου, φῶς καὶ ζωὴ καὶ παράκλησις, σὺ ὑπάρχεις Κόρη διὰ τοῦτο εἰς σὲ προσφεύγω.

Κάθισμα. Ἡ Παρθένος σήμερον.
Ἐκ θερμῆς σοι πίστεως, ἀναβοῷ Θεοτόκε, ἀναξίῳ στόματι, καὶ ῥυπαρᾷ τῇ καρδία· σῶσόν με βεβυθισμένον ταῖς ἁμαρτίαις· οἴκτειρον τῇ ἀπογνώσει θανατωθέντα· ἵνα κράζω σεσωσμένος· χαῖρε Παρθένε Χριστιανῶν τὸ καύχημα.

ᾨδὴ ζ΄. Σε τὸν ἐν πυρί.
Ὅταν ἐννοήσω Πάναγνε, τὸ βῆμα, τὸ ἀδέκαστον, καὶ λογίσωμαι τὰς πράξεις τὰς ἀτόπους μου, ἐμαυτὸν ἀπελπίζω· ἀλλὰ σύ μου τὸν γνόφον καὶ ἀθυμίας τὴν ἀχλύν, μακρὰν ἀπόῤῥιψον.

Ὕπνου ῥᾳθυμίας Ἄχραντε, καὶ ἀκηδίας ἐκλύσεως, ἐκ βρωμάτων ἀκρασίας συμβαινόντων μοι, τὴν διόρθωσιν δίδου καὶ ψυχῆς ἐγρηγόρσει, καὶ κατανύξεως φωτὶ με καταλάμπρυνον.

Κλαίω καὶ θρηνῶ καὶ δέδοικα, τῶν πειρασμῶν τὴν κάμινον, ὑψουμένην κατ’ ἐμοῦ ὁρῶν ὁ ἄθλιος· ἀλλ᾽ ἀπόσβεσον ταύτην. Παναγίᾳ Παρθένε, τοῦ ἐλέους δροσισμῷ, τῆς εὐσπλαγχνίας ὡς πηγῇ.

Ἄπειρος πταισμάτων ζάλη, κατέλαβε τὸν δείλαιον, καὶ πρὸς χάος ἀπωλείας ἕλκει Πάναγνε, κυβερνήτην τεκοῦσα, Θεομῆτορ Παρθένε, πρὸς ἀπαθείας τὸν λιμένα με καθόρμισον.

ᾨδὴ η΄. Ἀστέκτῳ πυρί.
Θρηνῶν ὁ ὁ Δαβίδ Θεομῆτορ, φόνον καὶ μοιχείαν, ἐμελῴδει ἐλέησόν με, ὁ Θεὸς ὁ Θεός μου· ἐγὼ δὲ μυρίαις ὑπεύθυνος ἁμαρτίαις, πῶς εὕρω συγχώρησιν; εἰ μὴ σαῖς πρεσβείαις, αὐτῷ ἱλεωθείην.

Ἡμέραν ἀεὶ ἐξ ἡμέρας, τρέφομαι ματαίαις Θεοτόκε ταῖς ἐλπίσιν, ἐκζητῶν τοῦ μετανοῆσαι· πάλιν συνηθείᾳ, δὲ κεχρημένος, τρέχω ὥσπερ κύων εἰς ἐξέραμα, πρὸς τὴν δυσωδίαν, παθῶν τῶν ἀκαθάρτων.

Μετάνοια βίου δευτέρου, τίθησι συνθήκας ἐν Κυρίῳ Θεομῆτορ, καὶ ἀνίστησι τούς, Πεσόντας· τὸ πένθος καθαίρει, καὶ παριστάνει τούτους φωτεινοὺς τῷ πλάσαντι· μεθ’ ὧν καὶ ταττοίμην, ἐγὼ ὁ σὸς οἰκέτης.

Ἐπλήσθη κακῶν ἡ ψυχή μου· ἤγγισε τῷ ἄδή ἡ ζωή μου ἐλογίσθην, ὡσεὶ ἄνθρωπος τοῖς ἐχθροῖς μου, μόνος ἀβοήθητος· ἀλλὰ δεῖξον κόσμου κραταιᾷ ἀντίληψις, ὡς ἀβοηθήτων βοήθεια ὑπάρχεις.

Ὁ Εἱρμός.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες νεανίαι, τῇ φλογῇ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· εὐλογεῖτε πάντα.

ᾨδὴ θ΄. Ἐν νόμῳ σκιᾷ.
Ῥοήν μοι δακρύων δώρησαι, Παρθενομῆτορ τῷ ἐμπαθεῖ, καὶ λύπην τῆς καρδίας, καὶ στεναγμὸν καὶ πένθος ψυχικόν· ὅπως πενθήσω τὸν νοῦν μου, τὸν νεκρωθέντα κακῶς, καὶ σπλαγχνισθεὶς ὁ υἱός σου, ἐγείρῃ τοῦτον ὡς Λάζαρον.

Ἁγνῇ Παναγίᾳ, Δέσποινα, ἡ τέξασα, Χριστὸν ἐν σαρκί, τὸν ἔνα τῆς Τριάδος, τὸν γυμνὸν ἀπᾴσῃς ἀρετῆς, τῶν ἀρετῶν τῇ Τριάδι, ταύτῃ με πλούτισον, φόβῳ Θεοῦ κατανύξει, ταπεινώσει τε φρουρούσῃ με.

Νεκρώσαι σαρκός τὸ φρόνημα, πᾶς λόγος θεηγόρος φησίν· ἐν τούτῳ γὰρ ζωοῦται ἡ ψυχῇ, καὶ τρέχει πρὸς Θεόν, καὶ τῶν σκηνῶν ἐπιβαίνει τῶν οὐρανίων μονῶν· ὧν με τυχεῖν ἐκδυσώπει, τὸν Υἱὸν σου Θεονύμφευτε.

Νυκτὶ τῶν παθῶν σκοτούμενον, καταύγασόν με Δέσποινα, ἡμέρᾳ ἀπαθείας· ἐκ νυκτὸς ὀρθρίζει γὰρ πρὸς σέ, ἐν συντριβῇ τῆς καρδίας Ἁγνῇ τὸ πνεῦμα, μου· διότι φῶς ἐπί τῆς γῆς, ἐξανέτειλας τὸν Κύριον.

Προσόμοια. Μεγάλη τοῦ Σταυροῦ σου.
Χαῖρε τῶν Προφητῶν, τῶν θείων Ἁγνὴ καύχημα· Χαῖρε παστὰς Κυρίου Χαῖρε νεφέλῃ κούφῃ· Χαῖρε Ἄχραντε Μῆτερ εὐλογημένῃ· Χαῖρε χαρᾷ κόσμου καὶ ἀντίληψις· Χαῖρε νῖκος ὀρθοδόξων Ἀνάκτων.

Χαῖρε τῶν Ἀποστόλων, Κόρη τὸ κραταίωμα· Χαῖρε χρυσῆ λυχνίᾳ, καὶ μαναδόχε στάμνε· Χαῖρε ἄνθος τὸ τῆς πίστεως Παρθένε· Χαῖρε τὸ φῶς ἀῤῥήτως κυήσασα· Χαῖρε θρόνε πύρινε τοῦ Ὑψίστου.

Χαῖρε σκηνὴ ἁγία· Χαῖρε τράπεζα, καὶ γέφυρα, καὶ κλῖμαξ· Χαῖρε ὄρος Κυρίου, ἀλατόμητον Παρθένε· Χαῖρε στέλεχος ἱερώτατον καὶ ἄφθαρτον· Χαῖρε Μήτηρ Κυρίου.

Χαρᾶς μου τὴν καρδίαν, πλῆσον χαροπᾶροχε, καὶ θείας εὐφροσύνης· ὅπως ἀεὶ δοξάζω, τὴν σὴν Δέσποινα, βεβαίαν προστασίαν, ὅτι οὐχ ἔχω Ἄχραντε ὁ δοῦλος σου, πλήν σου ἄλλην ἐλπίδα.

 

ΤΗ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΉΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΦΩΤΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ.

Οὐ ἡ ἀχροστιχίς.
Τρίτη δέησις τῇ πανευκλεεῖ Κόρη Φωτίου.

ᾨδὴ α΄. Ἦχος γ΄. Ὁ τὰ ὕδατα πάλαι.
Τὸν ἐν σοὶ ἀποῤῥήτως, Παρθενομῆτορ σκηνώσαντα, Θεὸν λόγον δυσώπεῖ, τῶν παθῶν ῥύσασθαι τῆς ἀτιμίας με, καὶ δοῦναι κατάνυξιν, τῇ ταπεινῇ μου καρδίᾳ, καί τῶν ὀφλημάτων μου τὸν ἱλασμὸν παρασχεῖν.

Ῥυπωθεῖσαν ἐξ ἔργων, ἀτοπωτάτων Πανάχραντε, τὴν ἀθλίαν ψυχήν μου, ῥυπτικοῖς νάμασι τῆς εὐσπλαγχνίας σου, ταύτην ἀποκάθαρον, ναὸν αὐτήν τοῦ ἁγίου, καὶ πανσέπτου Πνεύματος ἀποτελοῦσα φαιδρόν.

Ἱλαστήριον θεῖον, Θεοτόκε Παρθένε, ἐν αὐτῇ ἅπαντες πιστῶς ποοστρέχομεν, καὶ λύσιν εὑρίσκομεν τῶν χαλεπῶν ἐγκλημάτων, καὶ διασῳζόμεθα ἀπὸ παντοίων κακῶν.

Τὴν Παρθένον Μαρίαν, ὦ ψυχή μου τὴν ἔχουσαν, οἰκτιρμοὺς ἀμετρήτους, καὶ βροτοὺς σῴζουσαν ἀπὸ ποικίλων κακῶν, εὑροῦσα προστάτιν σου, προσπεσὸν ταύτῃ βοῶσα, Δέσποινα, Πανάχραντε σπεῦσον βοήθει μοι.

ᾨδὴ γ΄. Ὁ ἐκ μὴ ὄντων.
Ἡ ἀνωτέρᾳ, τῶν οὐρανίων νοῶν, ἡ πάντων δεσπόζουσα, τῶν ποιημάτων Ἄχραντε, σὺ γενοῦ προστάτις μου, ἐν ὥρᾳ δίκης φρικτῆς Θεογεννῆτορ.

Διὰ παντὸς σοι ἐκ, βάθους μου τῆς ψυχῆς, κραυγάζῳ Θεόνυμφε καὶ ἐπικαλοῦμαι σε· μὴ οὖν ἀποῤῥίψῃς με, ἀπὸ προσώπου τοῦ σοῦ κατησχυμένον.

Ἐλέησόν με ἐλέησόν με Ἁγνή, βοῶ σοι σὺν δάκρυσιν ἀεὶ καὶ προσπίπτω σοι τῶν παραπτωμάτων μου, λαβεῖν τὴν ἄφεσιν, δυσώπει πρὸ τοῦ τέλους.

Ἡ θείᾳ πύλῃ τοῦ βασιλέως Χριστοῦ, δἰ ἢ διῆλθε, καὶ κόσμῳ πεφανέρωται· πύλας μοι διάνοιξον, τῆς κατανύξεως Ἁγνῇ καὶ μετανοίας.

ᾨδὴ δ΄. Ἔθου πρὸς ἡμᾶς.
Στήριξον ἡμᾶς, κλονουμένους αὔραις τῶν θλίψεων, καὶ τῶν ἀναγκῶν καὶ πειρασμῶν, ἐπὶ τῇ πέτρα, τῆς σωτηρίας Ἁγνῇ, πᾶσαν ἀποτρέπουσα, καθ᾽ ἡμῶν βλάβην, τοῦ δολίου δρᾶκοντος.

Ἰλέων ἡμῖν τὸν σωτῆρα πάντων καὶ Κύριον, Δέσποινα τοῦ Κόσμου ἀγαθῇ, καὶ εὐμενῇ τοῖς δούλοις σου ποίησον, ταῖς σαῖς παρακλήσεσι, καὶ ἱκεσίαις καὶ θερμαῖς δεήσεσιν.

Σύμμαχος ἡμῖν, καὶ προστάτις φάνηθι Δέσποινα, θραύουσα, πολέμους πονηρούς, τῶν νοητῶν ἐχθρῶν καὶ φυλάττουσα, ἀτρώτους καὶ σκέπουσα, ἡμᾶς ἐκ, πάσης βλάβης καὶ κακώσεως.

Τάχυνον Ἁγνῇ, εἰς τὸ βοηθῆσαι καὶ ῥύσασθαι, πάντας τοὺς προστρέχοντας εἰς σε, ἀποφιμοῦσα γλώσσας δολίων ἀνδρῶν, καὶ ἡμῖν παρέχουσα, τῆς σωτηρίας τῆς σῆς τὴν ἀσφάλειαν.

ᾨδὴ ε΄. Πρὸς σὲ ὀρθρίζω.
Παῦσον τὸν πόνον, τῆς ταλαιπώρου μου ψυχῆς, καὶ τὰς ὀδύνας τοῦ σώματος μου πάσας, ἡ τὸν ψυχῶν ἰατρὸν τεκοῦσα, σωμάτων τε Πανάμωμε.

Ἁμαρτημάτων, νὺξ με συνέχει ἀγαθή, καὶ ἡδονῶν ὀμίχλῃ με καλύπτει· τῷ φωτισμῷ τῆς σῆς πρεσβείας, Παρθένε καταλάμπρυνον.

Νάμασι θείοις, τῶν πρεσβειῶν σου Μαριάμ,, τὴν ἐκτακεῖσαν τῷ καύσωνι ψυχήν μου, τῶν χαλεπῶν καὶ δεινῶν πταισμάτων, ἐπόμβρησον καὶ σῶσόν με.

Ἐν σοὶ προστρέχω· μὴ με ἀπώσῃ ἀγαθή, μὴ δὲ παρίδῃς, μηδὲ ἐξουδενώσης· ἀλλ᾽ εὐμενῶς τῆς σῆς βοηθείας, τὴν χάριν μοι κατάπεμψον.

ᾨδὴ ς΄. Ἄβυσσος ἐσχάτη.
Ὕπνος με κατέλαβεν ὁ δεινός, τῆς ἀμελείας καὶ συνωθεῖ πρὸς θάνατον, ἀπωλείας Δέσποινα· αὐτὴ με διανάστησον πρὸς μετάνοιαν, καὶ σωτηρίαν δώρησαι.

Κύματα τῶν ἐμπαθῶν λογισμῶν, διηνεκῶς με συνταράττουσιν Ἄχραντε πονηρῶν πνευμάτων τε, καταιγίδες βυθίζουσιν· ἀλλὰ στήριξον ἀπαθείας ἐν πέτρα με.

Λάμπρυνον τῷ φέγγει σου ἀγαθῇ, τὰ σκοτισθέντα τῆς καρδίας μου ὄμματα, λογισμῶν συγχύσεσι· καὶ φωτὸς υἱὸν ποιῆσον· καὶ ἐν τόπῳ με φωτεινῷ κατασκήνωσον.

Ἔχουσα, συμπάθειαν δαψιλῇ, καὶ εὐσπλαγχνίαν Θεοτόκε ἀμέτρητον, ταύτην εἰς τὸν δοῦλον σου, τὸν σὲ ἐπικαλούμενον νῦν ἐπίχεε, πλουσίαν καὶ σῶσόν με.

Κάθισμα. Θείας πίστεως.
Παραμύθιον, τῶν θλιβομένων, ἱλαστήριον, ἁμαρτανόντων, σὺ ἀνεδείχθης Μητροπάρθενε Δέσποινα· τὴν γὰρ βροτῶν σωτηρίαν γεννήσασα, πύργος ἰσχύος πιστοῖς μόνη γέγονας, ὅθεν κράζομεν· Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ᾨδὴ ζ΄. Ὡς πάλαι τοὺς εὐσεβεῖς.
Ἐβλάστησας ἐν γαστρί, τὸν στάχυν τὸν ἔνθεον, παναληθῶς Δέσποινα, Ἁγνῇ, καὶ τοῦτον ἐκύησας, πάντων εἰς βροτῶν σωτηρίαν ἅπασαν, ψυχὴν τῆς αὑτοῦ χάριτος, ἐμπιπλῶντα καὶ σῴζοντα.

Ἰλύος τῆς τῶν παθῶν, καὶ βυθοῦ τῶν θλίψεων, καὶ πειρασμῶν τῶν βιωτικῶν, ἕλκυσον ἡμᾶς πρὸς ἀπάθειαν Ἁγνῇ, καὶ χαρὰν εὐφρόσυνον, εὐλογημένος κράζοντας, ὁ καρπός τῆς κοιλίας σου.

Κοιλάδων τῶν κοσμικῶν, ὡς κρῖνον ἐν μέσῳ σε, καὶ ἀκανθῶν τῶν βιωτικῶν, ὡς κοκκοβαφές, ῥόδον εὔοσμον ἀνθοῦν, ὁ Θεὸς εὑράμενος, ἐν σοὶ σαφῶς ἐσκήνωσε, καὶ ἡμᾶς Ἁγνῇ εὐωδίασεν.

Ὁ πύλην σε μυστικήν, οἰκείαν προθέμενος, καὶ ἐπιστὰς ξένως τοῖς ἐν γῆ, διὰ σοῦ Ἁγνῇ θύραν δέδωκε βροτοῖς, πρὸς ζωὴν εἰσάγουσαν, τὴν αἰωνίαν ἅπαντας, ὡς οἰκτίρμων καὶ τῶν ὅλων Θεός.

ᾨδὴ η΄. Τὸν συμβολικῶς.
Ῥῦσαί με Πανύμνητε πρεσβείαις ταῖς σαῖς, ἐκ πάσης κακώσεως͵ καὶ δυσχερείας βιωτικῆς, καὶ τὴν σὴν μοι παράσχου σκέπην τὴν σωτήριον.

Φωταγωγός τῶν ἐν σκότει Μαρίᾳ σεμνῇ, τὰ ὄμματα, φώτισον, τὰ τῆς ψυχῆς μου δέομαι, τῶν παθῶν μου τὸν ζόφον, φωτί σου σκεδάζουσα.

Φύλαξον ἡμᾶς ἐπηρείας ἐχθρῶν ἀσινεῖς, τοὺς πίστει τὸ ὄνομα, τὸ σὸν προσκαλουμένους σεμνῇ, γλωσσαλγίας τὰς τούτων φιμοῦσα καὶ τὰ στόματα.

Ὡς τὸν Ποιητήν τῶν ἁπάντων τεκοῦσα σαρκί, ἰσχύεις καὶ δύνασαι, ὅσα θέλεις Πανάχραντε· διὸ μελλούσης ἐμὰς ῥῦσαι κατακρίσεως.

Ὁ Εἱρμός.
Τὸν συμβολικῶς ἐν εἴδει Ἀγγέλου, καταβάντα Θεόν, καὶ τὴν φλόγα τινάξαντα μέσου τῆς καμίνου, εὐλογεῖτε τὰ ἔργα, ὡς Κτίστην καὶ Κύριον.

ᾨδὴ θ΄. Ἐν νόμῳ σκιᾷ.
Τοὺς νόμους τοὺς σοὺς ἠθέτησα, Καὶ τὰς σωτηρίους ἐντολὰς παρέβην σου οἰκτῖρμον· καὶ πτοοῦμαι σου τὸ φοβερὸν βῆμα, ἐν ᾧπερ καθίσας κρινεῖς τὰ σύμπαντα· διὸ βοῶ δωρεὰν με σῶσον Λόγε, σῆς Μητρὸς δεήσεσιν.

Ἰσχύς μου ἐλπὶς καὶ ὕμνησις, κράτος καὶ σωτηρίᾳ μου Θεόνυμφε Μαρίᾳ, ὁρατῶν με λύτρώσαι ἐχθρῶν, καὶ δυσμενῶν ἀοράτων, ἐπιζητούντων με θηριωδῶς διασπάσαι, καὶ εἰς τέλος ἀπολέσαι με.

Ὁ βίος μου ὅλος Ἄχραντε, ῥᾳθύμως ἐκτετέλεσται καὶ ἤγγισα τῷ ᾄδῃ, νῦν τῆς ἀπογνώσεως Ἁγνῇ· ἀλλὰ διόρθωσιν δίδου, καὶ μὴ ἐάσῃς με ἐν τῇ τοιαύτη κακώσει, τὸν προσφεύγοντα, τῇ σκέπη σου.

Υἱόν τοῦ Θεοῦ γεννήσασα, καὶ πάντων οὖσα Δέσποινα, Παρθένε Παναγίᾳ, τὴν ἐμὴν ἐλέησον ψυχήν, καὶ ἐν ἡμέρα, τῆς δίκης, καταδίκης ῥῦσαί με, καὶ μὴ ἐάσῃς βασάνοις, τῆς γεέννης ὑπαχθῆναι με.

Προσόμοια. Ὁ τῷ πάθει σου Χριστέ.
Χαῖρε ἡ λύσις τῆς ἀρᾶς, καὶ χαρᾶς ἡ ἀνάβλυσις· Χαῖρε δὲ ἧς Ἀγγέλοις συνήφθημεν· Χαῖρε Μήτηρ ἄχραντε· Χαῖρε τῶν πιστῶν, ἡ θερμῇ καὶ βεβαίᾳ ἀντίληψις.

Χαῖρε καύχημα λαμπρόν, καὶ τῆς πίστεως ἔγερσις· Χαῖρε δἰ ἧς δεσμῶν ἀπελύθημεν· οἱ πάλαι κρατούμενοι, ζόφῳ ἀγνωσίας Ἁγνῇ, καὶ βυθῷ παραπτώσεων.

Χαῖρε ὁ πόκος Γεδεών. Χαῖρε Θεοῦ τὸ ἀνάκτορον· Χαῖρε βότρυν νοητὸν ἡ βλαστήσασα· Χαῖρε κόσμου Δέσποινα· Χαῖρε Ὀρθοδόξων, τὸ στήριγμα καὶ καύχημα.

Ὅτι πλήθει συμφορῶν, καὶ πταισμάτων συνέχομαι, ὑπό τὴν σὴν προσπίπτω ὁ δύστηνος, Δέσποινα ἀντίληψιν, μὴ με τοῦ λοιποῦ, τὴν πλουσίαν σου στερήσῃς βοήθειαν.

 

ΤΗ ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.
ΠΟΙΗΜΑ ΙΩΑΝΝΟΥ ΕΥΧΑΙΤΩΝ.

ᾨδὴ α΄. Ἦχος γ’. Χέρσον ἀβυσσοτόκον.
Ὕψους ἀπολισθήσας βίου κρείττονος, καὶ ἀμείνονος ζωῆς, εἰς κατώτατον τοῦ ᾄδου, κατηνέχθην χωρίον· ἀρχῆς δὲ πάσης καὶ ἐξουσίας, διὰ σοῦ πάλιν γέγονα, Δέσποινα ὑπεράνω, τεκούσης τὸν Σωτῆρα μου.

Ἥνοικται ἡ κλεισθεῖσα πύλη Δέσποινα, Παραδείσου τῆς Ἐδέμ, διὰ σοῦ τῆς θείας πύλης τῆς ἐμψύχου καὶ ζώσης· ἣν μόνος ὁ Θεὸς διῆλθε, καὶ κεκλεισμένην ἔλιπεν· ὅθεν ἐκδυσωπῶ σε, πύλην ζωῆς μοι ἄνοιξον.

Πνεύματος Παναγίου σκεῦος ἅγιον, καὶ δοχεῖον ἱερόν· Θεοτόκε τὴν ψυχήν μου, πονηρῶν γεγονυῖαν, πνευμάτων κατοικητήριον, ἁγία, καθαγίασον, Πνεῦμα μου τοῖς ἐγκάτοις, εὐθές νῦν ἐγκαινίζουσα.

Ὀθρῳ τῆς μετανοίας σκότος λύσασα, καὶ τὴν νύκτα, τῶν παθῶν, τὴν ἐν ζόφῳ τῆς ἀγνοίας, κοιμωμένην ψυχήν μου, ὀρθρίσαι καὶ φωταγωγηθῆναι, φωτὶ τῆς θείας γνώσεως, ἔγειρον Θεοτόκε, τῇ φωταυγεῖ πρεσβείᾳ σου.

ᾨδὴ γ΄. Τὸ στερέωμα.
Γένος γήινον, διὰ τῆς σῆς μεσιτείας, οὐράνιον γέγονε Θεογεννῆτορ· διὸ γῆς με, καὶ τῶν γηίνων λύτρωσαι.

Ἐπληθύνθησαν, ὑπὲρ τὰς τῆς κεφαλῆς μου, Πανάχραντε Δέσποινα τρίχας τὰ πλήθη, τῶν κακῶν μου, ἀλλὰ σὺ με διάσωσον.

Ἐκ νεότητος καταφρονήσας τῶν θείων, τοῦ τόκου σου Δέσποινα, παραγγελμάτων, ἀτιμίας εἰς τὰ πάθη ὠλίσθησα.

Νῦν εἰσάκουσον, τοῦ στεναγμοῦ. τῆς φώγῃς μου, καὶ δώρησαι Πνεῦμα μοι συντετριμένον, καὶ καρδίαν ταπεινὴν Ἀπειρόγαμε.

ᾨδὴ δ΄. Ἐκάλυψεν οὐρανούς.
Ὡς ἔμψυχος καὶ ζῶσα λογικῇ κιβωτός, εὐλογημένῃ Μαριάμ, τὸν νομοδότην λόγον, ὥσπερ Νῶε χωρεῖς, κατακλυσμοῦ λυτρούμενον πλάνης τὸν κόσμον, καὶ ἀρχηγὸν δεικνύμενον, ἑτέρου κόσμου δευτέρου καὶ βίου κρείττονος.

Τιμῶμέν σε τὸ χρυσοῦν, θυμιατήριον ἐν ὦ, ὁ λόγος τοῦ Πατρὸς ἀνάψας, παναγίαν σάρκα, τὴν οἰκουμένην ἔπλησε, θείας εὐώδους ὀσμῆς καὶ καθηγίασε, τὸν μολυνθέντα ἀέρα, κνήσῃ σπονδῶν ἐναγῶν Θεομακάριστε.

Ἰάσεως πᾶσι δρόσον ἀποστάζεις Ἁγνῇ τῶν ἰαμάτων ὡς πηγὴ καὶ σωτηρίου κρήνη, καὶ Θεοῦ ποταμὸς πεπληρωμένος ὑδάτων θείων, ἀύλων ψυχοτρόφων καὶ ζωοποιῶν· ὅθεν κᾀμὲ δυσωπῶ σε νοσοῦντα, ἴασαι.

Ἡ Πάναγνος ἀληθῶς καὶ πάντων Δέσποινα, ἡ τὸν Δεσπότην τοῦ παντὸς ἀνερμνηνεύτῳ λόγῳ, συλλαβοῦσα Χριστόν, τῆς δεσποτείας τοῦ τυραννοῦντος, δραπέτου δεσπότου κοσμοκράτορος, λυτρωσαμένῃ με δεῖξον, δοῦλον σου γνήσιον.

ᾨδὴ ε΄. Ὡς εἶδεν Ἠσαΐας.
Τὴν θείαν μυροθήκην τοῦ ἀθανάτου Μύρου· τὴν ἁγίαν πηγήν τοῦ ζωοποιοῦντος ζῶντος ὕδατος· τὴν πύλην τῆς σωτηρίας· τὸν Παράδεισον Θεοῦ τὸν λογικόν, τὴν ἔμψυχον Πόλιν, Χριστοῦ τοῦ βασιλέως ὑμνῶ.

Νοῖ κεκαθαρμένῳ διαπαντός, ὁρᾶν καὶ ἐνοπτρίζεσθαι, σε τὸ ἀγαλλίαμα νᾷ τῆς καρδίας μου, Παρθένε ἰσχὺν μοι δίδου, καὶ τῷ σῷ περιαυγάζεσθαι φωτί, καὶ τῆς εὐωδίας, τῆς σῆς ἀντιλαμβάνεσθαι.

Γνησίας μετανοίας· ἐνδιαθέτου πένθους καὶ κατανύξεως, μεριμνημένην χάριν παράσχου μοι· ἰδοὺ γὰρ ἀπεγνωσμένος, ὑπὸ πλήθους τῶν ἐμῶν ἁμαρτιῶν, ἁγία, Παρθένε προστρέχω τῷ ἕλει σου.

Ἡ δάμαλις, ἡ θείᾳ ἡ τετοκια, μόσχον σιτευτὸν ἐκλεκτόν· ἡ ἀμνάς τὸν ἄρνα, Χριστὸν ἡ τέξασα, προβάτοις τοῖς δεξιοῖς με συναρίθμησον, καὶ μάνδρας οὐρανῶν, καὶ τοῦ Παραδείσου, τῆς χλόης με ἀξίωσον.

ᾨδὴ ς΄. Τοὺς εἰς τὰ τέλη.
Ναὸς καὶ πύλη καὶ λυχνίᾳ, κιβωτὸς καὶ καταπέτασμα· στάμνος καὶ ῥάβδος καὶ σκηνῇ γῇ ἁγία θεία τράπεζα, καὶ γέφυρα καὶ κλῖμαξ· θρόνος παστὰς παλάτιον, τοῦ Θεοῦ ὤφθης Κόρη.

Καλὴν σε Κόρην καὶ ὡραίαν, ὁ ὡραῖος κάλλει Κύριος, ὑπὲρ υἱούς τῶν γηγενῶν, εὑρηκὼς Ἁγνὴ ἀνέτειλεν, ὡς ἥλιος ὡραῖος, ὡς ἐκ παστοῦ νυμφίος, τῆς σῆς ἀφθόρου νηδύος.

Ὁ θαυμαστὸς ἐν τοῖς ἁγίοις, ἐθαυμάστωσε σε Δέσποινα, τὸ θαυμαστὸν ὡς ἀληθῶς, οὐρανοῦ καὶ γῆς μυστήριον· διό σου τὰ ἐλέη, νῦν ἐπ᾿ ἐμοὶ θαυμάστωσον, δεομένῳ ἐλέους.

Ἡ ταπεινὴν βοοτείαν φύσιν ἀνυψώσασα καὶ πένητας, ἡ ἀνιστῶσα, ἀπὸ γῆς καὶ πτωχοὺς ἐξεγείρουσα, παθῶν ἀπὸ κοπρίας, ἐκ τοῦ χοὸς Πανάμωμε, τῶν κακῶν ἔγηρόν με.

Κάθισμα. Θείας πίστεως.
Τεῖχος ἀῤῥηκτον· στερῤάν κρηπῖδα· ὅρμον ἄκλυστον, γαληνιῶντα, κεκτημένοι σε Πανύμνητε Δέσποινα, οἱ ἐν πελάγει παθῶν χειμαζόμενοι, εἰς εὔδιον λιμένα τὴν σὴν ἀντίληψιν, προσφεύγοντες πιστῶς γαλήνης τύχοιμεν.

ᾨδὴ ζ΄. Σὲ τὸν ἐν πυρὶ δροσίσαντα.
Ἄστρον διὰ σοῦ ἀνέτειλεν, Ἁγνῇ ἐξ Ἰακώβ ὁ Χριστός, ὁ ποιήσας τὴν σελήνην καὶ τὸν ἥλιον, εἰς ἀρχὰς καὶ εἰς φαῦσιν, τῆς νυκτὸς καὶ ἡμέρας· ὃν ἐκδυσώπει τὴν ἐμὴν καταφωτίσα, ψυχήν.

Ὄρος Δανιήλ προεῖδε σε Παρθένε ἀλατόμητον, ἐξ οὗ λίθος Χριστός, ἄνευ χειρῶν τέτμηται· ἀλλὰ δέομαι ἄρον, τὸν βαρύτατον λίθον, τὸν τῆς πωρώσεως ταχὺ ἐκ τῆς καρδίας μου.

Ῥίζης Ἴεσσαί βλαστήσασα, στέλεχος ἱερώτατον, ἀφθαρσίαν τοῖς πιστοῖς ἐκαρποφόρησας, καὶ ζωῆς θείας ἄνθος, εὐλογίαν ἀνθῆσαν, ἀποξηρᾶναν σαφῶς τὸ τῆς κατάρας φυτόν.

Ἤνεγκας Ἁγνὴ ὡς ἄμπελος, βότρυν ζωῆς περκάζοντα, τὸν τὴν μέθην τῆς ἀπάτης ἀνατείλαντα, καὶ πηγάσαντα κόσμῳ ἐπιγνώσεως οἶνον· ὃν περ οἱ πίνοντες πιστοὶ σωφρονιζόμεθα.

ᾨδὴ η΄. Ἀστέκτῳ πυρί.
Ἡ ἀεροβάμων νεφέλη, ἧς ὁ ἐποχούμενος νεφέλαις Θεὸς λόγος, ἐπιβὰς ὡς ἐπὶ νεφέλης κούφης καθεζόμενος, τῆς Αἰγύπτου πάλαι κατέβαλε ξόανα· σύντριψον Παρθένε τὰς στήλας τῶν παθῶν μου.

Ἡ θεία λαβίς, ἡ τὸν θεῖον ἄνθρακα ἀῤῥήτως δεξαμένῃ, Θεοτόκε τῶν παθῶν μου πεπυρωμένους ἄνθρακας κατάσβεσον, Παναγίᾳ δρόσῳ σου τῶν παρακλήσεων· ἵνα σε δοξάζω εἰς πάντας τοὺς αἰῶνας.

Νυμφῶνος τερπνοῦ τῶν ἁγίων, καὶ οὐρανοπλόκου με ἀξίωσον παστάδος,͵ ὁ νυμφὼν ὁ τῆς θείας δόξης, ἔνδυμα, λαμπρὸν με τῆς ἀπαθείας, Μῆτερ τοῦ Θεοῦ ἐνδύσασα, καὶ τῆς ἀφθαρσίας στολὴν περιβαλοῦσα.

Νὺξ με ἀφεγγὴς περιέχει· ἔργοις τοῦ σκότους ἐδουλώθην· ἀλλ᾽ αὐτὴ ᾧ φωτὶ σοί σου αὔγασον Κόρη, καὶ φώτισον ψάλλοντα· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὁ Εἱρμός.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες θεῖον ὕμνον ἔμελπον· εὐλογεῖτε.

ᾨδὴ θ΄. Ἐν νόμῳ σκιᾷ.
Ἰδοὺ ἡ ἐμὴ ἀντίληψις· ἰδοὺ ἡ σωτηρίᾳ μου· ἰδοὺ ἡ προστασίᾳ τῆς ψυχῆς μου καὶ ἀγαλλίασις· ἰδοὺ ἡ καταφυγή μου· ἰδοὺ ἡ σκέπη μου σαφῶς, καὶ ἡ βεβαίᾳ μου ἐλπίς, ἡ Παρθένος τε καὶ Δέσποινα.

Ὡραίαν ψυχὴ καὶ σώματι, ὡραίαν Κόρη καὶ τῷ νοῦ εὑρὼν σε ὁ ὡραῖος· ἐκ λαγόνων σοῦ παρθενικῶν ἐσωματώθη ὡς οἵδε, τὴν ἀμορφίαν μου ἁγνὴ καθωραΐζων ὡς Θεός, ὃν ἱκέτευε σωθῆναί με.

Νέον βρέφος Κόρη φέρουσα, ἀγκάλαις σου τὸν Ἄναρχον, ὡς οὖσα, Πλατυτέρᾳ οὐρανῶν· καὶ πάντων τῶν κτιστῶν ἁγιωτέρα Παρθένε· τοῦτον ἱκέτευε τοῦ λυτρωθῆναι με σεμνῇ τῶν ἀμέτρων παραπτώσεων.

Σύ μου τὴν ζωὴν κυβέρνησον, καὶ τὴν καρδίαν πλήρωσον χαρᾶς· σὺ λῦσον τὰς ὀδύνας, τῶν ἀμέτρων Κόρη στεναγμῶν, καὶ τὴν πικρίαν μου πᾶσαν, τὴν τῆς ψυχῆς ἀγαθῇ, εἰς εὐφροσύνην ἀληθῆ, Παναγίᾳ, μεταρρύθμισον.

Προσόμοια. Μεγάλη τοῦ Σταυροῦ σου.
Χαίροις Ὑπεραγίᾳ Λόγον ἅγιον, ὑψίστου δεξαμένη, ἐν τῇ γαστρί σου Κόρη· χαῖρε κύδος τίμιον τῶν ὀρθοδόξων· Χαῖρε ἀύλων Ἀγγέλων εὐπρέπεια· Χαῖρε Θεόνυμφε, τὸ προσφύγιον πάντων.

Χαῖρε κάλλος πάγχρυσον καὶ πολυέραστον, τῆς οἰκουμένης πάσης, Μαρίᾳ Θεοτόκε· Χαῖρε θεία παράκλησις τῶν θλιβομένων· Χαῖρε τῶν ἀσθενούντων ἁγνῇ ἐπίσκεψις· Χαῖρε πυρίμορφε, τοῦ Κυρίου καθέδρᾳ.

Χαῖρε στῦλε παρθενίας ἀκλινέστατε· Χαῖρε παντευεργέτις, τῶν σὲ ὑμνολογούντων· Χαῖρε παλάτιον χρυσαυγὲς βασιλέως· Χαῖρε ὁ μέγας ἐν μικρῷ Κόσμος Πάναγνε· Χαῖρε κεφάλαιον, τῆς ἡμῶν σωτηρίας.

Σὺ μόνη προστασίᾳ πέλεις ἀκαταίσχυντος, καὶ καύχημα, Παρθένε, χριστιανῶν καὶ δόξα· σύ μου στέρησον τοὺς πόνους καὶ τὰ νέφη, πῶν συμφορῶν Ἄχραντε, μετάστρεψον͵ θυμηδίας εἰς φέγγος.

ΤΗ ΤΕΤΑΡΤΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕἸΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΑΡΣΕΝΙΟΥ ΜΟΝΑΧΟΥ

Οὐ ἡ ἀχροστιχίς.
Τρίτος Πάναγνε, ψαλμὸς ἐξ Ἀρσενίου.

ᾨδὴ α΄. Ἦχος γ΄. Χέρσον ἀβυσσοτόκον.
Τὸν ὄντως ὑπέρθεον Κόρη πάναγνε, τὸν βροτούς τοὺς λογικούς, μεταθέντα ἀλογίας, ἐπὶ λόγου τὴν χάριν, ἡ μόνη μητρικῶς τεκοῦσα, Λόγον, λόγον δοθῆναι μοι, αἴτησαι Θεομῆτορ, τοῦ μέλπειν καὶ δοξάζειν σε.

Ῥωσθέντες οἱ ῥώσεως ψυχῶν ἄμοιροι τῇ εὔρώστῳ σου σεμνῇ, δυναστείᾳ ὡς πρὸς θεῖον, ἰατρὸν προσφευγότες, τὸ σὸν ἐπιζητοῦμεν σθένος, τοῦ τὸ σαθρὸν τῆς φύσεως, δύναμην προσλαβέσθαι ὑμνεῖν καὶ μακαρίζειν σε.

Ἰόν τὸν πανώλεθρον ὃν πρὶν ἤμεσεν, ἐπὶ φύσιν τὴν ἡμῶν, ὁ εἰσδὺς ἐν παραδείσῳ, κακὸς σύμβουλος ὄφις, ἐν γλυκασμῷ σου θείῳ, Μήτηρ Θεοῦ καθάρασα, δοξάζειν σε καὶ χαίρειν ἡμᾶς νῦν ἐνδυνάμωσον.

Τοῦ φύσει φυτοῦ ζωοποιοῦ Δέσποινα, θεωρίᾳ νοερᾷ παραδόξως νῦν τρυφῶντες σοῦ θερμῇ μεσιτείᾳ, οἱ πρὸς γῆν ἐκνενευκότες πάλαι, καὶ ξύλου βρώσει θνήξαντες, σὲ κατὰ χρέος πάντες, ἐν ὕμνοις μεγαλύνομεν.

ᾨδὴ γ΄. Τὸ στερέωμα.
Ὅνπερ ἄσυλον, ὡς θησαυρὸν Θεοτόκον, ἐν μήτρᾳ σου δέδεξαι Χριστὸν δυσώπει, τοῦ πλουτίσαι τοὺς πιστῶς εὐφημοῦντάς σε.

Σὺ στερέωμα, ὤφθης τὸ μέσον ὑδάτων, τὸν ἥλιον φέρουσα δικαιοσύνης, ὃν δυσώπει, φωτισθῆναι τοὺς δούλους σου.

Πάντων Δέσποινα, ἡ τὸν γλυκύτατον βότρυν, βλαστήσασα ἄμπελος παντὶ τῷ κόσμῳ, εὐφροσύνη σου φαιδρᾷ πάντας εὔφρανον.

Ἄρον Πάναγνε, τὸν ἐν, κακίας ζυγόν μου, καὶ κούφισον πάνδεινον κλοιὸν πταισμάτων· ὅπως εὔθυμος ἀεὶ μακαρίζω σε.

ᾨδὴ δ΄. Ἐκάλυψεν οὐρανούς.
Νενίκηκας ἀρεταῖς, σεμνῇ τὰ σύμπαντα, τὸν οὐρανὸν μὲν καθαρῷ, τὴν γῆν δὲ πᾶσαν, τῷ φρικτῷ ἁγνισμῷ· ὑπερβαίνεις καὶ θαλάσσας ἐν πλάτει· μὴ οὖν ἐλλίπῆς Δέσποινα, ὑπὲρ τῶν πάντων πρεσβεύειν, Ἁγνῇ Μητρόθεε.

Ἀνέθαλεν ἀληθῶς, ῥάβδος τὸ πρὶν Ἀαρών, συνανέβαλε ταύτῃ δέ, καὶ Ἰεσσαὶ ἡ ῥάβδος, σὲ προτυποῦσαι Ἁγνῇ· ἡ μὲν γὰρ ἐξ ἱερέων σε, ἡ δέ σε εἶναι, ἐκ βασιλέων ἔδειξεν· ἡ οὖν ἐξ ἄμφω φυεῖσα, σῷζε τοὺς ἅπαντας.

Γινώσκοντες πάγκαρπον Ἄχραντε ἄρουραν, ἐν ἀσπερμάντω τῇ σπορᾷ, στάχυν βλαστήσασάν σε, τὸν τρέφοντα τὰ πάντα, καὶ φύσεως ἀπᾴσῃς τὸν πλάστην, Χριστὸν ἀρτοποιοῦσαν ἐν σπλάγχνοις, σὲ δυσωποῦμεν λιμοῦ νοητοῦ ἡμᾶς λύτρωσαι.

Νενόησαι τῆς Τριάδος πόλις ἔμψυχος· τοῦ ποταμοῦ γὰρ ἀγαθῇ, σὲ κατευφραίνει. Πνεύματος ὁρμήματα· πατὴρ δέ σε ὡς σκῆνος ἁγνίζει· καὶ μένει σου ὁ υἱὸς ἐν μέσῳ· ὅθεν ἡμᾶς ἀσαλεύτους, φρούρει τῇ σκέπη σου.

ᾨδὴ ς΄. Ὡς εἶδεν Ἠσαΐας.
Ἐν φύσει τῇ ἀστέκτῳ ὁ ἐκ Πατρός, ἀκτίστως γεννηθεὶς υἱός, διὰ σοῦ ἀτρέπτως κτίζεται Πάναγνε· ὦ θαῦμα! πῶς ἐν σῇ μήτρᾳ ἡ σοφίᾳ, οἶκον πλάττει ἑαυτῇ, ἡμᾶς δὲ συμπλάττει, καὶ εἰρήνην χαρίζεται.

Ψυχικήν μου τὴν ἀχρείαν τὴν ἐν νόος, ὀδοῦσιν ὄμφακος βρώσει, ἁμαρτίας ἄγαν αἷμοδιάσασαν, σαῖς πρεσβείαις Μήτηρ Θεοῦ, πρὸς γλυκύτητα μετάγουσα ζωῆς, ἄρτῳ οὐρανίῳ, καὶ σῆς χάριτος ἔμπλησον.

Ἆ πρὶν ἐπεθύμουν Ἄγγελοι ἰδεῖν, ὅπως φύσεως ὃ Κτίστης αὐτῶν, ἐλθὼν ἐπελάβετο· αὐτὴ νῦν ἰδοῦσα Παρθένε, καὶ σωματώσασα Θεόν, Ἀγγέλων πρωτεύεις, καὶ ἡμῶν δόξα δέδειξαι.

Λαμπρύνεται τὰ πλήθη ἁμαρτωλῶν, ἐλπίδι σῇ ῥωννύμενα καὶ γάρ, ἐν πᾶσι πέλεις ὡς ῥὼξ ἐν βότρυϊ· δἰ ὅπερ μηδόλως ἐχθιῷ λυμανθείημεν, ὡς ἐπήγγελται Θεός, ἐν σοὶ δὲ Παρθένε, τὴν εὐλογίαν εὕροιμεν.

ᾨδὴ ς΄. Ἐβόησε σοι.
Μαρίᾳ Μήτηρ, Χριστοῦ τοῦ Κτίστου· βίβλος Θεοῦ ἡ πανσφράγιστος, Οὐρανῶν ἐν βίβλοις, σαῖς λιταῖς Ἁγνῇ κᾀμὲ γράψον.

Οἱ πίστει θείᾳ, λυχνίαν ἄλλην, λαμπαδηφόρον φρονοῦντες σε, ἐν φωτὶ ἀύλῳ, ἀγαθῇ τῷ σῷ φαιδρυνθῶμεν.

Σβέσον ὡς αὔραν, ἐπιθυμίαν· θραῦσον θυμὸν κακοὺς θῆρας μου· καὶ ψυχῆς τὸν λόγον, τριμερῶς Παρθένε συντήρει.

Ἐν τῇ εἰκόνι, τὸ κατ᾽ εἰκόνα, Θεοῦ πλουτῆσαι παράσχου μοι, ἐν τῇ ὁμοιώσει, καθ᾽ ὁμοίωσιν Ἁγνῇ φρούρει.

Κάθισμα. Ἡ Παρθένος σήμερον.
Ἐκ θερμῆς σοι πίστεως, ἀναβοῶ Θεοτόκε, ἀναξίῳ στόματι, καὶ ῥυπαρᾷ τῇ καρδιᾷ· σῶσόν με, βεθυθισμένον ταῖς ἁμαρτίαις· οἴκτειρον, τὸν ἀπογνώσει θανατωθέντα· ἵνα κράζω σεσωσμένος· χαῖρε Παρθένε χριστιανῶν τὸ καύχημα.

ᾨδὴ ζ΄. Σέ τὸν ἐν πυρί.
Ξένως ἐκτυποῖ Πανάμωμε, τόκον τὸν σὸν ἡ κάμινος· καὶ γὰρ ὁ νεανίας τρεῖς φλέγων τύραννος, σὺν τετάρτῳ ὑμνοῦντας, καθορῶν ἀνακράζει· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

Ἄραι ὁ ποιμήν τὸ πρόβατον, θέλων ἐν σοὶ τοῦτο εὕρατο, καὶ περιθέμενος ἐξ ἀχράντων αἱμάτων σου, ἐπὶ ὤμων βαστάζει· ὅθεν πίστει βοῷμεν· εὐλογητός, ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

Ῥύπος ὁ παθῶν ἀείποτε, σκοτοῖ ψυχήν μου Δέσποινα· ὡς καλάμην δὲ ξηρὰν καὶ πάντῃ ἄκαρπον, ἐμπιπρᾷ ἁμαρτία διὸ κράζων βοῶ σοι· Θεομακάριστε ἁγνῇ, ῥυσαὶ καὶ σῶσόν με.

Ῥείθρῳ ῥυπτικῷ σου κάθαρον, ἁγνὴ Θεογεννήτρια, τὴν ψυχήν μου ῥυπωθεῖσαν ἁμαρτήμασι, τοῖς ἀτόποις Παρθένε· ἵνα πίστει σοι μέλπω· εὐλογημένῃ ἡ Θεὸν σαρκὶ κυήσασα.

ᾨδὴ η΄. Ἀστέκτῳ πυρί.
Στάμνον σε χρυσῆν καὶ λυχνίαν, τράπεζαν καὶ ῥάβδον, θεῖον ὄρος καὶ νεφέλην, παλάτιον τοῦ βασιλέως καὶ θρόνον πυρίμορφον Θεοτόκε, πάντες πιστοὶ ὀνομάζομεν, τὴν μετὰ τὸν τόκον Παρθένον φυλαχθεῖσαν.

Σὲ κρίνον ἁγνῇ κατοπτεύσας, ὁ τὰ τοῦ ἀγροῦ κατακοσμήσας κρίνα λόγος, ἀκανθώδους φύσεως ἐξαίρει, καὶ στολὴν ἐκ σοῦ ἐνδύεται· ὅθεν κράζω· ὅλον με γυμνὸν ἐπένδυσον, ὅπως ἀνυμνῶ σε εἰς πάντας τοὺς αἰῶνας.

Ἐκ σοῦ γεννηθεὶς ὁ τὰ πάντα, φέρων ἐν τῷ ῥήματι τῷ αὑτοῦ Θεὸς λόγος, διά σου τὸν καθαρμόν τῶν πταισμάτων δίδωσιν· ὅθεν σοι κράζω· σῶσον ἐν κρίσει με Δέσποινα, ὅπως ἀνυμνῶ σε εἰς πάντας τοὺς αἰῶνας.

Νόος μου τῷ νόμῳ προσβάλλων, ὁ ἀντιστρατευόμενος νόμος, τῆς σαρκὸς καπαπείθει, μὴ τὰς εὐθείας ὁδούς τῶν θείων θελημάτων, βηματίζειν τοῦ υἱοῦ σου, διὸ δέομαι· τῇ σῇ μεσιτεία διόρθωσόν με Κόρη.

Ὁ Εἱρμός.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον, εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ᾨδὴ θ΄. Ἐν νόμῳ σκιᾷ.
Ἰλέως τῷ σῷ προσβλέποντες, ὄμματι, ψάλλομεν ἐκ ψυχῆς· ἐλέησον τοὺς πάντας, διὰ σπλάγχνα σου Μήτηρ Θεοῦ· δεῖξον τὴν θείαν σου χάριν, τοῖς τιμῶσί σε πιστῶς· ὅπως σε πάντες ἐν ὕμνοις, μελῳδοῦντες μεγαλύνωμεν.

Ὁρῶσα Ἁγνῇ τὸν δοῦλον σου, ποθοῦντα σε εἰλικρινῶς, ἐν θλίψεσι βοήθει· ἐν ἀνάγκαις φύλαττε θερμῶς ἐν περιστάσεσι ῥύου· καὶ ἐν κινδύνοις σῷζε με· σὺ γὰρ τοῦ κόσμου ἡ σκέπη· καὶ τοῦ γένους ἡ βοήθεια.

Ὑπέρφωτον φῶς ἀγέννητον, Πατὴρ ὁ θεῖος καὶ προβολεύς· Υἱὲ Πατρὸς καὶ Λόγε, ὁ γεννηθεὶς ὡς φῶς ἐκ φωτός· καὶ Πνεῦμα, ἄκτιστον θεῖον, τὸ λάμψαν ἐκπορευτῶς· Τριὰς μονὰς ὁ Θεός μου, πάντας φρούρει τῇ δυνάμει σου.

Ὑψόθεν τὴν σὴν ἀντίληψιν, Ἁγνῇ κατάπεμψον καὶ ἡμῖν· τὴν δραστικὴν πρεσβείαν, τὴν σὴν ὄρεξον πᾶσι· δὸς τὴν τῶν ἰάσεων χάριν· καὶ τῶν θαυμάτων τὴν πλυθύν· ἵνα πάντες τιμῶμεν, καὶ ἀπαύστως μεγαλύνωμεν.

Προσόμοια. Ὁ τῷ πάθει σου Χριστέ.
Χαῖρε Μήτηρ τῆς ζωῆς· Χαῖρε Ἀειμακάριστε, Ἀγγέλων θεωρία, πανόλβιος, καὶ βροτῶν τὸ καύχημα· Χαῖρε ἡ χαρὰν τοῖς ἀνθρώποις πηγάσασα, Δέσποινα.

Χαῖρε κροτάφων τῆς Χριστοῦ, Ἐκκλησίας ἀνάπαυσις· καὶ ἀξιωμάτων Παναμώμητε, τῶν αὐτῆς ἡ ὑπόληψις· Χαῖρε νοητὴ πύλη ἣν διῆλθεν ὁ Ὕψιστος.

Χαῖρε καλλονῇ Ἰακώβ, ἣν ὁ Δεσπότης ἠγάπησε· Χαῖρε αὐγὴ ἡ τὸν ἥλιον φέρουσα, φωτίζοντα τὰ σύμπαντα· Χαῖρε ἡ φθορᾶς τοὺς βροτοὺς ῥυσαμένῃ τῷ τόκῳ σου.

Ἀπὸ πάσης προσβολῆς, ἐναντίας καὶ θλίψεως, καὶ ἐξ ἐχθρῶν δυσμενῶν Παναμώμητε, τοὺς δούλους σοῦ λύτρωσαι· σὲ γὰρ κραταιὰν προστασίαν κεκτήμεθα.

 

ΤΗ ΠΕΜΤΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΘΕΟΚΤΙΣΤΟΥ ΜΟΝΑΧΟΥ ΤΟΥ ΣΤΟΥΔΙΤΟΥ.

Οὗ ἡ ἀχροστιχίς.
Ἄδω τρίτον σοι δακρύων γέμον μέλος.

ᾨδὴ α΄. Ἦχος γ΄. Ὁ τὰ ὕδατα πάλαι.
Ἀρδευθήναι πλουσίως δάκρυσι δίδου, τὰς αὔλακας τῆς ἀθλίας ψυχῆς μου, καὶ καρποὺς φέρειν με ἑκατοστεύοντας, Δέσποινα ἀξίωσον, καὶ τὴν καρδίαν μου πάσης, εὐφροσύνης πλήρωσον ἵνα δοξάζω σε.

Διὰ σπλάγχνα. ἐλέους Δέσποινα πάντων, ἐλέησον τὴν ἀθλίαν ψυχήν μου, καὶ πυρὸς λύτρωσαι τοῦ αἰωνίου σεμνῇ· καὶ τῆς τῶν δαιμόνων με ἐπιδρομῇς Θεοτόκε, τὸν ὑπὸ τὴν σκέπην σου νῦν καταφεύγοντα.

Ὡς ἀμόλυντος οἶκος τοῦ βασιλέως, τὴν πάθεσι μολυνθεῖσαν ἀτόποις, ἐμὴν δέομαι καρδίαν Κόρη ἁγνῇ, κάθαρον πρεσβείαις σου, καὶ καθαρᾶς πολιτείας, ἔργοις καταπλούτισον.

Τί ῥᾳθύμως τὸν βίον ψυχὴ ἀθλίᾳ παρέρχῃ; καὶ οὐ φοβῇ τὴν ἡμέραν τῆς φρικτῆς κολάσεως; ἄλλα ἀνάστα, λοιπὸν ἐκ τῶν καταπτώσεων, καὶ ἀμελείας προθύμως, Θεοτόκε κράζουσα, σῶσόν με Πάναγνε.

ᾨδὴ γ΄. Ὁ ἐκ μὴ ὄντων.
Ῥῦσαι γεέννης καὶ πάσης ἄλλης ποινῆς, ἐν ὥρᾳ τῆς κρίσεως, σὸν οἰκέτην Πανάμωμε, καὶ μέτοχον ποίησον, τῆς τοῦ υἱοῦ σου καὶ Θεοῦ Βασιλείας.

Ἰάτρευσόν μου τὰ τραύματα τῆς σαρκός· καὶ τὸ πολυτάραχον τῶν λογισμῶν κλυδώνιον, Δέσποινα, κατεύνασον, καὶ εἰρηναίαν κατάστασίν μοι δίδου.

Ταλαιπωρήσας, νῦν κατεκάμφθην δεινῶς, καὶ οὐκ ἔστιν ἴασις τῇ ψυχῇ μου Πανάμωμε· ἀλλὰ μὴ εἰς τέλος με, ἐγκαταλίπῃς τὸν δοῦλον σου Παρθένε.

Τὸ πρόσωπον σου τὸ θεῖον τε καὶ σεπτόν, ἐπίφανον δέομαι σεμνὴ ἐπὶ τὸν δοῦλον σου, καὶ ποιεῖν με δίδαξον, τὰ δικαιώματα Κόρη τοῦ υἱοῦ σου.

ᾨδὴ δ΄. Ἔθου πρὸς ἡμᾶς.
Ὄλῃ ἀγαθῇ, σὺ ἀπάρχεις ὅλη καὶ εὔσπλαγχνος· ὅλη συμπαθὴς καὶ βοηθός, ἐν τοῖς κινδύνοις καὶ περιστάσεσι, Μαριάμ Πανάχραντε· διὸ με ὅλον φρούρησον καὶ τείχισον.

Νὺξ με ἀφεγγής, τῶν παθῶν συνέχει τὸν δείλαιον· ἀλλὰ τῷ φωτί σου ἀγαθῇ, τὰ τῆς ψυχῆς μου νέφη διάλυσον, καὶ πρὸς φῶς ὁδήγησον, τῶν προσταγμάτων τοῦ Θεοῦ Πανάμωμε.

Σάλῳ πειρασμῶν, καὶ ταῖς τρικυμίαις ποντούμενος, τῶν πονηροτάτων λογισμῶν, καὶ εἰς βυθὸν ἀεὶ καθελκόμενος, τὸν τῆς ἀπογνώσεως· σῶσον βοῷ σοι Δέσποινα τὸν δοῦλον σου.

Ὅταν τῆς σαρκός, ἡ ψυχή μου μέλλῃ χωρίζεσθαι, τότε παραστᾶσα συμπαθῶς, ἐπιδρομῇς δαιμόνων με ἅρπασον, τῶν ἐπιζητούντων μου ἀδιαλείπτως Κόρη τὴν ἀπώλειαν.

ᾨδὴ ε΄. Ἐπί τῆς γῆς ὁ ἀόρατος.
Ἰδε ἁγνῇ τὴν ἀσθένειαν ἴδε, τῆς ταπεινῆς καὶ ἀθλίας ψυχῆς μου, καὶ ἀοράτων ἐχθρῶν τῆς ἐπαναστάσεως, καὶ τῆς τούτων βλάβης ῥῦσαί με.

Δαιμονικαῖς ἐπηρείαις τὸν νοῦν μου, διηνεκῶς εἰς ἀτόπους ἐννοίας, ὑπεξελκόμενον μὴ ἐάσῃς Δέσποινα· ἀλλὰ στῆσον ἀπερίτρεπτον.

Ἁμαρτωλοῖς καὶ τελώναις ἐφάνη, ὁ σὸς υἱὸς διὰ σπλάγχνα, ἐλέους· ὃν μιμουμένῃ ἁγνῇ, νῦν ἐμὲ οἰκτείρησον, ὑπὲρ πάντας ἁμαρτήσαντα.

Κύνες πολλοὶ περιέσχον με ὄντως· συναγωγῇ πονηρῶν με πνευμάτων, περιεκύκλωσαν· ἀλλὰ τούτων Ἄχραντε, τὰς ἐνέδρας διασκέδασον.

ᾨδὴ ς΄. Ἄβυσσος ἐσχάτη.
Κύμασι βυθίζομαι τῶν παθῶν, τῆς ἁμαρτίας, καὶ ἡδονῶν ὁ δοῦλος σου· Θεοτόκε πρόφθάσον, καὶ κυβερνήσει θείᾳ σου, πρὸς λιμένα με, μετανοίας ὁδήγησον.

Ῥεῖθρα μοι δακρύων Πνευματικῶν, παράσχου Κόρη, ἵνα πλύνω τὸν βόρβορον, τῶν πλημμελημάτων μου, καὶ πρὸς τὸ ὕδωρ ἴθυνον, τῆς ἀνέσεως, ἐν ἡμέρᾳ τῆς κρίσεως.

Ὕπνωσα εἰς θάνατον ψυχικόν, καὶ ἐν τῷ τάφῳ κεῖμαι τῆς ἀπογνώσεως· ἀλλὰ δίδου χεῖρα μοι, καὶ ἀνάστησον δέομαι, πρὸς μετάνοιαν καὶ ζωὴν ὁδηγοῦσά με.

Ὕπερθεν ἀνήλθοσαν ἀληθῶς, τῆς κεφαλῆς μου αἱ πολλαὶ ἀνομίαι μου· ὡς βαρὺ φορτίον δέ, ἐπ᾽ ἐμὲ ἐβαρύνθησαν· ἀλλ᾽ ἐλαφρῦνον, τὸν κλοιόν μου Πανύμνητε.

Κάθισμα. Τὴν ὡραιότητα.
Ἅπας ὁ βίος μου, ἐν ῥᾳθυμίᾳ πολλή, διῆλθε Πάναγνε καὶ νῦν προσήγγισα, τῷ τῆς ἐξόδου μου καιρῷ, καὶ δέδοικα τοὺς ἐχθρούς μου, μὴ διασπαράξωσι τὴν ψυχήν μου Πανάμωμε, καί τῆς ἀπωλείας με, τῷ βυθῷ παραπέμψωσιν· ἀλλ᾽ οἴκτειρον τὸν δοῦλον σου Κόρη, καὶ ῥῦσαι με τῆς τούτων κακώσεως.

ᾨδὴ ζ΄. Τὸ πρὶν εἰκόνι.
Ὡς συμπαθὴς Μήτηρ τοῦ Θεοῦ, τοὺς δούλους σου Δέσποινα, συμπαθείας ἀξίωσον, τοὺς ἐν πίστει τῷ σῷ υἱῷ βοῶντας· ὁ τῶν πατέρων Θεὸς εὐλογητὸς εἶ.

Νομὴν ἀνάστειλον Ἁγνῇ, τῶν ἡμαρτημένων, καὶ τῶν βεβήλων πράξεων· ἵνα πόθῳ τῷ σῷ υἱῷ κραυγάζῳ· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Γένος βροτῶν σε δυσωπεῖ, Θεοτόκε Δέσποινα, ἐλέησον τὸν δοῦλον σόν, τὸν ἐν πίστει τῷ σῷ υἱῷ βοῶντα· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Ἐπὶ τοῦ βήματος Χριστοῦ, ὅταν μέλλω κρίνεσθαι, ὡς ὑπεύθυνος Ἄχραντε, φάνηθι μοι, ἐκ, πάσης βασάνου ῥυομένῃ, τῇ θερμῇ σου προστασίᾳ.

ᾨδὴ η΄. Ἀστέκτῳ πυρί.
Μὴ παύσῃ Ἁγνῇ δυσωποῦσα, τοὺς ἐν κατανύξει σε τιμῶντας λυτρωθῆναι, τῶν παγίδων τοῦ διαβόλου, τὸν υἱόν σου Δέσποινα εὐλογοῦντας· πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Οὐ χεῖρας καὶ ὄμματα μόνον, ἀλλὰ καὶ τὸν νοῦν καὶ τὴν ψυχὴν καὶ τὴν καρδίαν, ἀνατείνω πρὸς σὲ Παρθένε ὅλον με καταύγασον τῷ φωτί σου· ὅλον ἀπόπλυνον δάκρυσιν· ὅλον κατανύξει θερμῇ ἀπόλουσόν με.

Νῦν ἁμαρτιῶν με καλύπτει, καὶ περιταράττει με πταισμάτων ζάλης πάσης ἐπίμονος Τρικυμία· φρίττω οὖν καὶ δέδοικα, τὰς κολάσεις· ὧν με Παναγίᾳ λύτρωσαι, τῶν ἀπηλπισμένων ἐλπὶς καὶ σωτηρίᾳ.

Μένει με δεινὴ καταδίκῃ, μέλλω κατακρίνεσθαι ἐνώπιον Ἀγγέλων, καὶ θεάτρου μυριανθρώπου μεγάλης ἀνάγκης με ῥῦσαι τότε, μέγα καὶ πλούσιον ἔλεος, ἔχεις γὰρ τεκοῦσα τὸν μέγαν Βασιλέα.

Ὁ Εἱρμός.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας Προεστῶτες νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ᾨδὴ θ΄. Ἐν νόμῳ σκιᾷ.
Ἐγγίζει ψυχή τὸ τέλος· ἐπὶ θύραις τὸ κριτήριον· ἀπόστηθι ἔργων τῆς αἰσχύνης, καὶ ἐπιλαβοῦ τῆς ἀγαθῆς πολιτείας· ἔχεις γὰρ σύμμαχον τὴν Θεοτόκον, ἐκ πάσης ῥυομένην σὲ κακώσεως.

Λῃσταῖς νοητοῖς Πανάμωμε, περιπεσὼν ὁ δείλαιος, ταῖς τούτων μεθοδείαις, τὸν χιτῶνα μου τῆς ἀρετῆς, φρενοβλαβῶς ἐξεδύθην· καὶ ψυχοφθόρων πληγῶν, πεπληρωμένος βοῷ σοι· Θεοτόκε μὴ παρίδῃς με.

Ὁ βίος μου ὅλος Ἄχραντε, ῥᾳθύμως ἐκτετέλεσται, καὶ ἤγγισα τῷ ᾄδῃ νῦν τῆς ἀπογνώσεως Ἁγνῇ· ἄλλο, διόρθωσιν δίδου, καὶ μὴ ἐάσῃς με ἐν τῇ τοιαύτη κακώσει, τὸν προσφεύγοντα τῇ σκέπη σου.

Σαρκός τῆς ἐμῆς ἀσθένειαν, καὶ τῆς ψυχῆς τὸ ἄτονον· καρδίας τὴν ὀδύνην, καὶ τὰς τοῦ νόος μου ἐκτροπάς, σοὶ ἀναθέμενος κράζω· ἑκάστῳ τούτων Ἁγνῇ, δίδου τὴν ἴασιν ὅπως, ἐν αἰνέσει μεγαλύνω σε.

Προσόμοια. Μεγάλη τοῦ Σταυροῦ σου.
Χαῖρε ἡ προστασίᾳ πάντων Μητροπάρθενε, τὸ κλέος τῶν ἐν πίστει, θερμὴ σε δοξαζόντων· Χαῖρε πάγκαλλον ὡράισμα τοῦ Κόσμου· Χαῖρε καύχημα καὶ στήριγμα καὶ ἀνέδρευτον ἕρκος.

Χαῖρε ἡ τεκοῦσα μόσχον τὸν ἄμωμον, δάμαλις χαῖρε μόνη Ὑπερευλογημένῃ· Χαῖρε δεδοξασμένῃ· Χαῖρε τίμιον ἀγλάισμα, Ἀγγέλων· Χαῖρε ζωῆς πρόξενε, ἀνύμφευτε Θεοτόκες Μαρία.

Χαῖρε λαμπάς τοῦ κόσμου Ἁγνῇ ἡ ἀκοίμητος· Χαῖρε πάγκαλε νύμφῃ· Χαῖρε χρυσοῦν καὶ θεῖον παλάτιον τοῦ Λόγου χαῖρε Κόρη, ἁπάντων μόνον καταφύγιον, τῶν βοώντων σοὶ χαῖρε.

Λεόντων ψυχοφθόρων ῥῦσαί με πρεσβείαις σου, ἐλπὶς καὶ προστασία, τοῦ γένους τῶν ἀνθρώπων· καὶ ὁδήγησόν με εἰς τὴν ἄνω βασιλείαν, καὶ καθορᾶν τὸ κάλλος ἀξίωσον, τοῦ υἱοῦ σοῦ Παρθένε.

 

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ.

ᾨδὴ α΄. Ἦχος γ΄. Ὁ τὰ ὕδατα πάλαι.
Χαῖρε θρόνε Κυρίου· Χαῖρε Παρθένε, ἡ λύσασα, τὴν ἀχλύν τῆς ἀπάτης, καὶ πρὸς φῶς ἄδυτον πάντας ἑλκύσασα· Χαῖρε ἀπειρόγαμε· Χαῖρε Θεόγραφε τόμε· τῶν πιστῶν τὸ στήριγμα χαῖρε Πανύμνητε.

Χαῖρε στάμνε, τὸ μάννα, φέρουσα, ἔνδον, τοὺς πάντας καταγλυκαίνουσα πίστει, ἀληθῇ Δέσποινα ὁμολογοῦντες σε· χαῖρε πάσης κτίσεως, τὸν κυβερνήτην τεκοῦσα· χαῖρε αὐγάσασα τῷ Κόσμῳ Πάναγνε.

Πολυέραστον κάλλος, Πάνσεμνε χαῖρε, ἡ πάντας τῷ ὑπὲρ φύσιν σου τόκῳ, ἐν βυθοῦ σώσασα τῆς ἀπιστίας Ἁγνῇ, καὶ πρὸς πίστιν ἔνθεον χειραγωγήσασα, μόνη· χαῖρε Παντευλόγητε χαῖρε Θεόνυμφε.

Φωτοδόχε Παρθένε, χαῖρε ἡ μόνη τεκοῦσα, τὴν σωτηρίαν τοῦ κόσμου, ἡ ἐλπὶς ἅπασα τῶν δυστυχούντων Ἁγνῇ· χαῖρε ζωοπάροχε· χαῖρε σεμνῇ Παναγίᾳ· χαῖρε τὸ ἀείζωον ῥεῖθρον πηγάσασα.

ᾨδὴ γ΄. Ὁ ἐκ μὴ ὄντων.
Ἡ Θεία κλῖμαξ ἣν εἶδεν ὁ Ἴακωβ, θνητοὺς ἡ ἀνάγουσα, πρὸς οὐράνιον εἴσοδον· χαῖρε Πανακήρατε· καὶ δυστυχούντων ἐλπὶς χαρᾷ καὶ σκέπη.

Ἡ φλογοφόρος λαβὶς ἡ τὸν νοητόν, ἄνθρακα κατέχουσα, χαῖρε Μῆτερ ἀνύμφευτε, πυρὶ τὸν καθαίροντα, τὴν ἁμαρτίαν Ἁγνῇ παντός τοῦ κόσμου.

Ἡ ῥάβδος χαῖρε τὸ ἄνθος τὸ ζωηρόν, Παρθένε καὶ ἄφθορον παραδόξως βλαστήσασα· χαῖρε Παναμώμητε· χαῖρε φαιδρὸν ἐνδιαίτημα Κυρίου.

Στάμνον τοῦ μάννα, τοῦ νοητοῦ σε Ἁγνῇ, γινώσκοντες, κράζομεν, ἀσιγήτως τὸ χαῖρε σοι, Παναγίᾳ, Δέσποινα· χαῖρε πιστῶν ἀσφαλὴς φρουρὰ καὶ σχιέπη.

ᾨδὴ δ΄. Ἔθου πρὸς ἡμᾶς.
Χαῖρε νοητῇ, χελιδὼν ὄντως ἡδυλάλος, παύσασα, χειμῶνα νοητόν, καὶ πρός τὸ ἔαρ μεταῤῥυθμίσασα, πάντας τοὺς ἐν πίστει σε, καθαρωτάτη Κόρη μεγαλύνοντας.

Χαῖρε μυστική, ζῳοτρόφε τράπεζα Δέσποινα, ἄρτον τὸν οὐράνιον Χριστὸν ἐν μέσῳ ταύτης φέρουσα Ἄμωμε· ἐξ οὗ οἱ μετέχοντες, ζωῆς ἀῤῥήτου καὶ χαρᾶς πληρούμεθα.

Χαῖρε θησαυρέ, Παρθενίας ὄντως καὶ καύχημα· χαῖρε ἡ τὴν πέτραν τῆς ζωῆς, ἐν τῇ γαστρί σου μόνη χωρήσασα· χαίροις ὑπερθαύμαστε· χαῖρε πεσόντων ἀσφαλὴς ἀνόρθωσις.

Χαῖρε πιστῶν, ἀκλινὲς καὶ θεῖον ὀχύρωμα· χαῖρε τῶν ἀπίστων δυσμενῶν, καὶ πονηρῶν ἐχθρῶν ἀμυντήριον· χαίροις Ὑπερθαύμαστε, εὐλογημένῃ χαῖρε πάντων Δέσποινα.

Χαίροις φωτὸς ἀνεσπέρου χωρίον· χαῖρε Ἁγνὴ νοσούντων θεραπείᾳ, καὶ ἄχος ἀύλον· χαῖρε θεῖον τέμενος, τοῦ Δεσπότου πανσεβάσμιε.

Χαῖρε σκηνῇ πλατυτέρᾳ νεφέλης· τὸ χρυσαυγὲς δοχεῖον τοῦ Ὑψίστου· χαῖρε Πανύμνητε· χαῖρε μῦρον τίμιον, καὶ θυμίαμα, πανεύοσμον.

Χαῖρε πιστῶν ἀκλινέστατον τεῖχος· ἡ κραταιᾷ τοῦ κόσμου προστασίᾳ· χαῖρε πανάσπιλε· χαῖρε πάντων στήριγμα, τῶν ὑμνούντων σε Θεόνυμφε.

Τὸ φωτεινόν τοῦ Δεσπότου δοχεῖον· χαῖρε σεμνῇ Ἀδάμ τοῦ πεπτωκότος, μόνη ἀνόρθωσις, καί τῆς Εὔας λύτρωσις, τῶν δακρύων χαῖρε Πάνσεμνε.

ᾨδὴ ς΄. Ἄβυσσος ἐσχάτη.
Χαῖρε σοι προθύμως τοῦ Γαβριήλ, πᾶς ὁ λαός σου γεγηθότες κραυγάζομεν· Θεοτόκε Δέσποινα· χαῖρε Ἁγνῇ πολύφωτε, ἡ τὸν ἥλιον τοῖς πιστοῖς ἀνατείλασα.

Χαῖρε σοι βοῶμεν περιχαρῶς, τῇ Παναμώμῳ καὶ Μητρὶ τοῦ Θεοῦ ἡμῶν· χαῖρε βάτε ἄφλεκτε, καὶ χώρα, ἀγεώργητε, τὸν οὐράνιον ἡ βλαστήσασα, ἄσταχυν.

Χαῖρε σοι τῇ βασιλίδι πιστοί, ὁμονοοῦντες ἀσυγχύτως κραυγάζομεν· χαῖρε κλῖμαξ ἔμψυχε, τοὺς βροτοὺς ἀνάγουσα, πρὸς οὐράνιον καὶ ἀκήρατον εὔκλειαν.

Ἅπαντες τὸ χαῖρε χαρμονικῶς, σοὶ τῇ τεκούσῃ τὴν ἀείζωον δύναμιν, ἐκβοῷμεν Ἄχραντε· χαῖρε παστὰς ὁλόφωτε· χαῖρε κράτιστον οἰκουμένης ὀχύρωμα.

Κάθισμα. Τὴν ὡραιότητα.
Χαῖρε εὐρύχωρον, Θεοῦ παλάτιον χαῖρε πολύφωτον Χριστοῦ ἀνάκτορον χαῖρε χρυσόπλοκε παστάς, καὶ κλίνη πορφυρόστρωτε· θάλαμε πυρίμορφε· οὐρανὲ ὑψηλότατε· ἔμψυχε Παράδεισε· λογικὸν ἐνδιαίτημα· περίδοξε τοῦ Δεσπότου θρόνε, χαῖρε Μαρία, Θεοτόκε.

ᾨδὴ ζ΄. Σέ τὸν ἐν πυρί.
Χαῖρε φωτοφόρον οἴκημα, Μαρίᾳ Πανακήρατε· χαῖρε σκήνωμα, τοῦ Κτίστου καθαρώτατον· χαῖρε τεῖχος καὶ σκέπη, τῶν πιστῶς μελῳδούντων· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων.

Χαῖρε σωτηρίας πρόξενε, βροτῶν καὶ καταφύγιον· ὡραιότης Ἐκκλησιῶν καὶ εὐπρέπεια. Χαῖρε νῖκος Ἀνάκτων, μελῳδούντων καὶ θάρσος· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων.

Χαῖρε τῶν Παρθένων καύχημα· μητέρων ἐγκαλλώπισμα· χαῖρε πλοῦτε πενομένων ἀνεξάντλητε, χαῖρε κράτος καὶ δόξα, τῶν πιστῶς ἐκβοώντων· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων.

Χαῖρε Θεοτόκε Πάνσεμνε, βροτῶν τὸ καταφύγιον· χαῖρε τόπε ἁγιάσματος, καὶ σκήνωμα τοῦ Θεοῦ τοῦ ὑψίστου, ὃν ὑμνοῦντες βοῷμεν· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων.

ᾨδὴ η΄. Ἀστέκτῳ πυρί.
Ἵνά σοι πιστοὶ εὐχαρίστως, χαῖρε ἐκβοήσωμεν Παρθένε, ῥῦσαι πάσης, ἁμαρτίας ἡμᾶς καὶ ζάλες, πάσης περιστάσεως καὶ ἀνάγκης· πάσης συμφορᾶς καὶ θλίψεως, καὶ τῆς τῶν βαρβάρων δεινῆς ἐπικρατείας.

Ὡς τῶν οὐρανῶν Πλατυτέραν, καὶ τῶν Χερουβείμ, ἐνδοξοτέραν Θεοτόκε, γνόντες σε πάντες σοὶ προσφωνοῦμεν· χαῖρε Μητροπάρθενε· χαῖρε πάντων βροτῶν ἡ ἀνάκλησις, καὶ πανωλεθρίᾳ, καὶ κατάπτωσις δαιμόνων.

Ἀπείρων με θλίψεων ῥῦσαι, τῶν ἐπερχομένων συνεχῶς μοι τῷ ἀθλίῳ, συμφορῶν τε καὶ πάσης βλάβης, πάσης κατακρίσεως, πάσης νόσου, πάσης ἀπειλῇς καὶ μάστιγος· ἵνα σε δοξάζω εἰς πάντας τοὺς αἰῶνας.

Ναὸν τὸν τοῦ σώματος οἴμοι! ἔχρανα ὁ ἄθλιος ἀφρόνως, τῷ βορβόρῳ ἐπιμένων τῆς ἁμαρτίας· κάθαρόν με δέομαι, ῥυπτικῷ δοῦ ῥείθρῳ, Πανάμωμε Δέσποινα, καὶ χαρὰν πρὸς θεία εἰσάγαγε καὶ δόξαν.

Ὁ Εἱρμός.
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες θεῖον ὕμνον ἔμελπον· εὐλογεῖτε.

ᾨδὴ θ΄. Καινόν τὸ θαῦμα.
Ναὸν φρονοῦντες, σὲ χωρητικόν, καὶ γιγνώσκοντες, τοῦ τῶν ἁπάντων Κτίστου καὶ Θεοῦ Παναγίᾳ Δέσποινα, τὸ χαῖρέ σοι πόθῳ, ἀναβοῶμεν πάντες οἱ δοῦλοί σου· σοφίας Θεοῦ χαῖρε δοχεῖον· χαῖρε πιστῶν πρὸς Θεόν, σωτηρίᾳ ἀκαταίσχυντε.

Ἡ θεία σκέπη, χαῖρε τῶν βροτῶν· τῶν ταγμάτων τε τῶν οὐρανίων χαῖρε· χαρὰ Ἀποστόλων καύχημα· μαρτύρων ἡ δόξα· τῶν ἀθλοφόρων χαῖρε θάρσος ἄῤῥηκτον, ἁπάντων Ὁσίων καὶ Δικαίων, χαῖρε φαιδρὸν τε καὶ περιβόητον ἐγκαλλώπισμα.

Σύ μου τὴν φλόγα σβέσον τῶν δεινῶν· σὺ κατεύνασον τὸν σάλον Ἁγνὴ καὶ τὴν λύτην πράϋνον· τὰ δάκρυα παῦσον· τὰς συμφορὰς ἀπέλασον μακρὰν ἀπ᾽ ἐμοῦ· χαρὰν δέ μοι δίδου τῷ σῷ δούλῳ· ὅπως ἀπαύστως ὡς εὐεργέτην μου μεγαλύνω σε.

Θεοκυήτωρ, πάντων τῶν εἰς σέ, προστρεχόντων σκέπη καὶ ἀντίληψις κραταιά, τὰς αἰτήσεις πρόσδεξαι, νυνὶ τῶν σῶν δούλων, μιαιφόνων λύτρωσαι χειρῶν ἀγαθῇ, ὡς ἄμαχον ἔχουσα τὸ κράτος· ὅπως ἀπαύστως, ἐν ὑμνῳδίαις σε μεγαλύνωμεν.

Προσόμοια. Ὁ τῷ πάθει σου Χριστέ.
Χαῖρε ὄχημα λαμπρόν, τοῦ Δεσπότου τῆς κτίσεως· Χαῖρε θερμὸν βροτῶν ἱλαστήριον· Χαῖρε Ἀπειρόγαμε· Χαῖρε ἡ Θεὸν τοῖς ἀνθρώποις ἑνώσασα Ἄχραντε.

Χαῖρε ξένου καὶ φρικτοῦ, μυστηρίου φανέρωσις· Χαῖρε δἰ ἧς ἠνοίχθη Παράδεισος· χαῖρε θεία τράπεζα· Χαῖρε τὸ φθαρτὸν παραδόξως Ἁγνῇ ἀφθαρτίσασα.

Χαῖρε κόσμου θησαυρέ· αἱ πενήτων προμήθεια· Χαῖρε τῶν δυστυχούντων τὸ στήριγμα· Χαῖρε ἀνόρθωσις, πεπτωκότων· Χαῖρε ἀσθενούντων ἀκέστωρ καὶ ἴαμα.

Τῶν πολλῶν ἁμαρτιῶν, ἐννοῶν μου τὸ πέλαγος, ἐπὶ τὴν σὴν Ἄχραντε βοήθειαν προστρέχων ὁ δύστηνος· σῶσόν με Ἁγνῇ καὶ τῶν χαλεπῶν ῥῦσαι κολάσεων.

 

ΑΡΧΗ ΤΟΥ Δ’. ΗΧΟΥ

ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤῊΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΦΩΤΩΝΥΜΙΚΟΣ.

ΠΟΙΗΜΑ ΘΕΟΚΤΙΣΤΟΥ ΜΟΝΑΧΟΥ ΤΟΥ ΣΤΟΥΔΙΤΟΥ.

Οὗ ἡ ἀκροστιχίς·
Φωτδοχεῖον, φώτισον φωτί σου. Ἀμήν.

ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.
Φωτί με τῶν πρεσβειῶν σου φώτισον, Θεογεννήτρια, ἡ γενομένῃ Μήτηρ τοῦ φωτός τοῦ ἀδύτου Πανάχραντε· καὶ φωτισμὸν με γνώσεως, παρασχεθῆναι καθικέτευσον.

Ὡς οὖσα φωτοειδής Πανάχραντε, Θεογεννήτρια, φωτιστικαῖς πρεσβείαις σοῦ ἁγνή, σκοτισθέντα με φώτισον, καὶ τοῦ φωτὸς βαδίζειν με, τὰς θείας τρίβους καταξίωσον.

Τὴν νύκτα, τῶν λογισμῶν μου φώτισον, φωτί σοῦ Πάναγνε, καὶ τὴν ψυχήν μου πύλη, τοῦ φωτός, φωτοφόρον ἀπέργασαι·ἵνα τὸ φῶς θεάσωμαι, τοῦ φωτοδότου καὶ Θεοῦ ἡμῶν.

Ὀμίχλην μου τῶν παθῶν ἀπέλασον, τὸ φῶς ἡ τέξασα, Θεογεννῆτορ Κόρη ἡ φωτός, προφανῶς ὑπερλάμπουσα, ἡλιακοῦ Πανάχραντε, φωτοκυῆτορ παντευλόγητε.

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ σοί.
Συγχώρησιν ἐξαιτῶ, φωτιστικῶν σου πρεσβειῶν Ἄχραντε, ἣν συμπαθῶς δίδου μοι, φῶς τὸ ἐκ φωτὸς ἡ κυήσασα.

Διάνοιαν σκοτεινήν, τῇ φωτοφόρῳ σου αὐγῇ φώτισον· σὺ γὰρ φρικτῶς τέτοκας, τοῦ Πατρὸς Ἁγνῇ τὸ ἀπαύγασμα.

Οὐκ ἔστιν ἐπὶ τῆς γῆς, ἁμαρτωλότερος ἐμοῦ Πάναγνε· ὅθεν βοῷ φώτισον, πύλη τοῦ φωτὸς τὴν καρδίαν μου.

Χωρίον φωτοειδές, τῆς ὑπερφώτου ἀληθῶς φύσεως, φῶς θεϊκὸν Ἄχραντε, καὶ φωτὸς ἀκτῖνα παράσχου μοι.

ᾨδὴ  δ΄. Ἐπαρθέντα σε ἰδοῦσα.
Ἐκ νεότητος μὸν Πάναγνε φωτοτόκε, ταῖς ἡδοναῖς ῥερύπωμαι τῆς δικαιοσύνης, ἥλιον τεκοῦσα, Χριστόν, φωτί σου νῦν φώτισον, τὴν ἀμαυρωθεῖσαν καρδίαν μου.

Ἰατρεῖον σὺ Πανύμνητε φωτοτόκε, φωτιστικὸν ὑπάρχουσα, φώτισον τὸν νοῦν μου, λόγου φωτοφόρε σκηνή, καὶ ῥῦσαι τοῦ σκότους με, ἐν φωτὶ ἀΰλῳ σκηνοῦσά με.

Ὁλοτρόπως τῇ κακίᾳ κατεδουλώθην, ἀλλ᾽ ἐπὶ σοὶ προσφεύγω νῦν ὁ ἐσκοτισμένος, φώτισόν με πύλη φωτός, καὶ ῥῦσαι γεέννης με, καὶ φωτὸς ἀΰλου με ἔμπλησον.

Νομοθέτην ἡ τεκοῦσα, καὶ φωτοδότην, τὴν χαλεπὴν ἀπέλασον, σκοτίαν νόος μου, σοῦ τῶν πρεσβειῶν τῷ φωτί, καὶ σῶσόν με Δέσποινα, τὸν μεμολυσμένον ἀμόλυντε.

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.
Φῶς σὺ τὸ ἐκ φωτός, ὑπὲρ λόγον κυήσασα, φῶς δίδου μοι ἐπιστρέφειν, ἐκ ζοφώδους ἀγνοίας, τὸν πίστει ἀνυμνοῦντά σε.

Ὡς οὖσα Χερουβείμ, Σεραφείμ Ὑπερτέρᾳ τε, πανάχραντε Θεοτόκε; τὴν ψυχήν μου φωτί σου, φωτοκυῆτορ φώτισον.

Τίς δύναται νοεῖν, τοῦ φωτός σου τὸ ἄῤῥητον, ὑπέρφωτε Θεοτόκε, τῆς Τριάδος τὸν ἕνα, φρικτῶς γὰρ σὺ γεγέννηκας.

Ἰσότιμον Πατρί, τὸν Υἱὸν καὶ τῷ Πνεύματι, Πανάχραντε φωτοδότην, ὑπὲρ λόγον τεκοῦσα, φωτὶ μὲ τούτου φώτισον.

ᾨδὴ ς΄. Θύσω σοι.
Στρέψον μου, εἰς χαρμονήν τὸ πένθος Πανύμνητε, καὶ τὴν τῶν νόσων ὁμίχλην, καὶ παθῶν ἁπάντων τὴν τρικυμίαν, εἰς γαλήνην, καὶ τελείαν ὑγιείαν μετάβαλε.

Οἴκτειρον, ὡς συμπαθὴς ἐμὲ τὸν ἀκάθαρτον, καθαρωτέρᾳ ὡς οὖσα, λαμπηδόνων Ἄχραντε τοῦ ἡλίου, καὶ φωτός μου, τὴν καρδίαν ἐνθεοῦ σου πλήρωσον.

Νεύσεσι, φωτιστικαῖς Παρθένε ὁδήγησον, τὸν σκοτισθέντα ἀθλίως, πρὸς τὸ φῶς τὸ ἄδυτον τοῦ Υἱοῦ σου· καὶ τὸν λύχνον, τῆς ψυχῆς μου σβεσθέντα ὑπάναψον.

Μόνην σε, τιμιωτέραν ἔγνωμεν Πάναγνε, τῶν Χερουβεὶμ ὡς τεκοῦσαν, τοῦ φωτός τὸν πρύτανιν Θεοτόκε· ὃν δυσώπει, πρὸς τὸ φῶς με σκηνῶσαι τὸ ἄδυτον.

Κάθισμα. Ὁ ὑψωθείς.
Τῆς ἀρετῆς καὶ μετανοίας τὴν τρίβον, τὴν τεθλιμμένην καὶ στενὴν καὶ τραχεῖαν, χαρμονικώς ὁδεύειν με ἐνίσχυσον ἁγνή, πλάτυνον ἐν θλίψεσι, τὴν στενήν μου καρδίαν· πλούτισον ἐν πράξεσιν, ἀγαθαῖς τὴν ψυχήν μου, καὶ ἐκ παθῶν στενώσεως αὐτήν, εἰς πλατυσμὸν ἀπαθείας ἐξάγαγε.

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.
Ἐγὼ Παρθένε, ταῖς ἀνομίαις ὑπερβέβηκα, πάντας τοὺς πρὸ νόμου Πάναγνε ἀληθῶς, καὶ ἐν νόμῳ ἡ κυήσασα, φῶς τὸ ἀπρόσιτον, τῶν πταισμάτων μου σκότος ἀφάνισον.

Φθαρέντα κόσμον, ἀνακαινίζεις Μητροπάρθενε, Κόρη ἡ τεκοῦσα φῶς τὸ ἀληθινόν, τὸ φωτίζον πάντα ἄνθρωπον· διὸ νῦν φώτισον, τῆς ψυχῆς μου τὰ ὄμματα δέομαι.

Ὡραιοτάτην, Κυριοτόκε καὶ ὁλόφωτον, νῦν μου τὴν ψυχὴν ἀπέργασαι, ἡ φρικτῶς τοῦ Πατρὸς ἀποκυήσασα, σὺ τὸ ἀπαύγασμα, καὶ φωτὸς ἀϊδίου με ἔμπλησον.

Τὴν συντριβήν μοῦ, τὴν ψυχικὴν θεράπευσον Μαριάμ, ὄχημα φωτός, καὶ δίδου μοι πρός τὸ φῶς, τοῦ Υἱοῦ σου τὰς πορείας μου, ποιεῖσθαι πάντοτε· ἵνα βλέψω τὸ φῶς τὸ ἀνέσπερον.

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας.
Ἴδω σου τὸ φῶς τῶν πρεσβειῶν, ἡ φῶς κυήσασα, βροτοῖς τὸ ἄῤῥητον, καὶ τὰς αἰσθήσεις μου Ἄχραντε, τῆς ψυχῆς καταφωτίζουσαν· καὶ τῆς ἀγνοίας τὸ δεινόν, σκότος ἐξαίρουσαν ἵνα κράζω· φωτοκυῆτορ χαῖρε Πανάμωμε.

Σκότος τῶν παθῶν μου φωτεινῇ, νεφέλη ἔμψυχε, Μαρίᾳ Πάναγνε, τῇ φωτορόρῳ σου φώτισον, ἱκεσίᾳ μητροπάρθενε· καὶ καταλάμπρυνον τὸν νοῦν· ἵνα σῳζόμενος ἀνακράζω· φωτοκυῆτορ χαῖρε Πανάσπιλε.

Ὄλβιος καὶ πλήρης φωτισμοῦ, ἡ σῇ Πανάχραντε, πρεσβείᾳ πέφυκε, τοῦ κόσμου πάντα, τὰ πέρατα, φωταυγίζουσα Πανύμνητε, καὶ τὰς καρδίας τῶν πιστῶν, καταλαμπρύνουσα τῶν βοώντων· Φωτογεννῆτορ χαῖρε Ἀμόλυντε.

Ὕμνος σοι ἐπάξιος οὐδείς, προσενεχθήσεται Κόρη ὁλόφωτε· σὺ γὰρ Πανάχραντε τέτοκας, φωτοδότην ὑπὲρ ἔννοιαν, καταφωτίζοντα ψυχάς, Χριστὸν τὸν Κύριον, τῶν βοώντων· φωτοκυῆτορ χαῖρε Παντάνασσα.

Ὁ Εἱρμός.
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε· πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταὶ Παῖδες κραυγάζοντες· εὐλογεῖτε πάντα.

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.
Ἄχραντε φωτώνυμε Κόρη, τῇ φωτοφόρῳ σου πρεσβείᾳ, φώτισον νόος μου τὰς κόρας, καὶ τὰς αἰσθήσεις πάσας τοῦ σώματος· ἵνα τὸ φῶς θεάσωμαι, τοῦ φωτοδότου καὶ Σωτῆρός μου.

Μόνος ὑπερέβην Παρθένε, τῶν γηγενῶν τὴν πᾶσαν φύσιν, ἐν ταῖς ἀσωτίαις καὶ ὥφθην, κτηνῶν ἀλόγων ἀνοητότερος· ἄλλα φωτί με δέομαι, τῶν πρεσβειῶν σου φωταγώγησον.

Ἥμαρτον ὁ τάλας Παρθένε, ὑπερβαλλόντως ἀλλὰ σύ με, φώτισον καὶ ῥῦσαι τοῦ σκότους, τοῦ αἰωνίου καὶ καθοδήγησον, πρὸς τὴν ζωήν τὴν ἄῤῥευστον, καὶ τὴν οὐράνιον ἀπόλαυσιν.

Νύμφη Παναμώμητε, χαῖρε· χαῖρε ἀνύμφευτε, Παρθένε· χαῖρε τῶν Ἀγγέλων ἡ δόξα καὶ Ἀποστόλων χαῖρε τὸ καύχημα· χαῖρε Μαρτύρων στέφανε καὶ τῶν Ὁσίων ἀγαλλίαμα.

Προσόμοια. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Χαῖρε Ἄχραντε Δέσποινα, τοῦ Θεοῦ τὸ παλάτιον· καὶ Ἀγγέλων χαῖρε τὸ ἀγαλλίαμα· Χαῖρε Ἀδὰμ ἡ ἀνάκλησις· καὶ Εὔας ἡ λύτρωσις· Χαῖρε κλῖμαξ νοητῇ, τοὺς θνητοὺς ἡ ἀνάγουσα, πρὸς οὐράνιον, καὶ ἀκήρατον δόξαν χαῖρε κράτος, ὀρθοδόξων βασιλέων, καὶ ἀῤῥαγὲς φυλακτήριον.

Χαῖρε Κόρη Πανάμωμε, Ἱερέων ἀγλάισμα· καὶ βασιλευόντων χαῖρε διάδημα· Χαῖρε τοῦ ᾄδου ἡ νέκρωσις· Χαῖρε ἱλαστήριον· Χαῖρε βάθος λογισμοῖς, ἀνθρωπίνοις ἀμέτρητον· ὕψος ἄῤῥητον· ἡ χαρά τῶν πενθούντων· Χαῖρε σκέπη, τῶν πιστῶς σοὶ προστρεχόντων, καὶ δεομένων σου Ἄχραντε.

Χαῖρε πάσης τῆς κτίσεως, θαυμαστὸν δημιούργημα· τῆς Θεολογίας χαῖρε ὑπόθεσις· δογματικῆς χαῖρε ἔσχατον, ἄτομον τῆς φύσεως· Χαῖρε ἡ ἀκροστιχίς, τῶν Γραφῶν καὶ προῤῥύσεων, θείων Πάναγνε, χρησμοδότις, κα ἔκβασις τελεία· Χαῖρε δἰ’ ἧς προσκυνοῦμεν, μίαν Τριάδος Θεότητα.

Καὶ ψυχὴν καὶ τὸ σῶμά μου, καὶ διάνοιαν Πάναγνε, σοὶ τῇ Θεομήτορι προσανέθηκα· τῇ μέν τὰ πρόσφορα αἰτήσαι· τοῦ δὲ τὰ σκηρτήματα, ἀπονέκρωσον τὴν δέ, φωτὶ θείῳ σου λάμπρυνον, ἵνα εὔθυμος, ἔνοπτρίζωμαι δόξαν τῆς Τριάδος, καὶ ἀπαύστως μεγαλύνω, σὲ τὴν ὁλόφωτον Δέσποιναν.

 

ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΙΩΑΝΝΟΥ ΕΥΧΑΙΤΩΝ

ᾨδὴ α΄. Ἦχὸς δ΄. Τριστάτας κραταιούς.
Ὑπέρφωτε λαμπάς, τοῦ ἡλίου τῆς δόξης, τῆς ψυχῆς ς μου τὸν πυρσόν, σβεννύμενον ἀεί, ῥᾳθυμίᾳ ὑπάναψον, θείων ἔργων τῷ ἐλαίῳ, Παναγίᾳ ἐπάρδουσα· ἵνα πίστει καὶ πόθῳ δοξάζω σε.

Ῥαντίσασα σεμνῇ, μετανοίας δὑσσώπῳ, τὴν ῥυπῶσαν μοῦ ψυχήν, καϑάρισον ταχύ, καὶ τοῖς δάκρυσι πλύνασα, λεύκανον ὑπὲρ χιόνα, νοητὴν εὐφροσύνην μοι, ἀκουτίσσασα, καὶ ἀγαλλίασιν.

Ἡ πόλις τοῦ Θεοῦ· τὸ τοῦ παμβασιλέως, θεοδόχον εὐαγὲς κειμήλιον σεπτόν, Θεοτόκε Πανάμωμιε, φρούρησον σὴν κληρουχίαν, τὴν ἀεὶ εὐφημοῦσάν σε, καὶ γεραίρουσαν πίστει τὸν τόκον σου.

Μακάριος ἔστιν, ὁ λαὸς Θεοτόκε, ὁ δοξάζων σὲ Θεοῦ, Μητέρα ἀψευδῇ, καὶ ἀεὶ μακαρίζων σε, Ἄχραντε καθὼς προεῖπας, ἱερῶς προφητεύουσα, ὁπηνίκα Χριστὸν ἔνδον ἔφερες.

ᾨδὴ γ΄. Οὐκ ἐν σοφίᾳ.
Σὲ ἡ σοφία, τοῦ Θεοῦ καθαρώτατον σκήνωμα, εὐραμενη ἐκ τῶν σῶν, ἁγνῶν αἱμάτων σεσάρκωται, καὶ μετὰ τὴν κύησιν ἄφθορον ἔδειξεν.

Σὲ ἐν ἡμέρᾳ, τῆς φρικτῆς ἐξετάσεως εὕροιμι, προστασίαν ἀψευδῇ, καὶ ἐν καιρῷ τῆς ἐξόδου μου, ὀξεῖαν ἀντίληψιν Θεογεννήτρια.

Σὲ προστασίαν, Παναγίᾳ παρθένε κεκτήμεθα· μεταποίησον ἡμῶν, εἰς χαρμονὴν τὴν κατήφειαν, καὶ θλίψεως λύτρωσαι γεννώσης θάνατον.

Σὺ Παναγίᾳ, ὑπεράγιον Λόγον κυήσασα, καθαγίασον ἡμῶν, καὶ τὰς ψυχὰς καὶ τὰ σώματα, τῶν μακαριζόντων σε τὴν Παμμακάριστον.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Στακτὴ θεία καὶ κασσία, ἀπό τῶν ἱματίων σου, Παναγίᾳ Κόρη· χάριτες ἁγνείας ἡδύπνοοι, εὐωδιάζουσαι κόλποις τοῦ Γεννήτορος, τὸν καθήμενον, ἐπὶ τοὺς σοὺς κόλπους ἤγαγον.

Ἡ Βασίλισσα παρθένος, ἡ Θεὸν σωματώσασα· ἡ χρυσὴ λυχνίᾳ, λάμψον μετανοίας ἀκτῖνα μοι· ἡ τοῦ ἥλιον νεφέλη φωταγώγησον, τῆς καρδίας μου, τὰ νοητὰ αἰσθητήρια.

Ἡ ἁγία Θεοτόκος, ἣν οἰκῆσαι εὐδόκησεν, ὡς εὐώδη οἶκον, Λόγος τῷ Πατρὶ ὁμοούσιος, οἶκον ὡς δεῖξον Παρθένε θεῖον Πνεύματος, τὸν κραυγάζοντα· Δόξα ἁγνὴ τῇ κυήσει σου.

Ἀπειρόγαμε Μαρίᾳ, τὸ γλυκύτατον ὄνομα· καὶ ὑπὲρ χρυσίον, λίθον τε πολὺ τιμιώτερον· ὁ πολυτίμητος πλοῦτος καὶ ὑπέρτιμον, χρῆμα, σῶσόν με, τὸν ἐπὶ σὲ καταφεύγοντα.

ᾨδὴ ε΄. Ἀσεβεῖς οὐκ ὄψονται.
Ῥυομένῃ φάνηθι ἐμὲ τῶν δυσχερῶν, καὶ πταισμάτων φθοροποιῶν, καὶ παθῶν καὶ θλίψεων καὶ περιστάσεων, τὸν πιστῶς ὑμνοῦντά σε, Θεοτόκε ἁειπάρθενε.

Ἡ τὸν θεῖον ἄνθρακα κυήσασα σαρκί, τῶν παθῶν μου ἡδονῶν, τοὺς φλογώδεις ἄνθρακας δρύσῳ κατάσβεσον, τοῦ ἐλέους Δέσποινα, τῆς ἀφάτου εὐσπλαγχνίας σου.

Τὴν ψυχήν μου φύλαξον ὡς Κόρην ὀφθαλμοῦ, ἐν τῇ σκέπη σου ἀγαθή τῶν πτερύγων Ἄχραντε, καὶ τῶν πνευμάτων μὲ πονηρίας λύτρωσαι, τιμωρίας καὶ κολάσεως.

Ἐν ὅλη καρδίᾳ μου Θεοτόκε Ἀγάθῃ, ἐξομολογεῖσθαι τῷ λυτρωτῇ, τὴν ἐμὴν ἀγάθυνον ψυχὴν ταλαίπωρον, ἐξωϑοῦσα, πώρωσιν, τῆς καρδίας μοῦ Πανάμωμε.

ᾨδὴ ς΄. Ἐβόησε προτυπῶν.
Ἐμφύτευσον, τῇ ψυχῇ μοῦ ὡς ξύλον πολυφόρον, θεῖον φόθον, καὶ καρπὸν ἐνεγκεῖν καταξίωσον, ἀρετῶν ὁ ἔσω, ἐξ ὧν τρέφεται ἄνθρωπος Δέσποινα.

Ἀνάτειλον, μετανοίας ἀκτῖνά μοι Δέσποινα· καὶ τὰ νέφη πονηρῶν λογισμῶν διασκέδασον, ἡλίου νεφέλῃ, τοῦ τῆς δικαιοσύνης Πανάμωμε.

Κατεύνασον, τῶν παθῶν μου τὸν ἄγριον κλύδωνα, καὶ τὴν ζάλην, πονηρῶν ἐννοιῶν ἐξαφάνισον, ἡ βεβαίᾳ πάντων, προστασίᾳ καὶ σκέπη Πανύμνητε.

Ἐπλήθυναν, ὑπὲρ ἄμμον θαλάσσης τὰ πταίσματα, τῆς ψυχῆς μου, καὶ ὡς φόρτος βαρὺς κατατρύχει με· ἀλλὰ σὺ Παρθένε, πρὸ τοῦ τέλους οἰκτείρασα σῶσόν με.

Κάθισμα. Ταχὺ προκατάλαβε.
Ἁγνὴ ἀπειρόγαμε, χριστιανῶν ἡ ἐλπίς· πτωχῶν ἀντιλήπτρια, τῶν θλιβομένων χαρᾷ· Πενθούντων παράκλησις· ῥῦσαι με συσχεθέντα, πειρασμοῖς ἀδοκήτοις· ἴασαι με νοσοῦντα, κατὰ σάρκα καὶ πνεῦμα· πρὸς σὲ γὰρ κατέφυγον μόνη Πανάχραντε.

ᾨδὴ ζ΄. Ὁ διασώσας ἐν πυρί.
Ἁγιωσύνης ἱερόν· ἐλεημοσύνης χωρίον· δικαιοσύνης ἀληθοῦς, ἐνδιαίτημα Δέσποινα δέομαι, δικαιώσασα, σῶσόν με, δωρεάν τὸν δικαιοῦντα, Χριστὸν τεκοῦσα.

Ἔχεις τὸ δύνασθαι Ἁγνή, πάντως ὡς τεκοῦσα Δεσπότην· τῆς Δεσποτείας με διό, ἡδονῶν καὶ παθῶν ἐλευθέρωσον· ἵνα κράζω τῷ τόκῳ σου· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Τὴν ἀποῤῥήτως ἐν γαστρί, καὶ ὑπερφυῶς δεξαμένην, τὸν ἀναλλοίωτον Θεόν, εὐσπλαγχνίᾳ βροτοῖς ὁμιλήσαντα, οἱ πιστοὶ προσκυνήσωμεν, ὡς Μητέρα τοῦ Κυρίου εὐλογημένην.

Ῥῆξον πταισμάτων τὰς σειράς, τῇ σῇ Μητρικῇ παῤῥησίᾳ, τῶν εὐσεβῶς τε καὶ πιστῶς, μελῳδούντων τῷ τόκῳ σου Πάναγνε· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὅ τῶν Πατέρων εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Ὁ Χεῖρας ἐκπετάσας.
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, Παρθένος πέφηνας ἄνθος βλαστήσασα, τὸν παντοδύναμον Κύριον, τὸν ἡμᾶς εὐωδιάσαντα, καὶ τὴν ὀσμήν τὴν ἑαυτοῦ πᾶσι παρέχοντα τοῖς βοῶσι· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ἀνοίγεται πάλιν διά σου, ὁ πρὶν Παράδεισος, καὶ ἐπεισάγεται, ὁ πρὶν κατάκριτος ἄνϑρωπος, καὶ θεοῦται ἀληθέστατα, Θεοχαρίτωτε Ἁγνή, βροτῶν τὸ φύραμα Ἁγνή τῶν βοώντων· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ῥῆξον τὸν κλοιόν μου τὸν βαρύν, τῶν παραπτώσεων, Θεοχαρίτωτε, καὶ τὴν καρδίαν μου σύντριψον· τὴν ψυχήν μου καταλάμπρυνον· καὶ τοῦ νόος μου τὸ σαθρὸν στῆσον καὶ ἄστατον· ἵνα μέλπω, πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Νοσοῦσαν Παρθένε τὴν ἐμήν, ψυχὴν θεράπευσον, καὶ τὸν ἐνόντα μοι, παθῶν ἀπόπλυνον βόρβορον, καὶ τῷ βήματι παράστησον, τοῦ Παντοκράτορος Θεοῦ ὅλον σῳζόμενον· ἵνα μέλπω· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ὁ Εἱρμός.
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε· πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταὶ παῖδες κραυγάζοντες· εὐλογεῖτε πάντα τὰ ἔργα. Κυρίου τὸν Κύριον.

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.
Σύ τὸ ἐγκαλλώπισμα πάντων, τῶν ἐπὶ σοὶ ἐγκαυχωμένων· σὺ ἡ εὐφροσύνη τοῦ κόσμου· καὶ θυμηδίᾳ ἡμῶν τῶν δούλων σου· σὺ γλυκασμὸς καὶ ἔφεσις, τῶν σὲ ὑμνούντων Μητροπάρθενε.

Ὑμνοῦμεν τὴν ἄφατον δόξαν, καὶ τὴν ἀνείκαστον σου χάριν· οὗ γὰρ εἶ πηγὴ τῆς σοφίας· ἐξ ἧς ὁ λόγος πᾶσι προέρχεται, τοῖς σὲ τιμῶσιν Ἄχραντε, καὶ μεγαλύνουσι τὸν τόκον σου.

Ὤφθης Χερουβεὶμ ἀνωτέρα· καὶ οὐρανῶν Ὑψηλοτέρᾳ, Ἄχραντε Παρθένε Μαρίᾳ, βουλῆς μεγάλης Ἄγγελον τέξασα, τὸν τῷ Πατρὶ συνάναρχον, καὶ συναΐδιον τῷ Πνεύματι.

Δέσποινα, ἁγία Παρθένε, σὺ δωρεὰν οἰκτείρησόν με· οὐ γὰρ ἔχω ἄλλην ἐλπίδα, τῆς σωτηρίας δἰ ἧς σωθήσομαι, εἰμὴ τὴν σὴν ἀντίληψιν, καὶ τὴν βοήθειαν καὶ σκέπην σου.

Προσόμοια. Ὁ ἐξ ὑψίστου.
Χαῖρε φωτὸς καθαρώτατον δοχεῖον· Χαῖρε στῦλε πύρινε τὸν νοητὸν Ἰσραήλ, ἔνδον εἰς θείαν κατάπαυσιν, εἰσάγων μόνη· Χαῖρε νεφέλῃ τὸν μέγαν ἥλιον, κόσμῳ διαυγάσασα καὶ πρὸς τὸ ἄδυτον, φῶς τοὺς ἐν σκότει καθεύδοντας, τῆς ἀγνωσίας, μεταβιβάσασα, Θεονύμεὐτε· Χαῖρε Παρθένε· Χαῖρε Πάνσεμνε· Χαῖρε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Χαῖρε φαιδρὸν ἐνδιαίτημα Κυρίου· Χαῖρε θρόνε πάγχρυσε· Χαῖρε λυχνίᾳ χρυσῇ· Χαῖρε κογχύλῃ ἡ βάψασα, ἐκ σῶν αἱμάτων, τῷ βασιλεῖ πορφύραν θεότευκτον· χαίροις πόλις ἔμψυχε· τίμιε στέφανε· καὶ κραταιὸν περιτείχισμα, βασιλευόντων, ἐν εὐσεβείᾳ χαῖρε ἀνίκητον, στρατευομένων θάρσος Πάναγνε· Χαῖρε πύλη Κυρίου Πανύμνητε· ὃν ἱκετεύεις σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Χαῖρε ναὲ πανυπέρτιμε Κυρίου· χαῖρε θεία τράπεζα ἄρτον βαστάσασα· Χαῖρε ἀπότιστος ἄμπελε, τὸν γλυκὺν βότρυν, ἡ ἐκβλαστήσασα χαῖρε ἥδιστον, ἄσμα καὶ ἐντρύφημα τῶν οὐρανίων νοῶν· Χαῖρε τὸ ἄνθος τῆς φύσεως, Παρθενομῆτορ, τὸ ὡραιότατον καὶ πανεύοσμον· Χαῖρε τὸ κρῖνον, τὸ κροκόλευκον, καὶ ἡδύπνοον χαῖρε Παράδεισε, τῆς τρυφῆς τῆς ἀφθάρτου· Χαῖρε κόσμε πολυέραστε.

Ἐξαγορεύω ἁγνὴ σοι Θεοτόκε, τὰ δεινά μου πταίσματα· εἰ γὰρ καὶ κρύψω αὐτά, ἐν τῇ ἡμέρᾳ τῇ κρίσεως, ἀνοιγομένων, τῶν βίβλων πάντως φανερωθήσονται· ὄμματα ἐῤῥύπωσα, βλέπων τὰ ἄτοπα· χεῖρας ἀθέσμως ἐμόλυνα,, ταῖς αἰσχρουργίαις· σῶμα ἠχρείωσα ὁ ταλαίπωρος, καὶ τὴν ψυχήν μου ἐτραυμάτισα, ἁμαρτίαις, ἐλέησον οἴκτειρον· καὶ μερίδος με δεῖξον, σῳζομένων ταῖς πρεσβείαις σου.

 

ΤΗ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΜΗΤΡΟΦΑΝΟΥΣ ΣΜΎΡΝΗΣ.

Οὗ ἡ ακροστιχίς·
Κανών τέταρτος Παρθένῳ Μητροφάνους.

ᾨδὴ α΄. Ἦχὸς δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.
Κυρίως καὶ ἀληθῶς γεγέννηκας, Θεὸν καὶ Κύριον· καὶ Θεοτόκος μόνη ἀληθῶς, καὶ κυρίως ἐκλήθης Ἁγνή· διὸ πιστῶς γεραίρομεν, καὶ κατὰ χρέος σὲ δοξάζομεν.

Ἀστήρ τοῦ Ἰακώβ ἀνέτειλεν, ἐκ σοῦ Πανάχραντε ὁ ἀριθμῶν τὰ πλήθη ὡς Θεός, τῶν ἀστέρων διὸ ταῖς αὐτοῦ, μαρμαρυγαῖς ἀπέλασον, τῆς ἁμαρτίας μου τὴν ζόφωσιν.

Νυμφῶνα τῆς τοῦ Θεοῦ σαρκώσεως, Ἁγνὴ Πανάχραντον, καὶ λογικὸν γινώσκων σε σαφῶς, ἱκετεύω ῥυσθῆναι με, παθῶν σαρκὸς καὶ πνεύματος, καὶ πειρασμῶν καὶ περιστάσεων.

Ὡς κλῖμαξ τῆς πρὸς ἡμᾶς ἀφίξεως, τοῦ Παντοκράτορος· δἰ ἧς Θεὸς κατῆλθεν ἐπὶ γῆς, ἐκ γηίνων παθῶν τῆς σαρκός, πρὸς οὐρανὸν ἀνύψωσον, καὶ πρὸς Θεόν με χειραγωγήσον.

ᾨδὴ γ΄. Οὐκ ἐν σοφίᾳ.
Νάουσα κρήνη, θλιβομένοις παράκλησιν πέφηνας· διὸ Δέσποινα κάᾀμοὶ πρεσβευτικῶν σου ναμάτων ῥοήν, βλύσον καὶ κατάσβεσον παθῶν τὴν κάμινον.

Τραυματισθέντα, λογισμῶν ἐξ ἀτόπων θεράπευσον, ἡ τῆς φύσεως ἡμῶν, ἰασαμένην πληγὴν χαλεπήν· τὸν ταύτης γὰρ τέτοκας πλάστην καὶ Κύριον.

Ἐν τῷ πελάγει, τῶν πολλῶν μου πταισμάτων Πανάμωμε, καὶ παθῶν καὶ πειρασμῶν, κλυδωνιζόμενον τάχει πολλῷ, λιμένι καθόρμισον σῆς ἀντιλήψεως.

Τὸν ὡς ἐν πόκῳ, ὑετὸν θεικόν͵ ἐν τῇ μήτρα σου, δεξαμένην τὴν ἐμὴν φλογιζομένην πυρί τῶν παθῶν, καρδίαν ἐπόμβρησον ταῖς σαῖς δεήσεσιν.

ᾨδὴ δ΄. Ἐπαρθέντα σε.
Ἀπὸ μύρων τοῦ υἱοῦ σοῦ τῶν ἐκβλυζόντων, ὀσμὴν ζωῆς τὰς ἅπασι, μῦρον ἀπαθείας, βλύσον τῇ ψυχή μου Ἁγνή, καὶ πάντα, τὸν βόρβορον τῶν παθῶν αὑτῆς ἐξαφάνισον.

Ῥυπωθέντα με τοῖς σπίλοις τῆς ἁμαρτίας, τῶν πρεσβειῶν σοῦ ῥάντισον ὑσσώπῳ καὶ πλύνον, καὶ τοῦ μολυσμοῦ τῶν παθῶν, καθάρισον Δέσποινα, καὶ δεῖξον Χριστοῦ οἰκητήριον.

Τὴν γραφεῖσάν σε δακτύλῳ τῷ θείῳ βίβλον, ἐσφραγισμένην Πάναγνε λιτάζω δαχτύλοις, γράψον μοι τῶν σῶν πρεσβειῶν, πταισμάτων τὴν ἄφεσιν, καὶ τῶν πειρασμῶν ἀπολύτρωσιν.

Ὁ ἐπ᾽ ἄκρων τῶν ὀρέων ἁγίων πάντων, οἶκος Θεοῦ γενόμενος, ὡς πρὶν ὁ Προφήτης, ἔφησε Χριστοῦ καθαρόν, ἀνάδειξον οἶκον με, Δέσποινα ταῖς σαῖς ἀντιλήψεσιν.

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.
Σὲ δρόσον Ἀερμών, ἐν Σιὼν καταβαίνουσαν, γινώσκων Θεοκυῆτορ, δυσωπῶ κατασβέσαι, τὴν τῶν παθῶν μου κάμινον.

Παράδεισος ζωῆς, Θεοτόκε ὑπάρχουσα, θανάτου τῆς ἁμαρτίας, καὶ παθῶν πολυτρόπων, ἐκλύτρωσαί με τάχιον.

Ἀλάβαστρον Ἁγνή, νοητὸν σὺ ὑπάρχουσα, τοῦ μύρου τοῦ κενωθέντος, ἐπὶ γῆς οὐρανόθεν, κάᾀμὲ νῦν εὐωδίασον.

Ῥεύσαντα πρὸς φθοράν, ἀνεκτήσω τὸν ἄνθρωπον, διὰ τοῦ θείου σου τόκου, καὶ τῆς πρὶν ἀφθαρσίας, Παρθένε κατηξίωσας.

ᾨδὴ ς΄. Θύσω σοι.
Θάλαμος, δεδοξασμένος, ἔνδοξε Δέσποιναι, τοῦ Βασιλέως τῆς δόξης, γεγονὼς ἐδόξασας τοὺς ἀνθρώπους· διὸ δόξης, ἀκηράτου κᾀμὲ καταξίωσον.

Ἑστησας, τὴν φθορὰν νεμομένην τῆς φύσεως, δἰ ἀκραιφνοῦς ἀφθορίας· ἀλλὰ στῆσον Ἄχραντε καὶ παθῶν μου, τοὺς χειμάῤῥους, καὶ σαρκικοῦ φρονήματος ῥύακας.

Νέκρωσον, τὰς ἐμπαθεῖς κινήσεις τοῦ σώματος, καὶ τὴν σκιρτῶσαν μου σάρκα, τῷ νοῖ ὑπόταξον ὥσπερ πῶλον, χαλινοῦσα, τοῖς ἱμᾶσιν Ἁγνὴ σῶν δεήσεων.

Νομίμων, ἀπεκύησας δίχα Πανάμωμε, τὸν ἀληθῆ νομοθέτην· ὃν δυσώπει νόμῳ τῆς ἁμαρτίας, τὴν ψυχήν μου, τροπουμένην οἰκεῖραι καὶ σῶσαί με.

Κάθισμα. Ὁ ὑψωθείς.
Ἡ ἀπὸ γῆς πρὸς οὐρανοὺς τεταμένῃ, ἄυλος κλῖμαξ μυστικῶς προετύπου, τὴν λογικὴν καὶ ἔμψυχον σε κλίμακα· σὺ γάρ τὸ μεσότειχον, τοῦ φραγμοῦ καθελοῦσα, ἥνωσας Πανύμνητε, τὰ τὸ πρὶν διεστῶτα, τὸν οὐρανὸν συνάψασα, τῇ γῇ, καὶ τοὺς βροτοὺς τοῖς Ἀγγέλοις συμμίξασα.

ᾨδὴ ζ΄.Ἐν τῇ καμίνῳ.
Ὡς πυριφόρος, καὶ θεοδόχος οὖσα βάτος Ἁγνή, φλέξον λογισμῶν ἀκάνθας τῶν πονηρῶν, τὴν ψυχήν μου δὲ καταύγασον, καὶ τὴν διάνοιαν, καὶ τῶν παθῶν τὴν ἄβυσσον ξήρανον.

Μεγαλωσύνην ἐκ τοῦ αἰῶνος μόνη καὶ θεϊκήν, δόξαν σὺ προδήλως εὗρες ἐπὶ τῆς γῆς, οὐρανὸς φανεῖσα, δεύτερος· σὺ οὖν κατάργησον, τοὺς μεγαλαύχους ἐχθρούς μου δαίμονας.

Ἡ θεία κρήνῃ, τῆς εὐσπλαγχνίας καὶ ἀγαθότητος, βλύσον δαψιλῶς μοι πλοῦτον σῶν οἱκιρμῶν, καὶ τὸν ῥύπον τῶν πταισμάτων μου, ἐναπολύνασα, τὴν τῆς σαρκὸς κατάσβεσον πύρωσιν.

Τὸν ἐκ Θεοῦ μοι, χορηγηθέντα πλοῦτον Πνευματικόν, πρώην τῶν ἀσώτως πάντα ταῖς ἡδοναῖς, κατηνάλωσα τοῦ σώματος· ἀλλ᾽ ὡς τὸν ἄσωτον, ταῖς σαῖς λιταῖς Παρϑένε δικαίωσον.

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας.
Ῥῆξον τῶν πταισμάτων μου σειράς, καὶ τὰς τοῦ σώματος, ὁρμᾷς ἀνάστειλον· τῆς πονηρίας δὲ σύγκοψον, ἐνθυμήσεις καὶ καθάρισον, ἐκ τῶν κρυφίων λογισμῶν, τάχει τὸν δοῦλον σοῦ Θεοτόκε πάντων προστάτις πιστῶν καὶ ἀντίληψις.

Ὄρος τοῦ Θεοῦ τὸ ἐμφανές, καὶ ἀλατόμητον, καὶ πῖον Ἄχραντε, δασὺ καὶ σύσκιον σκέπασον, πυκασμῷ σῶν δεήσεων· καὶ ἐκ παγίδος θηρευτῶν, ῥῦσαι καὶ φύλαξον ἀπὸ βέλους, δαιμονιώδους αἰσχρῶν ἐνθυμήσεων.

Φόβον με τὸν θεῖον συλλαβεῖν, καὶ Πνεῦμα Δέσποινα, τῆς κατανύξεως, ἐν τοῖς ἐγκάτοις μου ποίησον, καὶ τεκεῖν βίον ἐνάρετον, καὶ φοβερὸν τοῖς πονηροῖς, δαίμοσιν Ἄχραντε καὶ τῆς θείας, δεῖξον Ἀγγέλων χορείας συνόμιλον.

Ἄνοιξόν μου πύλη τῆς ζωῆς τὰς θύρας τάχιον τὰς τῆς ἐλπίδος μου, καὶ καθοδήγησον Ἄχραντε, πρὸς ζωήν τὴν ἀτελεύτητον, καὶ βασιλείαις οὐρανῶν, δεῖξον τὸν δοῦλον σου κληρονόμον, θείας τε δόξης ἁγίων συμμέτοχον.

Ὁ Εἱρμός.
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα ἐν λάκῳ ἔφραξε· πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταὶ παῖδες κραυγάζοντες· εὐλογεῖτε πάντα.

ᾨδὴ θ΄. Εὔα μὲν τῷ τῆς παρακοῆς.
Νεῦσον ταῖς δεήσεσιν Ἁγνή τοῦ δούλου σου, καὶ συντόμως προκατάλαβε, καὶ τῶν λυπούντων καὶ κακούντων, ἐχθρῶν τῶν ἀοράτων με λύτρωσαι, καὶ σῶσον ἐξ ἀναγκῶν καὶ τῶν θλίψεων, καὶ πολυτρόπων περιστάσεων.

Ὅλον με πληγαῖς ἁμαρτιῶν ὑπάρχοντα, τραυματίαν καὶ κατώδυνον, ἴασαι Πάναγνε Παρθένε καὶ ῥῦσαι πονηρῶν ἐνθυμήσεων, ἡ Λόγον τὸν παντοδύναμον τέξασα, τὸν ἀγαθὸν τε καὶ φιλάνθρωπον.

Ὑπὲρ τοῦ πεσόντος πρὶν Ἀδὰμ εἰς θάνατον, τῷ θανάτῳ προσωμίλησεν, ὁ τῆς ζωῆς καὶ τοῦ θανάτου δεσπόζων σὸς υἱὸς Ὑπεράγαθε· διὸ με τῆς τῶν παθῶν παραπτώσεως, ταῖς σαῖς πρεσβείαις ἐξανάστησον.

Σῶσον Θεοτόκε τὸν εἰς σὲ προστρέχοντα, ἐκ κινδύνων καὶ συμπτώσεως, τῆς ἁμαρτίας καὶ τῆς ζάλης, τῶν σαρκικῶν παθῶν καὶ τοῦ κλύδωνος· καὶ βίου τῶν δυσχερῶν καὶ τῶν θλίψεων, καὶ τῆς μελλούσης κατακρίσεως.

Προσόμοια. Ἔδωκας σημείωσιν.
Χαῖρε καθαρώτατον, τοῦ βασιλέως παλάτιο· Χαῖρε νύμφη ἀκήρατε· Χαῖρε βάτε ἄφλεκτε· Χαῖρε θεία, σκέπη πάντων προστασία· Χαῖρε ἀμόλυντε σκηνή· Χαῖρε Κυρία πάσης τῆς κτίσεως· χρυσοῦν θυμιατήριον· Χαῖρε πανθαύμαστε Δέσποινα· Χαῖρε θεῖε παράδεισε, ζωῆς ξύλον βλαστήσασα.

Χαῖρε τιμιώτατον καὶ χρυσαυγὲς ἐνδιαίτημα τοῦ ὑψίστου Πανύμνητε, καὶ Μήτηρ ἀνύμφευτε· Χαῖρε θεῖον τεῖχος, ἀπείρανδε Κόρη· Χαῖρε λυχνίας φωτεινή· παντὸς τοῦ κόσμου χαῖρε ἐξίλασμα· τὸ ἄνθος τὸ τῆς πίστεως· Χαῖρε τυράννων θρασύτητα, τῇ ἀμάχῳ δυνάμει σοῦ, εὐσθενῶς καταράσουσα.

Χαῖρε ἡ Πανάμωμος, ἀμνὰς Χριστοῦ ἀρχιποίμενος· Χαῖρε κρήνῃ ἀένναε, ἀμβροσίας ῥέουσα, νεκταρῶδες κρᾶμα· Χαῖρε μυροθήκῃ, τοῦ νοητοῦ μύρου χρυσῇ, τὴν δυσωδίαν εὐωδιάζουσα, παθῶν χαῖρε ἀπείρανδρε, Ἀγγέλων τίμιον ἄγαλμα· καὶ βροτῶν ἐγκαλλώπισμα, τῶν πιστῶς δοξαζόντων σε.

Πᾶσαν τὴν ἐλπίδα μου, ὁ δυστυχὴς καὶ πανάθλιος, ἐπὶ σὲ ἀνατίθημι, Πανάχραντε Δέσποινα, ὁλοψύχῳ νεύσει· μὴ με ἀποῤῥίψῃς, ἀπὸ προσώπου σου Ἁγνή, μηδὲ βδελύξῃ με τὸν ἀνάξιον· μὴ σπλάγχνα σου φιλάνθρωπα, κλείσῃς μοι Μήτηρ φιλάγαθε· ὅτι ἄλλην οὐ κέκτημαι, προστασίαν ὁ δοῦλος σου.

 

ΤΗ ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΘΕΟΦΑΝΟΥΣ ΤΟΥ ΝΙΚΑΙΑΣ ΚΑΙΓΡΑΠΤΟΥ.

Ἔχων ἀχροστιχίδα ταύτην.
Αἴνων ἀπαρχάς εἰσάγω σοι Κυρίᾳ. Θεοφάνης.

ᾨδὴ α΄. Ἠχὸς δ΄. Ἀνοίξω τὸ στόμα μου.
Αἰσθήσεων Δέσποινα, διπλῆν πεντάδα, συνέτισον· δεκάχορδον ὄργανον δεῖξον σῇ χάριτι, τὴν ὑπέρχρονον, σοφίαν ἡ τεκοῦσα· ἁρμόνιον ὅπως σοι ἄσω μελῴδημα.

Ἰσχύϊ Πανάμωμε, βουλῆς μεγάλης ὁ Ἄγγελος· ὁ πάντα στησάμενος, ἐκ τοῦ μὴ ὄντος τὸ πρίν, ἐπεδίμησεν, ἐκ σοῦ δἰ εὐσπλαγχνίαν, καὶ σχίσας τὸν κώδικα, λύσιν δεδώρηται.

Νεφέλην σε ἔμψυχον, τοῦ Πατρικοῦ ἀπαυγάσματος, γινώσκομεν Δέσποινα, ἀνατολήν τοῦ φωτός, τοῦ φωτίσαντος, ἡμῶν τὴν ἀκοσμίαν, καὶ πάντας ἑλκύσαντος πρὸς τὰ οὐράνια.

Ὡράθης ἀσύγκριτος, κόσμος τῶν ἄνω δυνάμεων, καὶ πάσης τῆς κτίσεως, Θεογεννῆτορ Ἁγνή, τῇ θεώσασα, τὴν φύσιν τῶν ἀνθρώπων, καὶ ᾄδην νεκρώσασα, μόνῃ τῷ τόκῳ σου.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Νενίκηνται φύσεως οἱ ὅροι, καὶ λέλυνται νόμοι φυσικοί, τῇ ὑπὲρ νοῦν λοχείᾳ, σου, Παρθενομῆτορ Ἄχραντε· ἐκ σοῦ γὰρ ὁ ἀνείδεος, σαρκὸς τὸ εἶναι προσείληφεν.

Ἀμίαντον κλίνην Σολομῶν σε, κατεῖδεν ἑξήκοντα, σοφοῖς, πυργυρουμένην Δέσποινα, ἐν ἐκ ἡ Θεός τὸ πρόσλημμα, ἀνακλιθεὶς προσέλαβε, καὶ τοῖς βοοτοῖς προσωμίλησεν.

Πορφύραν ἁγνῶν σοῦ ἐξ αἱμάτων, ὁ λόγος φορέσας τὸν Θεοῦ, δίχα τροπῆς καὶ φύρσεως, καὶ τοῦ Ἀδὰμ τὴν γύμνωσιν, καλύψας περιέβαλε, τὴν θεϊκὴν ὡραιότητα.

Ἀστέκτου Θεότητος χωρίον, καὶ πόλις ἡ ἔμψυχος Θεοῦ, σὺ ὤφθης Παναμώμητε, ἐν ἥ μεγάλα εἴργασται, τῆς ἀποῤῥήτου γνώσεως, ἃ ἐξ αἰῶνος οὐκ ἤκουσται.

ᾨδὴ δ΄. Ὁ καθήμενος.
Ῥεῖθρον ζῶν ἀθανασίας, οἷα κρήνῃ πηγάσασσα, τὸ τῆς εὐσπλαγχνίας, νέκταρ τὸ γλυκὺ καὶ χρυσόῤῥειθρον, τοὺς φλεγομένους ἐν δίψει ἡ δροσίζουσα· ὁ Παράδεισος, ὄντως ὁ πάντερπνος Δέσποινα.

Χρυσαυγίζουσαν λυχνίαν, ἑπταφώτοις χαρίσμασι, σὲ ἐκ παντὸς γένους, ἥλιος Χριστὸς ἐξελέξατο, καὶ κατελθών τῶν ἀδύτων ἐνυμφεύσασο, ἀπειράνδρως τὴν σάρκα βροτῶν εἰς ἀνάπλασιν.

Συνοχέα ἀποτίκτεις, τοῦ παντὸς τὸν συνάψαντα, εἰς ταὐτὸ τὰ ἄκρα, καὶ τὰ διεστῶτα ἑνώσαντα· δἰ ἧς τὰ ἄνω τοῖς κάτω συγχορεύουσι, καὶ δοξάζουσι πάντα ὡς πρόξενον Δέσποινα.

Ἐργαστήριον τῶν δύω, τῆς ἑνώσεως φύσεων, σὺ ὑπῆρξας Κόρη, ὑπὲρ νοῦν καὶ λόγον καὶ ἔννοιαν, ἐξ ἧς ὁ πάντων Δεσπότης ἐξυφάνατο, οὗ τροπῇ ἀλλ᾽ ἑνώσει φορέσας τὴν σάρκωσιν.

ᾨδὴ ε΄. ἐξέστη τὰ σύμπαντα.
Ἰσχύς μου καὶ ὕμνησις, ὑπάρχεις Παναμώμητε· ἔρεισμα στεῤῥὸν τῆς ἀληθείας· τῆς εὐκλυρίας ἡ ἐπανάκλησις· ἐν ἡ ἀνατίθημι σεμνῇ, πᾶσαν τὴν ἐλπίδα μου, καὶ ζωῆς τὴν ἀπόλαυσιν.

Σεμνῇ χαριτόπλοκος, σὺ εἶ φύσιν τὴν ἄστεκτον, κρύψασα Θεότητος ἐν μήτρα, ἀναλλοιώτως ἐν ὑποστάσει μιᾷ· δἰ ἧς σαρκοφόρος ὁ Θεός, πᾶσιν ἀναδέδεικται, καὶ βροτὸς ὑπερούσιος.

Γλυκεῖα σὺ θάλασσα, ἀλλ᾽ ὅμως ἀδιάβατος, ἄρδην ἡ βυθίσασα τριστάτας, καὶ ἀναβάτας σὺν νοητῷ Φαραώ· καὶ σώσασα νέον Ἰσραήλ, πόλιν εἰς οὐράνιον, καὶ λιμένα, γαλήνιον.

Ὠραίως ὑπέρκεισαι, καὶ θαυμαστῶς ἐν κάλλεσι, νύμφη ἀσματίζουσά σοι κράζει· δἰ ἧς φοιτήσας, ὁ ἐραστής τῶν καλῶν, εὐγένισε Δέσποινα βροτῶν, φύσιν καὶ διέσωσεν, ἐκ χειρός τοῦ ἀλάστορος.

ᾨδὴ ς΄. Τὴν θείαν ταύτην.
Σοφίαν λόγον κηρύττομεν, υἱὸν τὸν τοῦ Πατρὸς προαιώνιον, ἐπισκηνώσαντα οὐσιωδῶς ἐν τῇ μῆρα σου, καὶ τῇ ἀρίστη πλάσει ἡμᾶς θεώσαντα.

Ὁ στήσας ὄρη τῷ νεύματι, σὲ ὄρος νοητὸν καθυπέδειξε, Θεοχαρίτωτε, ταῖς ἀρεταῖς ὃν κατάσκιον· ἐξ οὗ αὐτὸς τὴν σάρκα κατελαξεύσατο.

Ἰῷ δηχθεῖσα τοῦ ὄφεως, τὸ γένος ἡ Προμήτωρ διώλεσεν, ἐκ, σῆς δὲ Πάναγνε, ἀνερμηνεύτου κυήσεως, θεοῦται πᾶσα φύσις τρόπῳ βελτίονι.

Κηρύττω βλέπων τὰ θαύματα, τὰ πέρα νοῦ καὶ γνώσεως Πάναγνε· πῶς ὁ ἀχώρητος, ἐν σοὶ ἀῤῥεύστως κεχώρηται! πῶς χρηματίζει κτίσμα, ὁ Κτίστης Δέσποινα.

Κάθισμα. Ταχὺ προκατάλαβε.
Ἐχθροῖς παρατάχϑητι πολεμοῦσιν ἡμῖν· δεινῶς γὰρ ἐπέβησαν, τῇ κληρουχίᾳ τῇ σῇ· Μαρίᾳ Παντάνασσα, ὄλεσον αὐτοχείρως, τῶν βαρβάρων τὰ θράση· γνώτωσαν τὴν ἰσχύν σου, φιλοπόλεμα ἔθνη· τῷ θείῳ σου νεύματι πάντας ἀφάνισον.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ὑπερίπταται, τὸ ξένον τῆς λοχείας σου, πᾶσαν διάνοιαν· σωματικῶς γὰρ γράφεις ὁ φύσει ἀπρόσιτος καὶ ἀπερίγραπτος, καθυπέγραψε, βίβλῳ ζωῆς τοὺς δούλους σου, Παναγίᾳ Θεοτόκε.

Ῥητορεύσεις, προφητόφθεγκτοι πεπλήρωνται, ἐν σοὶ Θεόνυμφε· τὸν γὰρ κοσμήτορα σύ, τοῦ κόσμου γεννήσασα, πάντας ἐκόσμησα, καὶ ἐφώτισας, εὐλογημένῃ Πάναγνε, τῶν βροτῶν ἡ σωτηρίᾳ.

Ἰσοδύναμον, Πατρὶ τε καὶ τῷ Πνεύματι λόγον ἐκύησας, τὸν ἐν δυσὶν ἀγαθή, οὐσίαις ὑπάρξαντα, μίαν ὑπόστασιν· Ὑπερύμνητε, εὐλογημένῃ Δέσποινα τῶν βροτῶν ἡ σωτηρίᾳ.

Ἀθεώρητον, βυθὸν κατανοοῦμεν σε, καὶ ὕψος ἄῤῥητον, Παρθενομῆτορ βροτῶν, τὴν φύσιν ὑψώσασα, τῷ θείῳ τόκῳ σου· ὑπερύμνητε, εὐλογημένῃ Δέσποινα, τῶν βροτῶν ἡ σωτηρίᾳ.

ᾨδὴ η΄. Παῖδες εὐαγεῖς ἐν τῇ καμίνῳ.
Θεῖος θησαυρὸς πάσης ἁγνείας· καὶ σκνήνωμια, παρθενίας θεοχάρακτον, ὤφθης Θεονύμφευτε· κρῖνον εὐωδέστατον, τοῦ φυτουργοῦ τῆς Κτίσεως καὶ θεῖον τέμενος· διό σε τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπεριψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ἔφερες τὸ πῦρ ὥσπερ ἡ βάτος, ἐν μήτρᾳ ἀφλέκτως τῆς Θεότητος, λύουσα, Πανάμωμε, Εὐὰς ἀπότισιν, καὶ ὀφειλὴν Πανύμνητε τῷ θείῳ τόκῳ σου· διὸ σε τὴν Παρθένον ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὅλον με ἀνείληφεν ἀῤῥεύστως, ἀτρέπτως καὶ ἀσυγχύτως καθ᾽ ὑπόστασιν, λόγος ὁ παντέλειος, ὅλον με ἐθέωσε, τῇ συναφείᾳ Δέσποινα ὅλως τῇ κρείττονι· διὸ σε τὴν Παρθένον ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Φύσεως φοιτήσας ὁ τεχνίτης, ἐξ ὄρους τῆς ἀνυμφεύτου Θεομήτορος, βρέφος ὑπομάζιον, χερσὶ καθορᾶται νῦν, ταῖς μητρικαῖς φερόμενον, καὶ πάντας ἤγειρε, Μητέρα τὴν αὑτοῦ ἀνυμνῆσαι, καὶ δοξολογῆσαι ὡς μόνην Θεοτόκον.

Ὁ Εἱρμός.
Παῖδες εὐαγεῖς ἐν τῇ καμίνῳ…

ᾨδὴ θ΄ . Ἅπας γηγενής.
Ἄρμα φωτεινόν, τοῦ λόγου ὑπάρχουσα· ἄρμα πυρίμορφον· ἅρμα πολυώνυμον, ἀΰλων θρόνων ἄρμα ἀσύγκριτον, τοῦ θεϊκοῦ στηρίγματος ἄρμα, χρυσόπλοχον, τοῦ υἱοῦ σου, ἄρμα με ἀνάδειξον, ἀπαθείᾳ, νόος Θεονύμφευτε.

Νέον οὐρανόν, ὁ πάντων ἐπέκεινα σὲ κατεσκεύασεν, οὐρανῶν ἀνώτερον, καὶ πάσας πόλου δυνάμεις ἔλαθε, καὶ κατελθὼν ἐνῴκησεν ὅλος ἐν μήτρα σου, ἀποῤῥήτως μὴ ἐκστὰς Θεόνυμφε, τῆς πατρῴας μονῆς ἤ τῆς οὐτεως.

Ἥλιος φαιδρός, ἐφίλησε Δέσποινα σοῦ τὸ ἀμόλυντον, κατενυμφεύσατο, ἀῤῥήτῳ λόγῳ εἰς ἀναζώωσιν, τῆς τεθνηκυίας φύσεως· ὅθεν ἐκ πόθου σε, εὐφυμούμεν πίστει καὶ γεραίρομεν, θεϊκῆς ὡς αἰτίαν μεθέξεως.

Στῆσον τῶν παθῶν, τὸν σάλον Πανάμωμε ἐκ τῆς καρδίας μου· παῦσον τὰ σκιρτήμματα, τὰ τῆς σαρκός μου· τὸν νοῦν έδραίωσον, πρὸς θεωρίαν ἄυλον, καὶ λογισμῶν τὰς ὁρμάς, τὰς ἀτάκτους τρέψον πρὸς ἀπάθειαν, καὶ μελλούσης ζωῆς καταξίωσον.

Προσόμοια. Ὡς γενγαῖον ἐν Μάρτυσι.
Χαῖρε θείων δυνάμεων, ἀγαλλίαμα Δέσποινα· Χαῖρε Ἀποστόλων τὸ σεμνολόγημα· Χαῖρε Μαρτύρων στεφάνωμα· Ὁσίων τὸ καύχημα, Ἀσκητῶν Ἱεραρχῶν, Προφητῶν περιήχημα· ἀνωτέρᾳ τε ποιημάτων ἁπάντων Θεοτόκε· καὶ Ἀγγέλων καὶ ἀνθρώπων, τὸ περιβόητον ἄκουσμα.

Χαῖρε σκήνωμα ἅγιον, τοῦ Δεσπότου τῆς κτίσεως· Χαῖρε Θεοτόκε Χαῖρε Πανάσπιλε Χαῖρε λυχνίᾳ ὁλόφωτε· Χαῖρε πόλις ἔμψυχε· Χαῖρε γέφυρα θνητούς, πρὸς ζωὴν ἡ μετάγουσα· Χαῖρε ἄμωμε, Παναγίᾳ Παρθένε· Χαῖρε μόνη τὰ ἐπίγεια, τοῖς ἄνω, τῇ σῇ κυήσει ἑνώσασα.

Χαῖρε πύλη χρυσήλατε· χαῖρε θρόνε πυρίμορφε· Χαῖρε ἀγλαόχρυσε θεία τράπεζα· Χαῖρε χρυσόπλοκε θάλαμε· χλαμὺς ἀλουῤγόχροε· Χαῖρε ἄρμα φωτεινόν· Χαῖρε σκήνωμα ἔνδοξον· Χαῖρε τέμενος, ἀστραπόμορφον χαῖρε τῆς ψυχῆς μου ἡ εὐπρέπεια καὶ κάλλος Παρθενομῆτορ θεόνυμφε.

Μυριάκις Πανάμωμε, ὑπεσχόμην μετάνοιαν, τῶν ἐμῶν ποιήσασϑαι, παραπτώσεων· ἀλλ᾿ οὐκ ἐᾷ με ἡ φαύλη μοῦ, τῶν κακῶν συνήθεια· διὰ τοῦτο σοι βοῶ, καὶ προσπίπτω σὺν δάκρυσι, καὶ σοῦ δέομαι ἐξελοῦ μὲ τοιαύτης τυραννίδος, ὁδηγοῦσα πρὸς τὰ κρείττω, καὶ σωτηρίας ἐχόμενα.

 

ΤΗ ΤΕΤΑΡΤΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΗΛΙΟΥ ΚΡΗΤΗΣ ΤΟΥ ΕΚΔΙΚΟΥ.

Ἔχων ἀκροστιχίδα,
Ἤλιοὐ παράκλησις τῇ Θεοτόκῳ.

ᾨδὴ α΄. Ἦχὸς δ΄. Θαλάσσης͵ τὸ ἐρυθραῖον.
Ἡ μόνη ἐν πειρασμοῖς καὶ θλίψεσιν, ὑπερασπίζουσα, τῶν ὑπὸ σκέπην Πάναγνε τὴν σήν, προσφευγόντων θερμότατα, δέχου ὡς ὑπεράγαθος, τὴν ἐκ καρδίας μου παράκλησιν.

Λιμένα ἐφευρηκὼς σε ἄκλυστον, ὁ ἀσυνείδητος, τὰς τῶν κινδύνων τὸν τε καὶ ἀναγκῶν, προσβολὰς ἀποκρούομαι, καὶ εὐχαρίστως, ᾄδω σοι, τὴν ὑμνῳδίαν Ἀειπάρθενε.

Ἰλέῳ καὶ εὐμενεῖ σου ὄμματι, Θεογεννήτρια, ἐν περιστάσει καὶ ἐν συμφορᾷ συσχεθέντα ὁρῶσα με, τάχιον ἐλευθέρωσον· σε γὰρ αἰτοῦμαι βοηθῆσαί μοι.

Ἡ Εὔα τῆς καταδίκης σέσωσται, καὶ ὁ Ἀδάμ, διά σου· μεθ᾽ ὧν κᾀγώ, προσπίπτω σοὶ Ἀνγῆ· τὰ τῆς λύπης μου δάκρυα, νῦν εἰς χαρὰν μετάβαλε, καὶ τῶν κινδύνων ἐλευθέρωσον.

ᾨδὴ γ΄. Τόξον δυνατῶν.
Ὅπλον ἀῤῥαγὲς καὶ τεῖχος σε, κεκτημένος τρέπω τῶν ἐναντίων τὰς φάλαγγας· καὶ ὑμνῶ σου τὰ μεγαλεῖα Θεοτόκε ἀπειρόγαμε.

Ὕλην σκεδαννύεις θλίψεων, καὶ κατασβενύεις τῆς ἀπογνώσεως ἔκκαυμα· τίς γὰρ ἄλλος ὡς σὺ Παρθένε, πλὴν Κυρίου Παντοδύναμος;

Πρόσχες τῇ κραυγῇ τοῦ δούλου σου, τῆς σῆς δεομένου ἐπικουρίας Μητρόθεε· ἡ ἐλπίς μου εἰσάκουσόν μου, καὶ κατάσπευσον τοῦ σῶσαί με.

Νεῦσον Ἀγάθῃ σωθῆναι με τὸν γὰρ θείῳ νεύματι τὸ πᾶν περιάγοντα, ἐσωμᾶτωσας Θεὸν Λόγον, ὑπὲρ λόγον καὶ διάνοιαν.

ᾨδὴ δ΄. Ἐπαρθέντα σέ.
Ἀναιροῦσα τοὺς ἐχθραίνοντας μοι ματαίως, ὡς τὴν ψυχήν μου σπεύδοντας δεινῶς συλλαβέσθαι, φύλαξον με Δέσποινα, ἐν σοὶ ἀνεπίβουλον· ἵνα γηθοσύνως δοξάζω σε.

Ῥυομένη με ἐκ γλώσσης δολιολάλου, ἡ Ἀγάθῃ προστάτις μου ἀπρόσκοπον δεῖξον, ταῖς τοῦ βίου πράξεσι πολλὰ γὰρ καὶ δύνασαι, ὡς τοῦ Κτίστου Μήτηρ ὑπάρχουσα.

Ἀκεσώδυνον γινώσκω σε ἰατρεῖον, ὁ ἀσθενὴς τῷ πνεύματι καὶ σώματι κράζω· ἴασαι με Δέσποινα ἐλέησον σῶσόν με, σοὶ τὸν προσφυγόντα οἰκέτην σου.

Ὡς ἐγκώμιον Ἀγγέλων καὶ τῶν ἀνθρώπων, σὲ ἀνυμνοῦμεν ἅπαντες Παρθένε Μαρία, καὶ πιστῶς δεόμεθα· ἱκέτευε Δέσποινα, ὅπως συμφορᾶς λυτρωθείημεν.

ᾨδὴ ε΄. Σὺ Κύριέ μου φῶς.
Κατεύθυνον ἁγνή, τὴν εὐχὴν τοῦ οἰκέτου σου, πρὸς Κύριον τὸν υἱόν σου· ἴνά εὕρω τὴν λύσιν τῶν πολλῶν παραπτώσεων.

Λύτρωσαί με παθῶν, καὶ κινδύνων Θεόνυμφε· σὲ ἔθετο ὁ Θεὸς γάρ, πρὸς αὐτὸν μεσιτείαν, τῆς ἐμῆς ταπεινώσεως.

Ἡ σκέπη μου σὺ εἰ, ἡ χαρὰ καὶ ἡ καύχησις, ὧ Δέσποινα, Θεοτόκε· παρορᾷς γὰρ οὐδόλως, τοὺς εἰς σὲ καταφεύγοντας.

Νῦν αἴτησαι ἡμῖν, τῶν πταισμάτων τὴν ἄφεσιν, καὶ λύτρωσαι τῶν κινδύνων, καὶ παθῶν ἀκαθάρτων, πρεσβείαις σου Πανύμνητε.

ᾨδὴ ς΄. Θύσω σοι.
Σθένος μοι, αὐτὴ ὑπάρχεις ἄχραντε Δέσποινα, ἐν ταῖς εὑρούσαις μὲ σφόδρα, ἀδοκήτοις θλίψεσι καὶ βοῷ σοι· ὡς μεγάλῃ, ἡ παναλκῆ σου σκέπη τῷ δούλῳ σου.

Ἴασαι τά τῆς ψυχῆς μου τραύματα ἄχραντε· ἀντιλαβοῦ μου Παρθένε, καὶ ἐκλύτρωσαί με συκοφαντίας, ἐπηρείας, συστροφῆς τε ἀδίκου τὸν δοῦλον σου.

Σύντριψον, τοὺς κατ᾽ ἐμοῦ ἀεὶ τοῦ οἰκέτου σου, βουλευομένους ἀδίκως, καὶ μὴ καταλίπης με ἀπωλέσθαι· ὅτι πάντα, δυνατὰ σοι ὡς Θεομήτορι.

Κοίμισον, τῆς ψυχῆς μου τὸν ἄγριον κλύδωνα· ὅτι μοι πλῆθος πταισμάτων, πειρασμὸν καὶ θλίψεων τῷ σῷ δούλῳ, ἐπανέστη· ἀλλ᾽ αὐτὴ με διάσωσον Δέσποινα.

Κάθισμα. Ταχὺ προκατάλαβε.
Ὑμνοῦμεν σε Θεόνυμφε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, δοξάζοντες τὸν τόκον σου τὸν ἀκατάληπτον· δἰ’ οὗ ἐλυτρώθημεν, πλάνης τοῦ διαβόλου, καὶ παντοίων κινδύνων, Δέσποινα Θεοτόκε καὶ πιστῶς ἐκβοῷμεν· ἐλέησον τὴν Ποίμνην σου Κόρη Πανύμνητε.

ᾨδὴ ζ΄. Ὁ διασώσας.
Τοὺς ἐκ τῆς ἄγαρ δυσμενεῖς, τάχιον ὀλλύουσα, ξίφει, τῶν προσευχῶν σου Μαριαμ, τὸν λαὸν καὶ τὴν ποίμνην σοῦ φύλαττε, τῷ Υἱῷ σου κραυγάζοντα· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

Ἡ κιβωτὸς ἡ νοητῇ, δέξαι με πρὸς σὲ πεφευγότα· μὴ καταλάβῃ με ἐχθρός, ἀνελεῖν ἐκδιώκων με ψάλλοντα, τῷ Υἱῷ σοῦ Μητρόθεε· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ

Θεοκυῆτορ Μαριάμ, πρόφθασον τὸν δοῦλον σου τάχος, ἐν τρικυμίαις πειρασμῶν, κινδυνεύοντα καὶ ἀπορούμενον, βοηθείας κράζοντα· ἡ ἐλπὶς ἀπηλπισμένων ἐλέησόν με.

Τοὺς ἀνθρωπίνους πειρασμούς, ὡς ἁμαρτημάτων αἰτίους νῦν Θεοτόκε ἀγαθή, διασκέδασον θείαις πρεσβείαις σου, καὶ τοὺς δούλους σοῦ λύτρωσαι, ἐνοχῆς τῆς τῶν πταισμάτων καὶ πάσης βλάβης.

ᾨδὴ ἡ’. Λυτρωτὰ τοῦ παντός.
Ἐπανέστη ἡμῖν ἔθνος ἄνομον, ἐγκαυχώμενον θραῦσαι τοὺς λάτρας σου· ὁ διελοῦσα, Ἄχραντε τοὺς κραυγάζοντας σκέπε· πάντας τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Ὅτι σύ μου ἰσχὺς καὶ βοήθεια, οὐ πτοοῦμαι ἐχθρῶν προσοχθίσματα· ἄλλ᾽ ἀνυμνῶ σε Δέσποινα, καὶ βοῶ τῷ Υἱῷ σου· πάντα, τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Τῇ δεήσει μοῦ νῦν παρακλήθητι, καὶ χαρὰν ἀντὶ λύπης μοι δώρησαι· ἵνα ὑμνῶ σε Δέσποινα, καὶ βοῷ τῷ Υἱῷ σου πάντα, τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Οἱ πολλοί σου ἡμᾶς διασῴζουσιν, οἰκτιρμοὶ Παναγίᾳ, Μητρόθεε· ἁμαρτημάτων κρίσεως, καὶ ποικίλων κινδύνων, σὺ γὰρ τεκοῦσα, τὸν Θεὸν ἐλεεῖς κόσμον ἅπαντα.

Ὁ Εἱρμός.
Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς ευσεβήσαντας, συγκαταβάς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν, πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

ᾨδὴ θ΄, Εὔα μὲν τῷ.
Ὅπλα μὲν ἡμῖν ἐξακονῶν βούλεται ὁ ἀλάστωρ ἄραψ ἄνομα· σὺ δε Παρθένε Θεοτόκε, τῷ κράτει τοῦ Σταυροῦ καὶ πρεσβείαις σου, ὁπλίζεις κατ᾽ αὐτοῦ τοὺς οἰκέτας σου· ὅθεν κηρύττομεν τὴν δόξαν σου.

Κράτος μὲν μοι σὺ τὸ κατ’ ἐχθρῶν δεδῶρισαι, καὶ λυτροῦσαι τῶν κινδύνων με τί δὲ ἐγὼ σοι προσενέγκω, ὄντως ἐπαπορῶ· ὅμως Δέσποινα, ὁ ἔχων εὐχαριστίαν προσφέρω σοι· πρόσδεξαι ταύτην οὖν καὶ σῶσόν με.

Ὧ Μῆτερ τοῦ πάντων ποιητοῦ ὁλόφωτε λυπουμένων παραμύθιον· κινδυνευόντων προστασίᾳ· καὶ καταπονουμένων ἀντίληψις ταχεῖα τῶν ἀσθενούντων ἐπίσκεψις· μέχρι ζωῆς μου τέλους φύλαττε.

Στενούμενον πταίσμασι πολλοῖς Πανύμνητε, καὶ κινδύνοις μὴ παρίδῃς με· νῦν σοι αἰνέσεως θυσίαν, προσάγω ἐκτενῶς ἀνακράζων σοι· ἁγία, Θεοτόκε βοήθει μοι· σὲ γὰρ δοξάζων τὴν ᾠδὴν ἐκπληρῶ.

Προσόμοια. Ἔδωκας σημείωσιν.
Χαῖρε τὸ ἡδύπνοον, ῥόδον ἡ μόνη βλαστήσασα. Χαῖρε κάλλος πολύευκτον· Χαῖρε Ἀπειρόγαμε· Χαῖρε σκεῦος θεῖον, πολυτίμου μύρου· χαῖρε δἰ ᾖς πρὸς οὐρανὸν οἱ πρὶν τεθνήξαντες ἀνηνέχθημεν εἰς χάος ὀλισθήσαντες, τῇ κακουργίᾳ τοῦ ὄφεως· τῶν πιστῶν φυλακτήριον, ἀῤῥαγὲς χαῖρε ἄμωμε.

Χαῖρε τὸ ἀκένωτον ῥεῖθρον ζωῆς ἡ πηγάσασα· Χαῖρε ῥάβδος βλαστήσασα, ἄνθος τὸ ἀμάραντον σεμνῇ Παναγίᾳ· Χαῖρε Θεοτόκε· Χαῖρε παγκόσμιος χαρά· Χαῖρε δἰ’ ᾖς Ἐδὲμ ἀπελάβομεν· Χαῖρε ἡ μόνη σβέσασα, τῆς ἀθεΐας τὴν κάμινον· τοῦ Ἀδὰμ χαῖρε ἔγερσις, τοῦ πεσόντος Πανύμνητε.

Χαῖρε τιμαλφέστατον, τοῦ Βασιλέως παλάτιον· Χαῖρε νύμφη ἀκήρατε· Χαῖρε βάτε ἄφλεκτε· Χαῖρε θείᾳ κλίνη· Χαῖρε προστασίᾳ, τῶν πεποιθότων ἐπὶ σοί· Χαῖρε Κυρία πάσης τῆς κτίσεως· Χρυσοῦν θυμιατήριον· Χαῖρε πανθαύμαστε Δέσποινα· Χαῖρε θεῖε Παράδεισε, ζωῆς ξύλον βλαστήσασα.

Κλαίω καὶ ὀδύρομαι, τῶν πειρασμῶν νῦν τὴν κάμινον, κατ’ ἐμοῦ ἀγριαίνουσαν ὀρῶν ὁ πανάθλιος· ἀλλὰ σοὶ Παρθένε, προσπίπτω ὁ τάλας, μή με παρίδῃς ἀγαθῇ· μηδ’ απόῤῥίψης με τὸν ἀνάξιον· χαρᾶς δε τὴν καρδίαν μου, πλῆσον χαρὰν ἡ κυήσασα· μὴ βυθὸς με τῶν θλίψεων, καταπίῃ τὸν δείλαιον.

 

ΤΗ ΠΕΜΤΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΉΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΜΑΝΟΥΗΛ ΤΟΥ ΜΕΓΑΛΟΥ ΡΗΤΟΡΟΣ.

ᾨδὴ  α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Τὸν νοῦν μου ὁδήγησον, τῇ φωταυγεί μεσιτείᾳ σου, πρὸς Κύριον Ἄχραντε, ὃν ἐσωμάτωσας· ἵνα πίστει σου, ὑμνῶ τὰ μεγαλεῖα· βοήθει πέλεις γαρ᾿ πάντων καὶ λύτρωσις.

Παλάτιον ἔμψυχον, τοῦ Παντοκράτορος Ἄχραντε, Θεοῦ ὡς ὑπάρχουσα, ναοὺς ἀπέργασαι, τοῦ Κυρίου σου, τοὺς πόθῳ σε ὑμνοῦντας· βοήθεια πέλεις γὰρ πάντων καὶ λύτρωσις.

Πηγὴ ὡς ὑπάρχουσα, θείων χαρίτῶν Πανάμωμε, κᾀμοὶ νῦν ἐπόμβρησον, σταγόνα χάριτος, κατακλύζουσαν, παθῶν μου τὰς ἀβύσσους· βοήθεια πέλεις γὰρ πάντων καὶ λύτρωσις.

Θεὸν προαιώνιον, ὑπερφυῶς ὡς γεννήσασα, σαρκὶ Μητροπάρθενε τοῦτον ἱκέτευε, παραβλέψαι μου, πταισμάτων τὰς ἀβύσσους, βοήθεια πέλεις γὰρ πάντων καὶ λύτρωσις.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Τὸ Ὄρος τὸ ἅγιον Παρθένε, σὺ εἶ καὶ κατάσκιον Ἁγνή· τοῦ γὰρ Πατρὸς ἡ δύναμις, σὲ οὐρανὸν κατάστερον, τοῦ νῦν δὲ στερεώματος, ὄντως ὑπέρτερον ἔδειξεν.

Ἀΰλων Ἀγγέλων αἱ χορεῖαι, παρίστανται σοὶ δουλοπρεπῶς, καὶ μετὰ δέους Ἄχραντε, ὑμνεῖν σε οὐκ ἰσχύουσαι· Ἀγγέλων γὰρ ἀξίωμα, τὸ σὸν ὑπέρτερον ἔδειξεν.

Ἀφλέκτως ἡ βάτος ἐν Συναίῳ, τὸ πρὶν ὁμιλήσασα πυρί, τόκον τὸν σὸν ἐδήλωσε, συμβολικῶς Θεόνυμφε· ὅστις τὸ σὸν ἀξίωμα, πάντων ὑπέρτερον ἔδειξεν.

Νεφέλη ὑπάρχεις λευκοτάτῃ, σταγόνας πιστοῖς ἐς οὐρανοῦ, ὀμβροῦσα καὶ ἀνίσχουσα, δικαιοσύνης ἥλιον· ὅστις τὸ σὸν ἀξίωμα, πάντων ὑπέρτερον ἔδειξεν.

ᾨδὴ δ΄. Ὁ καθήμενος.
Ἱερεῖς σε ἐν συμβόλοις, οἱ σεπτοὶ προεκύρηξαν, καὶ θείοι Προφῆται, ἔσεσθαι δοχεῖον Θεόνυμφε· σὲ τοῦ Θεοῦ διὰ σοῦ γὰρ ἐθεάσαντο, οἱ ἐν σκότει τὸ φῶς θεϊκῆς ἐπιγνώσεως.

Σὲ τὴν ἄσπιλον Παρθένον, ἐκ τῆς φύσεως εἴληφε, τῶν ἀνθρώπων ὥσπερ, ἀπαρχὴν ἁγίαν ὁ Κύριος, καὶ τὸ ἡμέτερον ὅλον καθηγίασε, καὶ ἀνέτειλε φῶς θεϊκῆς ἐπιγνώσεως.

Τὰς αἰτήσεις τῶν πιστῶν σε, αἰτουμένων Πανύμνητε, εὐμενῶς προσδέχου, καὶ τὸν νοῦν ἡμῶν φωταγῶγησον, καὶ τοῦ Κυρίου τὸν νόμον πάντας δίδαξον, καὶ καταῦγασον φῶς θεϊκῆς ἐπιγνώσεως.

Ἡ Βοήθεια ἁπάντων, σὺ ὑπάρχεις Πανάμωμε, τῶν εἰς σε θαῤῥούντων καὶ ὑμνολογούντων, τὴν θείαν σου, λοχείαν πίστει καὶ πόθῳ, δἰ ἧς ἔλαμψε, τὸ οὐράνιον φῶς θεϊκῆς ἐπιγνώσεως.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὡς κλῖμαξ οὐράνιος, ἐφάνης τῷ προπάτορι, πάλαι Ἰακώβ δἰ ἧς οἱ νόες, πρὸς θεωρίαν Θεοῦ ἀνέρχονται, καὶ πάλιν κατέρχονται πρὸς γῆν, πόθῳ προσκυνοῦντες σου, τὴν ἀπόῤῥητον γέννησιν.

Ἡ ῥάβδος ἐδήλωσεν, ἀνθήσασαν σε Πάναγνε, ἄνθος τὸ εὐῶδες καὶ ὡραῖον· σὺ γὰρ ἀῤῥήτως Θεὸν ἐγέννησας· ἐξ οὗ ἀφθαρτίζονται πιστοί, πάθω προσκυνοῦντες σοῦ τὴν ἀπόῤῥητον γέννησιν.

Ἑώρακε πάλαι σε, ὡς θεῖον τόμον Ἄχραντε, ἔνθεος Προφήτης ἐν ὦ λόγος, ἐγράφη ἔνδον Πατρὸς εἰς κόσμου χαράν, καὶ ἔσωσε πάντας ὡς Θεός, πίστει προσκυνοῦντας σου, τὴν ἀπόῤῥητον γέννησιν.

Ἰσχύει οὐδέποτε, ἡ βρότειος ὑμνῆσαί σε, γλῶσσα ἐπαξίως Θεοτόκε· διὸ μοι δίδου τῇ προαιρέσει σεμνή, δύναμιν ἰσόρροπον ὡς ἄν, πόθῳ ἀνυμνήσω σου, τὴν ἀπόῤῥητον γέννησιν.

ᾨδὴ ς΄. Τὴν θείαν ταύτην.
Νόος μου πᾶσαν σκοτόμαιναν, ἀπέλασον καὶ δώρησαι Ἄχραντε, τῇ παναθλίᾳ μου, ψυχὴ ἀκτῖνα σῆς χάριτος· σὺ γὰρ ἐλπὶς ἁπάντων καὶ ἡ βοήθεια.

Ἐπλήγην Ἄχραντε Δέσποινα, ῥομφαίᾳ τῇ δεινή τοῦ ἀλάστορος, καὶ καταπέπτωκα, πτῶμα, δεινόν· ἀλλὰ ζώωσον· σὺ γὰρ ἐλπὶς ἁπάντων καὶ ἡ βοήθεια.

Ξενίζει πᾶσαν διάνοιαν, θαυμάσια, τὰ σὰ Θεονύμευτε, ὥσπερ ἐξέχεας, πλούσίως πᾶσι τοῖς δούλοις σου· σὺ γὰρ ἐλπὶς ἁπάντων καὶ ἡ βοήθεια.

Λαόν σου Ἄχραντε Δέσποινα, ἀνόρθωσον πεσόντα εἰς βάραθρον, καταδουλώσεως, ἐχθρῶν ἀπίστων, ἀλλ᾽ οἰκτεῖρον· σὺ γὰρ ἐλπὶς ἁπάντων καὶ ἡ βοήθεια.

Κάθισμα. Ὁ ὑψωθείς.
Χριστιανῶν ἡ ἀψευδὴς σωτηρία· ἁμαρτωλῶν ἡ ἀῤῥαγὴς προστασίᾳ, ἡ κραταιᾷ βοήθεια ἡμῶν καὶ προσφυγῇ· σῶσόν με προσφεύγοντα, σοὶ Πανάμωμε Κόρη· σκέπασον με πτερυξι͵ τῆς ἁγίας σοῦ σκέπῃς· καὶ τῆς ψυχῆς μου πρόστηθι ἐκεῖ· καὶ ἐκδημούσῃ τῶν τῇ δὲ παράστηθι.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ῥήμασι σου, τοῖς ἐνθέοις νῦν ἑπόμενοι, σὲ μακαρίζομεν· χαῖρε βοῶντες Ἁγνή· τὰ σὰ μεγαλεῖα γὰρ ξένα καὶ ἄπειρα· διὸ Δέσποινα, τὸν νοῦν ἡμῶν καταύγασον, τοῦ ὑμνεῖν σε εἰς τοὺς αἰῶνας.

Ὡς ὑπάρχουσα, ναός τοῦ θείου Πνεύματος, φωτοειδέστατος, τὰς δωρεὰς χορηγεῖ, τοῖς πίστει προστρέχουσιν εἰς σε Πανάμωμε· τὴν διάνοιαν, διὸ κᾀμοῦ καταύγασον, τοῦ ὑμνεῖν σε εἰς αἰῶνας.

Τὸν προστρέχοντα, εἰς οἰκτιρμοὺς ἀπείρους σου, μὴ ὑπερίδῃς με· ἀλλ᾽ ὡς Θεὸν ἐν σαρκὶ ἐλέους τὴν ἄβυσσον, τέξασα οἴκτειρον, καὶ ἀνόρθωσον, καταπεσόντα πάθεσι, τοῦ ὑμνεῖν σε εἰς αἰῶνας.

Τὰ κινήματα, νόος μου ὡς ὑπάρχουσα, ἐλπὶς Πανάμωμε, καὶ σωτηρίᾳ πιστῶν, κατεύθυνον ἅπαντα πρὸς σὲ δἰ ἔλεος,ἀγαθότητος, τῆς σῆς ὅπως γεραίρω σε, καὶ δοξάζω εἰς αἰῶνας.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Θείᾳ ὡς ὑπάρχουσα Λυχνίᾳ, πυρφόρος τῶν χαρισμάτων ἐξαπόστειλον, πᾶσι τὰς λαμπρότητας, πίστει τοῖς κραυγάζουσι, τὴν τοῦ Ἀγγέλου Πάναγνε φωνὴν χαρμόσυνον· τὸ χαῖρε σοι, δἰ’ ᾖς κατηυγάσθη καὶ ἀνακαινισθῇ τὸ γένος τῶν ἀνθρώπων.

Αἴγλης τῆς σεπτῆς καὶ Τρισηλίου, λαμπρότατον σκήνωμα, ὑπάρχουσα, θείαν καὶ σωτήριον, πᾶσιν ἀνατέταλκας, τὴν φωταυγίαν Ἄχραντε τοῖς πίστει κράζουσι, τὸ χαῖρε σοί· δἰ’ ᾖς κατηυγάσθη καὶ ἀνακαινισθῇ τὸ γένος τῶν ἀνθρώπων.

Σάλπιγξ μυστικῶς προδιετύπου, ἡ πάλαι προφητικῇ Μητροπάρθενε, πύλην ἀδιόδευτον· ὅρος καὶ παλάτιον· ἡ τοὺς βοῶντας χαῖρε σοὶ ναοὺς δεικνύουσα, τοῦ Πνεύματος· δἰ’ ᾖς κατηυγάσθη καὶ ἀνακαινισθῇ τὸ γένος τῶν ἀνθρώπων.

Ῥῆξον τοὺς χειμάῤῥους τῶν παθῶν μου, καρδίαν τὴν ταπεινήν μου κατακλύζοντας· θεῖον πρὸς λιμένα με, ὅρμισον Πανάμωμε· ἵνα ὑμνῶ σε πάντοτε, τὴν Ὑπερύμνητον· καὶ χαῖρε σοι κραυγάζῳ ἐν πίστει· δἰ’ ᾖς κατηυγάσθη τὸ γένος τῶν ἀνθρώπων.

Ὁ Εἱρμός.
Παῖδας εὐαγεῖς ἐν καμῖνω,…

ᾨδὴ θ΄. Ἅπας Γηγενής.
Νᾶμα, ζωηρόν, πλουσίως μοι δώρησαι τό τοῦ ἐλέους σου· σοὶ γὰρ νῦν προσέρχομαι, κεκακωμένος ἐξ ἀμελείας μου· καὶ ἱκετεύω ὄρεξον τὴν ἀγαλλίασιν·ἵνα κράζω, χαίροις ἡ βοήθεια, τῶν βροτῶν καὶ ἀεὶ μεγαλύνω σε.

Ὅλος πληγωθείς, κεῖμαι ὁ πανάθλιος πτῶμα ἐξαίσιον, ἐπηρείας Ἄχραντε, ἐχθροῦ δολίου· ἀλλ’ ἡ κυήσασα, ζωὴν τὴν ἐνυπόστατον, τάχος μὲ ἔγείρον· ἵνα κράζω, χαίροις ἡ βοήθεια, τῶν βροτῶν καὶ ἀεὶ μεγαλύνω σε.

Ἦλθεν ἐφ’ ἡμᾶς, τὸ φῶς τὸ τῆς γνώσεως διὰ τοῦ τόκου σου, καὶ πάντας ἐνέπλησε, σοφίας θείας καὶ κατοπτεύομεν, τὰ νοητὰ μυστήρια τού σοῦ Υἱοῦ καὶ Θεοῦ, ἀρδήλως ὅθεν κᾀγὼ Δέσποινα, μετὰ πάντων ὑμνῶν μεγαλύνω σε.

Λάμψον μοι χαρᾶς, τὸ φέγγος δἰ ἄφατον τῆς εὐσπλαγχνίας σοὺς ἔλεος καὶ δίωξον, τὰ νέφη πάντα τῆς κατηφείας μου· καὶ ἀληθῇ ἀπόδος μοι τὴν ἀγαλλίασιν, ἵνα πίστει τὴν θείαν λοχείαν σου, ἀνυμνῶ καὶ ἀεὶ μεγαλύνω σε.

Προσόμοια. Ὡς γενναῖον ἐν.
Χαῖρε θρόνε πυρίμορφε, τοῦ Θεοῦ Παντοκράτορος· Χαῖρε θεία στάμνε τὸ μάννα φέρουσα· Χαῖρε πηγὴ ἀνεξαντλητε,τα νάμματα βρύουσα, τοῖς πιστῶς ὑπὸ τὴν σὴν καταφεύγουσι σύναρσιν, καὶ παρέχουσα, ἰαμάτων τὴν χάριν τοῖς νοσοῦσι· καὶ κινδύνων πολυπλόκων, λύσιν βραβεύουσαν Ἄχραντε.

Χαῖρε γῆς τὸ θεμέλιον, ἐν κοιλίᾳ σοῦ Ἄμωμε, ἀστενοχωρήτως Κόρη βαστάσασα· χαῖρε ἡ εὔκαρπος ἄμπελος, βότρυν ἡ βλαστήσασα, τὸν ἐκβλύζοντα, πιστοῖς, πᾶσι γλεῦκος σωτήριον, καὶ πηγάζοντα, γλυκασμὸν ἀφθαρσίας τοῖς ἐν πλάνης, τῷ βυϑῷ κεκαρωμένοις, τῇ συμβουλίᾳ, τοῦ ὄφεως.

Χαῖρε ὅρος κατάσκιον, ἀρεταῖς Θεονύμφευτε· χαῖρε φλογοφόρε λαβὶς ἡ φέρουσα, ἄνθρακα θεῖον τὸν αἴροντα, παντὸς κόσμου πταίσματα· Χαῖρε πρόξενε βροτῶν, σωτηρίας, προπύργιον· χαῖρε ἄσειστον, τῆς Χριστοῦ· Ἐκκλησίας χαῖρε θρόνε, ἡλιόμορφε Κυρίου· Χαῖρε πιστῶν τὸ κραταίωμα.

Ζοφεροῖς ἐξελκόμενος, λογισμοῖς Παναμώμητε, δελεαζόμενος ἀπεμάκρυνα, τοῦ σοῦ Υἱοῦ Θεονύμφευτε, ὡς πρώην ὁ ἄσωτος, γημνωθείς τῶν ἀρετῶν, ὧν περ εἶχον ἐκ φύσεως· διὸ δέομαι, ἐπιστρέψασα, θείᾳ μετανοίᾳ, καταξίωσον τὸν πλοῦτον, ἀπολαβεῖν ὃν ἀπώλεσα.

 

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΘΕΟΔΩΡΟΥ ΒΑΣΙΛΕΩΣ ΤΟΥ ΛΑΣΚΑΡΕΩΣ

ᾨδὴ α΄, Ἠχὸς δ΄.  Ἀνοίξω τὸ στόμα μου.
Χαρὰν ἡ κυήσασα, χαῖρε Παρθένε Θεύνυμφε· ἀρᾷς ἀλλοτρίωσις, χαῖρε Πανάμωμε· χαῖρε Δέσποινα, τοῦ κόσμου προστασίᾳ· χαῖρε καταφύγιον τῶν προστρεχόντων σοι.

Χαῖρε οὖσα πρόξενος, χαῖρε Θεόνυμφε Δέσποινα· ἀρὰν ἡ μειώσασα, χαῖρε ἀπείρανδε· Χαῖρε Πάναγνε, ψυχῆς ἐμῆς ἡ σκέπη· χαῖρε Μητροπάρθενε· χαῖρε Πανύμνητε.

Χαῖρε θεία τράπεζα χαῖρε λυχνίᾳ ὁλόφωτε· χαῖρε θρόνε πύρινε· χαῖρε νᾶε τοῦ Θεοῦ· χαῖρε ὄχημα, τοῦ πάντων βασιλέως· χαῖρε πόλις ἔμψυχε τοῦ Παντοκράτορος.

Χαῖρε ὄρος ἅγιον· χαῖρε οὐράνιος γέφυρα· χαῖρε κλίνη ἔμψυχε· χαῖρε νεφέλῃ χρυσῇ· χαῖρε Ἄχραντε,πιστῶν ἡ σωτηρίᾳ, χαῖρε Πανακήρατε χαῖρε Πανύμνητε.

ᾨδὴ γ΄. Τόξον δυνατῶν.
Χαῖρε παρθενίας καύχημα· χαῖρε τικτουσῶν, χαρμονὴ ἡ ἀπέραντος· χαῖρε μόνη τῆς πρώτης Εὐὰς ἡ σωτήριος ἀνάκλησις.

Χαῖρε κόσμου ἱλαστήριον· χαῖρε τῶν Ἁγίων Ἀγγέλων, θαῦμα παράδοξον· χαῖρε Μήτηρ εὐλογημένῃ, τοῦ Δεσπότου πάσης κτίσεως.

Χαῖρε κρῖνον τὸ ὑδύπνοον· χαῖρε μυροθήκῃ, καὶ πηγὴ ἁγιάσματος· χαῖρε Κόρη φωτὸς νεφέλῃ· καὶ λυχνίᾳ, ἡ ἑπτάφωτος.

Χαῖρε ῥόδον τὸ ἀμάραντον· χαῖρε παρθενίας, τὸ θεῖον ὄντως κειμήλιον· χαῖρε γένους τῶν ὀρθοδόξων, τὸ σωτήριον ἐξίλασμα.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Χαῖρε ἡ σωτήριος πάντων ἐλπίς· χαῖρε ἡ κατάκαρπος ἄμπελος· χαῖρε ἡ πύλη τοῦ Θεοῦ ἡ μυστικῇ· χαῖρε ἡλίου ὄχημα· Θεοτόκε Πανύμνητε.

Χαῖρε τὸ κατάσκιον ὄρος Θεοῦ· χαῖρε τὸ πανάγιον τέμενος· χαῖρε ἡ κλῖμαξ, ἣν προεῖδεν Ἰακῴβ χαῖρε Παρθένε Πάναγνε· χαῖρε Θεοτόκε Πανύμνητε.

Χαίροις εὐωδέστατον μῦρον Θεοῦ· χαίροις δυσθεώρητον ὅραμα, ὅπερ προεῖδεν ὁ προφήτης Ἀβακούμ· χαῖρε πιστῶν διάσωσμα· χαῖρε Θεοτόκε Πανύμνητε.

Χαῖρε δωδεκάτειχε πόλις Θεοῦ· χαῖρε θείας δόξης παλάτιον· χαῖρε καθέδρᾳ, τοῦ τῶν ὅλων ποιητοῦ· χαῖρε τοῦ Λόγου τράπεζα· χαῖρε Θεοτόκε Πανύμνητε

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Χαῖρε βλαστήσασα, τὸν φυτουργὸν τῆς κτίσεως· χαῖρε ἡ τεκοῦσα τὸν τροφέα, παντὸς τοῦ κόσμου· χαῖρε ἡ ῥίζα, Δαβίδ, ἡ τὸν συνοχέα τοῦ παντός, ὑπὲρ πᾶσαν ἔννοιαν, διὰ ἔλεος φύσασα.

Χαῖρε τεῖχος ἄῤῥηκτον, καὶ σκέπη τῶν τιμώντων σε· χαῖρε γηγενῶν ἢ προστασίᾳ, καὶ παῤῥησίᾳ· χαῖρε βροτῶν ἡ ἐλπίς· πάντων ἀγαλλίαμα. τερπνόν, τῶν μακαριζόντων σε, Παμμακάριστε Δέσποινα.

Χαίροις ἀκατάληπτον· χαῖρε τοῖς Ἀγγέλοις ὅραμα· χαίροις ἀνερμήνευτον καὶ ξένον, ἄῤῥητον θαῦμα· χαῖρε θυγάτηρ Δαβίδ, μήτηρ τε τοῦ πάντων ποιητοῦ· καὶ ἁπάσης Δέσποινα καὶ Κυρίᾳ τῆς κτίσεως.

Χαῖρε ἅρμα πύρινον, τοῦ πάντων βασιλεύοντος· χαῖρε πορφυρὶς ἡ νοουμένῃ, τοῦ Θεοῦ Λόγου, χαῖρε λαβὶς μυστικῇ· καὶ θυμιατήριον χρυσοῦν, πύλη ἀδιόδευτε, Παμμακάριστε Δέσποινα.

ᾨδὴ ς΄. Τὴν θείαν ταύτην.
Χαῖρε ἀνήροτος ἄρουρα· χαῖρε ἡ ἀγεώργητος͵ ἄμπελος· χαῖρε παράδεισε· χαῖρε πηγὴ ἡ ἀκένωτος· χαῖρε τοῦ μανὰ στάμνε· χαῖρε Θεόνυμφε.

Χαῖρε λιμὴν ἀκλυδώνιστε· χαῖρε πολεμουμένων προπύργιον· χαῖρε ὀχύρωμα· χαῖρε πιπτόντων ἀνόρθωσις· χαῖρε ὑψίστου Μήτηρ· χαῖρε Πανάμωμε.

Χαίροις ἐλαία κατάκαρπε· χαίροις περιστερᾷ κοσμοπόθητε· χαῖρε Μητρόθεε· χαῖρε Μαρίᾳ Πανάσπιλε· χαῖρε ἁγία Κόρη· χαῖρε Πανύμνητε.

Χαῖρε λαβὶς θείου ἄνθρακος· χαῖρε θυμιατήριον πάγχρυσον· χαῖρε ὀσφράδιον· Χαῖρε δοχεῖον τοῦ Πνεύματος· χαῖρε παστάς τοῦ λόγου· χαῖρε Φιλάγαθε.

Κάθισμα. Ἐπεφάνης σήμερον.
Χαῖρε θρόνε τοῦ Βασιλέως, καὶ λυχνίᾳ πάγχρυσε φωτὸς τοῦ θείου τὰς ψυχάς, καὶ διανοίας λαμπρύνουσα, τῶν ἀνυμνούντων σε Κόρη Πανύμνητε.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Χαῖρε πύλη ἀδιόδευτε ἣν ὥδευσε, μόνος ὁ Ὕψιστος· ἐσφραγισμένῃ πηγὴν χαῖρε θεῖον τέμενος, νόμου τῆς χάριτος, χαῖρε γέφυρα, πιστοὺς πάντας μετάγουσα, πρός τὴν ἄνω κληρουχίαν.

Χαῖρε ὄρος ἀλατόμητον ἀλάξευτον, ὁ προεώρακεν, ὁ Δανιήλ μυστικῶς· χαῖρε βάτε ἄφλεκτε, ἣν ἐθεάσατο, ὁ βραδύγλωσσος, Μώσης χαῖρε τὸ καύχημα, Προφητῶν καὶ Ἀποστόλων.

Χαῖρε ῥάβδος Ἀαρών ἡ ὑπὲρ ἔννοιαν, ἀναβλαστήσασα, τὸν φυτουργόν τῆς ζωῆς· χαῖρε νόμου πλήρωμα, καὶ προφητῶν ἡ σφραγίς· χαῖρε Δέσποινα· χαῖρε Παρθένε Πάνσεμνε, Παναγίᾳ Θεοτόκε.

Χαῖρε Μήτηρ ἀπειρόγαμε τοῦ Κτίστου σου, Θεοχαρίτωτε· χαῖρε πιστῶν ἡ ἐλπίς· χαῖρε ἡ πηγάσασα ὕδωρ ἁλλόμενον· χαῖρε καύχημα καὶ θεῖον ἀγαλλίσμα,τῶν πιστῶς σε γεραιρόντων.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Χαίροις οὐρανῶν Ὑψηλοτέρᾳ· πασῶν τε Τιμιωτέρᾳ θείων τάξεων· χαῖρε βάθος ἄπειρον· ὕψος ἀκατάληπτον· χαῖρε τὸ ἱλαστήριον τῆς ἄνω κλήσεως, τῆς τῶν βροτῶν φθαρείσης οὐσίας· χαῖρε Θεοτόκε, ἐλπὶς ἀπηλπισμένων.

Χαῖρε τοῦ Θεοῦ τὸ θεῖον ὄρος, καὶ πῖον τετυρωμένον ἀλατόμητον· χαῖρε χωνευτήριον, τῆς φθαρείσης φύσεως· χαῖρε παστὰς ἑνώσεως, τῶν δύο φύσεων· ἐν σοὶ γὰρ τοῦ Θεοῦ αἱ πορεῖαι, ἀληθεῖς ὁρῶνται Παρθένε εἰς αἰῶνας

Χαῖρε ἡ σκηνή τοῦ Μαρτυρίου· καὶ πλάκες τῆς διαθήκης θεολάξευτοι· χαῖρε τὸ κεφάλαιον, νόμου καί τῆς χάριτος·χαῖρε κρηπὶς τῶν Προφητῶν Ἁγία Δέσποινα· Μαρτύρων Ἀποστόλων τὸ κλέος· χαῖρε τῶν Ὅσίων Παρθένε θυμηδίᾳ.

Χαῖρε θησαυρὲ θείων χαρίτων· καὶ πάντων τῶν ἀγαθῶν αἰτία Πάναγνε· χαίροις ἐγκαλλώπισμα, πάντων τῶν ὑμνούντων σε· χαῖρε λιμὴν ἀχείμαστε καὶ ὁρμητήριον, πλεόντων τῷ τοῦ βίου πελάγει· χαῖρε θλιβομένων παράκλησις Παρθένε.

Ὁ Εἱρμός.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ,..

ᾨδὴ θ΄ . Ἅπας γηγενής.
Χαίροις παρ’ ἡμῶν, Μαρίᾳ θεόνυμφε, κόσμου ἀντίληψις· χαῖρε ἄστρον ἄδυτον· φωτὸς δοχεῖον, Τριάδος τέμενος· χαῖρε τοῦ λόγον σκήνωμα, καὶ πάντων στήριγμα, τῶν βοώντων, χαίροις Παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.

Χαῖρε ἡ χρυσῆ, λυχνίᾳ καὶ τράπεζα, πιστοὺς ἐκτρέφουσα, χαῖρε ἀγεώργητε, γῆ ζωηφόρον στάχυν βλαστήσασα· χαῖρε πηγὴ βλυστάνουσα ὕδωρ φυσίζῳον, τοῖς βοῶσι· χαίροις Παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.

Χαῖρε ἡ παστάς, ἐν ἡ ἐνυμφεύσατο Θεός τὴν φύσιν ἡμῶν· χαίρῃ ἡ κατάκαρπος, ἐλαία πάντας καθιλαρύνουσα· χαῖρε λουτὴρ ἀκένωτε θείας καθάρσεως, τῶν βοώντων· Χαίροις Παμμακάριστε· Θεοτόκε Ἀειπάρθενε.

Χαίροις νοητή, κογχύλῃ ἡ βάψασα, τὴν ἀλουργήδα Θεοῦ· χαῖρε τὸ πολύτιμον, καὶ θεῖον μῦρον εὐωδιάζον πιστούς· χαῖρε τεῖχος ἀπόρθητον καὶ καταφύγιον, τῶν βοώντων· Χαίροις Παμμακάριστε· Θεοτόκε ἁειπάρθενε.

Προσόμοια. Ἔδωκας σημείωσιν.
Χαῖρε κραταιότατον, παντὸς ποῦ κόσμου διάσωσμα· ἱσταμένων βεβαίωσις· πεπτωκότων ἔγερσις· χαῖρε Θεοτόκε, πλοῦτε πτωχευόντων· καὶ πενομένων θησαυρέ· τροφῇ πεινώντων· Χαῖρε Πανάσπιλε· θλιβομένων παράκλησις· καὶ ἀσθενούντων ἐπίσκεψις· Χαῖρε μόνη βοήθεια, τῶν πιστῶς δεομένων σου.

Χαῖρε φαεινότατε, ὀρθὸς πιστοῖς ἀνατείλασα, τὸν ἀνέσπερον ἥλιον· Χαῖρε βάθος ἄμετρον· ἀποῤῥῆτον ὕψος, φρικτοῦ μυστηρίου· Χαῖρε Ἀγγέλων χαρμονήν· Χαῖρε φλογμὸν ἀπάτης ἡ σβέσασα· τοῦ ᾄδου χαῖρε νέκρωσις· Χαῖρε νεφέλη ὁλόφωτε· τοῦ Ἀδὰμ ἡ ἀνόρθωσις· Χαῖρε Πάντιμε Δέσποινα.

Χαῖρε ἐγκαλλώπισμα, παρθενευόντων καὶ καύχημα, οἰκουμένης Θεόνυμφε· Χαῖρε τοῦ ἀδάμαντος, λίθε ὃν προεῖδεν, Ἀμῶς ὁ Προφήτης, ὃν οὐ παρέχεται Θεός, ταῖς σαῖς δεήσεσιν ἐπικλώμενος· Χαῖρε κόσμου ἐξίλασμα· Χαῖρε ναὲ τῆς Θεότητος· Χαῖρε γλυκὺ ἐντρῦφυμα, τῆς πιστῶν γλώσσης Ἄχραντε.

Ἥλιον κυήσασα, δικαιοσύνης Πανάμωμε, τὸ ζοφῶδες διάλυσον, παθῶν τῶν θλιβόντων με, καὶ τὸν ἀπατῶντα, τὴν ψυχὴν ὄφιν, καὶ καταθέλγοντα ἀεί, φιληδονίαις καὶ ματαιότησι, πόῤῥωθεν ἀποδίωξον, τῆς ταλαιπώρου καρδίας μου, ἐν γαλήνῃ φυλάττουσα, ἀπαθείας τὸν δοῦλον σου.

 

ΑΡΧΗ ΤΟΥ πλ. ά’. ΗΧΟΥ

ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤῊΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

ΠΟΙΗΜΑ ΤΟΥ ΕΝ ΑΓΊΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΓΝΑΤΙΟΥ
ΠΛΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ.

Οὐ ἡ ἀκροστιχίς
Πέμτη δέησις τῇ Παναγίᾳ Κόρη· Ἰγνατίου.

ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ἵππον ἀναβάτην.
Πνεύματος τοῦ Ἁγίου ἑλκύσαι χάριν αἰτῶ, ἐν ἀνοίξει Παρθένε τοῦ ταπεινοῦ μου στόματος, καὶ παρασχεθῆναι μοι, λόγου δῶρον ἵνα σε, τὴν τοῦ λόγου ἀνυμνήσω γεννήτριαν.

Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου, ὄρος πῖον καὶ θείᾳ νεφέλῃ δρόσον στάζουσα, τὴν μνήμην σου Δέσποινα, θυμηδίας, καὶ εὐφροσύνης. ἀεὶ πληροῦσάν με.

Μέθη τῶν ἡδονῶν με ἀεὶ σκοτούμενον, καὶ παράφρονα ὄντα, σωφρόνισον ποτίσασα, οἶνον κατανύξεως, Θεοτόκε πέπειρον, ἀφθαρσίας βότρυν γὰρ ἤνθησας.

Παύσασα τὰς ὀδύνας θεοχαρίτωτε, τὰς τοῦ ᾄδου τεκοῦσα, ὠδίνων Κόρη ἄνευθεν, τὸν ἀπερινόητον, ὃν δυσώπει πάσης με, πανωδύνου κακίας ῥύσασθαι.

ᾨδὴ γ΄. Ὁ πήξας ἐπ᾿ οὐδενός.
Τεκοῦσα τὸν ποιητὴν Παρθένε καὶ Κύριον, πάντων Ὑπερτέρα κτισμάτων γέγονας, καὶ τῶν Χερουβείμ, καὶ Σεραφείμ, Ἁγνὴ Τιμιωτέρᾳ· διὸ ἀεὶ σὲ μακαρίζομεν, πᾶσαι γενεαὶ ὡς προέφησας.

Ἡ σκέπη χριστιανῶν, ἐλπὶς καὶ ἀντίληψις, τὸν εἰς σε θαῤῥοῦντα, καὶ καταφεύγοντα, ῥῦσαι με πταισμάτων καὶ παθῶν, καὶ θλίψεων Παρθένε, καὶ ἐξ ἐχθρῶν τῶν πολεμούντων με· ὅπως εὐχαρίστως δοξάζω σε.

Δακρύων μοι ὀχετούς, παράσχου Θεόνυμφε, καὶ ἐξομολόγησιν τῶν πταισμάτων μου, καὶ πλημμελημάτων ἱλασμόν· ἵνα σε μεγαλύνω, περισῳζόμενος τῇ σκέπη σου, καὶ διαπαντὸς φυλαττόμενος.

Ἐμόλυνα τῆς ψυχῆς, Ἁγνή τὴν εὐγένειαν, καὶ τὸ τῆς εἰκόνος θεῖον ἀξίωμα· οἴμοι τί γενήσωμαι λοιπόν; πρόφθασον Θεοτόκε, πρὸ τέλους δίδου σωτηρίας μοι, τρόπους καὶ ἀξίαν μετάνοιαν.

ᾨδὴ δ΄. Τὴν θείαν ἐννοήσας σου.
Ἡ μήτρα σου παλάτιον ἅγιον, τοῦ Βασιλέως καὶ Θεοῦ, ἀνερμηνεύτως γεγένηται· ἐν ὦ οἰκήσας Παρθένε, ναοὺς αὐτοῦ ἡμᾶς ἀπειργάσατο.

Συνέχει καὶ χειμάζει με κλύδων παθῶν, τρικυμίαν λογισμῶν, καὶ ἡδονῶν αἱ ἀντίπνοια, καταποντίζουσι Κόρη· ἀλλ᾽ ἔκτεινον σὴν χεῖρα καὶ σῶσόν με.

Ἰσχύς μου σὺ καὶ ὕμνησις Δέσποινα· ἐγένου γὰρ μοι προφανῶς εἰς σωτηρίαν γεννήσασα, τὴν σωτηρίαν τοῦ κόσμου, Χριστὸν τὸν λυτρωτὴν καὶ σωτῆρά μου.

Σαρκός μου καὶ ψυχῆς τὰ νοσήματα, ἴασαι δέομαι Ἁγνή, τὸν ἰατρὸν ἡ κυήσασα, ψυχῶν ὁμοῦ καὶ σωμάτων, καὶ σῶσόν με ταῖς θείαις πρεσβείαις σου.

ᾨδὴ ε΄. Ὁ ἀναβαλλόμενος.
Τετραυματισμένον μὲ καὶ κατακείμενον, βυθῷ πταισμάτων καὶ ἀπογνώσει, πάσῃ συνχόμενον, Σῶτερ οἴκτειρόν με, τῆς σῆς Μητρὸς δεήσεσιν.

Ἡ τόν προαιώνιον ἐν χρόνῳ τέξασα, ἐν περιγραπτῇ σαρκί, τὸν ὄντα φύσει ἀπερίγραπτον· τοῦτον ἐκδυσώπει, ὑπὲρ ἐμοῦ τοῦ δούλου σου.

Πύλη ἡ οὐράνιος πύλας μοι ἄνοιξον, τῆς μετανοίας Θεογεννῆτορ, πύλας ἡ ἀνοίξασα, τὰς τοῦ Παραδείσου, καὶ ᾄδου πυλῶν ῥῦσαί με.

ᾌδουσι τὸν τόκον σου Ἀγγέλλων τάγματα, Θεογενγῆτορ δἰ οὐ ἡ πλάνη, τῶν εἰδώλων πέπαυται, καὶ τῆς ἀληθείας τὸ φέγγος ὑπέρλαμψεν.

ᾨδὴ ς΄. Μαινομένην.
Νεκρωθέντας πάθεσιν, ἁμαρτίας Δέσποινα ἡμᾶς, ἀνιστῶσα ζώωσόν πρεσβείαις σου, ἡ τῆς φθορᾶς τὸν καθαιρέτην κυήσασα.

Αἴτησαι τὴν ἄφεσιν, τῶν πταισμάτων Δέσποινα Ἁγνή, καὶ παθῶν τὴν λύτρωσιν τοῖς δούλοις σου, τοῖς ἐκ ψυχῆς ἀνευφημοῦσι σὲ πάντοτε.

Γυμνῶν προΐστατο, ἐν ὀδύναις πάντοτε Ἁγνή, καὶ  τὰ δυσχερῆ ἐξευμαρίζουσα, σοὺς λατρευτὰς ἀπήμονας διατήρησον.

Ἱλασμὸν τοῖς πταίουσι, καὶ νοσοῦσιν ἴαμα, σεμνῇ, χαρὰν θλιβομένοις τε παρέσχετο, σὲ ὁ Χριστὸς καὶ τοῖς ὑμνοῦσι σε καύχημα.

Κάθισμα. Τὸν συνάναρχον.
Τὴν ἀνείκαστον χάριν τῆς εὐσπλαγχνίας σου· καί τὸ ἔνθεον κράτος τῆς δυναστείας σου, Παρθενομῆτορ Μαριάμ ἐπιστάμενος, ἀναβοῶν σοι ἐκτενῶς, ἐκ πάσης θλίψεως ἐμέ, ἐξάρπάσον τὸν σὸν δοῦλον, καὶ ἔμπλησον θυμηδίας· ὅπως ἀνυμνῶ σε Πανύμνητε.

ᾨδὴ ζ΄. Ὁ ὑπερυψούμενος.
Καύχημα παγκόσμιον, καὶ τὸ ἱλαστήριον, πταισμάτων μοι ἄφεσιν, παρασχεῖν ἱκέτευσον τὸν εὔσπλαγχνον υἱόν σου καὶ ζωήν τὴν αἰωνίαν.

Ὀχετοὺς δακρύων μοι, δώρησαι Πανύμνητε, ὡς ἄν τὴν αἰώνιον, φρικτὴν σβέσω κόλασιν· καὶ ψάλω τῷ Υἱῷ σου· ὁ Θεὸς εὐλογητὸς εἶ.

Ῥήμασι χειλέων μου, καὶ δακρύων νάμασιν, Ἁγνὴ ἐπινεύσασα, τὰς θλίψεις μετάβαλε, ψυχῆς μου πρὸς τὴν ὄντως εὐφροσύνην τοῦ Υἱοῦ σου.

Ἡ τὸν ἀγαθόδωρον, Θεὸν ἡμῖν τέξασα· αὐτὸν ἐξιλέωσαι, μητρῴαις ἐντεύξεσιν, Ἁγνὴ κατοικτειρῆσαι, τοὺς ἐν σοὶ ἐγκαυχωμένους.

ᾨδὴ η΄. Σοὶ τῷ παντουργῷ.
Ἴδε ἀγαθὴ τῆς ταπεινῆς ψυχῆς μου, τὴν κάκωσιν Πάναγνε καὶ τὴν κατήφειαν, καὶ τῆς ὀδύνης ἀπάλλαξον ἐν τάχει· ἵνα, σε δοξάζω εἰς πάντας τοὺς αἰῶνας.

Γῆ εἶ καὶ εἰς γῆν ὡς γηγενὴς πορεύσῃ, οὐκ ἔτι ἀκούσομαι· πρὸς οὐρανὸν γὰρ ἐκ γῆς σὺ με ἀνήγαγες ὦ Ἄχραντε τεκοῦσα, τὸν ἐκ γῆς τοῦ γένους πλάσαντα τοὺς γενάρχας.

Νὺξ με τῶν παθῶν καὶ λυπηρῶν κατέσχε, καὶ τοῦ νοῦ συνέχεε τὸ φαιδρὸν Ἄχραντε· ἀλλ’ ἡ τεκοῦσα τὸν ἥλιον τῆς δόξης, φαίδρυνον χαρᾶς με καὶ ἀπαθείας φέγγει.

Ἅγιον εὑρὼν ὁ ὑπεράγιος σε, Πανάμωμε σκνήνωμα, ἐν σοὶ ἐσκήνωσε, σάρκα ἀσπορῶς ἀναλαβὼν βροτείαν, καὶ μετὰ τὸν τόκον Παρθένον σε τηρήσας.

Ὁ Εἱρμός.
Σοὶ τῷ παντουργῷ ἐν τῇ καμίνῳ παῖδες, παγκόσμιον πλέξαντες χορείαν ἔμελπον· πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε.

ᾨδὴ θ΄. Ἠσαΐᾳ χόρευε.
Τὸν Θεὸν ὃν ἔτεκες, ἀποῤῥήτως Δέσποινα, Ἁγνὴ ἱκέτευε ἐκτενῶς, ῥύσασθαι ἡμᾶς, κινδύνων καὶ θλίψεων, καὶ μελλούσης δίκης φοβερᾶς, καὶ τῆς λαμπρότητος, ἀξιῶσαι τῶν Ἁγίων αὐτοῦ.

Ἰαμμάτων ἄβυσσον, καὶ χαρίτων πέλαγος Ἁγνή, ἐπέγνωμεν, σε ἡμεῖς οἱ ἁμαρτωλοί· διὸ σοῦ δεόμεθα τῶν δυσχερῶν πάντων ἐξελοῦ, τοὺς μεγαλύνοντας, καὶ τιμῶντας σε Πανύμνητε.

Ὀλοφυρομένην μοῦ, τὴν καρδίαν πλήθει. ὀδυνῶν, παράκλησις. ἐμὰ καὶ καταφυγή, ταχὺ παρακάλεσον, ἵνα καγώ εὔφραναν βοῷ, αἱ παρακλήσεις σου, τὴν ψυχήν μου Πολυύμνητε.

Ὑπνηλὸς καὶ ῥάθυμος, ἀνειμένος Δέσποινα τελῶν, ἐν ἔργοις τοῖς σκοτεινοῖς πᾶσαν τὴν ζωήν, ἀνήλωσα, φθάσας δὲ βίου δυσμὰς τὴν ἀνατολήν, σὲ τὴν ὁλόφωτον, ἱκετεύω καταυγάσαι με.

Προσόμοια. Χαίροις ἀσκητικῶν.
Χαίροις ἡ τὸν ἀμνόν τοῦ Θεοῦ, ἀπεριγράπτως ἐν κοιλίᾳ βαστάσασα, ἀνθρώπους τῆς δουλείας, λύσαντα μόνη Ἁγνή· ἡ χαρὰν τῷ κόσμῳ ἀνατείλασα· παστὰς φωτοφόρε, τῆς ἀποῤῥήτου νυμφεύσεως· Χαῖρε τὰ πάντα, μυστικῶς ἀμαρύσσουσα, καὶ φωτίζουσα, ὡς τὸ φῶς ἀπαστράψασα, Πάναγνε τὸ ἀπρόσιτον, Ἀνύμφευτε Δέσποινα, χαῖρε Ἁγία Ἁγίων· Χαῖρε Παγκόσμιον καύχημα· Θεοῦ χαῖρε Μήτηρ τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Χαῖρε ἡ πανσθενής τῶν βροτῶν, ἐλπὶς καὶ σκέπη, καί ἀπόρθητον ἔρεισμα· καὶ τεῖχος καὶ σωτηρίᾳ, καὶ ἀῤῥαγὴς προσφυγῇ· ἡ Θεὸν ἀνθρώποις καταλλάξασα, Ἁγνὴ τῇ ἀσπόρῳ, καὶ παροδόξῳ κυήσει σου· χαῖρε ἡ ῥάβδος, Ἀαρών ἡ βλαστήσασα, ἄνθος τίμιον, τῶν τροφέα τῆς κτίσεως· Χαῖρε κράτος ἀνίκητον, ἀνάκτων Θεόνυμφε· Χαῖρε Μαρτύρων τὸ σθένος· Χαῖε φωτὸς οἰκητήριον· Θεοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Χαῖρε τοῦ ἀχωρήτου Θεοῦ, γώρα καὶ γῆ, ἣν Ἰωὴλ προεώρακεν· ἁγία ἐν ἡ ἐπέβη ὁ τοῦ παντὸς συνοχεύς· χαῖρε θεῖον τεῖχος· Χαῖρε ἄμωμε· ἐλπὶς ἀκαταίσχυντε, καὶ βεβαίᾳ ἀντίληψις, τῶν δοξαζόντων καὶ ὑμνούντων Πανύμνητε, καὶ ζητούντων σε, ὁλοψύχως Θεόνυμφε· Χαῖρε φυτουργὸν τέξασα, ἁγνείας Πανάχραντε· Χαῖρε Θεόγραφε τόμε· Χαῖρε πηγὴ ἁγιάσματος, Θεοῦ χαῖρε. Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος

Πλήρωσον εὐφροσύνης Ἁγνή, τοὺς εὐφημοῦντας σε καὶ πόθῳ δοξάζοντας· καὶ σπεῦσον ἐλευθερῶσαι, τῶν συνεχόντων δεινῶν, συμφορῶν καὶ θρήνων καὶ κακώσεων· ἐχθρῶν ἀλαζόνων καὶ μιαιφόνων Πανάμωμε, ἀπαγωγῆς τε, φυλακῆς καὶ στρεβλώσεως, συνοχῆς πικρὰς καὶ δεινῆς κατακρίσεως· Δέσποινα κατοικτείρησον, ἡμᾶς κινδυνεύοντας· καὶ μὴ ἐάσῃς εἰς τέλος· ἀλλὰ συνήθως ἐλέησον· ἐχθροὺς δὲ Παρθένε, τοὺς ἡμᾶς ἐκπολεμοῦντας, συντόμως ὄλεσον.

 

ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΑΝΔΡΕΟΥ ΚΡΗΤΗΣ.

ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ἵππον καὶ ἀναβάτην.
Ψάλλειν ἀδιαλείπτως, σοὶ χρεωστοῦμεν ἁγνή, καὶ τὴν σὴν προστασίαν, ἐπικαλεῖσθαι πάντοτε· ἣν πέμψαι σπλαγχνίσθητι, σοῖς οἰκέταις ὅπως, ἀπαλλαγῶμεν τοῦ πολεμήτορος.

Ὕδωρ τῇ κεφαλή μοῦ, τὶς δώσει Πάναγνε; εἰ μὴ σὺ τῶν βλεφάρων, ἀποκενώσης δάκρυα, καὶ δῴης μοι κλαύσασθαι, τὴν ψυχήν μου ἥνπερ, ἐξειργασάμην νεκρὰν τοῖς πταίσμασιν.

Λόγο τῶν ζῴων πάντων, μόνος ἐγὼ τιμηθείς, τῇ προνοίᾳ, τοῦ Κτίστου, ἀλόγως καθυπέκυψα, Πανύμνητε πάθεσι, ψυχοφθόροις ὅθεν, ἐξωμοιώθην ἀλόγοις κτήνεσιν.

Κλῖμαξ οὐρανομήκης, τῶν ἀρετῶν ἡ ὁδός, ἀναφέρουσα λόγῳ, ψυχὰς πρὸς τὰ οὐράνια· ἧς βαίνειν με ποίησον, τὰς βαθμίδας πράξει, καὶ θεωρίᾳ Θεοχαρίτωτε.

ᾨδὴ γ΄. Ὁ πήξας ἐπ᾽ οὐδενός.
Σοφίας ἐνυποστάτου Μήτηρ γεγένησαι, τοῦ Θεοῦ καὶ Λόγου Μαρία, Ἄχραντε· ὃν πὲρ ἐκδυσώπησον ἁγνή, ῥανίδα θείου φόβου, ἐναποστάξαι τῇ καρδίᾳ, μου, ὅπως ἐμπλησθῶ θείας γνώσεως.

Ψεκάδες τοῦ ὑετοῦ, τὴν γῆν ἐκπιαίνουσι, καὶ καρπὸν βλαστάνειν Ἁγνὴ παρέχουσιν· ὄμβροι δὲ δακρύων τὴν ψυχήν, ἀρδεύουσιν ἐγὼ δέ, σκληρὰν καρδίαν καὶ ἀνάλγητον, ἔχων οὐδαμῶς κατανύσσομαι.

Ἀΰλως τοῖς νοεροῖς ὁ νοῦς συγγινόμενος· ὡς λιβάδας ἕλκει δακρύων χεύματα· ἐμοῦ Θεομῆτορ δὲ ὁ νοῦς, τῇ γῇ προσηλωμένος, πολυσχιδεῖς ἐννοίαις κέκτηται· καὶ ὡς τὸ εἰκὸς ἀπαμβλύνεται.

Τὸ μῦρον τῆς ἀρετῆς, ἐν εἴδεσι τέσσαρσι, Θεομῆτορ ἄριστα συσκευάζεται, φρονήσει ἀνδρίᾳ ψυχικῇ, δικαιοσύνη θείᾳ, καὶ σωφροσύνης καθαρότητι· τούτων δὲ ἐγὼ ἀπεστέρημαι.

ᾨδὴ δ΄. Τὴν θείαν ἐννοήσας σου.
Ῥᾳδίως πρὸς τὰ πάθη καθέλκκομαι, σῆς βοηθείας γυμνωθείς, Παρθενομῆτορ Θεόνυμφε· διὸ σπλαγχνίσθητι ῥῦσαι, τοῦ βόθρου τῆς κακῆς συνηθείας με.

Ξηρᾶναι τῆς σαρκός τὰ κινήματα, τῷ λογισμῷ με πρακτικῶς, Θεοκυῆτορ ἀξίωσον, καὶ τοῦ νόος τῇ κινήσει, τοῖς ἄνω διατρίβειν εὐοδωσον.

Υἱοὶ Θεοῦ μεθέξει γεγόναμεν, ὅσοι ἐλάβομεν Χριστόν· ἐγὼ δὲ πάλιν ἀντέστραμμαι, διὰ κακίαν Παρθένε, υἱός τῆς ἁμαρτίας γενόμενος.

Ὀδὸν τῆς σωτηρίας οὐκ εὕρηκα, τῇ ἀγνωσίᾳ, τῆς ψυχῆς· ὀδὸν ζωῆς ἡ κυήσασα, Θεοκυῆτορ Μαρίᾳ, ὁδὸς μοι σωτηρίας γενήθητι.

ᾨδὴ ε΄. Ὁ ἀναβαλλόμενος.
Μόνην σε ἐπίσταμαι Θεογεννήτρια, ἁμαρτανόντων τὴν προστασίαν, καὶ πρὸς σὲ κατέφυγον· μὴ μὲ ἀποῤῥίψῃς, τὸν ὑπὲρ πάντας πταίσαντα.

Ἵνα τὸ ἀνείκαστον τῆς εὐσπλαγχνίας σου, ἐν ἐμοὶ δείξῃς Παρθενομῆτορ, ἔγειρόν με κείμενον, καὶ τῆς ἀπαθείας, τὰς τρίβους καθυπόδειξον.

Τῶν παθῶν τὰ κύματα, συνταρασσόμενα, ὑπὸ δαιμόνων σφοδρῶν πνευμάτων, Ἁγνὴ συγκαλύπτουσι, τῆς ἐμῆς ἀθλίας, ψυχῆς τὸ ἐφολκάδιον

Ἱλαρῶς μοι φάνηθι. Θεογεννήτρια, ἐν τῇ ἐξόδῳ ἡνίκα μέλλῃ, ἡ ψυχὴ χωρίζεσθαι, τοῦ ἀθλίου σκήνους, καὶ σῶσόν με τὸν δοῦλον σου.

ᾨδὴ ς΄. Μαινομένην κλύδωνι.
Πειρασμῶν νιφάδες μοι, ἐπελθοῦσαι Κόρη χαλεπαί, τῆς ψυχῆς κατέπτωσαν τὸ οἴκημα· διὸ θρηνῶν τῇ σκέπη τῇ σῇ προσέρχομαι.

Λογισμῶν ματαίων με, ψυχοφθόρων λύτρωπαι Ἁγνή· λογισμοὺς λαβεῖν δὲ τούς τῆς κρίσεως, καὶ τῆς ἔχει ἀξίωσον καταστάσεως.

Θεϊκῆς ἐξέπεσον, εὐφροσύνης Μῆτερ τοῦ Θεοῦ, καὶ θρηνεῖν ἀπάρχομαι ὁ ἄθλιος, εἴπως ἐκεῖ τῆς θρηνῳδίας ῥυσθήσωμαι.

Ἰαμάτων κρήνην σε, κεκτημένοι Δέσποινα Ἁγνή, οἱ νοσοῦντες δίψει παραπτώσεων, προστρέχομεν, καὶ σωτηρίαν λαμβάνομεν.

Κάθισμα. Τὸν συνάναρχον.
Πολυτρόπως Παρθένε Χριστὸν παρώργισα, διανοίᾳ, καὶ λόγῳ, ἔργοις καὶ πράξεσι, καὶ πτοοῦμαι τὸ ἐκεῖ φρικτὸν κριτήριον· ἀλλά, προφθάσασα ταχύ, ἐκλυτρωσαί με τῶν δεινῶν, τῇ Μητρικῇ σου πρεσβείᾳ, καὶ πρὸς Θεὸν παῤῥησίᾳ, τὸν σὸν οἰκέτην Θεογεννήτρια.

ᾨδὴ ζ΄. Ὁ ὑπερυψούμενος.
Τίς ἄλλος ἐξήμαρτεν, ὡς ἐγὼ Πανύμνητε; τὸν νοῦν κατηχρείωσα· τὴν σάρκα ἐμόλυνα· καὶ πάσας τὰς αἰσθήσεις, ἀπημαύρωσα, ὁ τάλας.

Ἐμὲ τὸν πανάσωτον· ἐμὲ τὸν πανάθλιον, οἰκτείρησον Δέσποινα, καὶ δὸς μοι συγγώρησιν, τῶν πρὸ ἐγκλημάτων, ἵνα, πόθῳ σε δοξάζω.

Ὀνείρων φαντάσμασιν, ἐχθρὸς Θεονύμφευτε, πλανᾶν με ἐπείγεται, πρὸς πτῶσιν οἰήσεως· αὐτοῦ τῆς πανουργίας, Θεοτόκε λύτρωσαί με.

Ῥάβδῳ συμπαθείας σου· βακτηρίᾳ σκέπης σου, κᾀμὲ παρακάλεσον, Ἁγνὴ καὶ ἐλαίῳ σου, τῆς θείας εὐσπλαγχνίας, λίπανον τὴν κεφαλήν μου.

ᾨδὴ η΄ . Σοὶ τῷ παντουργῷ.
Χάριν εἰληφὼς υἱοθεσίας θείας, τῷ θείῳ βαπτίσματι ταύτην ἀπώλεσα, πράξας ἀϑέσμους, ἐν βίῳ ἁμαρτίας· ὅθεν δυσωπῶ σε, Παρθένε οἴκτειρόν με.

Ῥίζης ἀναιδοῦς τῆς φιλαυτίας κλάδοι, Παρθένε πεφύκασι κόρος ἄνεσις· ὅθεν ἐκφύει, ἑσμὸς παθῶν ποικίλων· σὲ οὖν δυσωποῦμεν, τὴν ῥίζαν ξηρανθῆναι.

Αἴρω τὴν φωνὴν μετὰ κλαυθμοῦ σοι κράζων· οἶνον κατανύξως, Ἁγνή, με πότισον, ἄρτου δακρύων, ἐνταῦθα, ἔμπλησόν με· ἵνα μὴ ἐκεῖσε πεινάσω καὶ διψήσω.

Ὁ Εἱρμός.
Σοὶ τῷ παντουργῷ ἐν τῇ καμίνῳ παῖδες, παγκόσμιον πλέξαντες χορείαν ἔμελπον· πάντα τὰ ἔργα τὸν Κύριον.

ᾨδὴ θ΄. Ἠσαΐᾳ χόρευε.
Νοερὰν τὴν αἴσθησιν, τῇ ψυχή μου δώρησαι Ἁγνή, νεκρῶσαι τὰς ἀπρεπεῖς πρώην ἡδονάς, ἃς τίκτειν εἰώθασιν, αἱ αἰσθήσεις αἱ σωματικαί· ὅπως γενήσωμαι οἰκητήριον τοῦ Πνεύματος.

Οὐδαμῶς ἐνέλιπον, Θεομῆτορ πράττων τὰ αἰσχρᾷ, ἐκ βρέφους. ἀναδειχθεὶς οἶκος τῶν παθῶν· κἂν νῦν ἐν τῷ γήρᾳ μου, μεταγνῶναι δὸς μοι λογισμόν, ἴσως ἐκφύγοι μοι, τὰς κολάσεις τὰς μενούσας με.

Κρημνῷ παραπτώσεων, ὀλισθήσας πέπτωκα δεινῶς, ἐξ ὕψους τῶν ἀρετῶν Δέσποινα Ἁγνή· σὺ οὖν ἡ ἀντίληψις τῶν ἀσθενῶν καὶ ἁμαρτωλῶν, χεῖρα μοι πάρασχε, βοηθείας τῷ οἰκέτῃ σου.

Φοβεῖ με κριτήριον,Θεομῆτορ τὸ Δεσποτικόν· καὶ δέδοικα ὡς πολλῶν ἔμπλεῳς κακῶν· πλὴν εἰς σε κατέφυγον τῶν ἁμαρτωλῶν· καὶ μὴ ἀπώσῃ με· ἀλλὰ σῶσον τῷ ἐλέει σου.

Προσόμοια. Χαίροις ἀσκητικῶν.
Χαίροις ἡ φιλανθὴς ἀνθηδών, ἡ τὸν λειμῶνα τῆς ζωῆς περιθέουσα, καὶ στέφος ἐκλεξαμένῃ τὶς Παρθενίας λαμπρόν· τὸ φαιδρόν τοῦ Κτίστου καταγώγιον· σκηνὴ ἡ χωρήσασα, τὸν ἀχώρητον Κύριον· Χαῖρε Παρθένε, δἰ ἧς ᾄδῃς νενέκρωται, καὶ ὁ θάνατος, κατηργήθη καὶ σέσωσται, πτώματος ὁ Πρωτόπλαστος, δεινοῦ ἐξαισίου τε· Χαῖρε σεμνῇ Παναγίᾳ· Χαῖρε προπύργιον ἄσειστον· Θεοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Χαίροις ὡραιοτάτῃ τρυγῶν, κεχερσωμένη σωφροσύνῃ τὰς πτέρυγας· τὸ ἄνθος τῆς ἀφθαρσίας· ἡ νοητὴ πορφυρίς· Χαῖρε θεία κλῖμαξ· Χαῖρε γέφυρα, ζωὴν πρὸς οὐράνιον, τοὺς θνητοὺς ἡ μετάγουσα· Χαῖρε ἀνάκτων, πιστοτάτων κραταίωμα, καὶ ὀχύρωμα, καὶ διάδημα τίμιον· Χαίροις ἡ Παρθενίαν τε, λοχείᾳ συζεύξασα· τῶν ἀσθενούντων τὸ ἄκος· ἐλλειπόμενον τὸ πλήρωμα· Θεοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Χαίροις μετὰ Θεὸν ἡ Θεός· τὰ δευτερεῖα τῆς Τριάδος ἡ ἔχουσα· ἀμέσως δεχομένῃ, τῶν ἐκ Θεοῦ δωρεῶν, τὸ πλήρωμα ὅλον καὶ εἰς ἅπαντας, Ἀγγέλους ἄνθρὥπους τε, τοῦτο διαπορθμεύουσα· τοῦ ἐμιπυρίνου, οὐρανοῦ τὸ τεράστιον· τηλεσκόπιον, βουλῶν θείων θαυμάσιον· τέλος τὸ σκοπιμώτατον, καὶ ὕστατον Πάναγνε, Δημιουργίας ἀπᾴσῃς, δἰ ἣν ὁ κόσμος ἐγένετο· καὶ σοῦ τῇ γεννήσει, ἡ αἰώνιος τοῦ Κτίστου βουλῇ πεπλήρωται.

Μόνη τῶν θλιβομένων χαρᾷ, πρόφθασον ῥῦσαι, καὶ ἐμὲ τὸν οἰκέτην σου, ἐκ πάντων τῶν συνεχόντων, πολυειδῶν πειρασμῶν· φλογοφόρων νόσων καὶ κακώσεων· ἐχθρῶν ἐκζητούντων, καταπιεῖν με τὸν δείλαιον· λύπης ἀπᾴσῃς, καὶ δαιμόνων σκαιότητος· ἀθυμίας τε, καὶ δεινῆς καταχρίσεως· μὴ δὴ οὖν παραδῴῃς με, μέχρι τέλους ταῖς θλίψεσι· μὴ με βυθός τῆς κακίας, κατακαλύψῃ τὸν ἄθλιον· εἰς σὲ γάρ μου πάσας, τὰς ἐλπίδας ἀνεθέμην Θεοχαρίτωτε.

 

ΤΗ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΚΟΥ ΕΦΕΣΟΥ ΤΟΥ ΕΥΓΕΝΙΚΟΥ.

ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ἵππον καὶ ἀναβάτην.
Γόνυ σοὶ κάμπτω Δέσποινα ὁ ταλαίπωρος, καὶ τὴν σὴν νῦν αἰτοῦμαι θείαν αντίληψιν˙ λῦσον τὴν ὀδύνην τῆς ψυχῆς, σκέδασον μου τὰ νέφη, τῆς ἀθυμίας ταῖς πρεσβείαις σου, ἡ τῶν θλιβομένων παράκλησις.

Ῥυπῶν τῶν ἐκ παθών μου τὸ διαυγὲς τῆς ψυχῆς, Θεοτόκε Παρθένε τηροῦσα ἀνεπίμικτον, καθαρῶς με ποίησον, φωτὶ θείω ἄχραντε, ἀτενίζειν τὸν σὲ δοξάζοντα.

Σὺ τὰς ἐπαναστάσεις τὰς καθ’ ἡμῶν τῶν ἐχθρῶν, κραταιᾷ σου δυνάμει, τροπωσαμένη Δέσποινα, βαθεῖαν τῇ ποίμνη σου, τὴν εἰρήνην δώρησαι, ὡς τῆς θείας εἰρήνης πρόξενος.

Ὁ πλάσας κατὰ μόνος Θεὸς καρδίας βροτῶν, τὰς ὀδύνας γινώσκων, καὶ πάθη τῶν ψυχῶν ἡμῶν, κατάλληλον δέδωκεν, ἰατρεῖον ἄχραντε, σε ἐν νόσοις ἡμῖν καὶ θλίψεσιν.

ᾨδὴ γ΄. Ὁ πήξας ἐπ’ οὐδενός.
Ὁ πόκος τοῦ ὑετοῦ, τοῦ θείου πανάχραντε, τὴν ἐξηραμένην ψυχήν μου πάθεσι, καὶ τῇ ἐκπυρώσει τῶν κακῶν, ἄρδευσον Θεοτόκε, τῇ ἐπισκέψει σου ὡς βλύσασα, τῆς ζωῆς τὸ ὕδωρ Χριστὸν τὸν Κύριον.

Ὡράθη μετὰ σαρκός, ὁ πρὶν ἀθεώρητος, διὰ σου Παρθένε Λόγος καὶ Κύριος· ἵνα πρὸς ἀόρατον ἡμᾶς, καὶ θείαν μεταστήσῃ, δόξαν καὶ λῆξιν τὴν αἰώνιον, τοὺς ὡς Θεοτόκον, ὑμνοῦντάς σε.

Ἰλύος φθοροποιῶν, παθὼν ἡμᾶς λύτρωσαι, ταῖς πρὸς τὸν Υἱόν σου ἁγνῇ δεήσεσι· δίδου βηματίζειν καθαρῶς, τῆς μετανοίας τρίβους, τὰς εἰσαγούσας Θεονύμφευτε, πρὸς τὴν αἰωνίαν κατάπαυσιν.

Σαρκούται ἐκ τῶν σεπτῶν, Παρθένε αἱμάτων σου, ὁ δἰ’ εὐσπλαγχνίαν, βροτὸς γενόμενος· τοῦτον ἐκδυσώπει ὡς Υἱόν, τῆς ἄνω βασιλείας, καταξιώσαί με πανάμωμε, τὸν εἰλικρινῶς σε δοξάζοντα.

ᾨδὴ δ΄. Τὴν θείαν ἐννοήσας σου.
Ὡς κόρην ὀφθαλμοῦ με τῇ σκέπη σου, φύλαξον δέομαι ἁγνή, καὶ τῇ σκιά τῶν πτερύγων σου, περίθαλψόν με καὶ ῥῦσαι, δαιμόνων πονηρίας καὶ σῶσόν με.

Πόμα με κατανύξεως πότισον, Θεογεννήτορ Μαριάμ, καὶ δάκρυα με ἀξίωσον, ἀπὸ καρδίας προσφέρειν, σβεστήρια φλογὸς τῆς μενούσης με.

Ὁ φόβος τυραννεῖ με τῆς κρίσεως, καὶ ἡ ἀπόφασις Θεού· πρόφθασον σὺ μοι παράστηθι, ἐν τῇ ἡμέρᾳ τῆς δίκης, καὶ λύτρωσαι Μαρία Θεόνυμφε.

Ὡς πάντων ποιημάτων κυήσασα, Δημιουργὸν Μῆτερ Θεοῦ, ἰσχύεις πάντα καὶ δύνασαι, διὸ κολάσεως ῥῦσαι, καὶ πάσης ἐπηρείας τοὺς δούλους σου.

ᾨδὴ ε΄. Ὁ ἀναβαλλόμενος.
Ῥυπωθείσαν πάθεσι ψυχήν μου Πάναγνε, καὶ τὴν καρδίαν τῇ ῥιπτικῇ σου, εὐσπλαγχνίᾳ κάθαρον, καὶ ναὸν τοῦ Θείου Πνεύματος ἀποτέλεσον.

Γέγονεν ὁ τόκος σου Θεοχαρίτωτε, τοῖς καταδίκοις δικαιοσύνη· τοῖς νοσοῦσιν ίαμα· καὶ τοῖς θλιβομένοις, χαρὰ καὶ ἀγαλλίασις.

Τὸν αὐτοκατάκριτον καὶ ἀδιόρθωτον, Χριστέ μου σῶσον ταῖς τῆς Μητρός σου, ἱκεσίαις ἵνα σου, τὴν πολλὴν δοξάζω, καὶ ἄμετρον συμπάθειαν.

Νέφη διασκέδασον Ἁγνὴ τῶν θλίψεων, ἐκ τῆς ψυχῆς μου καὶ τῆς χαρὰς με, ταῖς ἀκτῖσι φαίδρυνον, ἡ τὸ φῶς τεκοῦσα τὸ θεῖον καὶ ἀνέσπερον.

ᾨδὴ ς΄. Μαινομένην κλύδωνι.
Ἐκ χοὸς ὁ πλάσας με, κατ’ εἰκόνα Δέσποτα τὴν σήν, καὶ υἱοθεσίας σου φιλάνθρωπε, ἀξιώσας, συντήρησόν με ὡς εὔσπλαγχνος.

Τοῖς ἀμέτροις πταίσμασι, καταλλήλως βέβλημαι Ἁγνή, τῶν κακούντων θλίψεσι· διὸ παράσχου μοι, τὸν ἱλασμόν, καὶ λυπηρῶν, ἀπολύτρωσιν.

Ταῖς πρεσβείαις πλήρωσον, τοὺς σοὺς δούλους δόξης θεϊκῆς, καὶ φωτὸς ἀῤῥήτου, καταξίωσον, σοὺς ὑμνητὰς Θεοχαρίτωτε Δέσποινα.

Καταδίκης ῥῦσαι με, αἰωνίου Δέσποινα ἁγνή, καὶ χαρὰς τῆς θείας καταξίωσον, καὶ τῆς τρυφῆς τοῦ Παραδείσου πρεσβείαις σου.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Χαῖρε κλῖμαξ Κυρίου ἡ Θεοστήρικτος· χαῖρε γέφυρα θεία Θεοπαρόδευτος· χαῖρε προσφύγιον πιστῶν καὶ ἱλαστήριον, ἡ προσάγουσα ἡμᾶς, πρὸς τὸν Υἱόν σου καὶ Θεόν, τοὺς πάντοτε τῇ σῇ σκέπη, προστρέχοντας Θεοτόκε, ὡς εἰς λιμένα γαληνότατον.

ᾨδὴ ζ΄. Ὁ ὑπερυψούμενος.
Νεῦσον παρακλήσεσι, νῦν τῶν προστρεχόντων σοι, καὶ ταύταις προσάγαγε Θεῶ Πανοικτίρμονι, καὶ πλήρου ταῖς αἰτήσεις, πολυύμνητε Μαρία.

Ὕμνον ἀποτίναξον, τὸν τῆς ῥαθυμίας μου· καὶ φώτισον δέομαι, σεμνὴ τὰς αἰσθήσεις μου, ἐγρήγορσιν διδοῦσα, καὶ μετάνοιαν ἀξίαν.

Ἰλέων γενέσθαι μοι, σὺ τὸν εὐδιάλλακτον, Παρθένε δυσώπησον· καὶ σῶσαί με ψάλλοντα ψυχὴ συντετριμμένη· ὁ Θεὸς εὐλογητὸς εἶ.

Χρόνῳ σου τὸ ἔλεος, οὐ συμπεριγράφεται· ἀεὶ γὰρ Πανάχραντε, οἰκτείρεις τοὺς δούλους σου, καὶ νέμεις τοῖς αἰτοῦσι, τὴν ἀνέκλειπτον σου χάριν.

ᾨδὴ η΄. Σοὶ τῷ παντουργῷ.
Δόξῃ θεϊκῇ ἡ λαμπρυνθεῖσα μόνη, ὡς Μήτηρ ὑπάρχουσα τοῦ σὲ δοξάσαντος, δόξης τῆς ἄνω τυχεῖν με θείας Κόρη, αἴτησαι τὸν μόνον ἀεὶ δεδοξασμένον.

Ὅλη ἐκλεκτῇ λελαμπρυσμένη πέλεις· ὄλῃ μόνη πάναγνος, σεμνὴ καὶ ἄσπιλος, ὅθεν βοῶ σοι φιλάγαθε Παρθένε, κάθαρόν με ῥύπου, παντὸς ταῖς σαῖς πρεσβείαις.

Δίδου ἱλασμὸν Θεογεννήτορ Κόρη, καὶ βίου διόρθωσιν τοῖς σοὶ προστρέχουσιν· ὅπως ἀπαύστως, ὑμνοῦμεν σε Παρθένε, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὑπὲρ φαεινὰς καὶ τηλαυγεῖς ἀκτίνας, τοῦ ἡλίου Δέσποινα ἡ προστασίᾳ σου, πᾶσιν ἁπλοῦσα, ἀκτίνας τῶν θαυμάτων, λύει τὴν ὀμίχλην παθὼν καὶ νοσημάτων.

Αἰνοῦμεν. Ὁ Εἱρμός.
Σοὶ τῷ παντουργῷ ἐν τῇ καμίνῳ παῖδες, παγκόσμιον πλέξαντες χορείαν ἔμελπον· πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ’. Ἠσαΐα χόρευε.
Δονουμένους θλέψεσι καὶ τῷ πλήθει τῶν ἀνιαρῶν, ἐδραίωσον ἡμᾶς, θεία σου ῥοπή, Μαρία Θεόνυμφε, ἐν τῇ στεῤῥᾷ τῆς ὑπομονῆς, καὶ τῆς ἐλπίδος σου, πέτρα ἵνα σε δοξάζωμεν.

Ὑπερήρθη ἄχραντε, τὸ φορτίον τὸ τῶν λυπηρῶν, δυνάμεως τῆς ἐμῆς, καὶ πρὸς ἀχανές, τὸ τῆς ἀπογνώσεως καθέλκει με βάραθρον ἀφοῦ, ῥῦσαί με Δέσποινα, τοῦ απαύστως μεγαλύνειν σε.

Φωτοφόρον ὄχημα, ἀνεδείχθης τοῦ Εμμανουήλ, φωτίζουσα τοὺς πιστούς. Δέσποινα ἁγνή· διό με καταύγασον, ῥαθυμίας σκότει τὴν ψυχήν, νῦν καλυπτόμενον, καὶ τοῖς πταίσμασιν ὀλλύμενον.

Σὺ προστάτις, πέφυκας, τῆς ψυχῆς μου πάνσεμνε ἁγνή· ἐν σοὶ γὰρ τῶν δυσμενῶν, θραύω τὴν ἰσχύν, καί σου ἀπηώρησα, τὰς αἰσθήσεις πάσας καὶ τὸν νουν· σῶσοόν με σῶσόν με· ἵνα πόθῳ μεγαλύνω σε.

Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις περιστερᾷ λογικῇ, κατακλυσμοῦ τοῦ νοητοῦ παῦλαν φέρουσα, καὶ ῥύπον τῆς ἁμαρτίας, πλύνασα μόνη ἁγνή· τὸ θερμόν τοῦ κόσμου ιλαστήριον· ἐλπὶς ἀκαταίσχυντε, καὶ βεβαία ἀντίληψις, τῶν σε τιμώντων, καὶ ὑμνούντων ἐκ πίστεως, καὶ τὴν θείαν σου, ἐκζητούντων βοήθειαν· χαῖρε ἄνω δυνάμεων, παμπόθητον άκουσμα· χαῖρε δαιμόνων ἡ πτώσις· χαῖρε βροτῶν ἡ ανόρθωσις· Χριστοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Χαίροις ἡ φεραυγὴς χελιδών, ἡ ἐκ χειμῶνος, νοητοῦ ἔαρ φέρουσα καὶ ζάλην τῆς ἁμαρτίας παύσασα μόνη σεμνή· χαῖρε θεία σκέπη, χαῖρε τράπεζα, ἐν σοὶ τὸν οὐράνιον, τῆς ζωῆς ἄρτον ἔχουσα, οὐ οἱ τρυφῶντες, οὐ δεδοίκασι θάνατον, οὐδὲ θνήσκουσιν· ἀλλὰ ζῶσιν ὡς ἔφησεν, ἄχραντε Παντευλόγητε, ὁ πλάστης τῆς φύσεως· οὐ καὶ ἡμᾶς τοὺς σοὺς δούλους, ἐμφορηθῆναι ἀξίωσον, τυχεῖν τε Παρθένε, τῆς ἀλήκτου καὶ ἀφθάρτου μακαριότητος.

Χαίροις Παρθενομῆτορ ἁγνή, ἡ ἁπλουστάτῃ καὶ ἀμίαντος δάμαλις, τὸν μόσχον ἡ τετοκυΐα, τὸν μυστικόν τοῦ Θεού· ἀμνὰς καθαρὰ τε καὶ πανάσπιλος· δορκὰς ἐν τοῖς ὄρεσιν, ἀρωμάτων ἡ βόσκουσα, καὶ νεμομένη ἐν τοῖς κρίνοις ἀείποτε· θείαις χάρισι, καὶ τρυφαῖς ταῖς τοῦ Πνεύματος· ἔλαφος, ἡ ταχυδρόμος, τοὺς ὄφεις ἡ κτείνουσα, τοὺς νοητοὺς καὶ σῶν δούλων, πόῤῥωθεν τούτους ελαύνουσα· Χριστοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Παῦσον τὴν κατ’ ἐμοῦ τῶν δεινῶν, κυμαινομένην, Θεοδόξαστε θάλασσαν· ἁπάντων κραταιοτάτη, καταφυγὴ τῶν πιστών· καὶ πρὸς θεῖον ὅρμον καθοδήγησον, ἁγνῇ τὸν ταλαίπωρον, καὶ πανάθλιον δοῦλον σου, ἤδη πρὸς χάος, ἀπωλείας ἐγγίσαντα, καὶ πρὸς πέταυρον, ἀπογνώσεως φθάσαντα· Δέσποινα μὴ παρίδῃς με, κακῶς κινδυνεύοντα, καὶ ὀλοψύχως ζητοῦντα, τὴν σὴν ταχεῖαν βοήθειαν· εἰς σὲ γὰρ μου πᾶσαν, προσδοκίαν ἀνεθέμην Θεομακάριστε.

 

ΤΗ ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΘΕΟΦΑΝΟΥΣ ΝΙΚΑΙΑΣ ΤΟΥ ΓΡΑΠΤΟΥ.

Ὡς ὁρᾶται ἐν τοῖς ὑστέροις Θεοτοκίοις.

ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ἵππον καὶ ἀναβάτην.
Ὑπερευλογημένη Μαρία Πάναγνε, τοὺς ἐν πίστει καὶ πόθῳ, οἶα Θεοῦ Μητέρα σε, ὑμνοῦντας διάσωσον, ἐκ παθὼν καὶ θλίψεων, καὶ πταισμάτων ταῖς ἱκεσίαις σου.

Πίστις ἡγείσθω μόνη καὶ μὴ ἀπόδειξις, τῶν ὑπὲρ νοῦν θαυμάτων σου Θεονύμφευτε· τὸν γὰρ ἀκατάληπτον, ὑπὲρ φύσιν τέτοκας, ἐνδυσάμενον τὸ ἀνθρώπινον.

Ὅλος ἐπιθυμίᾳ, καὶ ἄχραντος γλυκασμός, ὁ Υἱὸς καὶ Θεός σου, τῶν ἀγαθῶν τὸ πλήρωμα, ὑπάρχει πανάμωμε· ὃν δυσώπει ῥύσασθαι, θλίψεως τοὺς τιμῶντάς σε.

Θαῦμα ἐν σοι τελεῖται, Παρθένε ὄντως φρικτόν, ὅτι ἐν τῇ γαστρί σου τὸν μηδαμοῦ χωρούμενον, ἐγκύμονα ἔσχηκας, καὶ ἀφράστως τέτοκας, ἀειπάρθενος διαμείνασα.

ᾨδὴ γ΄. Ὁ πήξας ἐπ’ οὐδενός.
Ὁ πάλαι ἐξ οὐδενὸς ποιήσας τὰ σύμπαντα, ἐκ τῆς σῆς ἁγίας γαστρὸς προέρχεται, ἄνθρωπος γενόμενος ἁγνῇ ὑπὸ φιλανθρωπίας, διαφερόντως ὁ φιλάνθρωπος· ἵνα τοὺς ἀνθρώπους λυτρώσηται.

Ἰδοὺ σὺ ὑπὲρ πάσας ἁγνῇ κεχαρίτωσαι· ὑπερέβης πάσας τῇ αγιότητι· πάντων ὑπερῆρας καὶ πασῶν, ὤφθης ὑψηλοτέρα, τῶν νοερῶν σαφῶς δυνάμεων· Μήτηρ τοῦ Θεοῦ χρηματίσασα.

Παρθένε, τὸ καθαρόν τοῦ Λόγου παλάτιον, τὴν ψυχὴν μου δεῖξον οἶκον τοῦ Πνεύματος· ὕδατος πηγῇ ζωαρχικοῦ, πότισον με τῇ καύσει, τῆς ἁμαρτίας εκτηνόμενον· ὅπως κατὰ χρέος δοξάζω σε.

Ἐκτός σου μετὰ Θεὸν προστάτιν οὐ κέκτημαι, ἐκ τῶν ἀναγκῶν με ἀεὶ ἐξαίρουσαν· Δέσποινα πανύμνητε σεμνῇ, Μαρία Θεοτόκε· μὴ με παρίδῃς ἀπολλύμενον· καὶ ταῖς ἁμαρτίαις σκοτούμενον.

ᾨδὴ δ΄. Τὴν θείαν ἐννοήσας σου.
Ὑφάνασα ἱστὸν ἐξ αἱμάτων σου, παρθενικῶν τῷ οὐρανόν, νεφέλαις Κόρη ἐνδύοντι, καταστολὴν ἀφθαρσίας, ἀπάτη γυμνωθέντα με ἔνδυσον.

Ἡ μήτρα σου παλάτιον ἅγιον, τοῦ Βασιλέως καὶ Θεοῦ, ἀνερμηνεύτως γεγένηται, ἐν ὦ οἰκήσας Παρθένε, ναοὺς ἡμᾶς αὑτοῦ ἀπειργάσατο.

Ἀφράστως συλλαβοῦσα Πανάμωμε, τὸν ποιητήν σου καὶ Θεόν, δυσώπει σώσαι κινδύνων ἀπαντας· καὶ ψυχικὴν σωτηρίαν, βραβεύσαι τοῖς ὑμνοῦσί σε Δέσποινα.

Ὁικτείρησον οἰκτίρμων ὑπάρχουσα, τὴν παναθλίαν μου ψυχήν, Θεογεννήτορ πανάμωμε, τὴν ἐκ παθὼν καὶ πταισμάτων, δεινῶς ἀμαυρωθεῖσαν καὶ στένουσαν.

ᾨδὴ ε΄. Ὁ ἀναβαλλόμενος.
Συμφορῶν τῷ κλύδωνι νῦν με ποντούμενον, πρὸς τὸν λιμένα τῆς σῆς γαλήνης, Παναγίᾳ ἴθυνον, ἡ τὸν κυβερνήτην, τῆς ἀπαθείας τέξασα.

Νοῦς οὐδὲ οὐράνιος ὄντως δυνήσεται, σε Θεομῆτορ ὑμνεῖν ἀξίως· τὸν γὰρ Κτίστην τέτοκας, τὸν ταῖς οὐρανίαις, ὑμνούμενον δυνάμεσιν.

Νέον ἀπεκύησας ὡς βρέφος ἄχραντε, τὸν πρὸ αἰώνων Πατρὸς ἀχρόνου, ἀχρόνως εκλάμψαντα· ὃν ὑπὲρ τοῦ κόσμου, δυσώπει Θεονύμφευτε.

Φώτισον τὰ ὄμματα τῆς διανοίας μου, χρυσὴ λυχνία φωτός τοῦ θείου, καὶ παθὼν διάλυσον, τὸ ζοφῶδες Κόρη, καὶ ὅλον με ἐκλάμπρυνον.

ᾨδὴ ς΄. Μαινομένην κλύδωνι.
Παναγία Δέσποινα, Θεομῆτορ ῥῦσαι με φθορᾶς, καὶ παθών τὸν τάραχον κατεύνασον, ἡ τὴν πηγήν τῆς ἀπαθείας κυήσασα.

Ὑπέρ νοῦν τὸν ἄχραντον, ὑπὲρ λόγον τὸν Δημιουργόν, Παναγία τέτοκας λυτρούμενον, πάσης φθορᾶς τοὺς Θεοτόκον ὑμνοῦντάς σε.

Ὁ Πατρὶ συνάναρχος, Υἱὸς Κόρη κόλπους Πατρικούς, μὴ λιπὼν ηὐλίσθη ἐν τοῖς κόλποις σου, καὶ Ἀβραάμ τοὺς κόλπους ἡμῖν ἡνέωξεν.

Ἀπειράνδρως τέτοκας, Θεοτόκε τὸν Ἐμμανουήλ, τὴν ἡμῶν ταπείνωσιν οικτείραντα· ὅθεν ἀεὶ χρεωστικῶς σε δοξάζομεν.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἡ τὸ ἄνθος τὸ θεῖον ῥίζα βλαστήσασα· κιβωτὲ καὶ λυχνία καὶ στάμνε πάγχρυσε· ἁγία τράπεζα ζωῆς τὸν ἄρτον φέρουσα· ὡς Υἱόν σου καὶ Θεόν, ἐκδυσώπησον αὑτόν, σὺν τοῖς Ἀγγέλοις καὶ πᾶσι, τοῖς ἀπ’ αἰῶνος ἁγίοις, τοῦ ἐλεήσαι τοὺς ἀνυμνοῦντάς σε.

ᾨδὴ ζ΄. Ὁ Ὑπερυψούμενος.
Ὁ ὑπερυψούμενος, σὺν Πατρὶ καὶ Πνεύματι, Υἱὸς ἐκλεξάμενος, σε λίαν ἠγάπησεν, ἁγνὴ πρὸς κατοικίαν, ἑαυτοῦ εὐλογημένῃ.

Πύλην ἀδιόδευτον, ὁ Προφήτης βλέπει σε, Μαρία Πανάχραντε, ἣν μόνος διώδευσεν· ὦ πάντες μελωδούμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.

Στόματι καὶ γνώμη σε, Θεοτόκον Πάναγνε, κηρύττω γηθόμενος, Θεὸν γὰρ γεγέννηκας· ὦ πάντες μελῳδοῦμεν, ὁ Θεὸς εὐλογητὸς εἶ.

Νύμφη Θεοῦ πέφυκας· Ἀποστόλων καύχημα· Μαρτύρων στεφάνωμα· Ὁσίων αγλάϊσμα· χαρὰ δὲ τῶν βοώντων· ὁ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Σοὶ τῷ Παντουργῷ.
Σοὶ τῇ τοῦ παντὸς τὸν Ποιητὴν τεκούσῃ, ὁποῖον Πανύμνητε τὸν ὕμνον ᾄσωμεν· σε γὰρ ὑμνοῦσιν Ἀγγέλων στρατηγίαι· καὶ δοξολογούσι βροτῶν χοροστασίαι.

Κλίμαξ νοητῇ δἰ’ ᾖς Θεὸς κατέβη· μετάγουσα γέφυρα γηίνους άνωθι· θαῦμα Αγγέλων· δαιμόνων τραῦμα μέγα, ἴαμα πιστῶν τε, ὑπάρχεις Θεοτόκε.

Πὼς παρθενικῆς μὴ ἐκπεσοῦσα δόξης, μητρῴαν ἐπλούτισας τιμὴν ἀνύμφευτε; Οἶδεν ὁ ταύτᾳ σοφῶς τερατουργήσας· ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ἤνοιξα κᾀγὼ τετολμηκὼς ἐκ πόθου, πρὸς ὕμνον Πανύμνητε, τὸν σὸν τὸ στόμα μου· ὅθεν πλησθῆναι, σοφίας δυσωπῶ σε, καὶ ἑλκύσαι πνεῦμα, συνέσεως Μαρία.

Αἰνοῦμεν. Ὁ Εἱρμός.
Σοὶ τῷ παντουργῷ ἐν τῇ καμίνῳ παῖδες, παγκόσμιον πλέξαντες χορείαν ἔμελπον· πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἠσαΐα χόρευε.
Θεομῆτορ Πάναγνε, προστασίᾳ τῶν Χριστιανών· περίσῳζε σὸν λαὸν πάσης ἀπειλῆς, καὶ πάσης ἁλώσεως βαρβαρικῆς ὀργῆς, καὶ θυμού· πάσης κακώσεως, καὶ ἐκ πάσης κατακρίσεως.

Εὐλαβῶς σοι ᾄδομεν, ἐγκωμίων ἄσματα ἁγνῇ, λυτρούμενοι ἀεὶ νόσων χαλεπῶν, σαῖς θείαις πρεσβείαις σου· διὸ καὶ νῦν κράζομεν πιστώς· ἴασαι Δέσποινα τὰς ψυχὰς ἡμῶν καὶ σώματα.

Παναγία Δέσποινα, ἐκδυσώπει τὴν προσκυνητήν, Τριάδα ἧς ἀπαθῶς τὸν ἔνα σαρκί, ἡμῖν ἀπεγέννησας, εἰρηνεύσαι τοὺς ἐπὶ τῆς γῆς· λύσιν πταισμάτων τε, τοῖς ὑμνοῦσί σε δωρήσασθαι.

Σῶν προσφύγων Πάναγνε, μὴ ἀπώσῃ νῦν τὸν στεναγμόν· ἀλλ’ ἔπιδε ἡμῶν ἐν τοῖς θλιβεροίς· τὸ πένθος μετάβαλε εἰς χαρμονὴν καὶ τὸ κατηφές, εἰς ἀγαλλίασιν, τῶν ἐν ὕμνοις γεραιρόντων σε.

Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις ἡ νοητῇ κιβωτός· δἰ’ ᾖς βροτοῖ κατακλυσμοῦ ἐλυτρώθημεν, καὶ ζάλης τῆς ἁμαρτίας, Θεογεννήτορ ἁγνῇ, τὸ λαμπρόν τοῦ κόσμου εγκαλλώπισμα· σεμνὴ καί τῆς πίστεως, τὸ στεῤῥότατον έγερμα· χαῖρε λυχνία, φωταυγής καὶ ὑπέρλαμπρος, ἡ τὸ ἄστεκτον, ἐν κοιλία σου ἄμωμε, φῶς τὸ πανυπερούσιον, ἀσπόρως βαστάσασα· χαῖρε κατάρας ἡ λύσις· καὶ εὐλογίας ἀντίδοσις· Χριστοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Χαίροις ἡ μαργαρίτην Χριστόν, ἐξ ἀστραπῆς τῆς θειοτάτης κυήσασα· τοὺς σκότει τῆς ἀγνωσίας, καὶ τοὺς ἐν βάθει δεινῶν, συσχεθέντας μόνη ὁδηγήσασα, πρς φῶς τό τῆς γνώσεως, ὑπερύμνητε Δέσποινα· χαῖρε νεφέλη, φωταυγής καὶ υπέρλαμπρε· χαῖρε καύχημα Ἀποστόλων καὶ κήρυγμα· θέαμα περιβόητον· ἐξαίσιον άκουσμα· χαῖρε δοχεῖον τοῦ Κτίστου, καὶ καθαρὸν ἐνδιαίτημα, Θεοῦ ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Χαίροις ἀνατολὴ νοητή, ἡ ἐκ λαγόνων τὸν Χριστὸν ἀνατείλασα, πληροῦντα τὴν οἰκουμένην, φωτὸς ἀῤῥήτου ἁγνή, τὸ τῶν ἀσωμάτων ἀγαλλίαμα· ἀμνὸν Θεοῦ αἴροντα, ἁμαρτίας ἡ τέξασα, παντὸς τοῦ κόσμου, τὸν τροφέα καὶ πρύτανιν, ἡ θηλάσασα, καὶ ἀγκάλαις κρατήσασα· μόνη ἡ ἀδιάφθορος, ἁγνὴ καὶ αμόλυντος· χαῖρε ἁγία ἁγίων, τὸν ὑπεράγιον Κύριον, ἀεὶ δυσωποῦσα, μὴ ἐλλίπῃς Θεοτόκε ὑπέρ τῶν δούλων σου.

Στρέψον τὸν κοπετὸν εἰς χαράν· εἰς εὐθυμίαν δὲ τὸ πένθος μετάβαλε· τὸν θρῆνον εἰς ευφροσύνην· καὶ ἀγαλλίασιν νῦν, Θεοτόκε μόνη παντευλόγητε· καὶ γὰρ ἐπληθύνθησαν, οἱ μισοῦντες τὸν δοῦλον σου, καὶ ἐκζητοῦσι, τὴν ψυχὴν ἀπολέσαι μου, ἀναιδεῖς ὄντες, αἱμοβόροι καὶ δόλιοι, μάτην κατεπαιρόμενοι, δεινῶς ὡρυόμενοι· κύνες καθάπερ λυσσώντες· ὧν τῆς κακίας με λύτρωσαι, ζωὴν δωρουμένη, εὐφροσύνην σωτηρίαν, καὶ μέγα ἔλεος.

 

ΤΗ ΤΕΤΑΡΤΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΜΗΤΡΟΦΑΝΟΥΣ ΣΜΥΡΝΗΣ.

Οὐ ἡ ἀκροστιχίς·
Πέμπτος Κανών σοι Μητροφάνους Παρθένε.

ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ἵππον καὶ ἀναβάτην.
Πᾶσαi σε τῶν ἀνθρώπων γεραίρουσι γενεαί, καθὼς πάλαι Παρθένε, προφητικῶς προείρηκας· κᾀμὲ τοίνυν πρόσδεξαι, μελῳδόν σου Δέσποινα, καὶ καταύγασον καὶ συνέτισον.

Ἔθραυσας τοῦ θανάτου τὸ κέντρον τὴν κοσμικήν, ἁμαρτίαν Παρθένε τὴν ἀληθῆ γεννήσασα, ζωὴν δἰ’ ᾖς ἄμβλυνον, τῶν παθών μου Δέσποινα, τὰ ὀξύτονα βέλη τάχιον.

Μόνη πεποικιλμένη Παρθενικοῖς κροσσωτοῖς, ἐξ αἰῶνος φανεῖσα τὸ τῆς συκῆς ἱμάτιον, Ἀδὰμ σὺ διέῤῥηξας· διὸ νῦν με ἔνδυσον, σωφροσύνης στολὴν πρεσβείαις σου.

Πλοῦτον καὶ θείαν δόξαν, ἐκτήσαντο μὲν πολλαί, θυγατέρες προδήλως· ἀλλ’ ἀσυγκρίτως Δέσποινα, σὺ πάσας ὑπέρκεισαι· διὸ νῦν με πλούτισον, οὐρανίαις καὶ θείαις χάρισιν.

ᾨδὴ γ΄. Ὁ πήξας ἐπ’ οὐδενός.
Τὸ βάθος καὶ τὸ ὕψος ἐν σοι διεγνώσθησαν, τῆς τοῦ Θεοῦ σοφίας Μαρία Πάναγνε, τῆς ἀκαταλήπτως ἐκ τῆς σῆς μήτρας γεγεννημένης· δἰ’ ᾖς τὰ βάθη τῆς καρδίας μου ῥῦσαι σοφισμάτων τοῦ ὄφεως.

Ὁ πρώην πτερωτὰ καὶ νηκτικὰ ἐκ τοῦ ὕδατος, οὐσιώσας λόγῳ μὴ προϋπάρχοντα· σὺ ἐκ τῶν αἱμάτων τῆς ἁγνῆς, αὖθις Χριστὲ Παρθένου, τὸ τῆς Θεότητος σαρκίον σου, ἔνδυμα φρικτῶς κατεσκεύασας.

Σὺ μόνη χωνευτήριον ὤφθης τῆς φύσεως, ἐν ὦ πῦρ τὸ θεῖον ἀφλέκτως ἄχραντε, ταύτην ἀνεχώνευσε σαφῶς· σὺ οὖν ἁμαρτημάτων, καὶ τῶν παθών μου ῥύπον χώνευσον, καὶ ταῖς σαῖς πρεσβείαις με λάμπρυνον.

Κρατῆρα τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος, τοῦ ποτιζομένου σαφῶς εἰς ἄφεσιν, τῶν ἁμαρτημάτων τοῖς πιστοῖς, σε πάναγνε γινώσκων, καθικετεύω συγχωρήσεως, νέκταρ τὴν καρδίαν μου πότισον.

ᾨδὴ δ΄. Τὴν θείαν ἐννοήσας σου.
Ἀνήροτος σὺ πέφηνας ἄρουρα, τὸν μὴ σπαρέντα θεϊκὸν ἀναβλαστήσασα ἄσταχυν· διὸ πεινώνταν με θρέψον, ταῖς θείαις δωρεαῖς σου καὶ χάρισιν.

Νοσοῦντα με πρὸς θάνατον Δέσποινα, τὸν τῆς ψυχῆς καί τῶν παθών, τῷ πυρετῷ συνεχόμενον, τῶν πρεσβειῶν σου τὸ ὕδωρ, ποτίσασα συντόμως ἀνάστησον.

Ὡς οὖσα τοῦ Θεοῦ πόλις ἔμψυχος, ἣν ποταμοῦ τοῦ νοητοῦ, εὐφραίνουσι τὰ ὁρμήματα, τῶν πρεσβειῶν σου τῷ πύργῳ, ψυχῆς μου τὴν οἰκίαν ὀχύρωσον.

Νεφέλην σε γινώσκων τὴν ῥάνασαν, δικαιοσύνην ἀληθῆ, λιτάζω Πάναγνε Δέσποινα, τῶν ἀδικούντων με πάντων, λυτρώσασθαι τὸν δοῦλον σου τάχιον.

ᾨδὴ ε΄. Ὁ ἀναβαλλόμενος.
Σάλον καὶ τὸν κλύδωνα, Μαρία Δέσποινα, τῆς ἁμαρτίας καὶ τῶν παθών μου, παντελῶς κατεύνασον, ἡ τῆς ἀπαθείας κυήσασα τὸν αἴτιον.

Ὁ ἱστὸς ὃν ἄνωθεν, Χριστὸς ἐξύφανε, τῆς εὐπρεπείας στολήν τῆς θείας, ἀρετῶν ἐνδύματι, τὴν γεγυμνωμένην, ἁγνὴ ψυχήν μου στόλισον.

Ἱλασμὸν μοι δώρησαι, ταῖς σαῖς δεήσεσιν, ἁμαρτημάτων ἁγνὴ Παρθένε, ἡ τὸ ἱλαστήριον, τὸ θεῖον τεκοῦσα, Χριστὸν ἡμῖν τὸν Κύριον.

Μώλωπας καὶ τραύματα καὶ σηπεδόνας μου, τῆς ἁμαρτίας τῇ χειρουργίᾳ, πρεσβειῶν ἀφάνισον, καὶ ῥῶσιν Παρθένε τῷ δούλῳ σου πρυτάνευσον.

ᾨδὴ στ΄. Μαινομένην κλύδωνι.
Ἡ τὸ φῶς κυήσασα, τῶν φωστήρων τὸ ποιητικόν, τὴν ψυχήν μου φώτισον καὶ λύτρωσαι, τῆς τῶν παθών, ὁλόφωτε νῦν ζοφώσεως.

Τὸν Μεῤῥάς γλυκάναντα, Θεοτόκε ὕδατα τὸ πρίν, σὸν Υἱὸν δυσώπησον τοῦ ῥύσασθαι, τῆς τῶν παθών, δεινῆς πικρίας με τάχιον.

Ῥευματίζει χείμαῤῥος, τὴν ψυχήν μου Πάναγνε παθών· ἀλλὰ τοῦτον ξήρανον πρεσβείαις σου, καὶ λογισμούς τοὺς πονηροὺς ἐξαφάνισον.

Ὁ Χριστὸς ῥυόμενος, τοὺς ἀνθρώπους ᾖκεν ἐκ Σιών, ἐκ γαστρός σου Δέσποινα Πανάμωμε· διὸ κᾀμὲ κινδύνων ῥῦσαι καὶ θλίψεων.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐν πελάγει τοῦ βίου κλυδωνιζόμενος, καὶ μερίμναις γηίναις περιαντλούμενος, καὶ συμπνιγόμενος τὸν νοῦν τὴν σὴν βοήθειαν, ἐπικαλοῦμαι ἐκ ψυχῆς, ἐπιταχύνουσα λοιπόν, κυβέρνησον καὶ πρὸς ὅρμον, εἰσάγαγε μετανοίας· ἵνα ὑμνῶ σε Παρθένε ἄχραντε.

ᾨδὴ ζ΄. Ὁ ὑπερυψούμενος.
Φρίττουσι καὶ φεύγουσι, τὴν σὴν κλῆσιν Δέσποινα, δαιμόνων αἱ φάλαγγες· ἐξ ὧν λυτρουμένῃ με, διάσῳζε καὶ φρούρει, κατ’ ἀμφοῖν ἐκ πάσης βλάβης.

Ἄῤῥητος ἡ δόξα σου· τὸν γὰρ δόξης Κύριον, Παρθένε γεγέννηκας, διὸ με ἀξίωσον, τῆς οὐρανίου δόξης, τὸν πιστῶς σε ἀνυμνοῦντα.

Νεῦσον ταῖς δεήσεσι, τοῦ σου δούλου Δέσποινα καὶ ῥῦσαι με τάχιον, κινδύνων καὶ θλίψεων καὶ πάσης ἐπηρείας, δυσμενῶν τῶν ἀοράτων.

Ὅλον με τοῖς πάθεσι, τῆς αἰσχύνης ἄχραντε, χρανθέντα καὶ χρῄζοντα, καθάρσεως ἔκπλυνον, καὶ λάμπρυνον Παρθένε, πρεσβειῶν σου ταῖς ῥανίσιν.

ᾨδὴ η΄. Σοὶ τῷ παντουργῷ.
Ὑδωρ ἀτεκνοῦν τὸ τῶν παθὼν ψυχῆς μου, τὴν μήτραν ἐστείρωσε καὶ κατεξήρανε· ῥᾶνον μοι κούφῃ, νεφέλη θεῖον ὄμβρον· ὅπως ἐκβλαστήσω καρπούς τῆς μετανοίας.

Σάλον λογισμῶν τῶν ἐμπαθῶν καὶ ζάλην, κατεύνασον Πάναγνε ταῖς σαῖς δεήσεσιν, ἴθυνον δέ με, πρὸς ὅρμον ἀπαθείας· ἵνα σε δοξάζω εἰς πάντας τοὺς αἰῶνας.

Πύλη νοητῇ καὶ κεκλεισμένη θεία, ἣν μόνος διώδευσε ὁ Θεὸς ὁ εὔσπλαγχνος, κλεῖσον καὶ φράξον τὰς θύρας τῶν παθών μου, καὶ τὰς τῆς ἐλπίδος διάνοιξόν μοι θύρας.

Ἆρον ἀπ’ ἐμοῦ τὸν τῶν πταισμάτων φόρτον, ἡ μόνη τὸν αἴροντα κόσμου τοῦ σύμπαντος, Μῆτερ Παρθένε, τὴν ὅλην ἁμαρτίαν· τέξασα ἀφράστως, ἀμνὸν Θεοῦ καὶ Λόγον.

Αἰνοῦμεν. Ὁ Εἱρμός.
Σοὶ τῷ παντουργῷ ἐν τῇ καμίνῳ παῖδες, παγκόσμιον πλέξαντες χορείαν ἔμελπον· πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἠσαΐα χόρευε.
Ῥὑπωθεῖς ὡς ἄνθρωπος, τὴν ψυχήν μου πταίσμασι πολλοῖς, καὶ πάθεσι σαρκός, καταμολυνθείς, λιτάζω συντόνως σε καὶ δυσωπῶ, κάθαρον ἁγνή, σαῖς με δεήσεσιν, ἀπὸ πάσης νῦν φαυλότητος.

Θελητὴν γεγέννηκας, τοῦ ἐλέους καὶ τῶν οἰκτιρμῶν, φιλάνθρωπον Θεὸν μόνον ἀγαθόν, μακρόθυμον εὔσπλαγχνον, ὃν εὐμενῆ δεῖξον μοι ἁγνή, ταῖς σαῖς δεήσεσι, καὶ πταισμάτων λύσιν βράβευσον.

Ἐμαυτὸν ὀδύρομαι, ἐννοῶν μου τῶν ἁμαρτιῶν, τὰ πλήθη καὶ τῶν παθών, τὰς ἐπαγωγάς· ψυχῆς μου τὴν πώρωσιν· καὶ τοῦ νόος μου τὰς ἐκτροπάς· ἀπεγνωσμένον με, ἁγνὴ σῶσον τῷ ἐλέει σου.

Εὐλογῶ δοξάζω σε, μεγαλύνω Πάναγνε θερμῶς, ευλόγησόν με οὖν, τὸν σὸν ὑμνῳδόν, καὶ πάντων εκλύτρωσαι, τῶν δυσμενῶν καὶ τῶν λυπηρῶν, καὶ περιφύλαττε, σαῖς παλάμαις ἀπροσμάχητον.

Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις τῶν γεγενών ἡ ἐλπίς· γῆ ἐκλεκτὴ καὶ καθαρὰ καὶ ἀμόλυντος· πηγῇ τε ἐσφραγισμένῃ, τοῦ Παρακλήτου σεμνή, σὺ ὑπάρχεις μόνη ἀειπάρθενε, ἐξ ἧς οἱ ὑμνοῦντές σε, σωτηρίαν εὑρίσκομεν· γένους βροτείου, ἡ τελεία ἀνάκλησις· χώρα εὔκαρπε, ἡ τὸν στάχυν βλαστήσασα· γέφυρα ἡ μετάγουσα, ζωὴν πρὸς τὴν ἔνθεον, ἡ κυβερνῆτις ἡ θεία χειμαζομένων ἡ ἄγκυρα· λιμὴν σωτηρίας, τῶν ἐκ πόθου σε ζητούντων ὁ εὐδιώτατος.

Χαίροις ἡ διαυγῇς καὶ λαμπρᾷ, πηγῇ ἐξ ἧς τὸ καθαρὸν καὶ ἀθόλωτον, προῆλθεν ὕδωρ ποτίζον, τοὺς κρατουμένους φλογμῷ, ἁμαρτίας Κόρη καὶ κακώσεως· αὐγῇ ἡ τὸν ἥλιον, ἐν τῷ κόσμῳ εἰσάξασα· χαῖρε τὴν πλάνην, τῆς ἀπάτης ἡ σβέσασα, καὶ πρὸς ἔνθεον, πίστιν πάντας ἑλκύσασα· χαῖρε τὸ πολυπόθητον, τοῖς πέρασιν ὄνομα· χαῖρε πιστῶν σωτηρία· χαῖρε βροτῶν ἡ ἀνόρθωσις· Θεοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Χαῖρε σοι προσφωνοῦμεν ἁγνῇ, τοῦ Ἀρχαγγέλου αἱ φυλαὶ τῆς γῆς ἅπασαι, καὶ πόθῳ καὶ εὐφημοῦμεν, προσᾴδοντες σοι θερμῶς· χαῖρε θεία στάμνε μάννα φέρουσα· πηγὴ τὸ ἀείζωον, καὶ γλυκύτατον βρύουσα, νᾶμα Παρθένε, ἐξ οὐ πάντες οἱ πίνοντες, ἐκκαθαίρομεν τὴν ῥυπώδη κακόνοιαν· χαῖρε στήριγμα ἄσειστον τοῦ κόσμου Πανύμνητε· τῆς εὐσεβείας τὸ κράτος· καὶ Ἐκκλησίας ἑδραίωμα· Θεοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στῆσον τοὺς ποταμούς τῶν παθών· τῆς ἁμαρτίας μου τὸ πέλαγος ξήρανον, τῷ ῥείθρῳ τῆς σῆς πρεσβείας, καὶ πρὸς λιμένα Θεοῦ, σεπτῶν θελημάτων ἐγκαθόρμισον· ἐχθροὺς καθ’ ἑκάστην, τοὺς τὴν ψυχήν μου ἐκθλίβοντας, καὶ ταῖς ἀτόποις, ἡδοναῖς ἐκταράττοντας, καταπόντισον ἀπωλείας εἰς βάραθρα· πλήρωσον τὴν καρδίαν μου, χαρὰς καὶ ἡδύτητος· λῦσον τὸ νέφος βοῶ σοι, τῆς ἀθυμίας μου Πάναγνε· Χριστὸν δυσωποῦσα, τὴν συγχώρησιν δοθῆναι τῶν πταισμάτων μοι.

 

ΤΗ ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΕΥΧΑΪΤΩΝ.

ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ἵππον καὶ ἀναβάτην.
Ῥήματα ἐγκωμίων καὶ δέησιν προσευχῆς, ἐκ πτωχῆς διανοίας καὶ ἀναξίου στόματος, τολμήσας προσφέρω σοι, σὺ δὲ Κόρη πρόσδεξαι, ὥσπερ δύο λεπτὰ Θεόδεκτα.

Ἄλλον Παράδεισον σε γινώσκομεν νοητόν, ἀσυγκρίτως νικῶντα, τὸν ἐν Ἐδὲμ Παράδεισον, Μαρία Πανάμωμε· σὺ γὰρ Θεονύμφευτε, τὴν ἀφθαρσίαν βροτοῖς ἐβλάστησας.

Ξύλον ζωῆς τρυγῆσαι ἐν Παραδείσῳ Ἀδάμ, ἐκωλύθη τοῦ δένδρου μετειληφώς τῆς γνώσεως· θανάτου δὲ σέσωσται, Θεοτόκε Πάναγνε, ἀθανασίαν ἐκ σου δρεψάμενος.

Τέτοκας σαρκοφόρον τὸν πρὶν ἀσώματον· τὸν τροφέα μαζοῖς σου, Πανάμωμε ἐξέθρεψας· αὑτὸν οὖν ἱκέτευε, διαθρέψαι ἄρτῳ με, ἐναρέτων καὶ θείων πράξεων.

ᾨδὴ γ΄. Ὁ πήξας ἐπ’ οὐδενός.
Ἐνθέως τὸν Γαβριήλ ταξίαρχον ἔχοντες, εὐσεβῶς τὸ χαῖρε δεῦτε προσάξωμεν, τῇ ἀπειρογάμῳ τοῦ Θεοῦ, πάντες Μητρὶ συμφώνως· δἰ’ ἧς κινδύνων τε καὶ θλίψεων, καὶ ἀσθενημάτων λυτρούμεθα.

Τὸ χαῖρε χαρμονικώς σοι κράζομεν ἅπαντες, οἱ σωθέντες Κόρη τῷ θείω τόκῳ σου· χαῖρε γῆ ἀνήροτε χρυσοῦν, στάχυν ἐκθρεψαμένη, τὸν διατρέφοντα τὰ πέρατα, πάλαι ἀπιστία λοἰμώξαντα.

Ἀγγέλων ἁγιωτέρα ὤφθης κυήσασα, τὸν αὑτοὺς Παρθένε δημιουργήσαντα· ὅθεν ἱκετεύω σε ἁγνή, ἁγίασον τὸν νοῦν μου, καὶ τὴν καρδίαν φωταγώγησον, νέφη τῶν παθὼν ἐκδιώκουσα.

Τὰ τόξα τὰ τὴν ἐμὴν καρδίαν τιτρώσκοντα, τῶν δεινῶν δαιμόνων Δέσποινα σύντριψον, καὶ ῥομφαίαν πῆξον τὴν αὑτῶν, εἰς τὴν αὑτῶν καρδίαν, ποιοῦσα κρίσιν καὶ ἐκδίκησιν, ἐν τοῖς ἀδικοῦσιν ἀδίκως με.

ᾨδὴ δ΄. Τὴν θείαν ἐννοήσας σου.
Διάχρυσον ἐσθῆτα θεότητος, σοι περιθεὶς ὁ σὸς Υἱός, ἐκ δεξιῶν αὑτοῦ ἔστησε, πεποικιλμένην σε Κόρη, καὶ περιβεβλημένην ὡς Ἄνασσαν.

Τοῦ ἄσματος φωνάς σοι προσᾴδοντες, πόθῳ βοῷμεν σοι ἁγνή· μαστοί σου ὄντως ἐκαλλιώθησαν· οὓς περ ἐθήλασε μόνος, ὁ ἄσπορος Υἱός σου καὶ Κύριος.

Ἡ Εὔα πεπεισμένῃ τῷ δράκοντι, τέτοκε λύπην γυναιξί· σὺ δε Παρθένε πιστεύσασα, ταῖς ἐκ Θεοῦ ἀγγελίαις, παντὶ χαρὰν τῷ κόσμῳ ἐξήνθησας.

Ἰδού σε γενεαὶ πᾶσαι Δέσποινα, τὴν μακαρίαν ἀληθῶς, ἐν γυναιξὶ μακαρίζομεν, καθὼς προεῖπας τεκοῦσα τὸν μόνον Βασιλέα καὶ Κύριον.

ᾨδὴ ε΄. Ὁ ἀναβαλλόμενος.
Ὅλη ἡ πλησίον μου καλῇ καὶ ἄμωμος, ἀπὸ Λιβάνου Παρθένε νύμφη, τῷ Ἁγίῳ Πνεύματι, σὺ προεγνωρίσθης, εἰς Θεοῦ Λόγου σάρκωσιν.

Σοῦ τὰ χείλη πέφυκε σπαρτίον κόκκινον· καὶ τί ὡραία ἡ λαλιά σου! δἰ’ ὧν κατεφίλησας, Θεὸν Παναγίᾳ, ὡς βρέφος ἐπωλένιον.

Ἥλιος νενίκηται τῇ σῇ λαμπρότητι· σὺ γὰρ Μαρία τὸν τοῖς φωστῆρσιν, οὐρανὸν κοσμήσαντα, χερσὶ περιέσχες, καὶ ἐκ μαζῶν ἐθήλασας.

Νύμφη Θεοῦ πάντιμε, ἡλίου ὄχημα, φωτὸς δοχεῖον, εὐῶδες ἄνθος, φυτὸν εὐθαλέστατον, κλέος τῶν παρθένων, Μαρία πολυύμνητε.

ᾨδὴ στ΄. Μαινομένην κλύδωνι.
Ὁ καρπός σου ἄφθαρτος, καὶ ἡ μήτρα ἄφθορος ἁγνή, ὑπὲρ νοῦν ἑκάτερα δεικνύμενα, ὅθεν πιστοὶ εἰκότως χαῖρέ σοι ψάλλομεν.

Νάρδος ἀποστάζουσα, καὶ κηρίον μέλιτος ἁγνή, καὶ πηγὴν ζωήῤῥυτος πανύμνητε, ἡ σῇ γαστὴρ Θεὸν τεκοῦσα ανέφανε.

Νοεραὶ δυνάμεις σε, καὶ ἀνθρώπων πᾶσαι γενεαί, ὡς Θεὸν γεννήσασαν δοξάζουσι, διαπαντὸς εὐλογημένῃ πανάμωμε.

Ἡ λαμπὰς ἡ ἄσβεστος, ἡ τεκοῦσα φῶς τὸ νοητόν, τὴν ἐσκοτισμένην μου διάνοιαν, τῷ φωτισμῷ καταύγασον τῆς σὴς χάριτος.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, ἣν προεκήρυξαν πάντες ἄνδρες οἱ δίκαιοι· καὶ ὁ Προφήτης Δανιήλ ὄρος ἀλάξευτον· καὶ Δαβίδ ὁ μελῳδός, σὺν Μωυσῆ καὶ τοῖς λοιποῖς, βάτον λυχνίαν καὶ στάμνον· ῥάβδον τε κλίμακα θρόνον, καὶ θείαν κλίνην Θεογεννήτρια.

ᾨδὴ ζ΄. Ὁ ὑπερυψούμενος.
Τὴν πρὸς τὸν προπάτορα, Ἀβραὰμ ὑπόσχεσιν, Θεὸς ἐξετέλεσεν, Υἱός σου γενόμενος, καὶ σπέρμα τούτου Ἔθνη, εὐλογῶν εὐλογημένῃ.

Θυγατέρας πάνσεμνε, ἀπᾴσας ὑπέρκεισαι· πολλαὶ γὰρ ἐποίησαν, δυνάμεων χάριτος, ὁ σὸς δε τόκος τούτων, ὑπερφέρεται τῇ δόξῃ.

Στάζουσι Πανύμνητε, σμύρναν ἀφθαρτίζουσαν, τὰ πάνσεπτα χείλη σου, Θεὸν ἀσπασάμενα, ὃν ἔτεκες ὡς βρέφος, καὶ λατρεύεις ὡς Δεσπότην.

Ὤφθης τὸ ἀνθρώπινον, φύραμα θεώσασα, τῇ θεία γεννήσει σου, Μαρία πανάμωμε· διό σε κατὰ χρέος, οἱ πιστοὶ δοξολογούμεν.

ᾨδὴ η΄. Σοὶ τῷ παντουργῷ.
Δεῦτε τὴν ἁγνὴν καὶ Θεοτόκον Κόρην, ὑμνήσωμεν λέγοντες ἐνθεᾷ ἄσματα· χαῖρε τοῦ κόσμου, ἐλπὶς καὶ προστασίᾳ, τῶν ὑπερυψούντων Χριστὸν εἰς τοὺς αἰῶνας.

Πέπλον τῷ Χριστῷ παρθενικῶν αἱμάτων, Μαρία ἐξύφανας, ἐρίου ἄνευ ἀνδρός· ὃν περ φορέσας, Θεὸς βροτὸς ἐδείχθη· ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Γῆ εἰ καὶ εἰς γῆν ὡς γηγενῆ πορεύσῃ, οὐκέτι ἀκούσομαι· πρὸς οὐρανὸν γὰρ ἐκ γῆς σὺ με Παρθένε, ἀνήγαγες τεκοῦσα, τὸν ἐκ γῆς τοῦ γένους πλάσαντα τοὺς γενάρχας.

Ἅγιος καρπὸς Ἰωακείμ ἐκ ῥίζης, καὶ Ἄννης ἐβλάστησας ἐκ μήτρας Μήτηρ Θεοῦ· ὅθεν ὁ κόσμος πλουτεῖ πηγὴν ἐλέους, καὶ οἱ ἀσθενοῦντες καρποῦνται τὴν ὑγείαν.

Αἰνοῦμεν. Ὁ Εἱρμός.
Σοὶ τῷ παντουργῷ ἐν τῇ καμίνῳ παῖδες, παγκόσμιον πλέξαντες χορείαν ἔμελπον· πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἠσαΐα χόρευε.
Θυγατέρες σπεύσατε, τῆς ἁγίας Ἱερουσαλήμ, θεάσασθαι μορφήν, νύμφης εὐκλεοῦς, Μαρίαν τὴν ἄχραντον, καὶ εὐσεβῶς ᾄσατε αὑτῇ· χαῖρε Πανύμνητε, Θεοτόκε ἡ χαρὰ ἡμῶν.

Ἐκλεκτὴ εὐπρόσδεκτος ἀνεδείχθης ὄλῃ τῷ Θεῶ· ὡς κρίνον ἀνθηρὸν μέσον ἀκανθών· ἀφ’ ὧν σε ὀσφράδιον Παρθενικόν, εὗρεν ἑαυτῷ, καὶ σε ἀνέδειξε, προστασίαν τῶν τιμώντων σε.

Νάρδος ἀποστάζουσα, ἀρωμάτων ἄφθορε σεμνή· καλὴ ἐν γυναιξίν, ὤφθης ἀληθῶς· ὡραία ἡ ὄψις σου καὶ ἡ φωνὴ πλήρης ἀγαθῶν· λύτρον γὰρ ἔτεκες, τῶν πταισμάτων τοῖς ὑμνοῦσί σε.

Ἡ ψυχή μου Δέσποινα, ἐκολλήθη ὄλῃ ψαλμικώς, ὀπίσω σου τοιγαροῦν σου ἡ δεξιᾷ, ἐμοῦ ἀντιλάβοιτο ἐκδυσωπῶ, σῴζουσα με νῦν, καὶ περιέπουσα, καὶ φρουροῦσα καὶ σκεπάζουσα.

Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις Παρθενομῆτορ ἁγνή, ὑψηλοτάτῃ καὶ εὐώδης κυπάρισσος, εἰς ὕψος τῆς θεωρίας, εὐθυποροῦσα Θεοῦ· κέδρος ἐν Λιβάνῳ ἐξανθήσασα, στεῤῥὰ καὶ ἀκίνητος, λογισμοῖς ὅλως Πάναγνε· θεία ἐλαίᾳ, εὐθαλὴς καὶ κατάκαρπος, ἰλαρύνουσα, ταῖς τοῦ Πνεύματος χάρισιν· ἄμπελος ἡ κυπρίζουσα, τὸν βότρυν τὸν πέπειρον, ἀναβλαστήσασα κόσμῳ, τὸν τὰς καρδίας εὐφραίνοντα, ἡμῶν τῶν ἐκ πόθου, ὡς κυρίως Θεοτόκον μεγαλυνόντων σε.

Χαίροις Παρθενομῆτορ σεμνή, περιστερᾷ ἡργυρωμένη καὶ ἄχολος, ἡ Πνεύματος τοῦ ἁγίου, χάρισιν ὅλαις ἁγνῇ, περιχρυσωμένη τὰ μετάφρενα· τρυγῶν ἡ φιλήσυχος, καὶ Παρθένος καὶ φίλαγνος· ἡ γλυκυτάτῃ, χελιδὼν τό τῆς χάριτος, ἔαρ ἥδιστον, ἐκ χειμῶνος ἡ φέρουσα· ὄρνις ἡ κελαδήσασα, καὶ κόσμῳ πιστώσασα, θείαν ἐνσάρκωσιν Λόγου, ὡς ἀηδὼν λιγυρόφθογγος· Θεοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Χαίροις Παρθενομῆτορ ἁγνή· πηγὴ τὸ ὕδωρ, τῆς ζωῆς ἀναβλύσασα· ἡ δρόσος ἡ οὐρανίᾳ, ἐξ Ἀγερμῶν νοητοῦ, τῆς Σιὼν εἰς ὄρη καταβαίνουσα· βροχὴ ἡ ἑκούσιος, ἣν Θεὸς εἰς γῆν ἅπασαν, κληρονομίας τῆς αὑτοῦ σε ἀφώρισεν, εἰς αἰώνιον, δροσισμὸν καὶ ἀνάψυξιν· θάλασσα ἀδιάβατος, γλυκείᾳ καὶ πότιμος, τοὺς ἀναβάτας τριστάτας, τοῦ Φαραὼ ἡ ποντίσασα· Θεοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Χεῖρας ἐπανατείνω, πρὸς σε· ἀνοίγω χείλη, ῥυπαρᾷ τε πρὸς δέησιν, καὶ κάμπτω καρδίας γόνυ, καὶ νοητώς τῶν ποδῶν, σου τῶν παναχράντων νῦν ἐφάπτομαι, ἁγνῇ καὶ προσπίπτω σοι· τὰς ὀδύνας μου ἴασαι, τὰ χρόνια μου, τὰ πολλὰ καὶ ἀνίατα, ἀγαθότητι σου, θεράπευσον τραύματα· ῥῦσαι ἐξ ὁρωμένων με, ἐχθρῶν ἀοράτων τε· κούφισον Κόρη τὸ βάρος, τῆς ῥαθυμίας μου ὅπως σε, ὑμνῶ καὶ δοξάζω· δἰ’ ᾖς εὔρατο ὁ κόσμος τὸ μέγα ἔλεος.

 

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ.

ᾨδὴ α΄. Ἦχος πλ. α΄. Τῷ Σωτῆρι Θεῷ.
Φοτοδόχε λαμπάς, τὴν ταπεινήν μου ψυχήν, ἐσκοτισμένην πλημμελήμασιν, ὡς ἀγαθὴ τῷ φωτί σου νῦν καταλάμπρυνον· ᾠδὴν χαριστήριον ὅπως βοήσω σοι.

Χαῖρε θρόνε Θεοῦ, δεδοξασμένῃ Ἁγνή· χαῖρε παλάτιον εὐρύχωρον, χαῖρε σκέπη τῶν πίστει ἐκζητούντων σε, τὸ ἄνθος τῆς πίστεως· χαῖρε πανθαύμαστε.

Χαῖρε στάμνε χρυσῇ, τὸ θεῖον Μάννα φρικτῶς, ἐν σῇ κοιλίᾳ ἡ χωρήσασα,, τὸν Φωτοδότην Παρθένε καὶ λυτρωτὴν Ἰησοῦν, τὸν πάντα ἑδράσαντα θείῳ βουλήματι.

Χαῖρε Μήτηρ Θεοῦ· χαῖρε Παρθένε Ἁγνή· χαῖρε τὸ ἄνθος τὸ τῆς πίστεως· χαῖρε ἀνύμφευτε Κόρη καὶ Ἀπειρόγαμε, ἡ φῶς ἀνατείλασα πᾶσι τοῖς πέρασι.

ᾨδὴ γ΄. Δυνάμει τοῦ Σταυροῦ σου.
Χαῖρε βασιλευόντων στεῤῥόν, καὶ θεῖον ὄντως τροπαιούχημα· χαῖρε ἀκήρατε Δέσποινα, Παναγίᾳ Μητροπάρθενε.

Χαῖρε στρατευομένων στεῤῥόν, καὶ θεῖον θάρσος καὶ κραταίωμα· χαῖρε τὸ κλέος τῶν πόθῳ, καὶ πίστει ἀδιστάκτων ὑμνούντων σε.

Ἡ πάντιμος Ἀγγέλων χαρά, εὐλογημένῃ χαῖρε Πάναγνε· χαῖρε τῆς πίστεως ἔγερσις· καὶ τῆς πλάνης ἡ καθαίρεσις.

Ἡ πάμφωτος Ὑψίστου σκηνή, Παρθένε χαῖρε ὑπερένδοξε· ἀνάκτων τὸ καύχημα· καὶ Μαρτύρων τὸ ἐνίσχυμα.

ᾨδὴ δ΄. Εἰσακήκοα τὴν
Χαῖρε πάγχρυσον παλάτιον, τοῦ βασιλέως καὶ Θεοῦ· χαῖρε Πάναγνε σφραγὶς τῶν Προφητῶν· χαῖρε τίμιον, πάντων Ἰερέων ἀγλάισμα.

Χαῖρε σκεῦος καθαρώτατον, τοῦ τῶν ἁπάντων Ποιητοῦ· χαῖρε τεῖχος ἀσφαλὲς τῶν εὐσεβῶν· χαῖρε ἄσειστον, πάντων τῶν βροτῶν περιτείχισμα.

Χαῖρε κλῖμαξ ἡ ἀνάγουσα, τοὺς ἀπὸ γῆς πρὸς οὐρανῶν· χαῖρε πάντων θλιβομένων ἡ χαρᾷ· χαῖρε κράτιστον, τῶν ἁμαρτανόντων προσφύγιον.

Χαῖρε βάτε ἀκατάφλεκτε, ἥνπερ τεθέαται Μώσης· χαῖρε ῥάβδος ἡ βλαστήσασα, ἡμῖν, ἄνθος τίμιον, Κόρη τὸν τὴν γῆν ὡραΐσαντα.

ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῷμεν.
Χαῖρε τὸ χαρᾶς δοχεῖον Πανάχραντε, ἀνωλέθρου χαῖρε ἡ φωτίσασα, τῷ τοκετῷ σου τὰ σύμπαντα.

Τὸ ὅρος τὸ κατάσκιον Πάναγνε, χαῖρε μόνη, ὅπερ ἐν Πνεύματι, Προφήτης πάλαι τεθέαται.

Ἀγγέλων ἀγαλλίαμα πάντιμον, χαῖρε μόνῃ Παναγίᾳ Δέσποινα, καὶ τῶν βροτῶν ἐγκαλλώπισμα.

Ὁσίων στολισμὸς ὡραιότατος καὶ Μαρτύρων κράτος καὶ ἑδραίωμα· χαῖρε πανθαύμαστε Δέσποινα.

ᾨδὴ ς΄. Ἐκύκλωσέ με.
Χαῖρε Ἀδὰμ ἡ ἔγερσις· καὶ Εὔας τοῦ θρήνου ἀναίρεσις, Μαρίᾳ Πανάμωμε, παγκόσμιον καύχημα· τὸ κῦδος χαῖρε, τῶν ἀληθῶς τιμώντων σε.

Χαῖρε πιστῶν τὸ στήριγμα, καὶ θείων Ἀποστόλων τὸ κήρυγμα, Μαρία Πανύμνητε, ἁγνείας κειμήλιον· ἡ πάντων χαῖρε καταφυγῇ τῶν δούλων σου.

Χαῖρε παρθένων καύχημα, Παρθένε φαιδρὸν καὶ πανθαύμαστον· Μητέρων ἀγλάισμα, ὡραῖον καὶ πάντιμον· πιπτόντων χαῖρε ἐτοιμοτάτῃ ἔγερσις.

Χαῖρε ἡ θεῖα, εἴσοδος, τῶν πίστει εἰδότων Πανάσπιλε, Θεοῦ σε λοχεύτριαν· πενήτων προμήθεια· καὶ δυστυχούντων ἐλπὶς ἡ ἀκαταίσχυντος.

Κάθισμα. Τὸν συνάναρχον.
Χαῖρε πάγχρυσε στάμνε ἔνδον κατέχουσα, τὸ οὐράνιον Μάννα, Ἁγία τράπεζα· χαῖρε ἡ φέρουσα ζωῆς ἄρτον Πανάμωμε· χαῖρε λυχνίᾳ φωτεινῇ· χαῖρε παλάτιον σεπτόν· Χαῖρε ὁ πύρινος θρόνος, Χριστοῦ τοῦ Παμβασιλέως· χαῖρε ἡ σκέπη τῶν ψυχῶν ἡμῶν.

ᾨδὴ ζ΄. Ὁ ἐν καμίνῳ πυρός.
Χαῖρε νεφέλη φωτός· Χαῖρε τοῖς μέλπουσι προστάτις· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Χαῖρε χρυσὴ κιβωτέ· χαῖρε κράτος τῶν βοώντων· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Χαῖρε χαρὰ τῶν τῶν πιστῶς ἀναβοώντων Θεοτόκε· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Χαῖρε βροτῶν ἡ ἐλπίς, καὶ σωτηρίᾳ τῶν βοώντων· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η΄. Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων.
Ἱερωτάταις φωναῖς σε, οἱ πιστοὶ καταγέραίρομεν, σὺν τῷ Ἀγγέλῳ Παρθένε, εὐχαρίστως ἀνακράζοντες· χαῖρε θείᾳ σκέπη, τῶν σὲ ὑμνολογούντων εἰς πάντας τοὺς αἰῶνας.

Ὡς ὑπὲρ νοῦν σου τὸ θαῦμα, τῆς λοχείας Θεονύμφευτε· Θεὸν γὰρ τίκτεις ἀσπόρως, τὸν κατέχοντα, τὰ πάντα χειρί· διὰ τοῦτο πάντες βοῷμέν σοι τὸ χαῖρε, εἰς πάντας τοὺς αἰῶνας.

Ἀπὸ πασῶν συμφορῶν με, ἐξελοῦ καὶ περιστάσεων· καὶ ἀπὸ πάσης ἀνάγκης, καὶ ἐχθρῶν τῶν πολεμούντων με· ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην εἰς πάντας τοὺς αἰῶνας.

Νέον ὡς βρέφος τεκοῦσα, ἐπ᾽ ἐσχατῶν τὸν πρὸ πάντων Θεόν, καταγηράσαντα ἤδη, τοῖς πολλοῖς με ἀτοπήμασι, νεοποίησόν με, τὸν σὸν ὑπερυψοῦντα, τόκον εἰς τοὺς αἰῶνας.

Ὁ Εἱρμός.
Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων, γεννηθέντα, υἱὸν καί Θεόν, καὶ ἐπ᾿ ἐσχάτων τῶν χρονῶν, σαρκωθέντα, ἐκ Παρθένου, ἱερεῖς ὑμνεῖτε· λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Σὲ τὴν ὑπὲρ νοῦν.
Ναὸς καθαρός, καὶ θρόνος ἔμψυχος Θεοῦ, σὺ ὑπάρχεις Πανάσπιλε· διὸ εὐχαρίστως σοι, χαριστήριον αἶνον ἀναπέμπομεν.

Ηὔγασας ἡμῖν, Ἁγνὴ τὸ ἀνέσπερον φῶς, τοῖς ἐν σκότει καϑεύδουσι, τίς πλάνης ἀνύμφευτε· χαῖρε ὅθεν σοὶ πάντες ἀναμέλπομεν.

Σὺ μου κοπετοὺς καὶ πόνους καὶ δάκρυα, ἐναπόσβεσον Δέσποινα· χαρᾶς δέ μου πλήρωσον, τὴν ἀθλίαν καρδίαν Θεονύμφευτε.

Θρῆνον καὶ ὀργήν, λιμὸν τὲ καὶ θάνατον, καὶ φθορὰν ἐξαπόστειλον, Μαρίᾳ Παντάνασα, τοῖς βεβήλοις ἐχθροῖς μου καὶ ἀλάστορσιν.

Προσόμοια. Χαίροις ἀσκητικῶν.
Χαῖρε Παρθενομῆτορ Ἁγνή· δικαιοτέρᾳ, ἡ τοῦ Ἀβελ ὑπάρχουσα· τοῦ Σήθ τε, εὐσεβεστέρᾳ· εὔελπις μᾶλλον Ἐνώς· τοῦ ᾿Ενὼχ δὲ πλέον ἡ εὐάρεστος· τὸ γένος ἡ σώσασα, ὑπὲρ Νῶε τὸν δίκαιον· ἡ πιστοτέρᾳ, Ἀβραὰμ καὶ ὑπήκοος, μᾶλλον πέλουσα, Ἰσαᾶκ· καὶ ὅρασιν πλέον Θεοῦ ἡ φθάσασα, Ἰσραὴλ καὶ νικήσασα, τὸν Ἰωσήφ σαρκὸς κάλλει, ἡ πραοτέρᾳ, Μώσεως τε· Θεοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Χαίροις ἀνδρειοτέρᾳ Σαμψών· γενναιοτέρᾳ Ἰησοῦ στρατηγήσαντος· Δαβίδ τε, βασιλὶς μᾶλλον· καὶ τοῦ σοφοῦ Σολομῶν, σοφωτέρα ὄντως χρηματίζουσα· προφήταξ ἡ ἅπαντας, Θεοπτίᾳ νικήσασα· καὶ Ἀποστόλους, ἐν τῷ θείῳ κηρύγματι· καὶ τοὺς Μάρτυρας, ἐν τῇ βάσει τῆς πίστεως· πάντων Ὁσίων τάγματα, ἐν πόνοις ἀσκήσεως, ὑπερτεροῦσα ἡ πάντων, Ἱεραρχῶν ἄλλον ἔνθεος· Θεοῦ χαῖρε Μήτηρ, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα, ἔλεος.

Χαίροις τῶν παλαιῶν γυναικῶν, δικαιοτέρᾳ, ἀσυγκρίτως ὑπάρξασα· τῆς Σάῤῥας ἡ πιστοτέρᾳ· ὡραιοτέρᾳ Ῥαχήλ, τῆς Ῥεββέκας μᾶλλον ἡ φιλότεκνος· τῆς Λείας τὸ γόνιμον, ἡ νικήσασα Πάναγνε· ὠδικωτέρα, Μαριάμ, χριματίσασα· πλέον φρόνιμος, Ἀβιγαίας ἡ πέλουσα· Ἰουδήθ ὑπεράρασα, ἀνδρίᾳ Δεβόῤῥαν τε, μᾶλλον φιλόθεος· Ἄννης, ἡ τῆς Ὀλδᾶς θειοτέρᾳ τε Χριστοῦ χαῖρε Μῆτερ, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα, ἔλεος.

Πόνους τῆς ταπεινῆς μου ψυχῆς· καὶ ἀνιάτους ἀλγηδόνας τοῦ σώματος Παρθένε εὐλογημένῃ, πρὸς χαρμονὴν ἀληθῆ, καὶ τελείαν ῥῶσιν μεταποίησον· φωνὴν ἐκ χειλέων μου, δεξαμένη Πανάμωμε καὶ εὐμενῶς μου, ἐπιθεῖσα τοῖς τραύμασι, θεῖα φάρμακα, ταῖς ἄγρὐπνοις πρεσβείαις σου· αὔγασον εὐρωστίας μοι, τὸ φέγγος Θεόνυμφε· σὺ γὰρ ἐλπίδα μου καὶ σκέπη, καὶ κραταιὸν καταφύγιον· καὶ σοῦ τῆς ταχείας, ἐπισκέψεως Μαρίᾳ, Ἄχραντε δέομαι.

 

ΑΡΧΗ ΤΟΥ πλ. β’. ΗΧΟΥ

ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΜΑΝΟΥΗΛ ΤΟΥ ΜΕΓΑΛΟΥ ΡΗΤΟΡΟΣ.

Οὐ ἡ ἀκροστιχίς.
Τόν ἐκ ψυχῆς στόνον μοι ἁγνή προσδέχου.

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Κύματι θαλάσσης.
Τῆς ἐμῆς καρδίας, τὴν πολλὴν οἶδας Πανύμνητε, Μῆτερ τοῦ ζῶντος Θεοῦ· διό σου θείω ἐλέει, εὐφροσύνην με ἀμφίασον· ἵνα μεγαλύνω σε, τὴν ὄντως Ὑπερένδοξον.

Ὅλην τὴν ἐλπίδα, καὶ τὴν προσδοκίᾳ τῆς σωτηρίας μου, πρὸς σὲ ἀνέθηκα, Θεοκυῆτορ διό με, εὐσπλαγχνίᾳ σου οικτείρησον· ἵνα μεγαλύνω σε, τὴν ὄντως Ὑπερένδοξον.

Νοητῇ νεφέλῃ, τοῦ ἀδύτου φάους νεῦσον πρὸς δέησιν, Ἁγνὴ τοῦ δούλου σου, καὶ τὴν πολλὴν ἀθυμίαν· ἡ συνέχει με διάλυσον· ἵνα μεγαλύνω σε, τὴν ὄντως Ὑπερένδοξον.

Ἐν πολλῇ ὀδύνῃ, ἡ ζωή μου Κόρη δεινῶς ἐξέλιπεν, ὡς ὁ Δαβίδ ἐκβοᾷ· διό με εὐλογημένῃ ἐπισκέψει σου διόρθωσον· ἵνα μεγαλύνω σε, τὴν ὄντως Ὑπερένδοξον.

ᾨδὴ γ΄. Σὲ τὸν ἐπὶ ὑδατῶ
Καῦσον ὁ τῶν πταισμάτων, κατέκαυσε τὴν ἀθλίαν ψυχήν μου καὶ πειρασμοὶ ἐνδίκως, τὸ σῶμα, κατεδαπάνησαν· διὸ Ἁγνὴ πρεσβείᾳ σου, ταῦτα ἐξάλειψον, καὶ δὸς βίου μοι διόρθωσιν.

Ψάλλειν σοι Θεοτόκε, ἀξίωσον ἐν ἡσύχῳ καρδίᾳ,, τὸν σὸν με δοῦλον Κόρη, ὅτι τὸ πλεῖον διέφθαρται, ζωῆς μου ἐν κακώσεσι· διό μοι πρόστηθι, καὶ δὸς βίου μοι διόρθωσιν.

Ὕψιστον ἡ τεκοῦσα, ἀνέλκυσον ἐκ λάκκου με πταισμάτων, καὶ στῆσον ἐπὶ πέτραν, τοῦ ἐλέους τοὺς πόδας μου, καὶ πρὸς σὴν δόξαν ἴθυνον τὰ διαβήματα, καὶ δὸς βίου μοι διόρθωσιν.

Χεῖρας πρὸς σὲ ἐκτείνω, σὺν δάκρυσι τὸ γόνυ κλίνας Κόρη, καὶ σὴν ἐπικαλοῦμαι, θερμῶς ταχεῖαν ἀντίληψιν· κακώσεως ἀπάλλαξον, Θεοχαρίτωτε, καὶ δὸς βίου μοι διόρθωσιν.

ᾨδὴ δ΄. Τὴν ἐν Σταυρῷ σοῦ.
Ἡ φλογοφόρος λαβὶς Πάναγνε· ἡ ἐλπίς τῶν πιστῶν καὶ καταπονουμένων, προστάτις καὶ ὑπέρμαχος, πάρεσο καὶ νῦν, ἐξελοῦσα, κινδύνου με τοῦ συνέχοντος.

Σάλῳ δεινῶν ἀμπλακημάτων μου, βυθιζόμενος νῦν τὴν σὴν ἐπικαλοῦμαι, βοήθειαν Πανάμωμε, φάνηϑι ἐλθέ, ἐξελοῦσα κινδύνου με τοῦ συνέχοντος.

Σὺ τῇ ῥομφαίᾳ τῆς πρεσβείας σου, Θεοτόκε ἁγνὴ τῶν δυσμενῶν τὰς Κᾶρας, τῶν κατ’ ἐμοῦ συγκόψασα πρόστηθι μοι νῦν, ἐξελοῦσα κινδύνου με τοῦ συνέχοντος.

ᾨδὴ ε΄. Θεοφανείας σου Χριστέ.
Ὁ Βασιλέων Βασιλεύς, καὶ Κύριος τῶν Κυρίων Παρθένε, ἐκ σοῦ σαρκωθεῖς δἰ’ ἀγαϑότητα, σοὶ τὰ δευτερεῖα, δεδώρηται· ὅθεν σῴζεις ἐν ἐξουσίᾳ, τοὺς προστρέχοντας τῇ θεῖα σου σκέπη, κᾀμὲ νῦν τῷ σῷ ἐλέει διαφύλαξον.

Νέφος ἀστάτων λογισμῶν, ἐπιπεσόν τῇ ἀθλίᾳ ψυχῇ μοῦ, ἐκταράττει καὶ δεινῶς συνέχει με, καὶ σκοτοῖ καὶ θλίβει Πανύμνητε· ἀλλ᾽ ἡ Χριστὸν ἥλιον κυήσασα,, διάλυσον τοῦτο καὶ οἴκτῳ τῷ σῷ με Κορῇ διαφύλαξον.

Ὁ γλυκασμὸς ψυχῆς ἐμῆς, καὶ Δείων ἀπολύτρωσις Κόρη, ἀοράτως νῦν ἐπιφοιτήσασα, λύτρωσαί με πάσης κακώσεως· ἣν τὸ πλῆθος μοι τῶν πταισμάτων προεξένησε· καὶ παντοίας βλάβης, ἀνώτερον εἰς ᾀεὶ με διαφύλαξον.

Νενεκρωμένον μου τὸν νοῦν, τῇ ζωηφόρῳ σοῦ καὶ σέπτῆ προστασίᾳ, ἐξανάστησον καὶ καταλάμπρυνον, καὶ συνετὸς δίδαξον ψάλλειν σοι, ἡ τεκοῦσα Χριστόν, τὴν ἐνυπόστατον σοφίαν Παρθένε, καὶ θείῳ με σῷ ἐλέει διαφύλαξον

ᾨδὴ ς΄. Συνεσχέθη
Μὴ παρίδῃς, εἰς σὲ πεφευγότα, τὸν σὸν μὲ δοῦλον ἀγαθῇ, ἐν πειρασμοῖς πεσόντα, διὰ πλῆθος τῶν ἀνομιῶν μου· εἰ γὰρ καὶ πάντας ἀνθρώπους, τοῖς πταίσμασιν ὑπερβέβηκα, ἀλλ᾽ οὐκ ἀπέστην ἐκ σοῦ, γεννήτρια, τῆς ὁ ὄντως ζωῆς· ὅθεν σῇ δυνάμει περιφρούρησον.

Οἰκτιρμῷ σου, ἀνύμφευτε Κόρη, ἴδε τὴν χρῖσιν τὴν ἐμήν· καὶ κρῖνον ἀνάμεσον, τῶν ἀδίκως μοι ἐπεμβαινόντων· καὶ βοηθείας χεῖρα θᾶττον ἔκπεινον, καὶ παντοίου με ῥῦσαι κινδύνου, ἐπιβουλῆς δόλου, φθόνου καὶ συμφορᾶς, καὶ θείᾳ σου σκέπη περιφρούρησον.

Ἰδοὺ βόθρῳ, ζάλης ἀφορήτου, πέπτωκα Δέσποινα ἁγνή, πλήθει δεινῶν ὁ τάλας, χειμαζόμενος ὅθεν ἐκ βάθους, ἀναβοῷ σοι τῆς καρδίας πρόφθασον, καὶ ἀνώτερον δεῖξον Παρθένε, κακώσεως καὶ βλάβης τῆς ἐξ ἐχθρῶν, καὶ θείᾳ σου σκέπη περιφρούρησον.

Ἀνανεῦσαι, δίδου τὴν ψυχήν μου, καὶ τελευτῆς ἐπὶ Θεοῦ, ἀγάπησιν καὶ δέος, μεσιτείαις σου εὐλογημένῃ, καὶ χαμαιζήλων νοημάτων ἔκσπασον, ψυχοφθόρων τε ἔργων καὶ λόγων Θεογεννήτρια, πεφευγότα πρὸς σὲ καὶ θείᾳ σου σκέπη περιφρούρησον.

Κάθισμα. Ἐλπίς τοῦ Κόσμου.
Ἐξασθενεῖ μου νῦν ὁ νοῦς, ἐμπεσὼν εἰς τὰ βάθη τῶν ἐναντίων λογισμῶν, καὶ οὐκ ἔστι μοι ἄνεσις· ἐπάκουσον μου ἐν καιρῷ τῶν πειρασμῶν, καὶ δώρησαί μοι ἀναψυχὴν ὡς ἀγαθῇ· μὴ γένωμαι κατάβρωμα, τοῦ πονηροῦ Κόρη εὐλογημένῃ.

ᾨδὴ ζ΄. Ἄφραστον θαῦμα.
Ἀπιηλπισμένων, χαῖρε ἐλπὶς καὶ ἀντίληψις· δεξαμένη γὰρ τὸν στεναγμόν, ψυχῆς τῆς ἐμῆς τῶν δεινῶν με σέσωκας, εἰς τὸ ὑμνεῖν καὶ βοᾶν σοι ἀσιγήτως· χαῖρε Κόρη Ἀγγέλων Ὑπερτέρᾳ.

Γέφυρα χαῖρε, ἡ τοὺς πιστοὺς μεταφέρουσα, ἐκ θανάτου πρὸς θείαν ζωήν· χαῖρε ἡ λαμπὰς πάντας καταυγάζουσα, εἰς τὸ ὑμνεῖν καὶ βοᾶν σοι ἀσιγήτως· χαῖρε Κόρη Ἀγγέλων Ὑπερτέρᾳ.

Νεφέλῃ χαῖρε, ζωῆς τὸ πόμα ὀμβρήσασα· χαῖρε δίσκε φωτὸς νοητοῦ, Χριστοῦ τοῦ Θεοῦ τοῦ ἐκ σοῦ ἐκλάμψαντος, εἰς σωτηρίαν τῶν πόθῳ σοι βοώντων· χαῖρε Κόρη Ἀγγέλων Ὑπερτέρᾳ.

Ἡ ῥάβδος χαῖρε, ἡ ἀποῤῥήτως ἀνθήσασα, ἐν τῷ κόσμῳ Χριστόν τὸν Θεόν, ζωῆς τὸν καρπόν, εὐφροσύνης πρόξενον· εἰς σωτηρίων τῶν πίστει σοι βοώντων· χαῖρε Κόρη Ἀγγέλων Ὑπερτέρᾳ.

ᾨδὴ η΄. Ἔκστηθι φρίττων οὐρανέ.
Πύρινε στῦλε ὁδηγέ, Χριστιανῶν φυλῆς ἐκ τοῦ σκότους πρὸς τὸ φῶς· ἡ κλῖμαξ χαῖρε ἡ οὐράνιος· χαῖρε λυχνίᾳ χρυσῇ, προστάτις ὀρφανῶν χαῖρε Κόρη, λύτρωσις αἰχμαλώτων καὶ λιμὴν τῶν ἐν ζάλη· ἐμῆς ψυχῆς Χαῖρε, δόξα καὶ εὐφροσύνῃ.

Ῥόδον κυήσασα, Χριστόν, χαῖρε πανύμνητε εὐωδίας μυστικῆς, τὰ πάντα ἐπλήρωσας πάγχρυσε, στάμνε τοῦ Μάννα τῆς ζωῆς· χαρίτων χαῖρε θεῖον δοχεῖον, Κυριώνυμε Κόρη· μοναζόντων ἡ σκέπη· ἐμῆς ψυχῆς Χαῖρε, δόξα καὶ εὐφροσύνῃ.

Ὅρος προεῖδε Δανιήλ, σὲ πανυπέρτιμε, ἐξ οὗ λίθος τῆς ζωῆς, ἀῤῥήτως Χριστὸς προελήλυθε, καὶ τῶν εἰδώλων βωμοὺς κατέβαλε Θεότητος σθένει· χαῖρε γνώσεως ὕψος· χαῖρε βυθὸς σοφίας· ἐμῆς ψυχῆς Χαῖρε, δόξα καὶ εὐφροσύνῃ.

Στίφη ἁπάντων τῶν πιστῶν, δεῦτε συνέλθετε, καὶ τὴν Δέσποινα ἡμῶν, τὴν ἀῤῥήτως λόγῳ σωματώσασαν, τὸν ποιητήν τοῦ παντός, ὑμνήσωμεν κραυγάζοντες χαῖρε, τὸ προσφύγιον πάντων, καὶ ἐλπὶς σωτηρίας· ἐμῆς ψυχῆς χαῖρε, δόξα καὶ εὐφροσύνῃ.

Ὁ Εἱρμός.
Ἔκστηθι φρίττων οὐρανέ· καὶ σαλευθήτωσαν τὰ ϑεμέλια τῆς γῆς· ἰδοὺ γὰρ ἐν νεκροῖς λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ τάφῳ σμικρῷ ξενοδοχεῖται· ὃν παῖδες εὐλογεῖτε ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Μὴ ἐποδύρου μου.
Δαβιτικὸν χαῖρε ἅρμα· Ἀαρὼν χαῖρε ῥάβδος· χαῖρε Δαβίδ πανθαύμαστον τοῦ θείου Σολομῶν, τὴν πρηστήριον φύσιν τῆς Θεότητος, περισχὸν ἀποῤῥήτως, Μητρόθεε σεμνῇ· Θεοδόξαστε Κόρη σὲ μεγαλύνομεν.

Ἔνθεον χαῖρε ταμεῖον, τῆς ζωῆς χαῖρε τόμε, ἐμπεριέχων τὸν Χριστόν, τὸν Λόγον καὶ Θεόν· χαῖρε τοῦ Μώσεως πλὰξ Θεόγραφος· χαῖρε χάρμα τοῦ κόσμου, Μητρόθεε σεμνῇ· Θεοδόξαστε Κόρη σὲ μεγαλύνομεν.

Χαῖρε τὸ ἄδυτον φέγγος, ὃ Θεὸς ἐν τῷ μέσῳ, τῷ τοῦ παντὸς ἐστήριξεν αὐγάζειν νοητῶς, τὰ οὐράνια, ἅμα, καὶ τὰ ἐπίγεια· χαῖρε Δέσποινα πάντων, Μητρόθεε σεμνῇ, Θεοδόξαστε Κόρη σὲ μεγαλύνομεν.

Ὑπερεκβλύζει ἡ χάρις, σοῦ εἰς πάντας πλουσίως, τοὺς προσιόντας σοι πιστῶς ἀκήρατε Ἁγνή· διὸ πλήρωσον χάριτος τοὺς δούλους σου, ἡμᾶς ὅπως σὺν πόθῳ, Μητρόθεε σεμνῇ, Θεοδόξαστε Κόρη σὲ μεγαλύνομεν.

Προσόμοια. Ὅλην ἀποθέμενοι.
Χαῖρε ὅρος ἅγιον· Χαῖρε φωτὸς ἡ νεφέλῃ· Χαῖρε κλῖμαξ ἔμψυχε, δἰ ἧς ἀνυψώθημεν πρὸς οὐράνιον, οἱ θνητοὶ Δέσποινα, καὶ σεπτὴν καὶ θείαν, πολιτείαν ἀειπάρθενε· Χαῖρε Παράδεισε, ξύλον τῆς ζωῆς μέσον ἔχουσα, Χριστὸν τὸν καταργήσαντα, τοῦ προτέρου ξύλου τὸ ἔμπικρον· Χαῖρε ἡ τῆς Εὔας, τὴν πάλαι ἀφανίσασα ἀράν· Χαῖρε Ἀδὰμ ἡ ἀνάκλησις· Χαῖρε πανακήρατε.

Χαῖρε στάμνε πάγχρυσε, ἔνδον τὸ Μάννα τὸ θεῖον, κεκτημένη ἄμωμε, Χαῖρε τὸ παλάτιον τοῦ Παντάνακτος· Χαῖρε θεία σκέπη· Χαῖρε πῖον ὄρος· Χαῖρε τόπε ἁγιάσματος· Χαῖρε τὸ εὔοσμον ῥόδον καὶ ἡδύπνοον τέξασα, πιστοὺς εὐωδιάζον τε· Χαῖρε Θεοτόκε πανάμωμε· Χαῖρε τῶν μητέρων, ὡράισμα καὶ κλέος ἀληθές· χαῖρε Παρθένων τὸ καύχημα καὶ σεπτὸν καλλώπισμα.

Χαῖρε γλυκὺ ὄνομα, καὶ πρᾶγμα Κόρη Μαρίᾳ· γλώσσης μου ἐντρύφημα· καὶ ἡδὺ μελέτημα τῆς καρδίας μου· ἡ ψυχή μου ἄχραντε, σοῦ ὀπίσω τρέχουσα, ἐκολλήθη ὀλὴ Πάναγνε· καὶ ὥσπερ ἔλαφος, ἐπὶ τῶν ὑδάτων τὰ ῥεύματα, οὕτω πρὸς σὲ ἐπόθησεν, ὅλος μου ὁ νοῦς καὶ ἐξέλιπε· διὸ δεξιᾷ σου, εὐσπλάγχνως ἀντιλάβοιτο ἁγνή, ἐμοῦ καὶ δόξης προσώπου σου, καταξιωσάτω με.

Πολλοῖς συνεχόμενος, νῦν πειρασμοῖς ὁ παντλήμων, πρὸς σὲ τὴν Πανάμωμον, καταφεύγω σῶσόν με τὸν ἀνάξιον, τὸν πολλά, πταίσαντα· ὡς οὐδεὶς ἄλλος γὰρ, ἐξισχύεις βοηθῆσαί μοι· πάντα γὰρ δύνασαι, ὅσα, θέλεις Κόρη Πανύμνητε, ὡς Μήτηρ ὑπεράγαθος, τοῦ παντοδυνάμου Θεοῦ ἡμῶν· Δέσποινα τοῦ κόσμου, βεβαίᾳ προστασίᾳ τῶν πιστῶν, μὴ με παρίδῃς τὸν δοῦλον σου, τὸν εἰς σε ἐλπίζοντα.

 

ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΑΝΥ ΚΑΤΑΝΥΚΤΙΚΟΣ, ΠΟΙΗΜΑ ΙΩΑΝΝΟΥ ΕΥΧΑΙΤΩΝ.

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ.
Ῥανίδος δίκην ὀλίγης αἱ πονηραί, καὶ μικραὶ ἡμέραι μου, χρονικῇ περιφορᾷ, δαπανώμεναι καταβραχύ, ἐκλελοίπασιν ἰδού· Δέσποινα σῶσόν με.

Συνέχει νῦν τῇ ψυχῇ μου φόβος πολύς· τρόμος ἀδιήγητος· καὶ κατώδυνός ἐστιν, ἐν τῷ ἐκπορεύεσθαι αὐτήν, ἐκ τοῦ σώματος Ἁγνή, ἣν παρακάλεσον.

Ἁμαρτωλῶν ἡ βεβαίᾳ καταφυγῇ, ἐπ᾽ ἐμοὶ βεβαίωσον, τὸ σὸν ἔλεος Ἁγνή· καὶ δαιμόνων ῤῦσαί μὲ χειρός· ὡσεὶ κύνες γὰρ πολλοὶ περιεκύκλωσαν.

Ἰδοὺ καιρὸς βοηθείας ἰδοὺ καιρός, τῆς σῆς ἀντιλήψεως· ἰδοὺ Δέσποινα, καιρός, περὶ οὗ ἡμέρας καὶ νυκτός, παρεκάλουν σε θερμῶς καὶ καθικέτευον.

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος.
Μακρόθεν ταύτην προορῶν, Δέσποινα τὴν ἡμέραν, καὶ αὐτὴν ὡς παροῦσαν, λογιζόμενος ἀεί, ἐν δάκρυσι σε θερμοῖς, ἐδυσώπουν· μὴ ἐγκαταλίπῃς με.

Σβεσθέντος ἤδη παντελῶς, τοῦ ὀργάνου τῶν λόγων· καὶ δεθείσης τῆς γλώττης· καὶ κλεισθείσης τῆς φωνῆς, καρδίας ἐν συντριβῇ, δυσωπῶ σε Δέσποινα μου σῶσόν με.

Ἐν ἀνομίαις συλληφθείς, ἵνα τί ἐγεννήθην; καὶ ἰδοὺ παροργίσας τὸν Θεόν τὸν ἀγαθόν, ἀπέρχομαι ἐν πυρί, αἰωνίῳ βασανισθησόμενος.

Μὴ ἀποστρέψῃς ἀπ᾽ ἐμοῦ, τοὺς πολλοὺς οἰκτιρμούς σου· μὴ τὰ σπλάγχνα σου κλείσῃς τὰ φιλάνθρωπα σεμνῇ· ἀλλά μου πρόστηθι νῦν, καὶ ἐν ὥρᾳ, μνήσθητι τῆς κρίσεως.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Νεφέλαι ῥάνατε, δρόσον ὡς δάκρυα· οἱ βουνοὶ καὶ τὰ ὄρη περιπαθῶς, ἐπ᾽ ἐμοὶ θρηνήσατε, τῷ μακρυνθέντι τὸν Θεοῦ, καὶ ἐγγίσαντι τοῖς δαίμοσιν.

Ἡ ἀκαταίσχυντος, καὶ ἀναστόχητος, πάντων τῶν ἐν ἀνάγκαις καταφυγῇ, Δέσποινα Πανάμωμε, κᾀμοὶ γενοῦ καταφυγὴ ὥρᾳ τῆς ἀνάγκης μου.

Διαπετάσασα, τὰς παναχράντους σου, καὶ πανάγνους ὠλένας ὡς ἱεράς, περιστερᾶς πτέρυγας, ὑπὸ τὴν σκέπην καὶ σκιάν, αὐτῶν σκέπασόν με Δέσποινα.

Ἰδοὺ μοι Δέσποινα φόβος συνήντησεν, ὃν ἀεὶ ἐφοβούμην· ἰδοὺ ἀγών, μέγας με κατέλαβεν, ἐν ᾧ γενοῦ μοι βοηθός, ἡ ἐλπίς τῆς σωτηρίας μου.

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου.
Οἱ κατὰ σάρκα μου συγγενεῖς· καὶ οἱ κατὰ πνεῦμα, ἀδελφοί· φίλοι συνήϑεις καὶ γνώριμοι, κλαύσατε στενάξατε σκυθρωπάσατε· ἰδοὺ γὰρ ἡμῶν ἄρτι διαχωρίζομαι.

Νῦν ὁ λυτρούμενος οὐδαμοῦ, καὶ ὁ βοηθῶν ὄντως οὐδείς· σὺ μοι βοήθησον Δέσποινα· ἵνα μὴ ὡς ἄνθρωπος ἀβοήθητος, εἰς χεῖρας τῶν ἐχθρῶν ὕου περικλεισθήσωμαι.

Ὡς πῶς τὴν ὄντως ἐλεεινήν, καὶ ὀδυνυράν ὑπομενῶ, σοῦ Θεομῆτορ διάζευξιν· καί τήν τοῦ Σωτῆρός μου πικρὰν ἐκπτῶσιν! καὶ πάντων τῶν ἁγίων τὴν ἀλλοτρίωσιν.

Νικήσαι πλῆθος ἁμαρτιῶν, σοῦ τὴν εὐσπλαγχνίαν τὴν πολλήν, μὴ ἐξισχύσειε Δέσποινα· ἀλλὰ κυκλωσάτω με τὸ σὸν ἔλεος, καὶ πάσας καλυψάτω τὰς ἀνομίας μου.

ᾨδὴ ς΄. Τοῦ βίου τὴν θάλασσαν.
Τὰ χείλη σιγῶσι μου, καὶ ἡ γλῶσσα σιωπᾷ· ἀλλ᾽ ἡ καρδία φλέγεται· πῦρ ὑποσμύχον ταύτην γὰρ συντριβῇς, ἐντὸς ἀνακαίεται, καὶ φωναῖς ἀλαλήτοις Κόρη κράζει σε.

Ὑψόθεν ἐπίβλεψον, ἐπ᾽ ἐμὲ Μῆτερ Θεοῦ, καὶ συμπαθῶς ἐπίνευσον, νῦν εἰς ἐμὴν ἐπίσκεψιν κατελθεῖν, ὡς ἂν θεωρήσας σε, ἐκ τοῦ σκήνους ἐξέλθω ἀγαλλόμενος.

Ἁγίων Ἀγγέλων με, ἱεραῖς καὶ καθαραῖς, χερσὶ παράθου Δέσποινα, ὡς ἂν τούτων ταῖς πτέρυξι σκεπασθείς, μὴ ἴδω τὴν ἄτιμον, καὶ αἰσχρὰν καὶ ζοφώδη τῶν δαιμόνων μορφήν.

Νυμφῶν Θεοῦ πάντιμε οὐρανίου νουτοῦ, νυμφῶνος με ἀξίωσον, τὴν ἐμὴ ἐσβεσμένῃ καὶ ἀλαμπῆ, λαμπάδα, ἀνάψασα, τῷ ἁγίῳ ἐλαίῳ σου Πανάμωμε.

Κάθισμα. Πολλὰ τὰ πλήθη.
Ταῖς τῶν δαιμόνων προσβολαῖς κλονουμένην Παρθένε, τὴν παναθλίαν μου ψυχὴν ἐν τῇ πέτρα στερέωσον, τῶν θείων προσταγμάτων τοῦ Χριστοῦ· μὴ καταποντισάτω με Ἁγνὴ πταισμάτων καταιγίς, καὶ λογισμῶν φαύλων ἡ τρικυμίᾳ.

ᾨδὴ ζ΄. Δροσοβόλον.
Νὺξ θανάτου με κατέλαβεν ἀνέτοιμον, ζοφώδης καὶ ἀσέληνος, παραπέμπουσα ἀπαράσκευον πρὸς τὴν μακράν, ἐκείνην ὁδὸν καὶ φοβεράν· συνοδευσάτω με τὸ σὸν ἔλεος Δέσποινα.

Διὰ ῥέουσαν καὶ πρόσκαιρον ἀπόλαυσιν, ἀθάνατα κολάζεσθαι μέλλω Δέσποινα, καὶ διὰ βραχεῖαν ἡδονὴν σαρκὸς ὀδυνᾶσθαι ἐν πυρί· ἀλλὰ τὸ ἔλεος τὸ σὸν προκαταλάβῃ με.

Οἱ ἀπάγοντες ἐντεῦθεν κατεπείγουσι, συνέχοντές με πάντοθεν, ἡ ψυχή μου δὲ ἀναβάλλεται καὶ δειλιᾷ, πολλῆς πληρουμένη ταραχῆς· ἣν παρακάλεσον Ἁγνὴ ἐπιστασίᾳ σου.

Συλλυπούμενον οὐδένα τῇ καρδίᾳ μου, οὐδὲ παρακλοῦντά με, εὗρον Δέσποινα· οἱ γὰρ φίλοι μοῦ καὶ οἱ γνωστοί, κοινῶς ἐγκατέλιπον με νῦν· ἀλλ’ ἡ ἐλπίς μου μηδαμῶς ἐγκαταλίπῃς με.

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Ὡς Θεοῦ φιλανθρώπου Μήτηρ φιλάνθρωπος, εὐμενεῖ καὶ ἱλέῳ πρόσχες μοι ὄμματι, ὅτε τῆς σαρκὸς ἡ ψυχή μου χωρίζεται· ἵνα σε δοξάζω ἁγία Θεοτόκε.

Ὑψηλόν τοῦ Δεσπότου Χριστοῦ παλάτιον, τὴν σὴν χάριν ἐξ ὕψους ἐξαποστείλασα, πρόφθασόν με ὡς νῦν ἐν ἡμέρᾳ τῆς βίας μου· ἵνα σε δοξάζω Ἁγία Θεοτόκε.

Διαδρᾶναι βαρβάρων ἀσάρκων φάλαγγας, καὶ ἀέριον ἄβυσσον διανήξασθαι· καὶ πρὸς οὐρανὸν ἀνελθεῖν με ἀξίωσον· ἵνα σε δοξάζω Ἁγία, Θεοτόκε.

Ἡ γεννήσασα, Κύριον Παντοκράτορα, τοὺς πικροὺς τελωνάρχας τοῦ κοσμοκράτορος, δίωξον μακράν, ἐν τῷ μέλλειν ἐκλείπειν με· ἵνα σε δοξάζω ὁ Ἁγνὴ εἰς τοὺς αἰῶνας.

Ὁ Εἱρμός.
Ἐκ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας· καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρᾶς, Χριστὲ μόνῳ τῷ βούλεσθαι· σὲ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν.
Ὡς δοῦλος αἴρει τὰ ἔξω ὄμματα, τοῦ ἑαυτοῦ, Κυρίου, εἰς τὰς χεῖρας Πανύμνητε· ὀφθαλμούς τοὺς ἔξω καὶ τοὺς ἔνδον κᾀγώ, οὕτω πρὸς σε ἐπαίρω τὴν ἐμὴν Δέσποινα· τὴν ἐμὴν Κυρίαν, καὶ ζωὴν ὅπως οἰκτείρῃς με.

Ἁγία Κόρη Θεοχαρίτωτε, εἰς τὴν ἐμὴν ταπείνωσιν εὐσπλάγχνως ἐπίβλεψον, τὴν οἰκτρὰν καὶ ἐσχάτην μου δέησιν, ταύτην προσδεχομένῃ, καὶ τοῦ κολάζοντος, καὶ διαιωνίζοντος πυρὸς σπεῦσον με λύτρωσαι.

Νεκρῶν καὶ ζώντων Θεὸν ἡ τέξασα, νεκροποιῶν Παρθένε νοσημάτων με λύτοωσαι· καὶ ζωὴν καὶ ὑγιείαν παράσχου μοι· ῥῶσόν με ἀῤῥωστοῦντα, περιζωννύουσα, δύναμιν ἐξ ὕψους, καὶ ἰσχὺν ἐξασθενήσαντα.

Ναὸν Θεοῦ σε ζῶντα καὶ ἔμψυχον, καὶ λογικὸν γινώσκων ἐνδιαίτημα, Πάναγνε· προσφυγῶν τῷ ναῷ σου ἐν πίστει θερμῇ, νῦν πρὸ τοῦ ἀπελθεῖν με, ἄνες μοι δέομαι· ἵνα ἀναψύξω, ἀνυμνῶν τὰ μεγαλεῖα σου.

Προσόμοια. Τριήμερος ἀνέστης.
Χαῖρε τὸ σεμνολόγημα, τῶν Ἀποστόλων ἄχραντε τῶν Ἀγγέλων ἀγαλλίαμα λαμπρόν· Χαῖρε τῆς οἰκουμένης, τὸ καύχημα Παρθένε· καί τῶν πιστῶν τὸ ἐγκαλλώπισμα.

Χαῖρε ὅρος ἀλάξευτον, Παρθένε Παναμώμητε· ὃ προεῖδεν, ὁ Προφήτης Δανιήλ, ἐξ οὗ ἐτμήθη λίθος, τὰ εἴδωλα συντρίβων, Χριστὸς ὁ μόνος βασιλεὺς ποῦ παντός.

Χαῖρε παστὰς ὁλόφωτε· Χαῖρε ἔμψυχε τράπεζα, ἄρτου θείου, ἐν ἧ πρόκειται Χριστός· Χαῖρε τῆς εὐσεβείας͵ τὸ κάλλος Θεοτόκε· Χαῖρε ἡ σκέπη τῶν ψυχῶν ἡμῶν.

Πανύμνητε κατάβαλε, ἐχθρῶν μιαφονούντων ὀφρῦν, καὶ τὴν λύπην, τοῦ λαοῦ σοῦ εἰς χαράν, μετάστρεψον Παρθένε· καὶ τὴν ἰσχὺν παράσχου· ὅπως σωθέντες ἀνυμνῶμέν σε.

 

ΤΗ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΑΝΔΡΕΟΥ ΚΡΗΤΗΣ.

Οὐ ἡ ἀκροστιχίς.
Ἴωμεν αὖθις τοῦ καλοῦ θρήνου χάριν.

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Βοηθὸς καὶ σκεπαστής.
Ἰωὴλ ὁ θαυμαστός, ὁ τοῦ Κυρίου μέγας Προφήτης, ἔφη χρησμῳδώς, τὸ πενθεῖν ἱερῶς, καὶ κόπτεσθαι σάκκοις· ἀλλ’ ἐγὼ καταφρονῶ, σὺ δὲ Παρθένε σῶσόν με.

Ὡς ὑπάρχουσα πηγή, τῆς εὐσπλαγχνίας Θεοκυήτορ, σῶμα καὶ ψυχὴν ρυπωθέντα αἰσχρῶς, ἀπόπλυνον Κόρη, καὶ στολὴν με καθαρόν, ἐπένδυσον τῆς χάριτος.

Μὴ παρίδῃς ἀγαθῇ, διεφθαρμένον ἐν ἀνομίαις, ὅλον ἐναγῆ, ταῖς πικραῖς ἡδοναῖς, γενόμενον ἤδη· ἀλλὰ ῥύπου με παντός, ἀπόπλυνον καὶ σῶσόν με.

Ἐξελθέτω τοῦ παστοῦ, νυμφίος νύμφη φησὶ προφήτης, καὶ τὸν κοπετὸν ἐργαζέσθωσαν νῦν· ἡμεῖς δὲ ψυχή μου, τῇ Μητρί τοῦ λυτρωτοῦ, θρηνοπρεπώς προσπέσωμεν.

ᾨδὴ γ΄. Στερέωσον Κύριε.
Νεώσωμεν ἄρουραν, τὴν ψυχικὴν ἐν τῷδε τῷ βίῳ, ἀρετὰς ἐγκατασπείραντες· ἵνα ζωῆς ἄσταχυν ἐκεῖσε θερίσωμεν.

Ἀπείρανδρε Δέσποινα, τὸν νεκρωθέντα τῇ ἁμαρτίᾳ, συμβουλίᾳ τοῦ ἀλάστορος, ζώωσόν με, ταῖς πρὸς τὸν Υἱόν σου ἐντεύξεσιν.

Ὑπέπεσα Δέσποινα, τῇ ἀλογίᾳ τῶν πράξεων μου, καὶ εἰς βόθρον νῦν κατάκειμαι, ἀπωλείας· δίδου μοι μετάνοιαν ἄχραντε.

Θηρία παγχάλεπα, τὰ πάθη τρέφω ἐν τῇ ψυχή μου· ὧν μὴ φέρων τὴν συνοίκησιν καταφεύγω, πρὸς τὴν σὴν Παρθένε ἀντίληψιν.

ᾨδὴ δ΄. Ἀκήκοεν ὁ Προφήτης.
Ἰσχύϊ σου Θεομῆτορ, τραπήτωσαν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω· καὶ τὰ τόξα τούτων συντριβήτωσαν, λογισμοὶ ἀκάθαρτοι καὶ βέβηλοι· καὶ δίδου μοι τῷ σῷ ἱκέτῃ, διὰ δακρύων, βαδίζειν εἰς ἀπάθειαν.

Σειραῖς τῶν ἁμαρτημάτων, σφιγγόμενος Θεομῆτορ οὐ διαλείπω· ἀλλὰ πλέκω μᾶλλον δυσδιάλυτα, πάθη προστιθεὶς ἐπὶ τοῖς πάθεσι· καὶ γίνομαι πᾶσι κατάρα, τὸ τοῦ Προφήτου οὐαὶ προσεπισπώμενος.

Τὰ τραύματα τῆς ψυχῆς μου, οὐ παύομαι ἐπείξεων φιληδονίαις· καὶ προστίθημι τοῖς μώλωψιν ἀλγήματα, μένων ἀναισθήτως ἀθεράπευτος· ἐλέησον Θεογεννήτορ, καὶ ἴασαί με, καὶ σῶσον ταῖς πρεσβείαις σου.

Ὀνείρων ἀστάτων δίκην, τὰ πράγματα τὰ τοῦ βίου Θεομῆτορ, βλέπων καθ’ ἑκάστην παρερχόμενα, οὐδαμῶς λαμβάνω τούτων αἴσθησιν· ἀλλ’ ἔτι προστέτηκα τούτοις, κισσὸς καθάπερ, τῷ τῆς δρυὸς ὑψώματι.

ᾨδὴ ε΄. Ἐκ νυκτὸς ὀρθρίζοντα.
Ὑψωθεὶς δἰ’ ἔπαρσιν Πανύμνητε, πτῶμα κατέπεσον, ἁμαρτίας χαλεπόν, συντρῖβον τὴν ψυχήν μου· καὶ τίς με ἐξεγερεῖ; εἰ μὴ σὺ Θεομῆτορ.

Καρτερίαν Δέσποινα μοι δώρησαι πάσης στενώσεως καὶ τῶν ἔξωθεν κακῶν, ἐξαίφνης ἐμπιπτόντων· μικρόψυχος γὰρ εἰμι, καὶ τῶν μισθῶν στεροῦμαι.

Ἀπό τῶν σκανδάλων τοῦ ἀλάστορος, ῥῦσαι με Δέσποινα, ἀπὸ πάσης ἀπειλῇς, καὶ ἐξωτέρου σκότους, τὸν ἐπὶ σοι ἀκλινῶς, θέμενον τὴν ἐλπίδα.

Λογισμοὶ πορνείας ἐκταράττουσι, Δέσποινα Πάναγνε, τὴν ἀθλίαν μου ψυχήν, καὶ πείθουσιν ἀφρόνως, συγκαταθέσθαι αὑτοῖς· ἐξ ὧν με ῥύου τάχος.

ᾨδὴ ς΄. Ἐβόησα ἐν ὄλῃ.
Ὁ Κύριος μοιχείαν ἐκάλεσε, πρόσωπα βλέπειν ἐμπαθῶς· ἐγὼ δὲ Παρθένε νοσῶν τὴν ἀκρασίαν, τὴν ψυχὴν μολύνω, ταῖς ἀκολάστοις θεωρίαις.

Ὑπνώττοντι δεινῶς ἐπιτίθενται, ἀκολασίας λογισμοί, καὶ προσυνωθούσι, γαργαλισμοὺς καὶ ῥεύσεις· ἀλλὰ φεῖσαι τούτων, πανάσπιλε τῆς βλάβης.

Θεόνυμφε Μαρίᾳ προσπίπτω σοι, καὶ ἐκβοῷ μετὰ κλαυθμοῦ, Θεοτόκε ῥῦσαι ψυχήν μου τὴν ἀθλίαν, κρίσεως μελλούσης, καὶ πυρὸς αἰωνίου.

Ῥημάτων μὲν ἀργῶν λόγους λήψεσθαι, οἶδα μαθὼν ἐκ τῆς Γραφῆς· ἀλλ’ ἐγὼ Παρθένε ἀκαίροις φλυαρίας, καὶ λογομαχίαις, σχολάζων οὐ πτοοῦμαι.

Κάθισμα.Ἦχος πλ. β’. Ἐλπίς τοῦ κόσμου.
Κριτὴν τοῦ κόσμου ἀγαθῇ, τὸν Υἱόν σου Παρθένε, ἵλεων ποίησον ἐμοὶ τῷ πολλὰ ἐπταικότι· οὐδεὶς γὰρ ὥσπερ σὺ δύναται μεσιτεύσαι, ὡς Μήτηρ οὖσα τοῦ Θεοῦ καὶ Δεσπότου· αὑτὸν οὖν ἐκτενῶς ἱκέτευε ὑπὲρ ἐμοῦ, μόνη εὐλογημένῃ.

ᾨδὴ ζ΄. Ἡμάρτομεν.
Ἡμάρτομεν ἡνομήσαμεν, ἐπικράναμεν Χριστὸν Παρθένε· πᾶσαν διετελέσαμεν πρᾶξιν τὴν ἐφάμαρτον, κινοῦντες αὑτὸν εἰς ὀργήν, ἀλλὰ σὺ τοῦτον ἵλεων ἀπέργασαι, τοῖς καταδίκοις ἡμῖν.

Νοήμασι καὶ αἰσθήσεσι, καὶ ταῖς πράξεσι Θεοκυήτορ, ὅλος Θεοῦ τοῦ ζῶντος ἀπέστην, καὶ ἐδούλευσα τυρράνοις παθὼν εὑρεταῖς· ἀλλὰ σὺ τούτων λύτρωσαι καὶ δίδου μοι, τῆς μετανοίας αὐγήν.

Ὅτε ψυχὴ ἡ ἀθλίᾳ μου, ἐκ τοῦ σώματος καθυπομένειν, μέλλει τὸν χωρισμὸν καὶ οὐκ ἔστιν, ὁ λυτρούμενος ἢ παραμυθούμενος· τότε Δέσποινα πρόστηθι, καὶ ῥῦσαί με τῆς τῶν δαιμόνων ὁρμῆς.

Ὑπόκρισιν ὁ Δεσπότης μου, μέγα κέκλῃκε κακὸν ἐν βίῳ· οὗ τῆς ἀπατηλῆς ἐργασίας Θεονύμφευτε, ῥυσθείην ἰσχύϊ τῇ σῇ· ἵνα μὴ τῇ μαχαίρᾳ με τοῦ Πνεύματος, διχοτομήσει Χριστός.

ᾨδὴ η΄. Ὃν στρατιαὶ οὐρανῶν.
Χρεωστικῶς τὴν σὴν προσκαλούμεθα, πρεσβείαν Μῆτερ Θεοῦ, πρὸς τὸν σὸν Υἱόν, πάντες οἱ ἐπταικότες, καὶ κατακεκριμένοι· ἵνα τῆς γεέννης, τῇ μεσιτείᾳ σου ῥυσθῶμεν.

Ἁμαρτωλοὺς καλέσαι ἐλήλυθε, τῇ μετανοίᾳ Χριστός· δεῦτε κατ’ ἐμέ, ὅσοι τούτου τοὺς λόγους, ἐσμὲν ἡθετηκότες, σὺν τῇ μετανοίᾳ προσπέσωμεν τῇ Θεοτόκῳ.

Ῥεῖθρα μοι νῦν δακρύων κατάπεμψον, καὶ στεναγμὸν ἐκ ψυχῆς μετὰ συντριβής· ὅπως τὴν φλόγα σβέσω, τὴν ἄστεκτον ἐκείνην, καὶ τοῦ παραδείσου τῆς δόξης ἐπιτύχω.

Ἵνα βροτοὺς ὁ Υἱός σου Δέσποινα, θεώσει ὤφθη ἐκ σου, τέλειος βροτός· τοῦτον οὖν ἐκδυσώπει, τελείως καθαρθέντα, δείξαι κοινωνὸν με, αὑτοῦ τῆς βασιλείας.

Αἰνοῦμεν. Ὁ Εἱρμός.
Ὃν στρατιαὶ οὐρανῶν δοξάζουσι· καὶ φρίττει τὰ Χερουβίμ καί τὰ Σεραφίμ, πᾶσα πνοὴ καὶ κτίσις, ὑμνεῖτε εὐλογεῖτε· καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἀσπόρου συλλήψεως.
Νυμφὼν ἑτοιμάζεται, ἐν οὐρανοῖς Θεόνυμφε ὑπὸ Υἱοῦ σου, χαρᾶς πάσης ἔμπλεως, τοῖς τούτου προστάγματα, τηρήσασιν ἀμέμπτως· ἐμοὶ δὲ σκότος καὶ ὀδυρμός, καὶ τὸ πῦρ τὸ γῆς γεένης· ὧν ῥυσθῆναί με δυσώπησον.

Ἱδρῶτες καὶ δάκρυα, καὶ πόνοι Θεονύμφευτε ἐν τῷ σταδίῳ, τούτῳ καταβάλλονται· ἐκεῖ δὲ οἱ στέφανοι καὶ γέρα καὶ βραβεία· καὶ τίς μακάριος ἀληθῶς, ὅστις κλαίων ἐπισπείρει, θεριεῖ ἀγαλλώμενος;

Ὑπόπτεροι γίνονται, τῇ μετανοίᾳ Πάναγνε, οἱ πεπτωκότες, αὖθις ὡς ἱέρακες, τὴν πτῆσιν ποιούμενοι, πρὸς οὐρανίους νόας· ὧν τῆς μερίδος ὁ ἀλιτρός, καὶ αὐτὸς ἀξιωθείην, τῇ πρεσβείᾳ σου σῳζόμενος.

Ἐλέους τὴν ἄβυσσον, ὡς τετοκυῖαν ἄχραντε ἐλέησόν με, καὶ ῥῦσαι κολάσεως, καὶ κρίσεως Δέσποινα, τὸν σὸν ἀχρεῖον δοῦλον· καὶ βασιλείας τῶν οὐρανῶν, καταξίωσον Παρθένε· ἵνα πόθῳ μεγαλύνω σε.

Προσόμοια. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χαίροις Πατρὸς ἄχραντε, θυγάτηρ, Μήτηρ δε Λόγου· χαῖρε νύμφη Πνεύματος· ὑπερτέρᾳ Θρόνων τε καὶ θερμαίνουσα, Σεραφείμ κρείττονα· ἡ γνωστικωτέρᾳ, Χερουβεὶμ Κυριοτήτων τε, ἡ κυριεύουσα, ἡ δυνατωτέρᾳ Δυνάμεων· Ἐξουσιῶν προέχουσα· ἄρχουσα Ἀρχῶν Ἀρχαγγέλων τε, στρατηγικωτέρα· ἡ μᾶλλον τῶν Ἀγγέλων τοῖς πιστοῖς, διακονοῦσα τοῖς μέλλουσι, σωτηρίας τεύξασθαι.

Χαῖρε πασῶν Ἄνασσα, τῶν ἀνασσῶν Θεοτόκε, χαῖρε ὑπερέχουσα, τῶν ἐπουρανίων πασῶν Δυνάμεων, χαῖρε γῆς Δέσποινα, καὶ θαλάσσης μόνη· καὶ τῆς κτίσεως βασίλισσα, χαῖρε τὸ κράτιστον, σκῆπτρον καὶ γενναῖον ὀχύρωμα, καὶ σθένος καὶ κραταίωμα, τῶν βασιλευόντων Πανύμνητε· χαῖρε θεῖε κῆπε· τοῦ ᾄδου χαῖρε νέκρωσις ἁγνή· χριστιανῶν καταφύγιον· χαῖρε παντευλόγητε.

Χαῖρε θρόνε πύρινε, τοῦ βασιλέως Κυρίου· χαῖρε θεία τράπεζα, ἄρτον τὸν οὐράνιον μέσον φέρουσα· χαῖρε γῆ εὔκαρπε, τῆς ζωῆς ἄσταχυν, θρεψαμένῃ Παναμώμητε· ἐξ οὐ οἱ τρώγοντες, θάνατον οὐ βλέπουσιν Δέσποινα, ζωὴν δε πρὸς ἀΐδιον, ἄγονται καθάπερ προέφησε, μόνος ὁ τῶν ὅλων, Δεσπότης καὶ τροφεὺς καὶ συνοχεύς· χαῖρε πιστῶν τὸ προσφύγιον· χαῖρε ὑπερθαύμαστε.

Σὲ τὴν πανυπέρμαχον, ἐκδυσωποῦμεν Παρθένε, καὶ καθικετεύομεν, οἱ δεινῶς ταῖς θλίψεσι μαστιζόμενοι· ὡς ἰσχὺν ἔχουσα, Μητρικὴν πρὸς Κύριον, τοὺς ἐχθροὺς ἡμῶν διάῤῥηξον· ἵνα μὴ εἴπωσι, ποὺ ἔστι Θεὸς ὦ λατρεύουσι· καὶ γνώτωσαν οἱ ἄθλιοι, ὅτι σε καὶ μόνην κεκτήμεθα, σκέπην καὶ προστάτιν, μετὰ Θεὸν καὶ πύργον ἀσφαλῆ· μὴ ὑπερίδῃς Πανάμωμε, τοὺς εἰς σε προστρέχοντας.

 

ΤΗ ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΘΕΟΦΑΝΟΥΣ
ΕΠΙΣΚΟΠΟΥ ΝΙΚΑΙΑΣ ΤΟΥ ΓΡΑΠΤΟΥ

Ὡς ὁρᾶται ἐν τοῖς ὑστέροις Θεοτοκίοις.

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Τὴν ἀδιόδευτον πύλην τὸ καθαρόν, τῆς ἁγνείας τέμενος· τὴν καλὴν ἐν γυναιξί· τὴν ἁγίαν Δέσποιναν πιστοί, μελῳδίαις ἱεραῖς δοξολογήσωμεν.

Ὁ κατοικῶν Θεὸς Λόγος ἐν οὐρανοῖς· ὁ ἐν ἀρχὴ ἄναρχος, οὐρανὸν σε λογικήν, ἐπὶ γῆς δειμάμενος ἁγνῇ, μὴ λιπὼν τοὺς οὐρανοὺς ἐν σοὶ ἐσκήνωσεν.

Ἡ τοῦ ἡλίου νεφέλη καὶ χρυσαυγής, λυχνία Πανάμωμε· ἡ πολύφωτος λαμπάς, τῆς ἐμῆς ψυχῆς τὸ τριμερές, ἁμαρτίαις ζοφωθέν λάμπρυνον δέομαι.

Θεοχαρίτωτε Κόρη ἡ κραταιᾷ, τῶν πιστῶν βοήθεια, καὶ ἐλπίς τῶν ταπεινῶν· σὺ με ἐλευθέρωσον σαρκός, ἡδονῶν τε καὶ παθών τῶν πολεμούντων με.

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος.
Οὐκ ἔστιν ὅστις πρὸς τὴν σήν, καταπέφευγε σκέπην, καὶ οὐκ ἔτυχε Κόρη, τῶν πολλῶν σου οἰκτιρμῶν· διὸ κᾀγὼ δυσωπῶ, ἵνα τύχω τῆς σῆς ἀντιλήψεως.

Ὡς πλατυτέρᾳ οὐρανῶν, καὶ τῆς γῆς ἀνωτέρᾳ, ὡς ἁγία ἁγίων, Χερουβεὶμ καὶ Σεραφείμ, ὡς ὑπερτέρᾳ σεμνῇ, ἀσυγκρίτως τὸν Θεὸν ἐχώρησας.

Πυρὶ με φόβου θεϊκοῦ ἐκκαθάρασα Κόρη, τῶν πταισμάτων τοῦ ῥύπου, ἐπένδυσον χρυσαυγῇ χιτῶνα τῶν ἀρετῶν καὶ χορείαις τῶν ἁγίων σύνταξον.

Ἐξ ἔργων ὅλως ἐν ἐμοί, σωτηρίᾳ οὐκ ἔστιν· ἀλλὰ σὺ Θεοτόκε, ἡ ἐλπὶς ἡ ἀψευδής, τῶν πεποιθότων εἰς σε, σωτηρίας βράβευσόν μοι δέομαι.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Ὡς πύλην φέρουσαν, πρὸς θείαν εἴσοδον· ὡς Παράδεισον Θεῖον· ὡς νοητόν, τόπον ἁγιάσματος· ὡς τῶν πιστῶν καταφυγήν, τὴν Παρθένον μακαρίσωμεν.

Λυχνίᾳ πάμφωτος ἡ θεία τράπεζα· τοῦ Θεοῦ τὸ χωρίον ἡ κιβωτός· ῥάβδος ἡ βλαστήσασα, ἄνθος ἐν κόσμῳ τὸν Χριστόν, σὺ ἐδείχθης Μητροπάρθενε.

Γνωστώς ἐν βάτῳ σε, Μώσης ἑώρακεν, ἱερῶς τυπουμένην τὴν τοῦ πυρός, μέλλουσαν λοχεύτριαν, ἀναφανῆναι μυστικῶς, Θεοτόκε Ἀειπάρθενε.

Λόγος ἄσπιλε, ἐν σοὶ ἐσκήνωσεν, ἀλογίας τὸν κόσμον τῆς τῶν παθών, Δέσποινα λυτρούμενος, καὶ βασιλείας οὐρανῶν, ἀξιῶν τοὺς ἀνυμνοῦντάς σε.

ᾨδὴ ε΄. Τῷ θείω φέγγει σου.
Ἡ καλλονῇ ἡ τοῦ Ιακώβ, ἡ ἐκλεγμένη τῷ Θεῶ, πρὸ τοῦ γενέσθαι τὰ σύμπαντα· ἡ ἁγιωσύνην καὶ καθαρότητα, ἀσύγκριτον πλουτήσασα χαῖρε Δέσποινα.

Νοήσας πόῤῥωθεν μυστικῶς, ὁ τῶν Προφητῶν θεολαμπής, χορὸς Παρθένε Θεόνυμφε, θείου τοκετοῦ σου βάθος ἀπόῤῥητον, συμβόλοις ἱεροῖς σε προδιεχάραξεν.

Ὑπεραγία ἡ τὸν Θεόν, μόνη ἐπὶ γῆς ὡς ἀληθῶς, τὸν ὑπεράγιον τέξασα, τοὺς σε Θεοτόκον ἀεὶ κηρύττοντας, ἁγίασον καὶ σῶσον τῇ μεσιτεία σου.

Φωτί σου θείω ὡς ἀγαθῇ, τὴν ἐσκοτισμένην μου ψυχήν, ταῖς ἡδοναῖς φωταγώγησον, καὶ πρὸς σωτηρίας τρίβον ὁδήγησον, ἡ μόνη τὸν Σωτῆρα Χριστὸν κυήσασα.

ᾨδὴ ς΄. Τοῦ βίου τὴν θάλασσαν.
Τὴν μόνην Πανύμνητον, τὴν καλὴν ἐν γυναιξί τὴν τοῦ Θεοῦ λοχεύτριαν· Χριστιανῶν τὸ τεῖχος τὸ ἀῤῥαγές, Μαρίαν τὴν ἄχραντον, ἀδιστάκτῳ καρδίᾳ μακαρίσωμεν.

Σκηνῇ Θεοχώρητε· ὄρος ἅγιον Θεοῦ· χρυσοῦν θυμιατήριον, πύρινε θρόνε πάγχρυσε κιβωτέ· λυχνίᾳ πολύφωτε, ἀδιόδευτε πύλη χαῖρε Δέσποινα.

Ξένη σου ἡ σύλληψις· ξένη Κόρη καὶ φρικτῇ, ἡ ὑπὲρ νοῦν σου γέννησις· τοὺς ξενωθέντας πάντας ἀπὸ Θεοῦ, αὑτῷ καταλλάττουσα, καὶ τὸ κάλλος τὸ πρώην ἀπονέμουσα.

Ἀγάθυνον Δέσποινα, τὴν ψυχήν μου ἐν πολλοῖς, κεκακωμένην πταίσμασι· καὶ τὸν δοτῆρα πάντων τῶν ἀγαθῶν, Χριστὸν καθικέτευσε, βασιλείας τῆς ἄνω ἀξιῶσαί με.

Κάθισμα. Ἦχος πλ. β΄. Πολλά τὰ πλήθη.
Τῆς ἀσθενούσης μου ψυχῆς, τὰς πολλὰς ἀῤῥωστίας, καὶ τὰ τοῦ σώματος ἁγνή, χαλεπώτατα πάθη, ἐπίσκεψαι, καὶ θεραπείας ταχινῆς ἀξίωσον, καὶ τὰς ἁγίας ἐντολάς, ποιεῖν με κατευόδωσον, Θεοῦ τοῦ ἀγαθοῦ ὅπως σε μεγαλύνω.

ᾨδὴ ζ΄. Δροσοβόλον μέν τὴν κάμινον.
Ὑπερτέρᾳ ἐχρημάτισας Πανάμωμε, τῶν νοερῶν Δυνάμεων· ὃν γὰρ ἐκεῖναι, οὐ τολμῶσιν ὅλως κατιδεῖν, ἀγκάλαις ἐβάστασας ταῖς σαῖς· χαριστηρίοις σε φωναῖς ὅθεν δοξάζομεν.

Θείου ἄνθρακος σεπτὸν θυμιατήριον, κόσμον εὐωδιάσασα, δυσωδίας τε, ἀκαθάρτων ῥῦσαί με παθών, Παρθένε καὶ δίδου μελῳδεῖν· εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Συντριβέντα με ἀμέτροις παραβάσεσι, τῇ θεία μεσιτείᾳ σου, καινοποίησον, ἰατρεύουσα μου τὴν ψυχήν, καὶ λόγον παρέχουσα βοᾶν· εὐλογημένῃ ἡ Θεὸν σαρκὶ κυήσασα.

Ναοὺς ποίησον ἡμᾶς τοῦ θείου Πνεύματος, ναὲ Θεοῦ πανάγιε, τοὺς γεραίροντας, ἐν τῷ θείω τούτῳ σου ναῶ, καὶ μέλποντας Κόρη εὐλαβῶς· εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Σελασφόρον λαμπάδα καὶ χρυσαυγίζουσαν· φωτοφόρον παστάδα καὶ πορφυρίζουσαν· στάμνον γλυκασμοῦ, καὶ ζωῆς ἄρτου τράπεζαν, ἔγνωμεν σε Κόρη ὑπερευλογημένῃ.

Σὲ τὸ πάνσεπτον ὄρος καὶ ὑψηλότατον, οἱ εἰς βάθη πεσόντες τῶν παραπτώσεων, Δέσποινα ἁγνὴ δυσωποῦμεν ἀνύψωσον, πρὸς ἐνθέους πράξεις τῶν ἀρετῶν ὑψώσεις.

Λυτρωθέντες τῆς πρώην ἀρᾷς τῷ τόκῳ σου, παντευλόγητε Κόρη Θεογεννήτρια, τὴν τοῦ Γαβριήλ, φωνὴν σοι ἀναμέλπομεν· χαῖρε ἡ αἰτία τῆς πάντων σωτηρίας.

Ἡ τὸν βότρυν τεκοῦσα τὸν ἀγεώργητον, καρποφόρον με δεῖξον ἀγαθῶν πράξεων, καὶ τῆς οὐρανῶν, βασιλείας ἀξίωσον, ἵνα σε δοξάζω ἁγνὴ εἰς τοὺς αἰῶνας.

Αἰνοῦμεν. Ὁ Εἱρμός.
Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον επήγασας· καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας, ἅπαντα γὰρ δρᾶς, Χριστὲ μόνῳ τῷ βούλεσθαι· σε ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.
Θεοῦ παλάτιον καθαρώτατον, νῦν ἐπ’ ἐμὲ ἐλέη τὰ πολλά σου θαυμάστωσον, Θεοτόκε Μαρίᾳ Πανάχραντε, ὅπως σε μεγαλύνω, καὶ μακαρίζω σε, τὴν ὑψηλοτέραν, οὐρανῶν καὶ πάσης κτίσεως.

Χαριστηρίοις φωναῖς ὑμνοῦμέν σε, οἱ διὰ τοῦ τυχόντες ἀληθῶς τῆς θεώσεως· καὶ βοῷμεν σοι· χαῖρε Πανύμνητε· χαῖρε εὐλογημένη· χαῖρε πυρίμορφε, Θρόνε τοῦ Παντάνακτος, Μαρία χαῖρε Δέσποινα.

Ὑμνεῖν δοξάζειν καὶ μακαρίζειν σε, δίδου ἡμῖν ἀξίως τοῖς τιμῶσί σε Πάναγνε, καὶ τὸν τόκον τὸν σὸν μεγαλύνουσι, μόνη εὐλογημένη· σὺ γὰρ τὸ καύχημα, τῶν Χριστιανῶν, καὶ πρὸς Θεὸν πρέσβυς εὐπρόσδεκτος.

Σταγὼν καθάπερ ὁ ἐπουράνιος, τῇ σῇ γαστρὶ Παρθένε ὑετὸς καταβέβηκε, καὶ ξηράνας τῆς πλάνης τὰ ῥεύματα, ὄμβρισεν ἀφθαρσίαν καὶ ἀπολύτρωσιν, πᾶσι τοῖς ἀνθρώποις, διά σου Θεοχαρίτωτε.

Προσόμοια. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστης.
Χαῖρε βασιλευόντων ἁγνῇ, τὸ θάῤῥος τὸ ἀνίκητον· χαῖρε κλέος, τῶν πιστῶν σου τὴν σεπτήν, Εἰκόνα προσκυνούντων· χαῖρε δαιμόνων πτῶσις· καὶ τῶν ἀνθρώπων ἡ ἀνόρθωσις.

Χαῖρε τῆς σωτηρίας ἡμῶν, ἀρχὴ καὶ ῥίζα Πάναγνε· χαῖρε μέσον, τὸ λαμπάδιον Χριστόν, κεκτημένῃ λυχνία· χαῖρε γῆς ὑπερτέρᾳ, καὶ οὐρανοῦ Μαρίᾳ Δέσποινα.

Χαῖρε τιμιωτέρᾳ σεμνῇ, κτίσεως πάσης ἄχραντε, ὁρατῆς τε νοητῆς ὡς ὑπὲρ νοῦν, ἀμφοτέρων ἡ τεκοῦσα, Δεσπότην Θεοτόκε· χαῖρε ψυχῆς μου ἀγαλλίαμα.

Πανύμνητε διάσωσον, δεινῶν τῶν συνεχόντων με, τὸν σὸν δοῦλον, καὶ χαράς τὴν ταπεινήν, ψυχήν μου Παναγία, καὶ θυμηδία πλῆσον· ὅπως ἀπαύστως μεγαλύνω σε.

 

ΤΗ ΤΕΤΑΡΤΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΟΣΙΟΥ ΝΙΚΟΛΑΟΥ ΤΟΥ ΚΑΤΑΣΚΕΠΗΝΟΥ.

Ὡς ὁρᾶται ἐν τοῖς ὑστέροις Θεοτοκίοις.

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Βοηθὸς καὶ σκεπαστής.
Βοηθὸς καὶ σκεπαστῆς, καὶ λυτρωτής μου καὶ ἀντιλήπτωρ Δέσποινα γενοῦ, χαλεπῶν συμφορῶν, πικρῶν ἀλγηδόνων· δριμυτάτων ὀδυνῶν, καὶ πόνων ῥυομένη με.

Παναγίᾳ ἡ ἐλπίς, τῶν σε ἐκ πόθου παρακαλούντων, φάνηθι κᾀμοί, ὑπακούουσα νῦν καὶ πρόσδεξαι ὕμνον, ἐκ χειλέων ῥυπαρῶν τοῦ ταπεινοῦ ἱκέτου σου.

Ῥυομένη συμπαθώς ἐπίφανόν μοι τὸ πρόσωπόν σου· σκότος γὰρ δεινῆς, ἀπογνώσεως νῦν, καλύπτει με ὅλον· ἀλλὰ λάμψον μοι αὐγήν, τῆς καθαρᾶς πρεσβείας σου.

Ναυαγίῳ χαλεπῷ κατεποντίσθην τῆς ἁμαρτίας· δίδου δεξιάν, ὡς τῷ Πέτρῳ κᾀμοί, καὶ σῶσόν με Λόγε, ταῖς λιταῖς τῆς ὑπὲρ νοῦν, ἀφθόρως κυησάσης σε.

ᾨδὴ γ΄. Στερέωσον Κύριε.
Προσπίπτοντα δέξαι με, τοῖς οἰκτιρμοῖς σου Μῆτερ τοῦ Λόγου· αἰτουμένων τε συγχώρησιν, τῶν πταισμάτων, πάρασχε θερμαῖς ἱκεσίαις σου.

Ἡ κάμινον σβέσασα, βαβυλωνίαν σε ζωγραφοῦσαν, τῶν ἐμῶν παθών τὴν κάμινον, καὶ τῶν νόσων τὴν πυρκαϊὰν σβέσον Δέσποινα.

Ἀνάτειλον Δέσποινα, τῶν ἡδονῶν μου τὴν πικρὰν μέθην, νῆψιν θείαν μοι παρέχουσα, μετανοίας, καὶ ἐπιστροφήν τὴν σωτήριον.

Ἰλεῷ σου ὄμματι, πρόσχες μοι Δέσποινα θλιβομένῳ, καὶ ἐλέησον καὶ σῶσόν με, σωτηρίᾳ, κόσμου καὶ ἀνθρώπων βοήθεια.

ᾨδὴ δ΄. Ἀκήκοεν ὁ Προφήτης.
Ἠγάπησα τὰ παρόντα, τὴν σάρκα τε καὶ τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ, ἡδονὰς καὶ δόξαν καὶ τὰ χρήματα, τῶν μελλόντων δὲ οὐδόλως ἐφρόντισα· διὸ καὶ τῆς δόξης τῆς ἄνω, καὶ τῆς ἀγάπης, Θεοῦ ἐκπέπτωκα ὁ ἄθλιος.

Ἡ πύλη τῆς θείας δόξης, τὰς πύλας μοι διάνοιξον τῆς μετανοίας· καὶ πρὸς φῶς εἰσάγαγε με ἄδυτον, τοῦ Υἱοῦ καὶ Κτίστου σου Πανύμνητε, παθὼν με ἐξαίρουσα ζόφου, καὶ ῥαθυμίας ὀμίχλην διαλύουσα.

Ἀνύστακτον τὴν λαμπάδα, ψυχῆς μου διατήρησον εὐλογημένη· μὴ ἀποσβεσθῇ ὥσπερ ἀνέλαιος, καὶ κλεισθῇ ἡ θύρα τοῦ νυμφῶνος μοι· ἀλλ’ ἄνοιξον θύραν ἐλέους, καὶ πρόστηθί μοι, ἐν ὤρα τῆς ἐξόδου μου.

Κατάβαλε τοὺς ἐχθρούς μου, πολέμησον τοὺς ἀδίκως με πολεμοῦντας, ἵνα γνῶσι τίνος δοῦλος πέφυκα, τίνα προστασίαν ἐπιγράφομαι· πανύμνητε εὐλογημένῃ Θεοκυήτορ· καὶ σῶσόν με ὑμνοῦντά σε.

ᾨδὴ ε΄. Ἐκ νυκτὸς ὀρθρίζοντα.
Σῶσόν με τὸν ἄσωτον Πανάχραντε, πρόστηθι ῥῦσαί με ἐξ ἐχθρῶν μου ὁρατῶν καὶ ἀοράτων, πάντων τῶν συνθλιβόντων ἀεὶ τὴν ταπεινὴν ψυχήν μου.

Ἵλεων τὸν σὸν Υἱὸν ἀπέργασαι, ὅταν τὰ ἔργα μου, τὰ κρυπτὰ καὶ φανερᾷ, οἴμοι μέλη ἐτάζειν, μὴ με ἐκπέμψῃ εἰς πῦρ τὸν κατακεκριμένον.

Εἰς τὴν σὴν ἀμέτρητον χρηστότητα, Δέσποινα Κύριε ὁ ταλαίπωρος ἐγώ, θαῤῥῶν καί τῆς Μητρός σου, τὰς ἱκεσίας Σωτήρ, οὐκ ἀπογνώσω ὅλως.

Ὅλος ἐκ νεότητος Πανάμωμε, γέγονα ἄχρηστος νεκρωθεὶς ταῖς ἡδοναῖς, καὶ τεθανατωμένος, ὁ τάλας κεῖμαι δεινῶς, ἀλλὰ ἀνάστησόν με.

ᾨδὴ στ΄. Ἐβόησα ἐν ὄλῃ καρδία μου.
Προσπίπτω σοι Μαρίᾳ Πανάχραντε, καὶ ἐκβοῷ μετὰ κλαυθμοῦ· Θεοτόκε ῥῦσαι, ψυχήν μου τὴν ἀθλίαν, κρίσεως μελλούσης καὶ πυρὸς αἰωνίου.

Κατάρδευσον πρεσβειῶν σου νάμασι, τὴν παναθλίαν μου ψυχήν, τῶν παθὼν φλεχθεῖσαν, τῷ καύσωνι καὶ δεῖξον, καρποφόρον ταύτην ὑπέραγνε Μαρίᾳ.

Ἁγιάσον με ὅλον καὶ λάμπρυνον, τὸ ἱλαστήριον πιστῶν, καὶ ταῖς σαῖς πρεσβείαις, ἀνάδειξον με Κόρη, οἶκον τῆς ἁγίας, Τριάδος δυσωπῶ σε.

Λιμένα σε γινώσκω γαλήνιον, Θεοκυήτορ Μαριάμ· καὶ βοῶ ἐκ βάθους, καρδίας μὴ ἐάσῃς, βυθισθῆναι Κόρη, ἐχθροῦ ταῖς τρικυμίαις.

Κάθισμα. Ἦχος πλ. β΄. Πολλά τὰ πλήθη.
Τῶν ἐναντίων λογισμῶν ἐκταράσσει με κλύδων, καὶ τῶν παθὼν ἐπαγωγαί, εἰς βυθὸν ἀπωλείας, κατάγουσι τὴν ἀσθενοῦσαν μου ψυχήν· ἀλλ’ οίκτειρόν με ἡ τεκοῦσα τὸν Θεόν, καὶ ῥῦσαί με τὸν δοῦλον σου, μελλούσης ἀπειλῆς μόνη εὐλογημένῃ.

ᾨδὴ ζ΄. Ἡμάρτομεν.
Παρώργισα παρεπίκρανα, τὸν μακρόθυμον καὶ πλαστουργόν μου, ὅστις ἔπλασε πάλαι ἐκ γῆς με, καὶ ἐκ μὴ ὄντως εἰς τὸ εἷναι παρήγαγεν· ἀλλ’ ἐξιλεῶσί μοι τοῦτον Παρθένε, ταῖς μητρικαῖς σου λιταῖς.

Δέσποινα ἡ ἀνοίξασα, τὰς σεπτὰς πύλας τοῦ Παραδείσου· ταύτας κᾀμοὶ κλεισθείσας Παρθένε, διὰ πράξεων ἀτόπων ὧν ἔπραξα, ὑπανοίξασα σῶσόν με καὶ δεῖξον οἰκήτορα αὑτοῦ.

Ἰλέωσον τὸν Υἱόν σου καὶ Κύριον, καὶ Θεὸν ἡμῶν καὶ εὐεργέτην, Δέσποινα Παναγίᾳ Παρθένε, τοῦ ῥυσθῆναί με κινδύνων καὶ θλίψεων, καὶ τῆς λαμπρότητος τῶν ἁγίων, καὶ δόξης αἰωνίου τυχεῖν.

Ἁγίασον φωταγώγησον, τὴν καρδίαν μου, Θεογεννήτορ· ξήρανον ὀχετούς τῶν παθών μου, ῥᾶνον ὕδατι τῆς θείας πρεσβείας σου, καὶ ἀξίωσον φέρειν σοι ὕμνον, εὐπρόσδεκτον ψυχῆς καθαρᾶς.

ᾨδὴ η΄. Ὃν στρατιαὶ οὐρανῶν.
Χρεωστικῶς τὴν σὴν προσκαλούμεθα, πρεσβείαν Μῆτερ Θεοῦ πρὸς τὸν σὸν Υἱόν, πάντες οἱ ἐπταικότες, καὶ κατακεκριμένοι· ἵνα τῆς γεέννης, τῇ μεσιτείᾳ σου ῥυσθῶμεν.

Ἐγγυητὴς γενοῦ μοι Πανάμωμε, πρὸς Κύριον τὸν Θεόν, ὅταν ἐπὶ γῆς, ἔλθῃ τοῦ κρίναι πάντας, καὶ δεῖξον με μερίδος, τῆς τῶν σῳζομένων, τὸν ἄθλιον ἐκδυσωπῶ σε.

Σβέσον τὸ πῦρ τῶν παθὼν καὶ νέκρωσον, τὸ φρόνημα τῆς σαρκός, φώτισον τὸν νοῦν, κάθαρον τὴν καρδίαν, καὶ θρέψον τὴν ψυχήν μου, ἄρτῳ οὐρανίῳ, καὶ σῶσόν με Θεογεννήτορ.

Ὁδήγησον ἐν τῇ τρίβω Δέσποινα, τῶν ἐντολῶν τοῦ Θεοῦ τὸν ἁμαρτωλόν, κλῖνον μου τὴν καρδίαν, εἰς ὁδὸν σωτηρίας· σε γὰρ ἔχω μόνην, ἀντίληψιν καὶ προστασίαν.

Αἰνοῦμεν. Ὁ Εἱρμός.
Ὃν στρατιαὶ οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβεὶμ καὶ Σεραφείμ, πᾶσα πνοὴ καὶ κτίσις, ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἀσπόρου συλλήψεως.
Ἐγὼ ὁ κατάκριτος, καὶ ὅλως ἀδιόρθωτος ἐγὼ ὁ τάλας, ὁ πάντων ὑπεύθυνος, ἑτέρους κατέκρινα ὄντας ἀκατακρίτους· οὐαί μοι τότε ἐν τῷ καιρῷ, τῷ τῆς κρίσεως Παρθένε, ὅτι μέλλω κατακρίνεσθαι.

Αἰχμάλωτον εἶλέ με, καὶ σπεύδει ἀπολέσαι με ὁ πάντας θέλων, ὀλέσαι διάβολος· ἀλλ’ ὦ Κόρη εὔσπλαγχνε, μὴ με ἐγκαταλίπῃς, μὴ παρίδῃς με ἐχθροῖς· μὴ ἐάσῃς ἀπολέσθαι, τὸν ἀνάξιον ἱκέτην σου.

Ἐλπὶς ἀκαταίσχυντε, βοήθεια καὶ σκέπη μου καταφυγῇ μου, θερμὴ τε ἀντίληψις, βοήθησον μοι τότε, ἐν τῇ μελλούσῃ κρίσει, καὶ ῥῦσαι πάσης με ἀπειλῆς, καὶ υἱὸν τῆς βασιλείας, τοῦ Υἱοῦ σου δεῖξον ἄχραντε.

Ὑμνῶ σου Πανύμνητε, τὴν δόξαν τὴν λαμπρότητα τὴν δυναστείαν, τὸ ἄφατον ἔλεος τὸ τῆς εὐσπλαγχνίας σου, καὶ τῆς φιλανθρωπίας· καὶ ἱκετεύω σε ἀγαθή· μὴ ἐκπέσω τῆς ἐλπίδος, ἀλλὰ τύχοιμι τῆς δόξης σου.

Προσόμοια. Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Χαῖρε θεῖον σκήνωμα, Θεοῦ τοῦ πάντων Δεσπότου, χαῖρε τὸ ἐνίσχυμα, καὶ Μαρτύρων στέφανος ἀμαράντινος, τῶν πιστῶν στήριγμα, καὶ Ὁσίων δόξα, χαῖρε Μήτηρ ἀπειρόγαμε, χαῖρε τὸ καύχημα, τῶν ἐπουρανίων Δυνάμεων, τῶν Προφητῶν ὑπόθεσις, καὶ τῶν Ἀποστόλων τὸ κήρυγμα, χαῖρε τῆς ἀπάτης, τὴν πλάνην ἡ πατήσασα ἁγνῇ, ἁμαρτιῶν ἱλαστήριον, χαῖρε Μητροπάρθενε.

Χαῖρε οἰκητήριον, φωτὸς σεμνὴ Παναγία, χαῖρε στῦλε πύρινε, δἰ’ οὗ ὡδηγήθημεν πρὸς οὐράνιον, οἱ φθορᾶς μέτοχοι, μακαρία δόξαν, καὶ ἀνώλεθρον κατάπαυσιν, χαῖρε ἡ ἄμπελος, βότρυν τῆς ζωῆς ἡ βλαστήσασα, γλεῦκος ἐναποστάζοντα, καὶ μέθην κακίας ἐξαίροντα, καὶ τῆς εὐφροσύνης, ποτίζοντα τὸν οἶνον τοὺς πιστούς, Θεοῦ λοχεύτριαν Δέσποινα, καθομολογοῦντάς σε.

Χαῖρε τὸ λαμπρότατον, τοῦ βασιλέως Κυρίου, καὶ φαιδρὸν παλάτιον, χαίροις πόλις ἔμψυχε τοῦ Παντάνακτος, χαῖρε μόνη ἄῤῥηκτος, καὶ βεβαία σκέπη, τῶν ἐν πίστει δεομένων σου, χαῖρε διάσωσμα, κόσμου καὶ θερμὸν ἱλαστήριον, χαῖρε ἡ θείως σβέσασα, τῆς πολυθεΐας τὴν κάμινον, χαῖρε τῶν Ἀγγέλων, ἡ θεία χαρμονῇ καὶ τῶν βροτῶν, ἡ κραταιᾷ καὶ ἀνώλεθρος, Δέσποινα βοήθεια.

Δέξαι μου τὴν δέησιν, Θεοκυήτορ Μαρία, καὶ μὴ ἀποῤῥίψῃς με, ἀπό τοῦ προσώπου σου τὸν ἀνάξιον, ὡς οὐδεὶς ἄλλος γάρ, ἐπὶ γῆς Πάναγνε, ἐν ἀνθρώποις ἐπλημμέλησα, διὸ τὴν θείαν σου, χάριν ἐξαιτῶ ὁ πανάθλιος, προφθάσασα με οἴκτειρον, νῦν ὀδυνηρῶς συνεχόμενον, καὶ μὴ με εἰς τέλος, ἐάσῃς κινδυνεύειν τὸν εἰς σε, μόνην ἐλπίσαντα Δέσποινα, πάντων τὸ διάσωσμα.

 

ΤΗ ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΠΑΥΛΟΥ ΕΠΙΣΚΟΠΟΥ ΑΜΟΡΙΟΥ.

Οὐ ἡ ἀκροστιχίς.
Δός μοι Παρθένε δάκρυα μετανοίας.

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Δέσποινα θρῆνον προσδέχου ἐκ ῥυπαρᾶς, καρδίας Πανάμωμε, καὶ χειλέων ἐναγῶν, καὶ ἐκ ῥύπου πλῦνόν με παθών, καὶ πταισμάτων χαλεπῶν, ἵνα δοξάζω σε.

Ὄμβρους δακρύων μοι δίδου σαῖς προσευχαῖς, Παναγία Δέσποινα, ὅπως κλαύσωμαι θερμῶς, ἅπερ ἐπλημμέλησα ἐν γῆ, καὶ ῥυσθῶ ἀναμενούσης με κολάσεως.

Στέναξον κλαῦσον ψυχή μου καὶ σεαυτήν, ἀπεντεῦθεν πένθησον, ἐκβοῶσα τῷ Χριστῷ, τῆς Μητρὸς οἰκτῖρμον ταῖς λιταῖς, τὸν ὑπεύθυνον φρικτῆς ῥῦσαι γεέννης με.

Μή μου τὸν θρῆνον ἀπώσῃ ἡ τὴν πηγήν, τοῦ ἐλέους, τέξασα ἀλλ’ εὐσπλάγχνως ἀγαθῇ, σῷ ἰλεῷ ὄμματι ψυχῆς, Θεοτόκε τῆς ἐμῆς πάθη θεράπευσον.

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος.
Οὐκ ἔστιν ἄλλος ἐν βροταίς, ὁ τὰ ἄθεσμα πράξας, καὶ ἀσώτως βιώσας, ὥσπερ ἐγὼ ἀγαθῇ, ἐν ἀσελγείαις δεινῶς, τὸ γὰρ θεῖον, βάπτισμα ἐμόλυνα.

Ἰδοὺ ἐπῆλθον ἐπ’ ἐμέ, ὥσπερ μάστιγες πάσαι, τοῦ ἐχθροῦ αἱ κακίαι βαρυνθεῖσαι γὰρ σφοδρῶς, προσώζεσαν καὶ ψυχῆς, ἀπειλοῦσι, παντελῆ κατάπτωσιν.

Πολλά τὰ πλήθη τῶν ἐμῶν, Θεοτόκε πταισμάτων, διὰ τοῦτο σοι πίστει προσπίπτω ἀναβοῶν, ἐν ὤρα τῇ φοβερᾷ ἰλεώσαι, ὅνπερ εσωμάτωσας.

Ἁγία Δέσποινα ἐμέ, τὸν ὑπεύθυνον πάσης, ἐξελοῦ καταδίκης παῤῥησίαν πρὸς Θεόν, ὡς ἔχουσα μητρικήν, καὶ νυμφῶνι, τούτου με καταξίωσον.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Ῥοήν μου δώρησαι δακρύων Δέσποινα, ὅπως πλύνῳ τὸν ῥύπον τὸν τῆς ψυχῆς, καὶ εὕρω ὁ ἄθλιος, ὅπερ ἀπώλεσα κάλλος, συμβουλίᾳ τῇ τοῦ ὄφεως.

Θεέ μου εὔσπλαγχνε, Χριστὲ φιλάνθρωπε, θελητὰ τοῦ ἐλέους νῦν ἐπ’ ἐμοί, ῥᾶνον σου τὸ ἔλεος, ἐκδυσωπεῖ σε ἡ ἐλπὶς καὶ προστάτις μου καὶ Μήτηρ σου.

Ἐμὲ τὸν ἄσωτον, τὸν παροργίσαντα, ὑπὲρ πάντας ἀνθρώπους τὸν σὸν Υἱόν, αἰωνίων λύτρωσαι, βασάνων μόνη ἡ ἐλπίς, τῶν πιστῶν Θεογεννήτρια.

Νομὴν κατέπαυσας, θανάτου τέξασα, τὴν ζωήν τῶν ἁπάντων· ὅθεν κᾀμέ, νεκρωθέντα ζώωσον, ταῖς ἁμαρτίαις καὶ ζωῆς, αἰωνίου καταξίωσον.

ᾨδὴ ε΄. Τῷ θείω φέγγει σου.
Ἐχθρὸς με πράττοντα καθορῶν, πᾶσαν ἀνομίαν ἀναιδῶς, ἐπιγελᾷ μου τοῖς πταίσμασι· ῥῦσαί με τῆς τούτου αἰχμαλωσίας ἁγνή, καὶ τρέψον εἰς αἰσχύνην αὑτοῦ τὸν γέλωτα.

Διάσωσόν με ἀπὸ παθών, θλίψεων καὶ βλάβης πονηρῶν, τῶν ἐναντίων καὶ λύτρωσαι, τούτων τῆς ἐνέδρας τὴν ταπεινὴν μου ψυχήν, μὴ εἴποιεν πρὸς τοῦτον ἁγνὴ ἰσχύσαμεν.

Ἀδίκων λύτρωσαι με χειρῶν, γλώσσης τε δολίας καὶ δεινῶν, χειλέων Κόρη Θεόνυμφε, πᾶσαν γὰρ ἐθέμην τὴν προσδοκίαν μου, ἐν σοὶ μὴ αἰσχυνθείην καθικετεύω σε.

Καρδίας δίδου μοι συντριβήν, καὶ δακρύων Κόρη ὀχετοὺς πτωχείαν τε τὴν τοῦ Πνεύματος· ὅπως μου θρηνήσω Θεοχαρίτωτε, κακῶς μοι τὰ πραχθέντα ὡς θρήνων ἄξια.

ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.
Ῥοὴν τῶν δακρύων μου, τὴν μικρὰν καὶ πενιχράν, προσδεξαμένῃ Δέσποινα, ὡς ἐκλεκτὸν εὐῶδες καὶ καθαρόν, μύρον καὶ θυμίαμα, τῆς δυσώδους με ῥῦσαι παθὼν σχέσεως.

Ὑπέκυψα πάθεσι, μακρυνθείς ἀπὸ Θεοῦ ἀσώτως ὁ πανάθλιος, ὃν δυσώπησον σῶσαί με ἀγαθῇ, πρὸς σε γὰρ κατέφυγον, καὶ στολαῖς με ταῖς πρώην καταλάμπρυνον.

Ἁγίων Ἀγγέλων σε, τὴν εὐπρέπειαν ὑμνῶ, καὶ δυσωπῶ Πανάμωμε, τὰ ἀπρεπῆ ἀπέλασον ἀπ’ ἐμοῦ δαιμόνων φαντάσματα, ἐν γαλήνῃ τηροῦσα τὴν καρδίαν μου.

Μὴ κῦμα καλύψῃ με· μὴ ποντίση καταιγίς· μὴ ἀφανίσῃ πέλαγος· μὴ καταδύσῃ θάλασσα καὶ βυθός, πικρὰς ἀπογνώσεως, ἁλμυρὰς ἀπωλείας Κόρη Πάναγνε.

Κάθισμα. Ἦχος πλ. β΄. Ἐλπὶς τοῦ κόσμου ἀγαθή.
Ἀπὸ καρδίας στεναγμούς, καὶ ἐκ σπλάγχνων σοι φέρω, τὴν σὴν Πανάμωμε αὑτῶν, εὐμενῇ προστασίαν, ἐλέησον τὴν παναθλίαν μου ψυχήν, ἰλέωσον τὸν πολυέλεον Θεόν, ῥυσθῆναι με τῆς κρίσεως, καὶ λίμνης τοῦ πυρὸς μόνη εὐλογημένῃ.

ᾨδὴ ζ΄. Δροσοβόλον μέν.
Ἐπὶ σὲ τὴν πᾶσαν Δέσποινα ἐλπίδα μου, ἀνέθηκα ὁ ἄθλιος, μὴ ἀποστρέψῃς ἀπ’ ἐμοῦ, τὸ πρόσωπον τὸ σον· μὴ σπλάγχνα φιλάνθρωπα τὰ σά, κλείσῃς μοι Μήτηρ τοῦ Θεοῦ ἀλλὰ βοήθει μοι.

Τῶν πταισμάτων βυθιζόμενον τῷ κλύδωνι, ἀνάγαγε Θεόνυμφε, καὶ πρὸς θεῖον με ἀπαθείας ἴθυνον ἁγνή, λιμένα βοῶντα ευλαβώς· εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ἀνομίας ἐργαστήριον γεγένημαι, καὶ πάσης ἐργασίας αἰσχράς, καταγώγιον καὶ δοχεῖον φαύλων εννοιών· ἀλλ’ ὦ πολυύμνητε ἁγνή, δοχεῖον ἅγιον Θεοῦ σὺ με ἁγίασον.

Νοερᾶς ὡς Βαβυλῶνος τῆς συγχύσεως, δυνάστης ὁ Ἀσσύριος νοῦς, ἑπταπλασίως, λογισμῶν ἐμπύρων ἐν ἐμοί, ἐξέκαυσε κάμινον ἁγνή· ἐν ᾖ με ἄφλεκτον τῇ σῇ δρόσῳ συντήρησον.

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Ὁρατῶς τῇ εἰκόνι σου παριστάμενος ἀοράτως δοκῷ σοι ζώσῃ παρίστασθαι, Μῆτερ τῆς ζωῆς, μετὰ δέους δεόμενος, ἐχθρῶν ἀοράτων, καὶ ὁρατῶν με ῥῦσαι.

Ἱκεσίαν Παρθένε Θεῶ προσάγαγε, τὰς ψυχὰς ἡμῶν σώσαι Θεοχαρίτωτε, καὶ τῆς τῶν παθὼν ἐνοχῆς ἡμᾶς ρύσασθαι· καὶ τῆς τῶν δαιμόνων κακίστης ἐπηρείας.

Ἁμαρτίας τὸν σάκκον τὸν σκοτεινὸν καὶ τραχύν, διαῤῥήξασα ἔνδυσον σωτηρίαν με, καὶ τὴν ἀληθῇ εὐφροσύνην περίζωσον, ἵνα σε δοξάζω ἁγνὴ εἰς τοὺς αἰῶνας.

Συμπαθείας ἡ ἄβυσσος ἡ ἀπέραντος, εὐσπλαγχνίας ἡ θάλασσα ἡ ἀμέτρητος, τῶν ἁμαρτωλῶν ἡ ἑτοίμῃ βοήθεια, σῶσόν με Παρθένε τὸν σὸν ἀχρεῖον δοῦλον.

Αἰνοῦμεν. Ὁ Εἱρμός.
Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον επήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας, ἅπαντα γὰρ δρᾷς Χριστὲ μόνῳ τῷ βούλεσθαι, σε ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν.
Παθὼν κλυδώνιον συνταράσσει με, καὶ ἡδονῶν βυθίζει με εἰς χάος Πανάμωμε, κυβερνήτην Χριστὸν ἡ κυήσασα, χεῖρα μοι βοηθείας ἔκτεινον σῶσόν με, μόνη σωτηρίᾳ, τῶν πιστῶν καὶ ἀπολύτρωσις.

Ἀεὶ τὴν σκέπην σου καὶ ἀντίληψιν, χειραγωγὸν αἰτοῦμαι συμπαρεῖναι μοι Δέσποινα, ἐξαιρέτως ἐν ὤρα τῆς κρίσεως, καὶ ἐν τῇ τῆς ἐξόδου, ὅτε ζοφώδης μοι, φάλαγξ τῶν δαιμόνων πονηρᾷ ἐπισυστήσεται.

Ὑλώδους σχέσεως με ἀπάλλαξον, καὶ καθαρῶς ἀΰλῳ τῷ νοΐ ἐνοπτρίζεσθαι, ἐν νυκτὶ καὶ ἡμέρα παράσχου μοι, σὲ τὴν ἐμὴν ἐλπίδα Θεογεννήτρια, τὸ φῶς τὴν ζωήν, τὸν γλυκασμὸν καὶ ἀγαλλίαμα.

Λαβών τὸν πλοῦτον ἐκ σου τῆς χάριτος, τῆς σῆς Χριστὲ ἀσώτως μὲν αὑτὸν διεσκόρπισα, κολληθεὶς δὲ πολίταις ἐπτώχευσα, φαύλαις φιληδονίαις, λόγοις καὶ πράξεσιν, ἀλλὰ ταῖς λιταῖς τῆς σῆς Μητρὸς οἰκτῖρμον σῶσόν με.

Προσόμοια. Τριήμερος ἀνέστης.
Χαῖρε ὁ θησαυρός τῆς ζωῆς, χαῖρε λυχνίᾳ πάγχρυσε, χαῖρε στάμνε, μάννα φέρουσα Χριστόν, τὸν πάντων βασιλέα, χαῖρε ἡ ἁγνῇ Παρθένε, χαῖρε ἡ λύσις τῆς ἀρχαίας ἀρᾷς.

Χαῖρε τῆς Ἐκκλησίας σεμνή, ὁ πύργος ὁ ἀσάλευτος, χαῖρε μόνη προστασίᾳ τῶν πιστῶν, χαῖρε τοῦ κόσμου δόξα, ὑπερευλογημένῃ, χαῖρε βροτῶν τὸ καταφύγιον.

Χαῖρε ἡ ἀγλαόκαρπος, μηλέα ἐξ ἧς ἔφυσε, μῆλον θεῖον, καὶ πανεύοσμον ἁγνή, χαῖρε ῥοιὰ γλυκείᾳ, κοκκοβαφὴς Παρθένε, χαῖρε ἡ σκέπῃ τῶν ψυχῶν ἡμῶν.

Κινδύνοις συνεχόμενον, καὶ θλίψεσι τὸν δοῦλον σου, Θεοτόκε, μὴ παρίδῃς ἀγαθῇ, ἀλλ’ οἴκτειρον καὶ σῶσον, ἐλπὶς ἀπηλπισμένων, καὶ τῶν δεινῶν με ἐλευθέρωσον.

 

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ.

ᾨδὴ α΄ . Ἦχος πλ. β΄. Βοηθὸς καὶ σκεπαστής.
Χάριτος σου ἀγαθῇ, τὴν ταπεινήν μου πλῆσον καρδιᾶν· ὅπως σοι χαρᾶς ἐκβοήσω φωνήν, ἀνύμφευτε Κόρη, χαῖρε Μήτηρ τῆς ζωῆς· χαῖρε ἀγγέλων καύχημα.

Χαῖρε πύλη νοητῇ· χαῖρε ἡ στήλη τῆς Παρθενίας· χαῖρε ἡ τὸ φῶς ἀποῤῥήτως ἡμῖν, πηγάσασα Κόρη, τοῖς εἰδόσι σε Θεοῦ παναληθῆ λοχεύτριαν.

Χαῖρε γέφυρα θνητούς, ζωὴν πρὸς θείαν μεταγαγούσα· χαῖρε ἡ ἐλπὶς καὶ χαρά τῶν πιστῶν, Πανύμνητε Κόρη· χαῖρε θρόνε τοῦ Θεοῦ· χαῖρε Μαρτύρων στέφανε.

Μὴ παρίδῃς ἀγαθῇ, διεφθαρμένον ἐν ἀνομίαις, ὅλον ἐναγῆ ταῖς πίκραις ἡδοναῖς, γενόμενον Κόρη· άλλά ῥύπου με παντός, ἀπόπλυνον καὶ σῶσόν με.

ᾨδὴ γ΄. Στερέωσον Κύριε.
Χαῖρε ζωῆς ἄσυλον, ταμεῖον μόνη εὐλογημένῃ· χαῖρε τίμιον διάδημα, βασιλέων, χαίροις οἰκουμένης τὸ καύχημα.

Χαῖρε χαρᾶς ἄχραντον, δοχεῖον μόνη Θεοκυήτορ· χαῖρε καύχημα σεβάσμιον, Ἱερέων, χαῖρε Ἀποστόλων τὸ κήρυγμα.

Χαῖρε χρυσοῦ οἴκημα, Θεοῦ τοῦ Λόγου δεδοξασμένῃ· χαῖρε καύχημα παγκόσμιον· πιστῶν χαῖρε, ἄκουσμα καὶ λάλημα τίμιον.

Ἐκύησας Ἄχραντε, τὸν Κτίστην πάντων καὶ εὐεργέτην· ὃν ἰλίωσαι Πανάμωμε, τοῦ τυχεῖν με, δόξης τῆς ἐκεῖ καὶ λαμπρότητος.

ᾨδὴ δ΄. Ἀκήκοεν ὃ Προφήτης.
Χαῖρε πιότατον Ὄρος, ἐν ὧ περ κατεσκήνωσεν ὁ πάντων κτίστης· χαῖρε φῶς τὸ ἐκ φωτὸς κυήσασα, τὸ φωτίσαν οἰκουμένην ἅπασαν· ἀκήρατε χαῖρε Παρθένε, τῆς βασιλείας, τὸ τεῖχος τὸ ἀπόρθητον.

Χαρᾶς ἀφράστου δοχεῖον, χαῖρε Ἁγνὴ ὁλόφωτε εὐλογημένῃ· τὸ τοῦ κόσμου χαῖρε καταφύγιον· τῶν πταισμάτων χαῖρε ἱλαστήριον· Παντάνασσα χαῖρε Μαρίᾳ, τῆς Ἐκκλησίας ὁ πύργος ὁ ἀσάλευτος.

Ἑπτάφωτον σε λυχνίαν, τὸ πῦρ τῆς Θεογνωσίας φέρουσαν Κόρη, ὁ προφήτης πάλαι προεώρακε, φαῖνον τοῖς ἐν σκότει κινδυνεύουσι, Πανάμωμε τῆς ἀγνωσίας· διὸ βοῷ σοι· φώτισόν με τὸν δοῦλον σου.

Τὴν ποίμνην σου Θεοτόκε, νῦν κινδυνεύουσαν Παρθένε σῶσον ἔχεις γὰρ τὸ θέλειν καὶ τὸ δύνασθαι, ὡς τὸν πάντων Ἄνακτα κυήσασα· καὶ ῥῦσαι φθορέων ἀνθρώπων, καὶ κακότρόπων, ὡς ἀγαθῇ τοὺς δούλους σου.

ᾨδὴ ε΄. Ἐκ νυκτὸς ὀρθρίζοντα.
Χαῖρε πάσης Ἄνασσα τῆς κτίσεως· χαῖρε Πανάμωμε· χαῖρε πάντων ἢ ἐλπίς, τῶν εἰς σὲ προστρεχόντων· χαῖρε πηγὴ καθαρᾷ τοῦ ἀκενώτου ῥείθρου.

Χαῖρε φωτεινότατον Παλάτιον, Ἄχραντε Δέσποινα, τοῦ τὰ πάντα τῇ χειρί, κατέχοντας ἀῤῥήτως· χαῖρε Ὁσίων στολῇ, καὶ τῶν Μαρτύρων κλέος.

Χαῖρε στῦλε πύρινε μετάγουσα, Κόρη Πανύμνητε, Ἰσραὴλ τὸν νοητόν, εἰς θείας καταπαύσεις· χαῖρε ἀδύτου φωτὸς νεφέλη Θεομῆτορ.

Σῶσόν με τὸν δείλαιον Πανάμωμε, χαλεπαῖς μάστιξι καὶ ποικίλαις συμφοραῖς, κρατούμενον διόλου· καὶ μὴ ἐάσῃς Ἁγνὴ εἰς τέλος κινδυνεύειν.

ᾨδὴ ς΄. Ἐβόησα ἒν ὄλῃ.
Χαῖρε πηγὴ ἀειζώου νάματος· χαῖρε νεφέλῃ φωτεινῇ· χαῖρε θεία σκέπη τῶν πίστει σε τιμώντων· χαῖρε τίμιον ᾆσμα τῶν Ἀσωμάτων.

Χαῖρε λαμπρόν τῆς χάριτος γνώρισμα· χαῖρε Παράδεισε τρυφῇς· χαῖρε ἡ τεκοῦσα Θεὸν σεσαρκωμένον· χαῖρε πρόξενε τῆς ἡμῶν σωτηρίας.

Χαῖρε παντός τοῦ κόσμου ἐξίλασμα· χαῖρε βροτῶν πρὸς Θεόν, παῤῥησίᾳ μόνη, Παρθένε Θεοτόκε· χαῖρε πάγχρυσον, δοχεῖον τοῦ Ὑψίστου.

Ἐν πειρασμοῖς γινώσκω προστάτιν σε· καὶ ἐν ταῖς νόσοις ἰατρὸν ἐν ταῖς τρικυμίαις γαλήνιον λιμένα· καὶ ἐν θλίψεσι χαρὰν καὶ εὐφροσύνην.

Κάθισμα. Αὐτόμελον.
Ἀρχὴ σωτηρίας, ἡ τοῦ Γαβριήλ προσηγορίᾳ, πρὸς τὴν Παρθένον γέγονεν· ἤκουσε γὰρ τὸ χαῖρε, καὶ οὐκ ἀπέφυγε τὸν ἀσπασμόν· οὐκ ἐδίστασεν ὡς ἡ Σάῤῥα ἐν τῇ σκηνή· ἀλλ’ οὕτως ἔλεγεν· ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτο μοι κατὰ τὸ ῥῆμα σου.

ᾨδὴ ζ΄. Ἡμάρτομεν ἡνομίσαμεν.
Χαῖρε Ναὲ Θεοκόσμητε· χαῖρε ἔμψυχον τοῦ βασιλέως τέμενος, Θεοδόξαστε Κόρη· χαῖρε ἄγκυρα τῆς πίστεως Ἄχραντε· χαῖρε κάλλος πολύευκτον Πανύμνητε· χαῖρε ἡ πάντων ἐλπίς.

Χαῖρε πιστῶν ἐγκαλλώπισμα, παντευλόγητε Θεοκυήτορ· χαῖρε τὸ περιβόητον θαῦμα, καὶ περίδοξον Ἀγγέλων καὶ στήριγμα, τῶν βροτῶν κραταιότατον Ἀνύμφευτε· χαῖρε ἡ πάντων χαρά.

Χαῖρε αὐγὴ ἡ τὸν ἥλιον, ἀνατείλασα παντὶ τῷ κόσμῳ· χαῖρε τῆς ἀχωρήτου οὐσίας, καταγώγιον φαιδρὸν καὶ παράδοξον· χαῖρε ἔμψυχε τράπεζα βαστάζουσα Πάναγνε ἄρτον ζωῆς.

Θαυμάστωσον τὰ ἐλέη σου, τῷ οἰκέτῃ σου Θεογεννήτορ· τῇ σκέπη με σκέπασον τῆς θείας πρεσβείας σου, καὶ φύλαξον ὡς κόρην ὀφθαλμοῦ· καὶ διάσωσον ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, τὸν πεποιθότα εἰς σε.

ᾨδὴ η΄. Ὃν στρατιαί.
Ἱερωτάταις φωναῖς σε Ἄχραντε, γεραίρομεν οἱ πιστοὶ σὺν τῷ Γαβριήλ, κράζοντες ἀσιγήτως· χαῖρε Κυρίου Μήτηρ· χαῖρε προστασίᾳ τῶν καταπονουμένων.

Ὡς ἀληθῶς Ὑπερτέρᾳ πέφυκας, πάντων κτισμάτων σεμνή, ὡς τὸν Ποιητήν, τούτων ἀποτεκοῦσα· διὸ γεγηθότες, κράζομεν ἀπαύστως, τὸ χαῖρέ σοι εὐλογημένῃ.

Ἀπὸ πασῶν συμφορῶν καὶ θλίψεων, ἀπὸ παντὸς πειρασμοῦ, νόσου καὶ ὀργῆς, λύτρωσαι τὸν τὴν θείαν, θερμῶς ἐπιζητοῦντα, σκέπην σου Παρθένε· ὅπως ὑμνῶ σε εὐχαρίστως.

Νέφος πολλῶν ἐκύκλωσεν Ἄσπιλε, σφαλμάτων μου τὴν ψυχήν· ἀλλ’ ὡς ἀγαθῇ, σῶσόν με ἡ τεκοῦσα, Θεὸν τε καὶ Σωτῆρα, καὶ τῆς αἰωνίου, κολάσεως με ῥῦσαι.

Ὁ Εἱρμός.
Ὃν στρατιαὶ οὐρανῶν δοξάζουσι, καὶ φρίττει τὰ Χερουβεὶμ καὶ τὰ Σεφαφείμ, πᾶσα πνοῇ καὶ κτίσις, ὑμνεῖτε εὐλογεῖτε, καὶ ὑπερυψοῦτε.

ᾨδὴ θ΄. Ἀσπόρου συλλήψεως.
Νέον με ἀπέργασαι, τοῖς πταίσμασι γηράσαντα Θεοκυῆτορ· φωνὴν ὅπως λέξω σοι, χαρμόσυνον Δέσποινα, μετὰ τοῦ Ἀρχαγγέλου· χαῖρε ἡ λύσις τῆς ἀρᾶς· χαῖρε πάντων προστασίᾳ, τῶν τιμώντων σε Πανύμνητε.

Ἡ θείως πατήσασα· τὴν τῆς ἀπάτης κάμινον χαῖρε Παρθένε· δἰ ἧς τὰ οὐράνια, τῇ γῇ συναγάλλονται· χαῖρε ἡ κεκλεισμένην, ἡμῖν ἀνοίξασα τὴν Ἐδέμ· χαῖρε πάσης οἰκουμένης, ἀγαλλίαμα καὶ καύχημα.

Σύ μου καταστόρεσον, τῶν πειρασμῶν τὸν κλύδωνα· σὺ τῶν πταισμάτων, τὴν ἄβυσσον ξήρανον, τῶν νῦν συνεχόντων με, καὶ πρὸς βυθὸν ἑλκόντων, τῆς ἀπωλείας ἀγαθή· πλήν σου ἄλλην γὰρ οὐκ ἔχω, προστασίαν ὁ Πανάθλιος.

Θεόνυμφε Δέσποινα· Ἀγγέλων ἀγαλλίαμα· Ἁγίων δόξα· σὺν τούτοις ἱκέτευε, εὑρεῖν ἡμᾶς ἔλεος, καὶ λύσιν θελημάτων, καὶ ἐνισχύσαι πάντας καλῶς, τῆς ζωῆς ἡμῶν τὸν δρόμον, ἐκτελέσαι θεῖα πράττοντας.

Προσόμοια. Ὀλὴν ἀποθέμενοι.
Χαῖρε Παντοκράτορος, Θεοῦ δοχεῖον Παρθένε· Χαῖρε ἄστρον ἄδυτον· Χαῖρε πολυώνυμε Χαῖρε πάνσεμνε, ἡ τὸ φῶς τέξασα, τῆς ἐν γῆ ἄμωμε, καὶ τὰ πάντα καταυγάσασα· Χαῖρε παλάτιον, ἔμψυχον τοῦ πάντων δεσπόζοντος· Χαῖρε τῆς Εὔας λύτρωσις· καὶ τοῦ πρωτοπλάστου ἀνόρθωσις· Χαῖρε Θεοτόκε, κραταίωμα καὶ σκέπη τῶν πιστῶν· Χαῖρε βροτῶν ἡ ἀνάκλησις· Χαῖρε Ἀπειρόγαμε.

Χαῖρε Ἀειπάρθενε, Παμφαεστάτη σελήνῃ· ἡ τὸ φῶς λαμβάνουσα, ἐξ’ ἡλίου Πάναγνε τοῦ φωτίζοντος, νοητῶς ἅπασαν, διὰ σοῦ τὴν κτίσην, καὶ τὸ σκότος ἐκδιώκοντος· Χαῖρε ἡ καύσωνος, καὶ δικαιοσύνης ἀκρότητα, ζυγοῦτε καὶ τοῦ λέοντος, ὥσπερ τῆς Παρθένου τὸ ζῴδιον, τῇ σῇ μεσιτείᾳ, κεράσασα Πανύμνητε ἡμῖν, καὶ τὴν ὀργὴν ἐκμειλίσσουσα, Θεοῦ Παντοκράτορος.

Χαῖρε ἐγκαλλώπισμα, παντὸς ὑπέρτερον κάλλους· Χαῖρε σεμνὸν δώρημα, τιμῆς πάσης Ἄχραντε ὑψηλότερον· ἀστέκτου Θεότητος, ὅλης τὸ δοχεῖον Σωτηρίᾳ μου Πανύμνητε, παρηγορίᾳ μου, ζωὴ φῶς ἐλπὶς θυμηδίᾳ μου· πνοῇ μου προστασίᾳ μου, μεσῖτις γαλήνη καὶ καύχημα· ὕμνος καὶ χαρά μου, τροφή μου βοηθὸς καὶ φωτισμός, ἁγιασμὸς καὶ λαμπρότης μου, δόξα καὶ ἐπίσκεψις.

Στῆσον μου Πανάχραντε, τὰς τῶν παθῶν διεκχύσεις· καὶ ῥοὰς ἀνάστειλον, τὰς τῆς ἁμαρτίας μου καὶ χειμάῤῥους μου, τῶν παθῶν ξήρανον· ἱκετεύω γὰρ σε, καὶ προσπίπτω καὶ κραυγάζω σοι· σύντριψον Δέσποινα, τὴν πεπωρωμένην καρδίαν μου, πηγὰς μοι κατανύξεως, καὶ δακρύων ὄμβρους παρέχουσα· ἴνα τὰς τε χεῖρας, καὶ ὅλον μου τὸ σῶμα ῤυπωθέν, τούτοις ἐκπλύνας τὸ ἔλεος, Θεοῦ ἐπισπάσωμαι.

 

ΑΡΧΗ ΤΟΥ ΒΑΡΕΟΣ ΗΧΟΥ.

ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΙΩΑΝΝΟΥ ΕΥΧΑΙΤΩΝ.

ᾨδὴ α΄. Ἦχος βαρύς. Νεύσει σου πρός.
Μῶμος ἐν σοὶ οὐκ ἔστι, τῇ Παναμώμῳ Παρθένῳ· καλὴ γὰρ καὶ ἄμωμος, ὑπάρχεις ὄλῃ Δέσποινα, πάλαι καθὼς ασματίζων, ἔφη Σολομῶν, καὶ πλησίον τοῦ Κτίστου σου.

Εὔοσμον οἷα ῥόδον, καὶ καθαρώτατον κρῖνον, ἐν μέσῳ κοιλάδων σε, τῶν κοσμικῶν εὐράμενος, Λόγος ὁ δημιουργήσας, κόσμον ἐπὶ σοί, Θεοτόκε ἐσκήνωσεν.

Βέβαπται ἐκ πορφύρας, τῶν σῶν ἀχράντων αἱμάτων, στολῇ Θεούφαντος, καὶ πορφυρὶς βασίλειος, λόγῳ τῷ πάντων Δεσπότῃ, σὰρξ ἐμψυχωμένη, Μαρία Πανύμνητε.

Σὺ τὸν Δημιουογόν σου, ἐν σῇ γαστρὶ δεξαμένῃ, φθορᾶς ἄνευ τέτοκας, βρέφος Θεὸν γενόμενον· ξένον τὸ θαῦμα ἡ δούλη, Μήτηρ χρηματίζεις, Δεσπότου ἀνύμφευτε.

Ἦχος γ΄. Ὁ στερεώοας κατ’ ἀρχάς.
Ὁ θεηγόρος σε ποτέ, προεθεάσατο τόμον ἐν ὧ λόγος γέγραπται Ἁγνή, δακτύλῳ Πατρός· διὸ ἱκετεύω σε, βίβλῳ γραφῆναι με ζωῆς, τὸ πονηρὸν γραμματεῖον, τῶν ἀνομιῶν μου διαῤῥήξασα.

Σὲ Δανιήλ ὁ θαυμαστός, προεθεάσατο ὄρος, ἐξ οὗ λίθος τέτμηται Χριστός, συντρίψας Ἁγνὴ δαιμονῶν ξόανα· ὅθεν ὡς πάντων σε καλῶν, ὑμνολογοῦμεν αἰτίαν, οἱ λελυτρωμένοι τῇ κυήσει σου.

Τὴν πορφυρίδα τῆς σαρκός, ἐκ σῶν ἀχράντων αἱμάτων, ἐξυφάνας ὁ παμβασιλεύς, καὶ ταύτην φθορᾶς φορέσας ἄνευθεν, φύσει Θεὸς τε καὶ βροτός, ἐκ σοῦ προῆλθε Παρθένε, ἔχων βασιλείαν ἀδιάδοχον.

Ἡ ἀνωδίνως τὸν Θεόν, καὶ ἀπαθῶς τετοκυῖα, τὰς ὀδύνας τῆς πολυπαθοῦς, καρδίας μου δέομαι ἐπίσκεψαι, τῇ θείᾳ σου ἐπισκοπῇ· σὺ γὰρ ἐπίσκεψις κόσμου, Δέσποινα καὶ σκέπη καὶ ἀντίληψις.

ᾨδὴ δ΄. Ὁ πατρικοὺς κόλπους.
Νοεροῖς κόλοις τοῦ Πατρός, ἠγαπημένος ὡς υἱὸς καθήμενος, ἐν τοῖς κόλποις σου καθίζεται, ὣς Υἱός σου Πάναγνε, ὁ μονογενὴς καὶ πρωτότοκος.

Πολυανθὴς πέφηνας λειμών· κῆπος εὐώδης, εὐθαλὲς Παράδεισος, ἡδυπνόοις καταπνέουσα ὀδμαῖς τῶν χαρίτων σου, τὸ δυσῶδες κόσμου Πανύμνητε.

Βασιλικῆς ῥίζης καὶ φυλῆς, καὶ συγγενείας βασιλίδος τῆς τοῦ Δαβίδ, ὡς ὡραῖον ἄνθος Δέσποινα, φυεῖσα ἐξήνθησας, ἡ βασίλισσα τὸν Βασιλέα Χριστόν.

Δαβιτικὸν ᾆσμά σοι σεμνῇ, περιχαρῶς ἀναβοῷμεν κράζοντες· χαῖρε ὄρος πῖον Ἅγιον· κιβωτὲ κατάχρυσε, νοητοῦ σεπτοῦ ἁγιάσματος.

ᾨδὴ ε΄. Κύριε ὁ Θεός μου.
Νόμον ἐγγεγραμμένον, πατρικῷ δακτύλῳ Θεοῦ ἀνάρχου, Θεὸν Λόγον Ἄναρχον, φέροντα τεθέαται, σὲ ὁ Ἠσαΐας Παρθένε, βίβλῳ τῆς ζωῆς ἡμᾶς ἐγγράφοντα.

Ἄνθος τῆς ἀφθαρσίας, τὸν Χριστὸν ἡ ῥάβδος ἡ άποτίστως, βλαστήσασα Πάναγνε, σαπρὰς ἐκβλαστάνουσαν, καὶ φθοροποιοὺς ἐνθυμήσεις, τὴν ἐμὴν καρδίαν καθάρισον.

Πύλην τῆς μετανοίας, τὴν στενὴν καὶ τρίβον τὴν τεθλημένην, ἡ πύλη ἡ ἔμψυχος, ἣν Θεὸς διώδευσε, μετὰ πλατυσμοῦ τῆς καρδίας, χαρμοσύνως δός μοι διέρχεσθαι.

Ἔγειρον ἐν τῇ κλίνη, τὸν κοιμώμενον με τῆς ἁμαρτίας· καὶ κοίμισον Δέσποινα, τὰς ἐμπαθεῖς κινήσεις μου, τῇ σῇ ἀκοιμήτῳ πρεσβείᾳ, καὶ βαρέος ὕπνου έξύπνισον.

ᾨδὴ ς΄. Ναυτιῶντα σάλῳ.
Ῥητορεῦον στόμα, λόγοις ἑρμηνεύειν οὗ σθένει, τὸ θαῦμα τοῦ τόκου σου Θεοτόκε, τὸν γὰρ ταῖς ἄνω δυνάμεσιν ἄληπτον, μόνη ἀποῤῥήτως συλλαβοῦσα, τέτοκας ἐκ Πνεύματος Ἁγίου Πάναγνε.

Ὡς καλὴν σε μόνην, ἒν ταῖς γυναιξὶ καὶ ὡραίαν, ὡς ὅλην ἀμόλυντον καὶ ἁγίαν ὡς ἱερὰν ὡς τιμίαν καὶ ἄσπιλον, ὡς καθαρωτέραν εὑρηκὼς σε, πάσης κτίσεως ὁ Κτίστης σοὶ ἐνῴκησε.

Ἰαμάτων ῥεῖθρα, βλύζεις Θεοτόκε Παρθένε, καὶ παύεις νοσήματα, καὶ παρέχεις τὴν εὐφροσύνην τοῖς πίστει ὑμνοῦσι σε· διὸ τὴν νοσοῦσαν ἁμαρτίαις, ἴασαι ψυχήν μου, άγαθὴ καὶ σῶσόν με.

Εἰς τὸ πλῆθος βλέπων, τῆς σῆς εὐσπλαγχνίας Παρθένε, προσπίπτω σὺν δάκρυσι καὶ κραυγάζῳ, τὴν ἐμὴν πᾶσαν ζωὴν διιθύνουσα, ἐν τῇ ἀπολύσει μου τοῦ σκήνους, γενοῦ μοι ἀνάπαυσις καὶ ἀπολύτρωσις.

Κάθισμα. Κύριε ἡμεῖς ἐσμέν.
Δέσποινα ὠργίσθη ὃ υἱός σου ἁμαρτωλοῖς οἰκέταις· τὸν γὰρ οἶκτον εἰς ὀργὴν ἐτρέψαμεν ἡμεῖς· ἀλλ’ εἰς ἔλαιον αὑτόν, σὺ μετοχέτευσον Ἁγνή· σπλαγχνίσθητι μητρόθεε, ίλέωσαι τὸν εὔσπλαγχνον, πρεσβείαις αὐτοκινήτοις, τοὺς αἰχμαλώτους άναῤῥῦσαι.

ᾨδὴ ζ΄. Κάμινον παῖδες.
Ὧ μυστηρίου φρικώδους καὶ ξένου! ὧ καινοτάτου ἀκούσματος! ὅτι Θεὸς γυναικὸς υἱὸς γέγονε, πράγματι οὗ σχήματι· ἵνα θέσει υἱὸν Θεοῦ ποιήσῃ με.

Τίς ποτε εἶδεν; ἢ ἤκουσεν ὅλως, Κόρην Παρθένον ἐγκύμονα, ἄνευ ἀνδρὸς συλλαβοῦσαν καὶ τέξασαν; ἐν σοὶ μόνη Δέσποινα, τὰ ἀνήκουστα ἤκουσται καὶ πέπρακται.

Ὕψος καὶ βάθος, καὶ μῆκος καὶ πλάτος, τῆς ὁρατὴς ὅλης κτίσεως, τὸ μεγαλεῖον τοῦ τόκου σου Δέσποινα, ὑπερβαίνει ταύτης γάρ, ὑπὲρ λόγον τὸν κτίστην ἐσωμάτωσας.

Ὄρος τὸ μέγα ὀρέων ἁγίων, ὑπεραρθὲν ἁγιότητι, τῶν οὐρανίων αὐλὼν δυνάμεων, εἰς ὄρη πλανώμενον, ἀπωλείας Ἁγνὴ ζήτησον σῶσόν με.

Νέος οὐρανὸς άνεδείχθεις Θεοτόκε· καὶ λογικὸς Παράδεισος· ἔμψυχον τέμενος· σεπτὸν ἱερόν· παλάτιον καθαρόν τοῦ βασιλέως Ἰησοῦ, ναὸς περίδοξος· τοῦτον γαστρί σου, χωρήσασα, ἀστενοχωρήτως, εὐρυχωροτέρα τῶν οὐρανῶν Παρθένε.

Ἴδατε λαοὶ καὶ θαυμάσατε δικαίως, καὶ θαυμαστὰ βοήσατε πάντα τὰ ἔργα τοῦ Θεοῦ ἀληθῶς· Παρθένου γὰρ ἐν χερσίν, ὃν οὐ χωρεῖ ὁ οὐρανός, βρέφος συνέχεται, ἔργον ἰδίας χειρός, άφαρπάσαι βροτοὺς θέλων, χειρὸς τυραννούσης, χειρὶ παναλκεστάτη.

Ὤφθης καθαρᾷ, κιβωτὸς καὶ μυροθήκη, τὸ νοητὸν ἁγίασμα· καὶ ἐκλεκτὸν καὶ πολύτιμον· καὶ μῦρον τὸ σκευασθὲν οὐκ ανθρώπινη μηχανῇ καὶ τέχνη Πάναγνε, μόνη Πατρὸς δὲ βουλήσει, καὶ Πνεύματος Ἁγίου, τῇ ἐπιφοιτήσει χωρήσασα ἀξίως.

Ἄφλεκτος τὸ πῦρ τεκοῦσα διεφυλάχθης, Κόρη σεμνὴ Πανύμνητε· διὸ ἱκέτευε ὃν ἔτεκες, σὺν ἀσωμάτων χοροῖς καὶ τοῖς Ἁγίοις, τοὺς πιστοὺς σωθῆναι ψάλλοντας· πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε.

Ὁ Εἱρμός.
Ἄφλεκτος πυρὶ ἐν Σινά προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσῆ, καὶ παῖδας ζῆλος Θεοῦ, τρεῖς άναλώτους τῷ πυρὶ ύμνωδούς ἔδειξε· πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε.

ᾨδὴ θ΄. Μὴ τῆς φθορᾶς.
Νῦν έπ’ έμοί τὰ ἐλέη, τὰ σὰ θαυμάστωσον, Θεοκυήτορ ἡ σῴζουσα τοὺς ἐλπίζοντας, εἰς σὲ καὶ φύλαξον, ὡς κόρην ὀφθαλμοῦ με, ἐκ τῶν ἀνθισταμένων δαιμόνων καὶ παθών μου, τῶν πτερύγων σου σκέπη σκέπουσα.

Νεύματι φέροντα πάντα λόγον γεννήσασα, Θεογεννήτρια. νεῦσον αὑτοῦ τοῖς νεύμασιν, εἴκειν με πάντοτε τὸν κάτω νενευκότα, καὶ νεύοντα πρὸς πάθη, σαρκὸς καὶ τοῖς δολίοις, τοῦ δολίου εἴκοντα νεύμασιν.

Οὐδεὶς προστρέχων τῇ σκέπη σου Θεοδόξαστε, κατησχυμένος ἀπῆλθε καὶ λύπης μέτοχος διὸ προστρέχοντα κᾀμὲ τοῖς οἰκτιρμοῖς σου, έλέησον Παρθένε, ἡ έμὴ προσδοκίᾳ· ἵνα πόθῳ ἀεὶ δοξάζω σε.

Ὑπὸ ἐλέους ἀπείρου κατακαμπτόμενος, ὁ θελητῆς τοῦ έλέους ἡμᾶς οὐ παρέβλεψεν, εἰς ᾄδου βάραθρον, κατώτατον πεσόντας· ἐκ σοῦ δὲ φιλανθρώπως, Ἁγνὴ ένανθρωπήσας, ἀπωσμένους ἀνεκαλέσατο.

Προσόμοια. Οὐκ ἔτι κωλυόμεθα.
Χαῖρε ἡ θεία κλῖμαξ, δἰ ἧς κατέβη ὁ ὑπέρθεος, καὶ ἐῤῥύσατο τοὺς ἀνθρώπους, τοῦ πάλαι πτώματος.

Χαῖρε τρυφῆς Παράδεισε, ἡ τὸ ξύλον μέσον Ἄχραντε, τῆς ζωῆς άφράστως ἀγνὴ βλαστήσασα.

Χαῖρε φιλανθρώπου Μήτηρ Θεοῦ, ἐπ’ έμοὶ τὴν φιλανθρωπίαν σου, καὶ τοὺς οἰκτιρμούς σου Κόρη κατάπεμψον.

Ὑπὸ πολλῶν ὁ δοῦλος σου ὀλεθρίων, ταραττόμενος σοι προσπίπτω, Θεοκυήτορ πρόφθασον καὶ σῶσόν με.

 

ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΤΠΕΡΑΠΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΑΝΔΡΕΟΥ ΚΡΗΤΗΣ.

Οὐ ἤ ἆκρὁστιχίς.
Τόν ἕβδομον θρῆνον δέ πῶς παραδράμω;

ᾨδὴ α΄. Ἠχὸς βαρύς. Νεύσει σου.
Τρέμω τὴν καταδίκην, τῆς ἀποφάσεως Κόρη· πρὸ δίκης τὰ ἔργα γάρ, πικρῶς κατηγοροῦσι μου· ὅθεν πρὶν λάβω τὴν πεῖραν, τῆς ἀποκειμένης ἐξετάσεως σῶσόν με.

Ὅλην αποκενώσας ὁ δυσμενής τὴν φαρέτραν, αὑτοῦ τῆς κακίας με, τοῖς βέλεσι κατέτρωσεν ὅθεν μὴ στεγῶν τοὺς πόνους, σοὶ τῇ σωτηρίᾳ, προσφεύγω Θεόνυμφε.

Νέον βρέφος ώράθη, ὁ τῶν Ἀδὰμ πλαστουργήσας, ἐκ σου Παναμώμητε, παλαιωθεῖσαν πταίσμασι, πᾶσαν τὴν φύσιν καινῖσαι, καὶ πρὸς τὴν ἀρχαίαν καταστήσαι λαμπρότητα.

Ἔγειρον με πεσόντα, τῶν συμφορῶν ἐν τῷ βάθει, Μαρία Πανάχραντε, καὶ νοσῶ κατακείμενον, ταχέως ἀνάστησον μόνη, καταπονουμένων ἑτοίμη βοήθεια.

ᾨδὴ γ΄. Ὁ κατ’ ἀρχάς.
Βεβαρυμένος τῷ δεινῷ, τῆς ἁμαρτίας φορτίῳ, ὡς ἡ πρὶν συγκύπτουσα χαμαί· κᾀγώ σοι προσπίπτω Παναμώμητε· ὡς οὖν ἐκείνην ὁ υἱός, ὁ σὸς δεσμῶν τῶν χρονίων, οὕτω σύ με λῦσον τῶν πταισμάτων μου.

Δάκρυα τῆξις στεναγμός, τῆς μετανοίας τὰ ἄνθη, ἐν έμοὶ καρπὸν ἀειθαλῆ, οὐδόλως Παρθένε ἐπεδείξαντο· ἀλλ’ ἀπογνώσεως ποθέν, λαῖλαψ σφοδρᾷ ἐμπεσοῦσα, ταύτᾳ κατεμάρανε Θεόνυμφε.

Ὁ Ιωσήφ κεκρατηκώς, τῆς ἀκολάστου Δεσποίνης, τῶν ἀθέσμων πάλαι ἡδονῶν, λαμπρὸς βασιλεὺς Αἰγύπτου γέγονεν· ἐγὼ δὲ σώματος πολλοῖς, πάθεσιν εἴξας ἀφρόνως, ὑπὸ ἁμαρτίας βασιλεύομαι.

Μὴ διαλίπῃς ἀγαθή, ὑπὲρ τοῦ Κόσμου πρεσβεύειν, τοῦ ῥυσθῆναι πάσης ἀπειλῆς, καὶ τῆς ἐνεστώσης νῦν κακώσεως, καὶ συνοχῆς βαρβαρικῆς, καὶ προνομῆς καὶ δουλείας, καὶ δεινῶν παντοίων τοὺς τιμῶντάς σε.

ᾨδὴ δ΄. Ὁ πατρικοὺς κόλπους.
Ὁμοιωθεὶς ἄνθρωπος ἡμῖν, Παρθενομῆτορ ὁ Πατρὸς ἀχώριστος, τὴν εὐτέλειαν ἠγάπησεν· ὃν ἡμᾶς μιμήσασθαι, δυσωπεῖν μὴ παύσῃ Πανύμνητε.

Νόμους διδοὺς νέους ἐπὶ γῆς, ὁ Ποιητὴς μακαρισμῶν ἀπήρξατο· οἱ πτωχοὶ λέγων μακάριοι· οἱ πενθοῦντες ἄχραντε· οὓς ἡμᾶς πληροῦν καθικέτευε.

Θεὸν βροτοῖς τέξασα Ἁγνή, σεσαρκωμένον ἐξ ἁγνῶν αἱμάτων σου· αὐτὸν οὖν ἱκέτευε, τῶν παθὼν ῥυσθῆναί με, καὶ πταισμάτων καὶ πάσης θλίψεως.

Ῥῦσαι ἡμᾶς πάσης ἀπειλῆς, Θεογεννῆτορ καὶ δεινῆς κολάσεως, καὶ πυρὸς αἰωνίζοντος· ἃ τοῖς παραβαίνουσι, τοὺς Χριστοῦ νόμους ἡτοίμασται.

ᾨδὴ δ΄. Κύριε ὁ Θεός μου.
Ἤκουσα τοῦ Προφήτου, καθ’ ἑκάστην λέγοντος νύκτα λούσω, τὴν στρωμνὴν τοῖς δάκρυσι, καὶ ἐξέστην Πάναγνε· διὰ τοῦτο πίστει σοι κράζω· δίδου μοι δακρύων ὀχετούς τοῦ σῴζεσθαι.

Νοῦν καὶ ψυχὴν καὶ σῶμα, νεκρωθέντα Κόρη τῇ ἁμαρτίᾳ, ἀνάστησον δέομαι· τὸν νοῦν εἰς μετάνοιαν εἰς ἀξίους κόπους τὸ σῶμα, ἵνα εὐφρανθεὶς μεγαλύνω σε.

Ὅμβρησον μοι ῥανίδα, συμπαθείας Κόρη Θεοκυήτορ, καὶ τὰς ἁμαρτίας μου, τὰς πολλὰς έξάλειψον, τῶν πληγῶν οὐλὰς τε καὶ τύπους, εἰς τέλος αὑτῶν ἀφανίσασα.

Νάουσιν ἀκαθάρτων, λογισμῶν οἱ χείμαῤῥοι Θεομῆτορ, ἐκ τῆς παναθλίας μου, καρδίας καὶ πέμπουσι, τῷ νοητικῷ δυσωδίαν· ἄλλα τούτους ξήρανον δέομαι.

ᾨδὴ ς΄. Ναυτιῶντα σάλῳ.
Δοῦλος ἁμαρτίας, ἐξ αὐτεξουσίου μου γνώμης, ἀθλίως γεγένημαι Θεοτόκε· ἄλλα πρός σε τὴν κυρίως Κυρίαν μου, αἴρων νοητώς ψυχῆς τὰς κόρας, ῥῦσαι τῆς δουλείας τῶν παθὼν με δέομαι.

Ἔσβεσα τὸν λύχνον, καὶ τὴν τῆς ἁγνείας λαμπάδα, τοῖς ἔργοις τοῦ σκότους καὶ ἀσελγείας· ἀλλ’ ὑποστρέψας πρὸς σὲ τὴν Ὑπέραγνον, δέομαι τοῖς δάκρυσι μου πάλιν, καὶ τοῖς στεναγμοῖς αὐτὴν ὑπάναψον.

Ποταμὸς χαρίτων, καὶ φωτὸς ἀΰλου δοχεῖον, ὑπάρχουσα Δέσποινα Θεοτόκε, τὰς τοῦ νόος μου κινήσεις χαρίτωσον· καὶ τῆς ζοφερὰς ἰλύος κόσμου, ἐκλυτρωσαμένη, φώτισον καὶ λάμπρυνον.

Ὧ τοῦ ξένου τρόπου! πὼς διὰ σαρκὸς ἀχρειοῦται, τὸ θεῖον εἰκόνισμα τοῦ Δεσπότου! καὶ διὰ ταύτης σὺν πόνῳ λαμπρύνεται! τοῦτο τὸ μυστήριον Παρθένε, τοῦ ἐκ σοῦ τεχθέντος, δωρεᾷ γεγένηται.

Κάθισμα. Ὁ δἰ ἐμὲ ἀνασχόμενος.
Τὸν Πανοικτίρμονα Κύριον, ὑπὲρ ἡμῶν έκδυσώπησον, ῥύσασθαι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης παγίδος τοῦ ὄφεως.

ᾨδὴ ζ΄. Κάμινον παῖδες.
Σῶσαι τὸν κόσμον, ἐκ σου ὁ Δεσπότης, δἰ οἰκτιρμὸν παραγέγονε· Θεοκυήτορ, διὸ ἱκετεύουσα, μὴ ἐλλιπὴς πάντοτε, ὑπὲρ πάντων ἡμῶν τῶν ὑμνούντων σε.

Πρᾶξις ἀρίστη ἐνάρετος πέλει, ἡ κεκρυμμένη καὶ ἄγνωστος· ἣν καὶ Θεὸς ἀοράτως προσέχεται, ταύτης με άξίωσον, κοινωνὸν χρηματίσαι Παντευλόγητε.

Ἁμαρτιῶν μου τὸ βάρος Παρθένε, καὶ τὸ φορτίον ἐλαφρῦνον ὡς ἀγαθὴ τῷ υἱῷ σου κραυγάζοντα· ὁ ὑπερυψούμενος, τῶν Πατέρων Θεὸς καὶ ὑπερένδοξος.

Ῥώνυται πᾶσα ψυχή τῇ νηστείᾳ, καὶ τῷ ἐλαίῳ πιαίνεται· καὶ τοῖς δακρύοις Ἁγνὴ καταρδεύεται· διὸ ἱκετεύω σε, δἰ αὑτῶν τὴν ψυχήν μου καταφαίδρυνον.

ᾨδὴ η΄. Ἄφλεκτος πυρί.
Ἄμεμπτος οὐδείς, τῶν ἀνθρώπων Θεοτόκε, κᾄν ἄρα τούτου πέφυκεν, ἡμέρα μία ἐν τῷ βίῳ ζωή· ἐγὼ δὲ γεγηρακώς, ἐν ἁμαρτίαις οὐδαμῶς, μεμίσηκα πᾶσαν κακίαν διὸ οικτείρησόν με, καί τῇ μετανοίᾳ, σωφρόνισον καὶ σῶσον.

Δάκρυα μοι δός, κατανύξεως Παρθένε, ὥσπερ χρυσοῦν ἡλάριον, ἐν τῇ ἄθλια μου βαλοῦσα ψυχή· ἣν ἔχω διηνεκῶς, μνήμην καὶ πόνον τῶν κακῶν· λόγων καὶ πράξεων· σὺ γὰρ ὑπάρχεις, λιμὴν χειμαζομένων, καὶ ἀπηλπισμένων, ἐλπὶς καὶ προστασίᾳ.

Ῥῦσαι ἐξ ἐχθρῶν, ὁρατῶν καὶ ἀοράτων, ἐμὲ τὸν ταλαίπωρον, καὶ πανάθλιον οἰκέτην σου Ἁγνή, κινδύνων καὶ συμφορῶν, καὶ πειρασμῶν παντοδαπῶν, καὶ νόσων ψάλλοντα· πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε· καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ἄβυσσον παθών, τῶν ἐμὼν Θεοκυήτορ, πὼς ξηρανεῖ μετάνοια; εἰ μὴ βληθῇ μοι καὶ τὸ πῦρ νοερῶς, ὁ βάλλειν οἶδε Χριστός, ὁ σὸς υἱὸς ἐν ταῖς ψυχαῖς πάντοτε, τοῦτον δυσώπει, μερίδος ἀξιώσαι, τῆς τῶν σῳζομένων τὴν ταπεινὴν ψυχήν μου.

Ὁ Εἱρμός.
Ἄφλεκτος πυρί, ἐν Σινὰ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μώσῃ· καὶ παῖδας ζῆλος Θεοῦ, τρεῖς άναλώτους τῷ πυρί, ύμνωδοῦς ἔδειξε· πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Μή τῆς φθορᾶς.
Μὴ τῆς εἰκόνος φυλάξας αδιαλώβητον, ὁ πάσης άνάπλεως γεγέννημαι κακίας· ἡ μόνη διὰ λόγου, τὸν Κτίστην δεξαμένη καὶ τεκοῦσα άφθόρως σῶσόν με.

Ὧ συμβουλίας ἐχθίστης! ὧ παραινέσεως, τοῦ δυσμενοῦς ἣν ὑπέστην Θεογεννήτρια! ὧ τῶν ἀμέτρων μου κακῶν! δἰ ὧν ἐπείσθην, ἀφρόνως καὶ ὑπήχθην, σαρκὸς φιληδονίαις, καὶ κατήντησα εἰς ἀπώλειαν.

Ὧ ποιὸς φόβος καὶ τρόμος Ἁγνὴ γενήσεται, ὅταν ὁ Κτίστης καθίσῃ κρίναι τὰ σύμπαντα! ᾤ πως κατίδω μου, τὰς πράξεις τὰς ἀτόπους, πικρῶς κατηγορούσας, ἀθλίως τῆς ψυχῆς μου! πρὶν οὖν φθάσῃ τὸ τέλος σῶσόν με.

Ὥσπερ ἐξ ὕπνου καὶ μέθης πολλῆς, άνάνηψον, τῆς ἀμελείας ψυχή μου καὶ ῥαθυμίας μου καὶ τὴν νωθρότητα, ἀποσκευασαμένη, καὶ πάντα βαρὺν ὄκνον, ἀποτιναξαμένῃ, κᾄν ὀψὲ γοῦν σαυτὴν βελτίωσον.

Προσόμοια. Σήμερον γρηγορεῖ.
Χαῖρε οὐρανὲ περικοσμίου, χώρου άγνὴ τιμιώτερε, φαιδραῖς λαμπηδόσιν, ἀρετῶν Παρθένε, καὶ Θείων χαρίτων, κατάστερος πέλων ἐξ οὗ δικαιοσύνης· ἡμῖν ἀνέτειλεν ἥλιος, καὶ ἡμέραν ἄδυτον, φωτὶ ἀπειργάσατο, εἰς σωτηρίαν πάντων, τῶν ἀνθρώπων Θεοχαρίτωτε.

Χαῖρε Μήτηρ ἄνανδρε σὺ μόνη, ἡ ἐν μητράσιν ἁγνεύουσα, καὶ τὰ τῶν μητέρων, κατὰ τὰς παρθένους, ἔχουσα καὶ φύσιν· τὸ θαυμάτων πάντων, καινότατον θαῦμα· Χαῖρε Παρθένε μόνη ἄφθορε, ἡ ἐν παρθένοις τοκεύουσα, καὶ τὰ παρθένων φέρουσα, κατὰ μητέρας, τὸ περάτων πάντων, φρικωδέστατον λάλημα.

Χαῖρε στακτὴ ἡ ευωδέστατη· Χαῖρε κιννάμωμον τίμιον· θυμίαμα χαῖρε, τὸ ἐκ Παραδείσου, νοητοῦ Παρθένε, ἀεὶ ἀποστάζον· Χαῖρε θεία νάρδος, ἡ ἐκ βαλσαμουργίας σου, μυριπνόου τέξασα, μύρον μυριότιμον, Χριστὸν ἀφ’ οὗ κέχρισται, τὸ βασίλειον Ἱεράτευμα.

Κλῖνον μοι τὸ φιλάγαθον οὖς σου, δεομένῳ Πανάμωμε· καὶ μὴ ἀποῤῥίψῃς, τοῦ σοῦ με προσώπου, μηδὲ πόῤῥω πέμψῃς, τῆς σῆς βοηθείας· δόλῳ γὰρ ὁ δόλιος σπουδάζει ἀπολέσαι με, παραλόγοις πάθεσι, κινῶν τὴν καρδίαν μου· σὺ δέ με συντήρησον ὅλον τῆς αὑτοῦ βλάβης ἀμέτοχον.

 

ΤΗ ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΚΛΗΜΕΝΤΟΣ.

Ὡς ὁρᾶται ἐν τοῖς ὑστέροις Θεοτοκίοις.

ᾨδὴ α΄. Ἦχος βαρύς. Τῷ ἐκτινάξαντι Θεῶ.
Ὑποπεσόντα τῇ φθορᾷ, παρακοῇ τὸν προπάτορα Ἀδάμ, ἀνεκαίνισας Θεόν, ἄχραντε κυοφορήσασα.

Νενεκρωμένον μου τὸν νοῦν, τῇ τῆς ζωῆς ἐνεργείᾳ, τῆς ἐκ σου σαρκωθείσης ἀληθῶς, ἄχραντε Μῆτερ ἀνάστησον.

Οἱ εὐλογοῦντες σε πιστῶς, παρὰ Θεοῦ εὐλογοῦνται προφανῶς· εὐλογίας γὰρ τὸν καρπόν, τέτοκας μόνη Θεόνυμφε.

Κλῖνόν μοι τὸ φιλάγαθον οὖς σου, δεομένῳ σου Πανύμνητε, καὶ παράσχου πειρασμῶν, καὶ συμφορῶν ἀπολύτρωσιν.

ᾨδὴ γ΄. Ἐστερεώθη τῇ πίστει.
Σὲ τὴν Παρθένον ἐν τύπῳ σκηνήν τοῦ μαρτυρίου, τῷ νομοθέτῃ ἐν ὄρει Θεὸς προεδήλου· σκήνωμα γὰρ γέγονας, τοῦ πάντας ἁγιάζοντος.

Ἐθεωρήθη πορεία, Θεοῦ τοῦ ἀοράτου, ἐν σοι Παρθένε ἀφράστως, ἁγνὴ σεσαρκωμένου· θρόνος γὰρ σὺ πέφυκας, τοῦ πάντων βασιλεύοντος.

Γῆν καθαρὰν καὶ ἁγίαν, γινώσκομέν σε Κόρη, ἡμῖν ἀσπόρως ὡραῖον, βλαστήσασαν στάχυν, τρέφοντα τοὺς πίστει σε, καὶ πόθῳ μακαρίζοντας.

Λύσιν ἡμῖν ὀφλημάτων, ἁγνὴ Παρθένε δίδου, ταῖς μητρικαῖς σου πρεσβείαις, ἡ τὸν κόσμον κατακρίσεως, λυτρωσάμενον Θεὸν Λόγον κυήσασα.

ᾨδὴ δ΄. Ἀκήκοα τὴν ἀκοήν.
Ἀκήκοεν ὁ Ἀββακούμ σε ἄχραντε, ὄρος Πνεύματος σκιαῖς περιλαμπόμενον· ἐκ σου Θεὸς γὰρ ὤφθη σωματούμενος.

Ὡραίαν σε ἠγλαϊσμένην κάλλεσιν, ὁ νυμφίος εὑρηκώς, ἐν σοὶ κατῴκησε, καὶ Θεοτόκον πάνσεπτον εἰργάσατο.

Ἡδύνεται τῶν ὀρθοδόξων δῆμός σε, τὴν Πανάχραντον ὑμῶν ὡς Θεομήτορα, σὺν τῷ Ἀγγέλῳ κράζοντες τὸ χαῖρέ σοι.

Μετήγαγες εἰς εὐλογίαν Δέσποινα, τὴν κατάραν τοῦ Ἀδάμ, ἡμῖν τεκοῦσα Χριστόν, πρὸς ὃν βοῶμεν· δόξα τῇ δυνάμει σου Κύριε.

ᾨδὴ ε΄. Πρὸς σε ὀρθρίζω.
Ναὸς ἐδείχθης, ἡγιασμένος τοῦ Παντοκράτορος· τὴν σὴν γαστέρα γὰρ καθαρωτέραν οὐρανῶν, εὑρηκὼς ὁ Δεσπότης, ἐν σοι ηὐλίσθη Θεομῆτορ ἁγνή.

Τῆς εὐπρεπείας, τῆς σὴς Κυρία καὶ ὡραιότητος, καὶ τῆς ἠδυτάτης καὶ γλυκείας καλλονῆς, ἐρασθεὶς ὁ Δεσπότης, ἐν σοὶ Παρθένε κατεσκήνωσεν.

Οἱ Θεοτόκον ὁμολογοῦντες σε Μητροπάρθενε, τῆς ἀδιαδόχου βασιλείας καὶ τρυφῆς, διὰ σοῦ Παναγία, ἐπιτυχεῖν ἀξιωθήτωσαν.

Εὐλογημένη δεδοξασμένη Μῆτερ ἀπείρανδρε, τὴν νενεκρωμένην ἁμαρτίαις μου ψυχήν, καὶ παθὼν κεχωσμένην ταῖς ἀκρασίαις ζωοποίησον.

ᾨδὴ ς΄. Ὁ Ἰωνᾶς ἐκ κοιλίας.
Ἡ καλλονὴ τῶν σεπτῶν ἁγίων Ἀγγέλων· ἡ χαρμονῇ τῶν ἀνθρώπων ἁπάντων, σὺ εὶ ἄχραντε Κόρη, ὡς γεννήσασα Θεὸν προαιώνιον.

Ἡ κιβωτὸς δεξαμένη νόμου τὰς πλάκας, προέγραφε Θεοτόκον σε, Λόγον Θεοῦ ὡς δεξαμένην, ἐν γαστρί σου δἰ’ ἡμᾶς σωματούμενον.

Ἕμμανουήλ Θεοτόκε διπλοῦν κατ’ οὐσίαν, σὺ τέτοκας τὸν προτέλειον Λόγον, Θεὸν σεσαρκωμένον, ἀπολύτρωσιν ἡμῖν χαριζόμενον.

Νάμασι πνευματικοῖς ἀρδεύεις πάντας, ἡ βρύουσα ὡς πηγήν, εὐσπλαγχνίαν, ἀειπάρθενε Κόρη· διὸ οἴκτειρον κάᾀμὲ καὶ ἐλέησον.

Κάθισμα. Ἦχος βαρύς. Ὑπερέβης τὰς δυνάμεις.
Προστασία σὺ ὑπάρχεις χριστιανῶν, καὶ πειρασμῶν λυτροῦσαι τοὺς ἐν σοί, καταφεύγοντας Θεοτόκε, διὰ τοῦτο σοι βοῶμεν· μὴ παρίδῃς τοὺς ὐμνοῦσας σε.

ᾨδὴ ζ΄. Οἱ ἐν καμίνῳ πυρός.
Τοὺς ἐν καμίνῳ τοῦ πυρός, ὁ σὸς τόκος σῴζει μὲν πάλαι· τανῦν ἡμᾶς δε Πανάμωμε, τῇ αὑτοῦ παρουσίᾳ τῇ ὑπὲρ λόγον· εὐλογητὸς εἶ κράζοντας ὁ Θεός τῶν Πατέρων ἡμῶν.

Κατακριθέντα τὸν Ἀδάμ, κα θανάτῳ κατασχεθέντα, Ἀδὰμ ὁ δεύτερος Πάναγνε, διὰ σου ἐλεήσας ἀνακαλεῖται· εὐλογητὸς εἶ κράζοντας, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ὁ Θεοπάτωρ μὲν Δαβίδ, τὴν σὴν δόξαν γράφει Παρθένε, καὶ σε κτισμάτων βασίλισσαν, ἐμφανῶς προφητεύει παρισταμένην, ἐκ δεξιῶν Πανάχραντε, τοῦ Θεοῦ τῶν Πατέρων ἡμῶν.

Τὸν ἀκατάληπτον τόκον σου Παρθένε δοξολογούμεν, δἰ’ οὐ θανάτου ἐρρύσθημεν, δἰ’ αὑτοῦ γεννηθέντες εἰς ἀφθαρσίαν· εὐλογητὸς εὶ κράζοντας, ὁ Θεός τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η΄. Τὸν μόνον ἄναρχον.
Παθὼν με κάμινος καταφλέγει Παρθένε, καὶ τῷ πυρί τῶν ἡδονῶν ἀναλίσκει, προφθάσασα συμπαθείας σου δρόσῳ, κατάσβεσον αὑτήν, διδοῦσα τῇ ψυχή μου ἀναψυχὴν βεβαίαν.

Κατακοσμούμενον ἀρεταῖς σε ποικίλαις, καὶ φαιδρυνόμενον ναὸν τοῦ Ὑψίστου, γινώσκομεν Παναγία Παρθένε, ὑμνοῦντες εὐσεβῶς, καὶ ὑπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας.

Ἐν δύο φύσεσι τῆς Τριάδος τὸν ἔνα, θεοπρεπώς ἄνευ σπορὰς Θεομῆτορ, ἐγέννησας τὸν Σωτῆρα τοῦ κόσμου· διὸ σε οἱ πιστοὶ πόθῳ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὁ ἀπερίληπτος καὶ Δεσπότης τῶν ὅλων, ὃν οὐ χωροῦσιν οὐρανοὶ Θεομῆτορ, χωρεῖται σου ἐν κοιλία Παρθένε· διὸ σε οἱ πιστοὶ πόθῳ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμός.
Τὸν μόνον ἄναρχον βασιλέα τῆς δόξης, ὃν εὐλογοῦσιν οὐρανῶν αἱ δυνάμεις, καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις, ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Πανύμνητε τῶν οὐρανῶν.
Ὁ τόκος σου ὁ ὑπὲρ φύσιν Θεοτόκε, καταπλήττει Ἀγγέλους, ἐξιστᾷ δὲ ἀνθρώπους· πᾶσι γὰρ ἀνέκφραστος ἐστι καὶ ἀκατάληπτος· ὃν ὑμνοῦντες εὐσεβῶς καὶ δοξάζομεν.

Ἠλέηται νῦν διὰ σου ἡ ἀνθρωπότης, καθ’ ὑπόστασιν ὄντως τῷ Λόγῳ ἑνωθεῖσα· καὶ τῇ ἀντιδόσει Θεὸς Παρθένε· διὸ πάντες σε ἀεὶ μεγαλύνομεν.

Νεκρώσεως καὶ τῆς φθοράς μου τοὺς χιτῶνας, περιεῖλες Παρθένε, σωτήριον χιτῶνα, τὸν σεσαρκωμένον Θεὸν τεκοῦσα τοῖς ἀνθρώποις· διὸ πάντες σε ἀεὶ μεγαλύνομεν.

Σὺ γέγονας ὑπερφυῶς Θεογεννήτορ, οἰκητήριον ὄντως τοῦ πάντων βασιλέως, καὶ χρυσοειδὴς κιβωτός τοῦ νόμου, νομοθέτην ἔνδον ἔχουσα Θεὸν σωματούμενον.

Προσόμοια. Οὐκ ἔτι κωλυόμεθα.
Χαῖρε τὸν μέγαν ἥλιον ἐν τῷ κόσμῳ αὐγὴ φέρουσα, τὸν φωτίσαντα τοὺς ἐν σκότει ἁγνὴ καθεύδοντας.

Χαῖρε τὸν μόσχον ἡ δάμαλις, ἡ τεκοῦσα τὸν ἀμώμητον, καὶ συνάψασα τοῖς γηίνοις τὰ ἐπουράνια.

Χαῖρε ναὲ Θεοκόσμητε Χριστοῦ τοῦ Θεοῦ, χαῖρε ἄγκυρα τῆς πίστεως χαῖρε κάλλος πολύευκτον.

Πλήθη πολλῶν χειμάζουσι τὴν ψυχήν μου περιστάσεων, καὶ ἐκ πασῶν με Θεοτόκε δεῖξον ἐλεύθερον.

 

ΤΗ ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΜΗΤΡΟΦΑΝΟΥΣ ΣΜΥΡΝΗΣ.

Οὐ ἡ ἀκροστιχίς.
Τήν Παντάνασσαν εὐλογῶ νῦν ἑπτάκις.

ᾨδὴ α΄. Ἦχος βαρύς. Νεύσει σου.
Τάγματα τῶν Ἀγγέλων, ὡς ἀληθῶς καὶ κυρίως, Μητέρα σε Πάναγνε, Θεοῦ τῶν ὅλων σέβουσιν· ἀλλὰ καὶ νῦν τῶν πηλίνων, δέξαι μου χειλέων, ᾠδὴν τὴν ἱκέσιον.

Ἥλιον ἐξ ἡλίου, τὸν ἀκατάληπτον Λόγον, ἀχρόνως ἐκλάμψαντα, ἐν χρόνῳ ἀνατέταλκας· οὗ ταῖς ἀκτῖσι Παρθένε, φώτισον ἡμῶν τὰς ψυχὰς καὶ συνέτισον.

Νέκρωσον τῆς σαρκός μου, τὴν ἔτι ζῶσαν κακίαν, ζωὴν ἡ γεννήσασα τὴν ἀληθῆ Πανάχραντε καὶ τῶν παθὼν καὶ πταισμάτων, βράβευσον ἁγνὴ τῷ σῷ δούλῳ τὴν λύτρωσιν.

Πρέπει σοι Θεοτόκε, τῶν ἐγκωμίων ὁ λόγος, ἀεὶ ἐνεργούμενος· ἀλλ’ ἡμεῖς δυσωποῦμεν σε, σῶσον ἐκ πάσης τοῦ βίου, θλίψεως ἁγνὴ τοὺς ἐν σοι καταφεύγοντας.

ᾨδὴ γ΄. Ὁ κατ’ ἀρχάς τοὺς οὐρανούς.
Ἀποδιδοὺς τὰς ὀφειλάς, δουλοπρεπῶς εὐγνωμόνως, τῶν χαρίτων Δέσποινα τῶν σῶν, θερμῶς ἀνυμνῶ σε Μῆτερ ἄχραντε, Λόγου τοῦ πάντων Λυτρωτοῦ· ἀλλὰ καὶ νῦν ἐξελοῦ με, τῶν κατὰ τὸν βίον περιστάσεων.

Νενεκρωμένον τὸν Ἀδάμ, ἐκ παραβάσεως πάλαι, τῆς βελτίω Πάναγνε ζωῆς, τὸν ζωαρχικόν τεκοῦσα Δέσποινα, Λόγον ἠξίωσας σαφῶς· ἀλλὰ καὶ νῦν με θανάτου, τοῦ τῆς ἁμαρτίας ἐλευθέρωσον.

Τραχηλιάσας τῆς σαρκός, ὁ ἐμπαθέστατος νόμος, νῦν συνθλίβει τὸν πνευματικόν, καὶ πρὸς χαλεπάς τὸν νοῦν μου Πάναγνε ἐπιθυμίας συνωθεῖ· ἀλλ’ ἀπαθείας εἰρήνην, βράβευσόν μοι θᾶττον σαῖς ἐντεύξεσιν.

Ἀνερμηνεύτως ἐν γαστρί, τὸν συνοχέα τῶν ὅλων, συλλαβοῦσα γηγενῶν οὐσίαν ἔλυσας, ἐκ τῆς τοῦ ᾄδου κατοχῆς· ἀλλὰ καὶ νῦν πολυπλόκους, ἄρκυς τῶν φθονούντων με διάῤῥηξον.

ᾨδὴ δ΄. Ὁ πατρικοὺς κόλπους.
Νυκτομαχῶ ζόφῳ τῶν δεινῶν, ἀμαυρωθείς τὸν λογισμὸν ὦ πύλη φωτός, ταῖς σαῖς αἴγλαις με καταύγασον, καὶ τῆς χαλεπότητος ἐξελοῦ συντόμως τῶν θλίψεων.

Ἁμαρτίων πλήθει συσχεθείς, καὶ ταῖς σειραῖς τῶν πειρασμῶν σφοδρῶς πεδηθείς, τὴν σὴν Δέσποινα βοήθειαν, νῦν ἐπικαλούμενος, λυτρωθείην πάσης κακώσεως.

Συναγωγὰς φαύλων καὶ δεινῶν, καὶ πονηρῶν καὶ φθονερῶν ἀνθρώπων βουλάς, διασκέδασον Πανύμνητε, καὶ πάσης με λύτρωσαι, συμφοράς τοῦ βίου καὶ θλίψεως.

Στραγγαλιᾷς λόγων τῶν ψευδῶν, καὶ συσκευὰς τὰς κατ’ ἐμοῦ τῷ ξίφει τῶν σῶν, πρεσβειῶν σύγκοψον Δέσποινα καὶ θᾶττον διάλυσον, καὶ παντοίας ῥῦσαι με θλίψεως.

ᾨδὴ ε΄. Νὺξ ἀφεγγής.
Ἀκαταμάχητον τεῖχος ὑπάρχουσα πιστῶν, σκέπη γενοῦ τῷ δούλῳ σου, καὶ ἀπὸ πάσης σφοδρᾶς Παρθένε, ῥῦσαι με λύπης καὶ κακώσεως.

Νοσηλευόμενος σφόδρα, καὶ κατ’ ἀμφοῖν χαλεπῶς, κεκακωμένος Πάναγνε, ψυχῆς τὴν ῥῶσιν ἐκ σου δεξαίμην, ταῖς σαῖς πρεσβείαις καὶ τοῦ σώματος.

Ἐν τῷ πελάγει Παρθένε, τῶν οἰκτιρμῶν σου καὶ νῦν, προσπευφευγώς ὁ δοῦλος σου, τῆς συνεχούσης βουλῆς ἀδίκου, ἐκλυτρωθείην καὶ κακώσεως.

Ὑπερφερές σου τὸ κλέος, τῶν πρεσβειῶν πανταχοῦ, Παρθενομῆτορ ἄχραντε· δἰ’ ὧν καὶ νῦν με παντοίας, ῥῦσαι τῆς ἐν τῷ βίῳ περιστάσεως.

ᾨδὴ ς΄. Ναυτιῶν τῷ σάλῳ.
Λαλιαὶ καὶ λόγοι, πάντων σε πιστῶν εὐφημοῦσιν, ὡς ὅλον τὸ ὄφλημα τῶν ἀνθρώπων, τῷ τοκετῷ σου σαφῶς ἀποτίσασαν· ἀλλὰ καὶ τανῦν τὸν ὑμνῳδόν σου, πρόσδεξαι καὶ ῥῦσαι, πειρασμῶν καὶ θλίψεων.

Ὀδυνώμενόν με, καὶ ταῖς τῶν παθὼν καὶ πταισμάτων, ἀκάνθαις κεντούμενον, καὶ ζητοῦντα τὴν παρά σου θεραπείαν Πανάχραντε, πάσης ἀλγηδόνος τε καὶ λύπης, λύτρωσαι καὶ ῥῦσαι πειρασμῶν καὶ θλίψεων.

Γηγενῶν τὴν φύσιν, εἰς τὸν οὐρανὸν Θεοτόκε, προδήλως ἀνήγαγες, γεγονυίᾳ τοῦ βασιλέως τῆς δόξης παλάτιον· διὸ με βυθοῦ πολλῶν πταισμάτων, καὶ τῶν πειρασμῶν καὶ παθὼν με ἀνάγαγε.

Σαρκωθέντα Λόγον, ὑπὲρ νοῦν καὶ λόγον Παρθένε, ἁγνὴ ἀπεκύησας διὰ λόγου, τῆς ἀλογίας ἡμᾶς λυτρωσάμενον· ὅθεν λόγοις θείοις σε ἀπαύστως, ἀνυμνολογούμεν καὶ πιστῶς δοξάζομεν.

Κάθισμα. Αὐτόμελον.
Θεοτόκε Παρθένε ἀμίαντε, τὸν Υἱόν σου δυσώπει σὺν ταῖς ἄνω δυνάμεσι, συγχώρησιν πταισμάτων, ἐμοὶ πρὸ τοῦ τέλους δωρήσασθαι, τῷ πιστῶς σε δοξάζοντι.

ᾨδὴ ζ΄. Οἱ ἐν καμίνῳ τοῦ πυρός.
Ὡραϊσμένη κροσσωτοῖς, τῆς ἁγνείας ἄχραντε Κόρη, ψυχῆς ἐμῆς νῦν μετάβαλε, τῆς κακίας τὸ αἶσχος, πρὸς θεῖον κάλλος εὐλογημένη Δέσποινα, προστασίᾳ τοῦ γένους ἡμῶν.

Νεανιεύονται καὶ νῦν, ἐριννύες δαίμονες ἄγαν, καὶ πῦρ παθὼν μοι προσάπτουσιν· ἀλλὰ μᾶλλον ταῖς αἴγλαις τούτους εἰς τέλος, τῶν οἰκτιρμῶν σου συμφλέξον, προστασία τοῦ γένους ἡμῶν.

Ὑπὲρ ἡμῶν τὸν σὸν Υἱόν, ἱκετεύειν ἄχραντε Μήτηρ, Θεοῦ μὴ παύσῃ τὸ σύνολον, διὰ τῶν πρεσβειῶν σου τῶν ἀνθρωπίνων, ἐξαιρουμένῃ θλίψεων, καὶ δεινῶν τοὺς ἱκέτας σου.

Ἀπὸ παθὼν ἡμᾶς ἁγνή, τυραννίδος λύτρωσαι πάντας, ὡς ἂν σῳζόμενοι ψάλλωμεν, τῷ Υἱῶ καὶ Θεῶ σου Παρθενομῆτορ· εὐλογητὸς εἶ κράζοντες, ὁ Θεός τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η΄. Τὸν ὄντως ὄντα Θεόν.
Νομάδες ὄντως παθών, καὶ πολυτρόπων κυκλοῦσι Δέσποινα, δεινῶν τὸν σὸν ἱκέτην, ἀλλὰ λύτρωσαί με παντοίας ἐπηρείας.

Ἐλθέτω νῦν ἐφ’ ἡμᾶς, ἡ κραταιά σου παλάμη Δέσποινα, καὶ τῆς προσδοκωμένης ἀνθρωπίνης λύπης, ἡμᾶς ἐκλυτρωσάτω.

Παγίδας τῶν πονηρῶν, καὶ κακοβούλων ἀνθρώπων, σύντριψον ἁγνὴ Θεοκυήτορ, καὶ τὸν σὸν ἱκέτην δεινῶν παντοίων ῥῦσαι.

Τὴν μόνην οὖσαν πιστῶν, λιμένα θεῖον Μαρία Πάναγνε, λιτάζω σε ῥυσθῆναι, τῆς ἐν τῇ θαλάσσῃ τοῦ βίου πικρὰς ζάλης.

Ὁ Εἱρμός.
Τὸν ὄντως ὄντα Θεόν, καὶ τῆς τῶν πάντων οὐσίας αἴτιον, Χριστὸν ὑπερυψοῦμεν, καὶ δοξολογούμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Τὴν ὑπὲρ φύσιν Μητέρα.
Ἀποσκισρτήσας ὡς πῶλος, τῶν ἐντολῶν τοῦ Δεσπότου, κημῷ σου τῶν πρεσβειῶν ἀνθελκυσθείην, Πάναγνε πρὸς ὁδούς, τῆς σπουδαίας καταστάσεως.

Κατολοφύρομαι σφόδρα, κατολισθαίνων ἀβούλως, πρὸς πράξεις τὰς πονηρᾶς τῆς ἁμαρτίας, λύτρωσαι τῆς τροπῆς, Θεοτόκε με τῆς χείρονος.

Ἴαμα πρώην δειχθεῖσα τῆς ἀνθρωπίνης οὐσίας, ἰάσω τὴν συντριβὴν Ἀδὰμ καὶ Εὔας· ἴασαι δὲ κᾀμέ, Θεοτόκε σαῖς ἐντεύξεσιν.

Σώφρονα νοῦν μοι παράσχου, καὶ καθαρὰν καρδίαν, καὶ γνώμην προσεκτικήν· ἵνα φυλάττω Δέσποινα, τὰς σεπτὰς ἐντολὰς τοῦ Θεοῦ ἡμῶν.

Προσόμοια. Οὐκ ἔτι κωλυόμεθα.
Χαῖρε Θεόν, ἀφράστως ἀποτεκοῦσα, τὸν θεώσαντα, τῇ αὑτοῦ καταβάσει Κόρη τὸν ἄνθρωπον.

Χαῖρε παντός τοῦ κόσμου, δεδοξασμένη καταφύγιον, καὶ Ἀγγέλων καὶ ἀνθρώπων ἔξοχον ἄκουσμα.

Χαῖρε τὸ φῶς τοῦ κόσμου, Παρθενομῆτορ, ὑπὲρ ἔννοιαν καὶ ἐῤῥήτως, εὐλογημένη σαρκὶ κυήσασα.

Ὅτι βοήθειαν ἄλλην, πλήν σου οὐκ ἔχω ὁ ἱκέτης σου, σοὶ προσπίπτω Θεοκυήτορ, δωρεὰν σῶσόν με.

 

ΤΗ ΤΕΤΑΡΤΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΑΝΔΡΕΟΥ ΚΡΗΤΗΣ.

ᾨδὴ  α΄. Ἦχος βαρύς. Νεύσει σου.
Πρῶτον παθὼν νοσήσας, ἐν τοῖς ὑψίστους ὁ δαίμων, τὴν κακίστην οἴησιν, ὑπερηφάνως πέπτωκε· σὺ οὗν Πανύμνητε Κόρη, ταύτης ἡμᾶς ῥῦσαι ταπεινώσει φρουρήσασα.

Λόγοι τῆς βλασφημίας, καὶ ἐννοιῶν ἀκαθάρτων, πηγάζουσι Πάναγνε ἐκ μόνης τῆς οἰήσεως, σὺ οὗν δρόσῳ τοῦ ἐλέους, ψῦξον τῶν κακῶν μου, ἀγαθῇ τὰ ῥεύματα.

Μέγας τῆς ἀκτησίας ὁ ἀναφαίρετος πλοῦτος· Χριστοῦ γὰρ πτωχεύσαντος, καὶ ξένος χρηματίσαντος· οὕτω τὸν βίον ἰθύνειν Κόρη, καὶ ἡμεῖς παρ’ αὐτοῦ διδασκόμεθα.

Ῥείθροις τοῦ Ἰορδάνου, ἀνακαινίσας τὴν φύσιν, Χριστὸς Θεονύμφευτε, ἡμῖν δέδωκε βάπτισμα, ὅπερ μολύνοντες οἷμοι! διὰ τοῦ δακρύων βαπτισμοῦ καθαιρόμεθα.

ᾨδὴ  γ΄. Ὁ κατ’ ἀρχάς τοὺς οὐρανούς.
Τῇ μετανοίᾳ πᾶν κακόν, καὶ πᾶν ἁμάρτημα εἵκει, Θεοτόκε πάντων ἡ ἐλπίς, αὑτῆς ταῖς ὁδοῖς ἡμᾶς κατεύθυνον, ὅπως τοὺς σχόντας δἰ’ αὐτῆς ἁμαρτημάτων τὴν λύσιν, τύχωμεν μετρίως μεμησάμενοι.

Ἐν μετανοίᾳ ὁ λῃστής, ἐν στεναγμοῖς ὁ τελώνης, ἐν δακρύοις πόρνη τὸν Θεόν, καλῶς Θεοτόκε ἐξιλάσαντο· ἐγὼ δὲ μόνην τὴν εἰς σέ, ἐπικαλοῦμαι ἐλπίδα, δἰ’ ἧς τῆς βασάνου λυτρωθήσομαι.

Κλῖμαξ ἣν εἶδεν Ιακώβ, αὑτῇ ὑπάρχεις Παρθένε· προετύπου δὲ τῶν ἀρετῶν, τὴν τάξιν, τὴν πρᾶξιν καὶ ἐπίβασιν· ἧς ἐπιβαίνειν καὶ ἡμᾶς, διὰ τῆς πέμπτης βαθμίδος, δίδου τὰς αἰσθήσεις ἐκκαθαίροντας.

Προϊστορῶν ὁ Γεδεών, τὸ σὸν μυστήριον Κόρη, ἐπὶ πόκον εἵλκυσέ ποτε, οὐράνιον δρόσον· ἀλλὰ σὺ κᾀμοί, δρόσον δακρύων ἐκ Θεοῦ, καταπεμφθῆναι δυσώπει· ὅπως πλήσω πόκον τὸν τοῦ Πνεύματος.

ᾨδὴ  δ΄. Ὁ πατρικοὺς κόλπους.
Ἡ παμφαὴς καὶ χαροποιός, καὶ ῥιπτικῇ τῶν μολυσμάτων ἄχραντε, ἡ τοῦ πένθους κλῆσιν ἔχουσα ἐργάτις εὐφρόσυνος, γένοιτο ἐμοὶ φυλακτήριον.

Νεανικώς πᾶσαν τοῦ θυμοῦ, ὀργῆς πικρίαν ἐκδιώκει Πάναγνε, κατανύξεως τὸ δάκρυον· ὅπερ ὡς ἱμάτιον, κᾀμὲ ἐνδυθῆναι δυσώπησον.

Λόγοι σοφῶν λέγουσι τρανώς, ὡς οὐδενί τῶν πάντων ἄλλῳ χαίρει Θεός, ὡς ἀνθρώπου ἀμαρτήσαντος, διορθώσει Πάναγνε· διὰ τοῦτο σύ με διόρθωσον.

Ὑποπεσών πταίσμασι πολλοῖς, ἐξαπορῶ ποῖον θρηνήσω πρότερον· ἀλλὰ πάντων ἐκλαθόμενος, πρὸς σε Θεονύμφευτε, τὴν θερμὴν προσφεύγω ἀντίληψιν.

ᾨδὴ  ε΄. Κύριε ὁ Θεός μου.
Ἕφη τὸ θεῖον στόμα, ἡ αὐτοαλήθεια ὅτι ψεύστης, μόνος ὁ διάβολος· τὸ ψεῦδος οὗν φύγωμεν, ἵνα ταῖς λιταῖς τῆς Πανάγνου, ἀληθείας τέκνα γενώμεθα.

Ἕφη Χριστὸς τῷ Πέτρῳ, ἑβδομηκοντάκις ἑπτὰ διδόναι, συγχώρησιν πταίσασιν· ἐμοὶ Θεονύμφευτε, πρέσβευε λοιπὸν συγχωρήσαι, ὅταν ὡς Κριτῇ παραστήσωμαι.

Ἴδιον τοῦ Δεσπότου, ἀγαθότης ἔλεος εὐσπλαγχνίας, οἰκτείρει ὡς εὔσπλαγχνος, συγχωρεῖ τὰ πταίσματα· καὶ ὡς ἀγαθὸς προνοεῖται, τοῦ σωθῆναι πάντας Θεονύμφευτε.

Δέσποινα Θεοτόκε, ἡ σεσαρκωμένον τὸν Ποιητήν μου, καὶ πλάστην γεννήσασα, μὴ ἐγκαταλίπῃς με· καὶ τῆς σὴς μὴ με ἀπομέμψης, πόῤῥω ἀντιλήψεως δέομαι.

ᾨδὴ ς΄. Ναυτιῶντα σάλῳ.
Ἡ πληθὺς Ἀγγέλων, καί τῶν Χερουβεὶμ καὶ τῶν Θρόνων, καὶ πᾶς νοερὸς σε διάκοσμος Θεομῆτορ, ὡς ὑπερτέραν αὑτῶν μεγαλύνουσιν· ἡμεῖς δὲ οἱ γήινοι καὶ κάτω, ἄφεσιν πταισμάτων, παρά σου αἰτούμεθα.

Οὐρανῶν ὑπάρχεις, καὶ πάσης τῆς γῆς πλατυτέρα, καὶ πάντων κτισμάτων ἁγιωτέρα· καὶ τὶς ἰσχύσῃ ἀξίως ὑμνῆσαι σου ὅμως τὴν προαίρεσιν μου δέχου, καὶ πταισμάτων δίδου μοι ἁγνὴ συγχώρησιν.

Ὄμμα κεχυμένον, καὶ τοῖς ὁρατοῖς λελυμένον, τὸν νοῦν οὐκ ἀφίησι τοῦ προβαίνειν, εἰς ὑψηλὰ θεωρίας κινήματα· μᾶλλον κατασπᾷ Θεοκυήτορ, πρὸς τὰ τῆς σαρκὸς πολυσχεδῆ παθήματα.

Σολομῶν προγράφει, ἐν τῇ τῶν ἀσμάτων πυκτίδι, νυμφίου καὶ νύμφης δραματουργίαν, τὴν τοῦ Θεοῦ καὶ ψυχῆς δηλῶν ἕνωσιν· οὕτω συναφθῆναί με δυσώπει, τῷ ἐκ σου ἀσπόρως προελθόντι Πάναγνε.

Κάθισμα. Ὁ καρπός τῆς κοιλίας.
Οὐδαμῶς ἀλλαχόθεν ἐλπίζομεν, τὴν ἡμῶν σωτηρίαν εὑρίσκειν Παναμώμητε, εἰ μὴ ἐκ σου τῆς βοηθείας τάχος επιτύχομεν· διὸ σε μεγαλύνομεν.

ᾨδὴ  ζ΄. Κάμινον παῖδες.
Στόμα πρὸς ὕμνον, κινῶν ὁ Προφήτης, εἵλκυσε Πνεῦμα ὡς γέγραπται· ἐγὼ δὲ τοῦτο ἀνοίγων ἐρεύγομαι, φλυαρίας Πάναγνε· ἀλλὰ σύ με σωφρόνισον τῷ πόθῳ σου.

Νὺξ με βαθείᾳ, συνέχει πταισμάτων, καὶ ἀτενίσαι οὐ δύναμαι, πρὸς μετανοίας τὸ φέγγος Θεόνυμφε· ἀλλὰ σὺ διέγειρον, τῇ θερμῇ σου πρεσβεία πρὸς κατάνυξιν.

Ἄκαρπος ὤφθην, συκῆ Θεομῆτορ, καὶ δειλιῶ τὴν ἀπόφασιν τῆς ἐκκοπῆς· ἀλλὰ σύ μοι μεσίτευσον, καὶ τὴν νῦν περίοδον· ὅπως βάλω κοπρίας χάριν δάκρυα.

Ὦ πως ὑποίσω τὸ πῦρ τῆς γεέννης! Ὦ πως ἐνέγκω τὸν σκώληκα! Καὶ τὸν βρυγμόν τῶν ὀδόντων Πανύμνητε! Ἀλλὰ σύ με λύτρωσαι τῇ θερμή σου πρεσβεία πρὸς τὸν Ὕψιστον.

ᾨδὴ  η΄. Ἄφλεκτος πυρί.
Στέναξον ψυχή, καὶ ἐκ μέσης τῆς καρδίας, οἰκτρὰν φωνὴν ἀνάπεμψον, καὶ γοερὰν τῇ τοῦ Θεοῦ σου Μητρί· ἐλέησόν με ἁγνῇ, τὸν ὑπὲρ πάντας τοὺς βροτοὺς ἐξαμαρτήσαντα· ῥῦσαι γεέννης καὶ σκότους αἰωνίου, καὶ τῆς δεξιὰς με ποίησον παραστάτην.

Νήφουσαν μοι δὸς τὴν καρδίαν καὶ τὸ ὄμμα, τῆς διανοίας γρήγορον, ἐπαγρυπνοῦν καὶ ἐκδεχόμενον, ἐν ὤρα ἡ οὐ δοκώ, ἐν ἀωρία τε νυκτός, τὸν Θεὸν ἥκοντα, θείας παστάδος ἁγνή, ἀξιώσαι καιομένην, τοὺς τῶν ἀρετῶν τὴν λαμπάδα κεκτημένους.

Γίνου βοηθὸς Παρθένε Παναγία, τῷ ἐπὶ σοὶ προστρέχοντι, καὶ ἐκβοῶντι μετὰ πίστεως· ἐλέησον ἀγαθή, καὶ πρὸ τοῦ τέλους ἱλασμὸν πταισμάτων δίδου μοι, καὶ ἐν τῇ ὤρα τοῦ τέλους παράσχου σωτηρίαν, καὶ μετὰ τὸ τέλος ἀνάπαυσιν τελείαν.

Κράτος τῆς μίας Θεαρχίας ἐν ὑπάρχει, ἀδιαιρέτως διαιρούμενον, καὶ ἀσυγχύτως συνενούμενον· Πατὴρ αἰτία πηγή, τῶν προελθόντων ἐξ αὑτοῦ Υἱοῦ καὶ Πνεύματος· ταύτην συμφώνως, πιστοὶ ὑμνολογοῦμεν, καὶ δοξολογούμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμός.
Ἄφλεκτος πυρὶ ἐν Σινᾶ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωυσῆ· καὶ παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε· πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ  θ΄. Μὴ τῆς φθοράς.
Ῥήματα θείων Πατέρων ἁγνὴ διδάσκουσι, τὴν ἀποχήν τῆς κακίας εἷναι μετάνοιαν· εἶτα καὶ κάκωσιν, νηστείαν ἀγρυπνίαν, καὶ συντριμμὸν καρδίας, πένθος τε ηγνισμένον· ἅ μοι δώρησαι Μητροπάρθενε.

Ἡ φοβερά τοῦ Δεσπότου ἡμέρα ἤγγικε, καὶ σὺ καθεύδεις ψυχή μου· ὦ τῆς ἀνοίας σου! Σπεῦσον ἐγέρθητι, καὶ δάκρυσον ἐμπόνως καὶ κρᾶξον τῇ Παρθένῳ· ἡ τὸν Χριστὸν τεκοῦσα, Θεοτόκε μου σὺ με οἴκτειρον.

Τοῦ βίου ἄρτι ψυχή μου ἡ νὺξ προέκοψεν, ἡ δὲ φρικώδης ἡμέρα τῆς ἐξετάσεως, τῶν πεπραγμένων σοί, ἐγγίζει πλησιάζει· φοβήθητι τὸ βῆμα ὦ μέλλεις παραστῆναι· διὸ κρᾶξον σῶσόν με Δέσποινα.

Σύ μου προστάτις ὑπάρχεις καὶ καταφύγιον, σὺ ἀγαλλίαμα Κόρη καὶ θεῖον καύχημα· σὺ τοίνυν ῥῦσαί με ἐκ πάσης ἁμαρτίας, ὀργῆς θανατηφόρου, καὶ βλάβης καὶ κινδύνων, καὶ μελλούσης φρικτῆς κολάσεως.

Προσόμοια. Σήμερον γρηγορεῖ.
Χαῖρε ῥοδωνιὰ ἡ ἡδύπνους, ἡ ἐκ καλύκων βλαστήσασα, Παρθενίας ῥόδον, ἐρυθρὸν εὐῶδες· χαῖρε κρίνον θεῖον, ἐξ οὗ ὁ τὰ κρίνα, τοῦ ἀγροῦ ποικίλας, στολήν τὴν ἀνήθευτον, σαρκὸς περιεβάλετο, πορφύραν ἀποκρύπτουσαν Σολομονικήν· χαῖρε ἄνθος, πάσης χροιὰς ποικιλώτερον.

Χαῖρε βασιλίς τῶν βασιλίδων, ἡ βασιλέα γεννήσασα, τῶν βασιλευόντων· οὗ ἡ βασιλεία, βασιλεία πέλει, πάντων τῶν αἰώνων· χαῖρε τοῦ θανάτου, βασίλειον νικήσασα, καὶ ζωῆς ἀνοίξασα, βασιλείας πρόξενον· βασιλεῖς ἣν σέβονται, χαῖρε Μαριάμ παντοβασίλισσα.

Χαῖρε κουφοτάτῃ νεφέλῃ, ἡ τὸ γεῶδες τοῦ σκήνου σου, καὶ βρῖθον ἐξ ἄκρας ἁγνείας πλουτοῦσα, ἀερῶδες κοῦφον λεπτότατον Κόρη, ἐν ἡ Χριστὸς καθίσας, Ἠσαΐας ὡς ἔφησε, κατέβη εἰς Αἴγυπτον, καὶ ταύτης χειροποίητα εἴδωλα συνέτριψε, καὶ εἰς θείαν γνῶσιν μετεῤῥύθμισε.

Πλήρωσον τὴν καρδίαν μου Κόρη, κατανύξεως δέομαι, δὸς καὶ τῇ ψυχή μου σωτήριον πένθος· τὸν θυμόν μου τρέψον κατὰ τῶν δαιμόνων, πᾶσαν μου τὴν ἔφεσιν μετάθες πρὸς τὸν Κύριον, προσευχαῖς σχολάζειν με ἐνίσχυσον πάντοτε, ὅπως διὰ σου ζωῆς τύχω, καὶ τῆς θείας λαμπρότητος.

 

ΤΗ ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΕΥΧΑΪΤΩΝ.

ᾨδὴ α΄. Ἦχος βαρύς. Νεύσει σου.
Κλίνη με ῥαθυμίας, ἀνακείμενον Κόρη, ἁμαρτιῶν πολυτρόπων, αὑτῇ ἐξανάστησον, ῥῶσιν θείαν βραβεύουσα· ὅπως Πάναγνε δοξάζω, μεγαλείᾳ τὰ σὰ ὡς ὄντως ὑπερένδοξε.

Ἴασαι τῆς ψυχῆς μου, τὴν συντριβὴν Θεοτόκε, ἐχθρὸς ἣν ἐσπάραξε, τῆς ἡδονῆς τῷ δελέατι, θείοις φαρμάκοις χρωμένῃ, τῆς σῆς εὐσπλαγχνίας ἁγνὴ καὶ δυνάμεως.

Στῆσον τὰς καταιγίδας, τῶν ἡδονῶν καὶ παθών μου, τῇ αὔρα τῆς θείας σου πρεσβείας παναμώμητε· ὅπως ἐν γαλήνῃ καρδίας σου δοξολογώ τὴν ἀνείκαστον δύναμιν.

Δόξα τῆς οἰκουμένης, δεδοξασμένῃ Παρθένε, Θεὸν ὑπερένδοξε ἐνδόξως ἡ γεννήσασα, δόξης ἀξίωσον θείας, τοὺς ὡς Θεοτόκον ἀεὶ σε δοξάζοντας.

ᾨδὴ γ΄. Ὁ κατ’ ἀρχάς τοὺς οὐρανούς.
Ὁ Ιωσήφ κεκρατηκώς, τῆς ἀκολάστου Δεσποίνης, τὴν ἀθέσμων πάλαι ἡδονῶν, λαμπρὸς βασιλεὺς Αἰγύπτου γέγονεν· ἐγὼ δὲ σώματος πολλοῖς, πάθεσιν εἴξας ἀφρόνως, ὑπὸ ἁμαρτίας βασιλεύομαι.

Θεογεννήτορ Μαριάμ, τῆς νοητῆς με Αἰγύπτου, καὶ δουλείας τῆς τοῦ πονηροῦ, ἐξάρπασον σὺ θαλάσσας τέμνουσα, τῶν πονηρῶν μου ἐννοιῶν, καὶ ὄρει τῆς μετανοίας, ἐνδιαβιβάζουσα καὶ σῴζουσα.

Δραπέτης θείων ἐντολῶν, ἄφρονι νὼ ἐγενόμην, καὶ ὑπῆρξα δοῦλος ἡδονῶν· δἰ’ ὧν τῆς ψυχῆς τὸ κάλλος ἔσβεσα, καὶ ἡμαυρώθην ἀγαθή· μεσίτης δέ μοι φανεῖσα, σὺ ἀντιποιήθητι τοῦ δούλου σου.

Μεμολυσμένος ἡδοναῖς, σε τὴν ἀμόλυντον Κόρην, ἱκετεύω ῥῦσαί με παντός, σαρκὸς μολυσμοῦ καὶ καθαρτήριον, πένθος μοι δὸς διηνεκές, καὶ τῆς φλογός τῆς γεέννης, δάκρυον σβεστήριον παράσχου μοι.

ᾨδὴ δ΄. Ὁ πατρικοὺς κόλπους.
Τὴν ἐκλεκτὴν μόνην ἐκ πασῶν, τῶν γενεῶν πρὸ πάσης κτίσεως Θεῶ· τὸ τῆς φύσεως καλλώπισμα, τὸ ἄνθος τὸ τίμιον, τὴν Παρθένον Κόρην ὑμνήσωμεν.

Ὁ φωτισμὸς καὶ ὁ γλυκασμός, τῶν πεποιθότων ἐπὶ σοὶ Πανύμνητε, χαρμονῆς τὴν πολυώδυνον καρδίαν μου πλήρωσον, τελειώσασα αὑτῆς τὰ αἰτήματα.

Τὴν σὴν ῥοπὴν δεῖξον ἀγαθή, ἐπὶ τὸν δοῦλον σου ἡ ἁγνῇ Πανάμωμε, τὸν ἐλπίζοντα εἰς σε ἐκ ψυχῆς, καὶ σὲ προσκαλούμενον, τὴν ἐλπίδα πάντων καὶ καύχημα.

Νύμφη Θεοῦ πρόσδεξαι ἐμοῦ, τὰς ἱκεσίας καὶ ἐκ πάσης θλίψεως, ἐπηρείας καὶ κακώσεως, καὶ κινδύνων λύτρωσαι, τὸν ὑμνοῦντα πόθῳ τὸν τόκον σου.

ᾨδὴ ε΄. Κύριε ὁ Θεός μου.
Νοῦν τὸν εκσορπισμένον, τὸν ἐμὸν συνάγαγε Θεοτόκε, καὶ βλέπειν με ποίησον τὰ οἰκεία τραύματα, καὶ θρηνεῖν καὶ στένειν ἐν τούτοις, τῶν δὲ ἀλλοτρίων ἀπέχεσθαι.

Ὁμβρισόν μοι ῥανίδα, συμπαθείας Κόρη Θεοκυήτορ, καὶ τὰς ἁμαρτίας μου τὰς πολλὰς ἐξάλειψον, καί τῶν πληγῶν οὐλὰς τε καὶ τύπους, ἰατρὸν τεκοῦσα ἀφάνισον.

Ἥλιον ἡ τεκοῦσα, τῆς δικαιοσύνης κούφη νεφέλη, τὰ νέφη διάλυσον τὰ τῆς ῥαθυμίας μου, καὶ πρὸς μετάνοιαν αἰθρίαν, διὰ προθυμίας με ἴθυνον.

Ἄνω τῆς διανοίας, ἐπὶ σε τὸ ὄμμα ἤρα καὶ κράζω· ἐλέησον Δέσποινα, ψυχὴν πρὸς σε βλέπουσαν· καὶ εἰς τὸ μέγα σου ἔλεος ἐλπίζουσαν.

ᾨδὴ στ΄. Ναυτιῶντα σάλῳ.
Ναυαγίῳ μέσον, περιπεπτωκώς τοῦ πελάγους, τοῦ βίου κατέδυσα τὴν ὁλκάδα, τὴν ψυχικὴν ἁγνὴ καὶ προσαπώλεσα, πᾶσαν τῶν καλῶν τὴν εὐπορίαν· ἀλλ’ ἐξ ἀπωλείας με βυθοῦ ἀνάγαγε.

Νοητοῦ θηρὸς με, κήτους ψυχοφθόρου Παρθένε, ἐξάγαγε δέομαι, ἐκ κοιλίας ᾄδου κραυγῆς μου, ἀκούσασα Δέσποινα, καὶ ἔλθοι πρὸς σε ἡ προσευχῇ μου· ὅσα τε ηὐξάμην ἀγαθῇ ἀπόδος μοι.

Ἐμβολαῖς πταισμάτων, καὶ ταῖς προσβολαῖς τῶν κυμάτων, τοῦ βίου χειμάζει με καὶ στροβεῖ με, ἀλλεπαλλήλων ἀνέμων ἀντίπνοια· ῥῦσαι κυβερνήτου Θεοῦ Μήτερ,εκ θανατηφόρου τὴν ψυχήν μου κλύδωνος.

Σκοτεινήν τοῦ ᾄδου γῆν τὴν γνοφερὰν καὶ ζοφώδη· γῆν σκότους ὡς γέγραπται αἰωνίου, καὶ ἀφεγγῆ ἐν ἧ φέγγος οὐκ ἔστιν ὁρᾶν· καὶ ζωὴν βροτῶν ἐκεῖ ἰδέσθαι, Δέσποινα ἐλπίζων ἐπὶ σὲ μὴ ἴδοιμι.

Κάθισμα. Αὐτόμελον.
Ἀσπόρως συνέλαβες ἐν μήτρᾳ σου Παρθένε Θεοτόκε, τὸν Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ καὶ Πατρός· ὃν ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ᾨδὴ ζ΄. Κάμινον παῖδες.
Ὄμβροις δακρύων κατάρδευσον Κόρη, τὴν χερσωθείσαν καρδίαν μου, καὶ τῆς ψυχῆς μου τὰς αὔλακας μέθυσον, διὰ κατανύξεως, ἀρετῶν τὰ γεννήματα πληθύνουσα.

Νύκτα καθάπερ, παρῆλθον τὸν βίον, ἔργα νυκτὸς ἐργαζόμενος, ὁ σκοτεινός τὴν ψυχήν, ἀλλὰ φώτισον φωτί με πρεσβειῶν σου, ἡ τεκοῦσα τὸ θεῖον φῶς Πανύμνητε.

Ὁρμαῖς ἀσχέτοις, πρὸς τὴν ἁμαρτίαν, ὐποσυρόμενος πάντοτε, καθάπερ δοῦλος ἐκτελῶ τὸ πρόσταγμα, τῆς σαρκὸς Πανάχραντε, τῆς πικρᾶς τυραννίδος ταύτης ῥῦσαί με.

Ποικιλοτρόπως ὁ δόλιος ὄφις, ἀεὶ ἐμοὶ ἐπιτίθεται, ἐν ἡδοναῖς τε καὶ λύπαις ταράσσων με· ἀλλὰ σὺ στερέωσον, ἐπὶ πέτραν ἁγνὴ τῆς ἀπαθείας με.

ᾨδὴ η΄. Ἄφλεκτος πυρί.
Σὲ τὸ καθαρὸν καὶ λαμπρὸν καὶ φωτοφόρον, τοῦ Ἰησοῦ παλάτιον, καὶ λογικόν τοῦ Λόγου σκήνωμα· τὴν ἔμψυχον κιβωτόν, τὴν πλατυτέραν οὐρανοῦ, καὶ ἀνωτέραν τῆς γῆς πάντιμε Κόρη, ὑπέραγνε Μαρία, ἱκετεύω σῶσον τὴν ταπεινὴν ψυχήν μου.

Δῶρον παρ’ ἡμῶν ἡ δοθεῖσα τῷ Δεσπότῃ, ὡς ἀπαρχῇ τῆς φύσεως, τὰς ἱκεσίας ἡμῶν Πάναγνε, προσδέχου δῶρα τερπνά, ἀντιπαρέχουσα ἡμῖν τὴν σὴν βοήθειαν· ὅπως ἐν πίστει καὶ πόθῳ προσκυνῶμεν, σὲ καὶ τὸν Υἱόν σου εἰς πάντας τοὺς αἰῶνας.

Ὑπὸ τῆς αὑτοῦ ὁ Υἱός σου Θεοτόκε, ὡς ἀγαθὸς καμπτόμενος, φιλανθρωπίας σε παρέσχετο, βοήθειαν κατ’ ἐχθρῶν, καὶ ἰατρεῖον τῶν παθών, τοῖς πίστει κράζουσι· πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Φάνηθί μοι νῦν ἐν κινδύνοις προστασία, ἐν συμφοραῖς ἀνάψυξις, ἐν περιστάσεσι βοήθεια, ἐν νόσοις παντοδαπαῖς ἰαματόβρυτος πηγή, καὶ θεραπείᾳ παθών, πᾶσαν διώκουσα βλάβην ἐξ ἐμοῦ Θεοτόκε, ἵνα σε δοξάζω εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμός.
Ἄφλεκτος πυρὶ ἐν Σινᾶ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ, καὶ δυσήχῳ Μωυσῆ· καὶ παῖδας ζῆλος Θεοῦ τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδούς, ἔδειξε· πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Μὴ τῆς φθοράς.
Μὴ συληθεῖσα τὸν πλοῦτον τῆς παρθενίας σου, Μήτηρ σαρκὶ ἀνεδείχθης τοῦ Παντοκράτορος, νύμφη ἀπείρανδρε, Παρθένε Θεοτόκε, ἐκτρέφουσα ὡς βρέφος, τὸν τρέφοντα ὡς πλάστην, πάντα κόσμον καὶ ἁγιάζοντα.

Ἡ τοῦ ἀδύτου ἡλίου τῆς δόξης πάμφωτε, ἀνατολῇ ἐξ ἧς πάντες ὐπερηυγάσθημεν, φέγγει τῆς γνώσεως τῆς θείας ἀληθείας, Κυριώνυμε Κόρη, φῶς τῶν ἐμῶν ὀμμάτων, μὴ παρίδῃς με τὸν ἱκέτην σου.

Φιλαμαρτήμων ὑπάρχων, τρέμω καὶ δέδοικα μήπως ἐξαίφνης, τὸ τέλος τοῦ βίου φθάσῃ με, ἄχραντε Δέσποινα, ἡ πάντων προστασίᾳ, τῶν καταπονουμένων, τρόποις με μετανοίας, βελτιώσαι νῦν παρακλήθητι.

Ἁμαρτίων με τῷ κρύει καταπηγνύμενον, τῆς εὐσπλαγχνίας σου θέρμη Δέσποινα θέρμανον, καὶ πρὸς ἀγάπησιν, θερμὴν τὴν τοῦ Υἱοῦ σου, διέγειρον ὡς ἅν σε θερμῇ τῇ διαθέσει, μεγαλύνω θερμῶς ὁ δοῦλος σου.

Προσόμοια. Οὐκ ἔτι κωλυόμεθα.
Χαῖρε ἡ θείᾳ σκέπῃ καὶ προστασία τῶν τιμώντων σε, ὡς Ὑψίστου Θεοῦ Μητέρα, χαῖρε πανάσπιλε.

Χαῖρε δἰ’ ἧς, ὁ ᾄδῃς ἀπενεκρώθη, καὶ ὁ θάνατος ἠφανίσθη Θεογεννήτορ, καὶ ὁ Ἀδὰμ σέσωσται.

Χαῖρε πιστῶν τὸ καύχημα Παναγία, χαῖρε Δέσποινα ἡ Θεὸν σωματωθέντα σαρκὶ κυήσασα.

Στενάζοντα με δέξαι ὡς ἐλεήμων, καὶ ἐλέησον ὡς τὸν τελώνην ταῖς τῆς Μητρός σου λιταῖς.

 

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ.

ᾨδὴ α΄. Ἠχὸς βαρύς. Τῷ συνεργήσαντι Θεῷ.
Θείω φωτί σου ἀγαθῇ, αὔγασόν μου τὰς φρένας· ὅπως βοήσω σοι πιστῶς, ᾠδὴν χαριστήριον Μαρίᾳ πολυύμνητε.

Ἡ οὐρανώσασα ἡμῶν, τὴν γεώδη οὐσίαν· χαῖρε πανάσπιλε Ἁγνή, Κυρίᾳ καὶ Δέσποινα τοῦ Κόσμου χαῖρε ἄμωμε.

Χαῖρε ἡ πύλη τοῦ θεοῦ· χαῖρε Ἄχραντε Μῆτερ· χαῖρε νεφέλῃ φωτεινῇ, βροτῶν καταφύγιον, Παρθένε χαῖρε Πάνσεμνε.

Χαῖρε Παράδεισε τρυφῆς, ξύλου φέρουσα μέσον, οὐ οἱ μετέχοντες βροτοί, πρὸς ζωὴν ἀνώλεθρον, σαφῶς διαβιβάζονται.

ᾨδὴ γ΄. Ἐστερεώθη τῇ πίστει.
Χαῖρε ἀστὴρ ἐν τῷ κόσμῳ τὸν ἥλιον ἐμφαίνων, χαῖρε ἀπόρθητον τεῖχος, τοῖς πίστει βοῶσιν· Ἅγιος εἶ Χριστέ, καὶ σε ὑμνεῖ τὸ πνεῦμα μου.

Χαῖρε παστὰς φωτοφόρε, τοῦ μόνου βασιλέως· χαῖρε ἡ σκέπη τοῖς πόθῳ βοῶσι Παρθένε, Ἅγιος εἶ Κύριε, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.

Σβέσον παθών μου τὸ σκότος, Ἁγνῇ Θεοκυήτορ, καὶ φώτισόν με φωτί σου, πιστῶς μελῳδοῦντι· χαῖρε κόσμου γέφυρα, καὶ μέγα ἱλαστήριον.

Ἐστερεώθην τὸν θεῖον, τόκον ἐπιγνούς σου, καὶ προστασίαν Παρθένε πλουτῶ σε κραυγάζων· χαῖρε πολυύμνητε Μαρίᾳ πάντων Δέσποινα.

ᾨδὴ δ΄. Ἀκήκοα τὴν ἀκοήν.
Τὸ ἔνδοξον τοῦ φωτοδότου σκήνωμα, ἀνυμνήσωμεν λαοί, χαριστηρίοις ᾠδαῖς· χαῖρε τοῦ κόσμου, δόξα καὶ διάσωσμα.

Τὸ πάμφωτον τοῦ Ἰησοῦ παλάτιον, ἀνυμνήσωμεν πιστοί, ἀνακράζοντες τρανώς· χαῖρε Παρθένε πάντων ἐγκαλλώπισμα.

Ὁ ἔμψυχος τοῦ βασιλέως θάλαμος, χαῖρε καύχημα πιστῶν, καὶ Προφητῶν ἡ σφραγίς· τὸ τῶν Ἀγγέλων χαῖρε ἀγαλλίαμα.

Ἡδύνεται τῶν όρθοδόξων δῆμος σε, τὴν Πανάχραντον ὑμῶν ὡς Θεομήτορα, σὺν τῷ Ἀγγέλω τὸ χαῖρε κραυγάζων σοι.

ᾨδὴ ε΄ . Οἱ ὀρθρίζοντες Λόγε.
Χαῖρε πάγκαλλε νύμφη, Πατρὸς τοῦ προανάρχου· χαῖρε ἄφθορε Μήτηρ, υἱοῦ τοῦ συνανάρχου· χαῖρε σκεῦος ἁγνὸν τοῦ Ἁγίου Πνεύματος.

Χαῖρε σκέπη τοῦ κόσμου, Πλατυτέρα νεφέλης· χαῖρε πύρινε στῦλε, φωτίζων τοὺς ἐν σκότει· χαῖρε στάμνε χρυσή, τὸ μάννα χωρήσασα.

Χαῖρε τῶν Ἀποστόλων, τὸ ἀσίγητον στόμα· χαῖρε τῶν ἀθλοφόρων, τὸ ἀνίκητον θάρσος· χαῖρε τῶν Ἀσκητῶν θεῖον ἀγαλλίαμα.

Χειμαζομένου σάλῳ, κυμάτων τῶν τοῦ βίου, χαρὰς με πρὸς λιμένα, ὁδήγησον Παρθένε, ἡ κόσμῳ τὴν χαρὰν τέξασα τὴν ἄληκτον.

ᾨδὴ ς΄. Ὁ Ἰωνάς ἐκ κοιλίας.
Χαῖρε αὐγὴ μυστικῆς καὶ θείας ἡμέρας, Πανύμνητε χαῖρε κόσμου τερπνότης· χαῖρε φωτὸς δοχεῖον· χαῖρε τεῖχος τῶν πιστῶν καὶ ὅπλον ἀῤῥαγές.

Χαῖρε σεμνή, ἐλπὶς ἀγαθῶν αἰωνίων· ἡ ἔμψυχος τοῦ Δεσπότου καθέδρᾳ· τὸ τῶν Ἀνάκτων κράτος· χαῖρε πύργε στερεὲ καὶ κόσμου βοηθέ.

Χειμάζει με λογισμῶν τρικυμίᾳ, πρὸς ὅρμον με ἀληθοῦς μετανοίας, κυβέρνησον Παρθένε, ἐν γαλήνῃ συντηροῦσα τὴν καρδίαν μου.

Τὸ τῶν πιστῶν Θεοτόκε ὕψωσον κεράς, καὶ τῶν ἐχθρῶν τὴν όφρύν καὶ τὸ θράσος, κατάβαλε ὡς μόνη, προστασίᾳ ὑπάρχουσα πιστῶν.

Κάθισμα. Ὁ δἰ ἐμὲ ἀνασχόμενος.
Τὸν Πανοικτίρμονα Κύριον, ὑπὲρ ἡμῶν έκδυσώπησον, ῥύσασθαι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης παγίδος τοῦ ὄφεως.

ᾨδὴ ζ΄. Κάμινον καιομένην.
Χαῖρε τοῦ βασιλέως παλάτιον τερπνόν· χαῖρε βοήθεια τῶν μελῳδούντων ἄχραντε· εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεός τῶν Πατέρων ἡμῶν.

Χαῖρε τῆς εὐσεβείας ὃ πύργος ὃ στεῤῥός· χαῖρε ἡ ἀνόρθωσις τοῖς πίστει ἀνακράζουσιν· εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ θεός τῶν Πατέρων ἡμῶν.

Χαῖρε φωτεινοτάτου φωτὸς ἡ ἀστραπῇ· καὶ τοῖς ποθῶ μέλπουσι χαρὰ καὶ ἀγαλλίασις· εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεός τῶν Πατέρων ἡμῶν.

Ἔγειρόν με πεσόντα εἰς χάος συμφορῶν· δίδου χεῖρα Δέσποινα βοῶντι τῷ οἰκέτῃ σου· εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὃ Θεός τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η΄. Τὸν μόνον ἄναρχον.
Ἱερωτέραν σε οὐρανίων ταγμάτων, έπιγνώσκοντες οἱ πιστοὶ σοι βοῷμεν· Πανύμνητε χαῖρε σκέπη τοῦ κόσμου· Παλάτιον χρυσοῦν τοῦ πάντων Βασιλέως, χαῖρε εὐλογημένη.

Ὡς ὄντως ἄφθεγκτα καὶ ἀπόῤῥητα πάντα, καὶ ξένα λίαν καὶ βοοτοῖς καὶ Ἀγγέλοις Πανύμνητε Θεοτόκε Μαρίᾳ, ὑπάρχει τὰ τῆς σῆς φρικτῆς κυοφορίας, ἀκήρατε Παρθένε.

Ἄλλην οὐ κέκτημαι βοηθὸν ἐν ἀνάγκαις, ἐν τοῖς κινδύνοις ἑτοιμότατον ῥύστην, Πανάχραντε καὶ βεβαίαν προστάτιν ἐν νόσοις, ἰατρόν· χαρὰν καὶ εφροσύνην, ἐν θλίψεσι ποικίλαις.

Νεύρωσον Ἄχραντε τῆς ψυχῆς μου τὸν τόκον, νενεκρωμένον ταῖς πολλαῖς ἁμαρτίαις· καὶ φώτισον μετανοίας τῷ φέγγει, ταῖς θείαις σου λιταῖς· ὅπως δοξολογῶ σε εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμός.
Τὸν μόνον Ἄναρχον, βασιλέα τῆς δόξης, ὃν εὐλογοῦσιν οὐρανῶν αἱ δυνάμεις, καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις· ὑμνεῖτε Ἱερεῖς· λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ’. Τὴν ὑπὲρ φύσιν.
Ναὸς καὶ πύλη ὑπάρχεις, καὶ καθαρώτατος θρόνος, τοῦ πάντων Δημιουργοῦ εὐλογημένῃ· διὸ σε οἳ πιστοί, κατὰ χρέος δοξάζομεν.

Ἡ ἀγεώργητος χώρᾳ, ἡ τὸν οὐράνιον στάχυν, ἀνθήσασα ἐπὶ γῆς ἀνερμηνεύτως, ἄσμασι μυστικοῖς ἐπαξίως δοξάζεται.

Σβέσον παθών μου τὴν φλόγα, καὶ συμφορῶν τὰς ἐφόδους, διάλυσον μητρικαῖς σου ἱκεσίαις· ὅπως χαρμονικώς μεγαλύνω σε Ἄχραντε.

Θεοχαρίτωτε Κόρη, ἢ προστασίᾳ τοῦ κόσμου, κατάβαλε πολεμίων τὰς ἐπάρσεις, σῴζουσα λαόν, καὶ τὴν ποίμνην σου ἄτρωτον.

Προσόμοια. Σήμερον γρηγορεῖ ὁ Ἰούδας.
Χαῖρε ἡ βύσσος ἡ λευκοτάτη, καὶ κεκλωσμένη Πανάμωμε, βάθος νοημάτων, ἐν τῇ διανοίᾳ, κλώσασα Παρθένε, Πνεύματος Ἁγίου· ἐξ ἦς ἐξυφάνθη ἡ πορφυροχρυσόμικτος, ἐπωμὶς σαρκώσεως, τῶν ἄνω δυνάμεων, τῷ ἰεραρχοῦντι καὶ τελεταρχοῦντι, Χριστῷ ὑπὲρ ἔννοιαν.

Χαῖρε Ἁγνῇ Κεχαριτωμένῃ, τὸ χαριέστατον ὄνομα, καὶ πρᾶγμα Θεοτόκε· χαρὰς αἰωνίου, χαρίεν χωρίον, τῆς τῶν προπατόρων, ἀναίρεσις· ὡς τῆς χαράς τὸν αἴτιον, Παρθένε γεννήσασα, καὶ χαρὰν βραβεύουσα, παντὶ τῷ σε ὑμνοῦντι, δἰ ἦς οὐρανὸς καὶ γῆ χαίρουσιν.

Χαῖρε ἀπαρακλήτου ψυχῆς μου, θυμηδεστάτη παράκλησις· Χαῖρε ἡ γλυκείᾳ, καὶ πρωινῇ δρόσος· τὸ εὔκρατον χαῖρε, καὶ γαληνὸν πνεῦμα· ζεφείριος αὔρα· πνοῇ τε ἀναψύχουσα· λεπτὸν τε Πανάχραντε, καὶ ἡδὺ ψιθύρισμα, καὶ διασυρίζον, τοὺς φλεγομένους πυρὶ τῶν θλίψεων.

Ὄνομα εὐλαβείας Παρθένε, ἐμαυτῷ ἔξω θέμενος, παίγνιον πορνείας, ἐντὸς χρηματίζω· καὶ ἀλαζονίας γέλως καθορῶμαι· θηρίοις γὰρ δυσίν ὡς ἀντιμάχοις, παραδέδομαι ἐξ ἀπροσεξίας μου· διὸ τούτων ῥῦσαί με, σῦ γὰρ ἀγαλλίαμα, πέφυκας ψυχῆς μου καὶ πεποίθησις.

 

ΑΡΧΗ ΤΟΥ πλ. δ’. ΗΧΟΥ

ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΟΣΙΟΥ ΝΙΚΟΛΑΟΥ ΤΟΥ ΚΑΤΑΣΚΕΠΗΝΟΥ.

Ὡς ὁρᾶται ἐν τοῖς ὑστέροις Θεοτοκίοις.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Θεία προνοίᾳ γεγονὼς εἰς ὕπαρξιν, καὶ κατ’ εἰκόνα Θεοῦ, τὸ νοερὸν οἴμοι! τῆς ψυχῆς ἐμόλυνα, ταῖς πρὸς τὸ χεῖρον νεύσεσιν· άλλὰ σὺ τῆς γεέννης, ῥῦσαι Παρθένε καὶ σῶσόν με· ὅπως εὐχαρίστως δοξάζω σε.

Μεμολυσμένην μυσαροῖς ἐν πάθεσι, φέρω συνείδησιν· καὶ ὡς σαπρὸν δένδρον, βρίθω ἁμαρτήμασι· Δέσποινα δὸς γενέσθαι με, ξύλον πεφυτευμένον, ἐν διεξόδοις δακρύων μου, καὶ καρποφορήσαι μετάνοιαν.

Καλῶν ἰδέαις τὴν ψυχήν μου καλλῦνον, ἡ καλλονῇ Ἰακώβ· ἣν ὁ Θεὸς Λόγος, ὡς καλὴν καὶ ἄμωμον, ἠγαπηκὼς ἐσκήνωσε, καὶ παθὼν εἰδεχθείας, τὸ δυσειδὲς με χιτώνιον, διὰ ἀπαθείας ἀπόδυσον.

Ναὸν με δεῖξον τοῦ Ἁγίου Πνεύματος, ἡ καθαρά τοῦ Θεοῦ, καὶ άληθής Μήτηρ, ἡ πανυπερθαύμαστος· σὲ γὰρ προστάτιν κέκτημαι, καὶ ὑπέρμαχον πάσαις, βιωτικαῖς περιστάσεσι· καὶ πρὸς τὸν Θεὸν πρέσβυν ἄγρυπνον.

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἡ ὑπὲρ φύσιν ἐν γάστρι, ἄνευ σπορᾶς συλλαβοῦσα· καὶ τὸν Λόγον ὑπὲρ λόγον τεκοῦσα, παρὰ φύσιν ἐν πολλοῖς, ἡμαρτηκότα δέξαί με· καὶ τοῖς ἀλόγοις ζώοις, ὁμοιωθέντα ἐλέησον.

Ὑπερνικᾷς μόνη Ἁγνῇ, τοὺς γηγενεῖς ἐν ἁγνεία· καὶ ἐγὼ ἐν ἀσωτίᾳ τὴν φύσιν τῶν Ἀγγέλων ὅθεν σύ, Τιμιωτέρᾳ πέφυκας· κᾀγὼ δαιμόνων χείρων ἀλλά με σῶσον τὸν ἄσωτον.

Εἰ καὶ κατήντησα σεμνῇ, εἰς λάκκον ταλαιπωρίας, καὶ εἰς βόθρον ἀπογνώσεως ὅλος· ἀλλ’ εἰδώς σου τὴν πολλήν, καὶ ἄμετρον συμπάθειαν, χεῖρας σοι ἀνατείνω· καὶ γοῦν οἰκτείρασα σῶσόν με.

Ἵνα δοξάζω εὐλαβῶς, καὶ εὐσεβῶς προσκυνῶ σε, ἐξελοῦ με τὸν ἀχρεῖον σου δοῦλον, ἐκ παντοίων πειρασμῶν, κινδύνων τε καὶ θλίψεων, καὶ νοσημάτων Κόρη, καὶ τῆς μελλούσης κολάσεως.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Σὺ τῆς ἐμῆς, καρδίας τὸ ἀγαλλίαμα· Θεοτόκε σύ μου τὸ κραταίωμα· σύ μου τὸ καύχημα καὶ τὸ φῶς· σύ μου θυμηδία· σὺ δόξα καὶ ἐγκαλλώπισμα· ζωὴ πνοῇ γλυκύτης, ἡδονῇ εὐφροσύνῃ καὶ χαρὰ καὶ τρυφῆς ἡ ἀπόλαυσις.

Ἐκ ῥυπαρῶν, δέχου χειλέων ἐγκώμια, ἡ Ἁγία Κόρη καὶ Πανύμνητος· καὶ καταφύγιον ἀψευδές, τῷ κατεγνωσμένῳ, γενοῦ μοι καὶ ἱλαστήριον· καὶ ῥῦσαι με τοῦ ᾄδου, τῆς πίκρας καταδίκης, ταῖς πρεσβείαις σου Θεοχαρίτωτε.

Ἡ τῶν πιστῶν μόνη ἑτοίμη βοήθεια, βοηθείας χεῖρα ἡμῖν ἔκτεινον, καὶ ὐπερμάχησον τῆς ἡμῶν, Κόρη εὐτελείας, καιρῶ πολέμου δεόμεθα· φωναῖς χαριστηρίοις, ὅπως ἀδιαλείπτως, τὴν θερμήν σου ὑμνῶμεν ἀντίληψιν.

Καταπειθής, τῷ πράττειν φαῦλα γενόμενος, ἐκ τοῦ πράττειν, ἦλθον εἰς συνήθειαν· ἐκ συνηθείας δὲ εἰς ψιλήν, διάθεσιν εἶτα, ἐκ διαθέσεως ἔφθασα, εἰς ἕξιν ἡ δὲ ἕξις, οἷα φύσις δεύτερα, ἐγκειμένῃ τὸ ἔθος ὣς χρέος ζητεῖ.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ῥαθυμίας τῷ ὕπνῳ, καὶ τῆς ἀμελείας τῷ κάρῳ βαρούμενος, ἀναισθήτως ἔχω, καὶ ἐν ζόφῳ παθὼν περιφέρομαι· ἀλλὰ φώτισόν μου, τοὺς ὀφθαλμοὺς φωτὸς ἡ πύλη· ἵνα μὴ ἀφυπνώσω εἰς θάνατον.

Σοὶ προσπίπτω καὶ κράζω, νέκρωσον Πανάμωμε τὴν βασιλεύουσαν, ἐν ἐμοὶ καὶ ζῶσαν, ἁμαρτίαν νόος ἀῤῥωστήματι· καὶ ζωῆς με θείας, ἐν μετοχῇ ποίησον Κόρη, νεκρωθέντα σαρκὸς τῷ φρονήματι.

Νεανίας ἀφλέκτους, τρεῖς ἐν φλογοτρόφῳ χωρίῳ χορεύοντας, καὶ καταπατοῦντας, ἡδονῶν τὴν παφλάζουσαν κάμινον, τῆς ψυχῆς μου δεῖξον, τὸ τριμερὲς ἡ τῆς Τριάδος, τῆς Ἁγίας τὸν ἔνα γεννήσασα.

Ὀμβροτόκον νεφέλην, ὕδωρ ἐπιῤῥαίνουσαν τῆς ἐπιγνώσεως, καὶ τοὺς ἐκτακέντας, ἀγνωσίας φλογμῶ καὶ ἐκλείποντας, ἀναψύχουσαν τε, καὶ δροσερώς ἀνακτωμένην, σε γινώσκομεν Κόρη Πανύμνητε.

ᾨδὴ ς΄. Ἱλάσθητί μοι Σῶτερ.
Ἀθέων Ἀγαρηνῶν, τὰ βέλη σύντριψον Δέσποινα, καὶ πᾶσαν ἐπιβουλήν, δαιμόνων ματαίωσον, λαὸν χριστεπώνυμον, σκέπων καὶ φυλάττων· ἵνα πόθῳ σε δοξάζωμεν.

Μαρίᾳ τὸ καθαρόν, καὶ πάνσεπτον ἐνδιαίτημα, τοῦ πάντων Δημιουργοῦ, ψυχῆς καθαρτήριον, παράσχου μοι δάκρυον, καὶ ἐπάκουσον μου, τῆς δεήσεως Πανάμωμε.

Παλάτιον νοητόν, τοῦ βασιλέως γεγένησαι· διὸ σε ἐκδυσωπῶ, ἀνάνειξον οἶκόν με· τῆς Τριάδος Δέσποινα, τὰ ζοφώδη πάθη, τῆς ψυχῆς μου ἀπελαύνουσα.

Λαμψάτω νῦν ἐπ’ ἐμέ, ἡ ἄφατος εὐσπλαγχνίᾳ σου, βυθοῦ με ἁμαρτιῶν, καὶ τῆς ἀπογνώσεως, Κόρη ἀπαλλάττουσα, καὶ πρὸς μετανοίας, τοὺς λιμένας ἐμβιβάζουσα.

Κάθισμα. Τὸ ἀσάλευτον στήριγμα.
Τὸ οὐράνιον σέβασμα τῶν δυνάμεων· καὶ ἐγκόσμιον ὕψωμα τῶν ψυχῶν ἡμῶν, τὴν Μητροπάρθενον Κόρην εὐφημήσωμεν πιστοί· χαῖρε ἡ τὸν Ἀγγέλων Ποιητὴν ἐν μήτρα βαστάσασα· χαῖρε ἡ τῶν πταιόντων ἱλασμόν, Θεὸν Λόγον σαρκώσασα· χαῖρε νύμφη ἀνύμφευτε.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁ καρπὸς Θεοτόκε, τῆς σεπτῆς σου νηδύος ἡμᾶς ἐζώωσε, καρπῶ θανατωθέντας· διὸ σε κατὰ χρέος, ἀνυμνοῦντες κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Ὑπὲρ φύσιν καὶ λόγον, τὸν Δεσπότην τῶν ὅλων ἐκυοφόρησας, καὶ τρέφεις ἐκ μαζῶν σου, τὸν πᾶσιν εὐκαιρίας, ἑτοιμάζοντα τράπεζαν· ὃν ἐκτενῶς Ἀγαθῇ, ὑπὲρ ἡμῶν δυσώπει.

Νηπιόφρονα γνώμην καὶ ἀβέβαιον φρένα, καὶ λογισμὸν ἀτελῆ, Παρθένε κεκτημένος, τοῦ χείρονος τὸ κρείτον, οὐ προκρίνω ὡς νήπιος· αὐτὴ μοι δὸς ἀνδρικῶς, φρονῆσαι τὸ συμφέρον.

Ἀειπάρθενε Κόρη, ἡ Θεὸν σαρκωθέντα ἡμῖν κυήσασα, πολλαῖς κυριευθεῖσαν, ἀτόποις ἁμαρτίαις τὴν ψυχήν μου διάσωσον, εὐλογημένῃ Ἁγνή· ἵνα σε μακαρίζω.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Γόνυ ποτὲ μὴ κλίναντες, παρανομῶ σεβάσματι, παῖδες εἰς πυράν, τὴν ἐπηρμένην βέβληνται, καὶ μένουσιν ἄφλεκτοι· ταῖς ἡδοναῖς ἐγὼ δὲ πεισθείς, μέλλω τῷ πυρί, τῷ αἰωνίῳ βληθῆναι· καὶ κόπτεσθαι καὶ κλαίειν· άλλὰ φεῖσαι μου Κόρη, διδοὺς ἐπιστροφὴν μοι, ταῖς θείαις σου πρεσβείαις.

Αἱ ἡδοναὶ τοῦ σώματος, καὶ κινήσεις αἱ ἄτακτοι, καὶ παραλλαγαὶ τῆς φυσικῆς συστάσεως, ἀθλίως τελούμεναι, τῷ ἀκοιμήτῳ σκόληκι, πέμπουσι τοὺς ταύταις, ἐπιμένοντας πάντῃ, καὶ μὴ μετανοοῦντας· τί ποιήσω ὁ τάλας! πρὸς σε οὖν καταφεύγω· οἰκτείρησόν με Κόρη.

Ἡ δεξαμενὴ Ἄχραντε, πῦρ τὸ Θεῖον ἐν σπλάγχνοις σου, φλέξον τῶν παθών μου, πᾶσαν ὕλην δέομαι· τὸν νοῦν μου καταύγασον καὶ τὴν καρδίαν λάμπρυνον· καὶ ἀναβοῶντα, πάσης λύτρωσαι βλάβης· οἱ παῖδες εὐλογεῖτε· Ἱερεῖς ἀνυμνεῖτε· λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ὁ κατοικήσας Κύριος, τὴν ἀμόλυντον μήτρα σου, ἄλλον οὐρανὸν σε, ἐπὶ γῆς ἀνέδειξε, Μαρίᾳ Πανύμνητε· ὅθεν πιστῶς κραυγάζω σοι, πάντων τῶν τῆς γῆς με, πειρασμῶν καὶ κινδύνων, διάσωσον καὶ πάσης, προσβολῆς τῶν δαιμονῶν, καὶ νόσων καὶ πταισμάτων, Ἁγία Θεοτόκε.

Ὁ Εἱρμός.
Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς Θεοσεβέσιν, ἕμμανώς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδῶν, τὸν Δημιουργὸν καὶ λυτρωτὴν ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε· Ἱερεῖς ἀνυμνεῖτε· λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἐν πάσῃ τῇ ζωή μου Κόρη Ἁγνή, ἀντιλαμβανομένῃ περίθαλπε, τὴν ταπεινήν, καὶ πολυαμάρτητόν μου ψυχὴν ἐν τῷ καιρῷ δὲ μάλιστα, τῷ τῆς διαζεύξεως καὶ τομῆς, τῆς ἀπὸ τοῦ δυστήνου, σαρκίου τοῦ ῥοώδους, καὶ λυομένου δίκην κόνεως.

Ἐπίφανόν μοι τότε Μῆτερ Θεοῦ, τὸ τῆς σὴς ἀντιλήψεως πρόσωπον, καὶ τῶν ἐχθρῶν, πρόσωπα ζοφώδη καὶ εἰδεχθῇ, τῶν συλλαβεῖν θελόντων με, καὶ διασπαράξαι θηριωδῶς, πλήρωσον ἀτιμίας, ὁδῷ τῶν σῳζομένων, ἡ ὁδηγός μου ὁδηγοῦσά με.

Γενοῦ μοι προστασίᾳ ἐν πειρασμοῖς, ἐν ἡμέρα ὀργῆς ἀπροσμάχητος, πύργος Ἁγνή· ἐν ἐπιβουλῇ μόνη βοηθός, ἐν συμφοραῖς ἀντίληψις, ἔχουσα τὸ δύνασθαι ἀγαθή, ὡς Μήτηρ τοῦ Ὑψίστου, ἰσχύεις ἀκωλύτως, ὅσα γὰρ θέλεις Θεονύμφευτε.

Ὑψώθη ἐδοξάσθη γένος βροτῶν, καὶ τιμῆς ἠξιώθη τῆς κρείττονος, διὰ τῆς σῆς, Κόρη συγγενείας καὶ θεϊκῆς, υἱοθεσίας ἔτυχε· τῇ σῇ μεσιτείᾳ καὶ γὰρ Θεός, ὠράθη σαρκοφόρος, ἐκ σοῦ ἀῤῥήτῳ τρόπῳ, ἄτρεπτος μείνας τῇ Θεότητι.

Προσόμοια. Ὧ τοῦ παραδόξου θαύματος.
Χαῖρε πανάγιον τέμενος, τοῦ βασιλέως Χριστοῦ· Χαῖρε βάθος ἀμέτρητον· Χαῖρε ὕψος ἄῤῥητον, καὶ Ἀγγέλοις ἀγνώριστον· τῶν βασιλέων χαῖρε διάδημα· καὶ ἱερέων, καύχημα τίμιον· Χαῖρε ὁλόφωτε· Χαῖρε Πανακήρατε· Χαῖρε πιστῶν, ἀπόρθητον ἔρεισμα, καὶ πύργε ἄσειστε.

Χαῖρε πυλύευκτον ὄνομα· Χαῖρε χρυσὴ κιβωτέ· Χαῖρε πένθους ἀναίρεσις· καὶ χαρὰς ἀνέγερσις, Θεοτόκε Πανύμνητε· τὸ τῶν δακρύων χαῖρε λυτήριον τῆς εὐφροσύνης χαῖρε ἡ εἴσοδος· Χαῖρε ἀπείρανδρε· Χαῖρε Μήτηρ ἄνυρμφε καταφυγῇ, πάντων καὶ ἀντίληψις, τῶν προστρεχόντων σοι.

Χαῖρε παγκόσμιον καύχημα· Χαῖρε λυχνία χρυσῇ, φωταυγής καὶ Ὑπέρλαμπρε· Χαῖρε θεῖα γέφυρα, πρὸς ζωὴν ἡ μετάγουσα, τοὺς νεκρωθέντας τοῖς παραπτώμασι, καί τὰ πάθη κατολισθήσαντας· Χαῖρε ἀμίαντε· Χαῖρε ἀκένωτον ῥεῖθρον ζωῆς, πηγὴ ἡ πηγάσασα· Χαῖρε πανθαύμαστε.

Σάρκα λαβὼν ἐξ αἱμάτων σου, ὁ πρὸ αἰώνων Θεός, σὲ προστάτιν ἀνέδειξε, τῶν ἀνθρώπων Ἄχραντε διὸ ῥῦσαι τοὺς δούλους σου, πάσης ἀνάγκης καὶ περιστάσεως, καί τῶν παγίδων τοῦ πολεμήτορος· καὶ τῆς ἐλλάμψως, μετασχεῖν ἀξίωσον τῶν ἐκλεκτῶν, πάντας τοὺς δοξάζοντας καὶ προσκυνοῦντας σε.

 

ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ.

ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.

ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΘΕΟΦΑΝΟΥΣ ΝΙΚΑΙΑΣ ΤΟΥ ΓΡΑΠΤΟΥ.

Ὡς ὁρᾶται ἐν τοῖς ὑστέροις Θεοτοκίοις.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἀπὸ χειλέων ῥυπαρῶν ἐφύμνιον, δέχου Πανάμωμε, ὡς πρὶν ὁ Υἱός σου, Θεός μου καὶ Κύριος, τῆς χήρας κατεδέξατο, τὰ λεπτὰ καί τὴν λύσιν, τῶν ὀφλημάτων παράσχου μοι· ὅπως κατὰ χρέος γεραίρω σε.

Λόγον Θεοῦ σωματωθέντα τέτοκας, τὸν πρὶν ἀσώματον, θεανδρικῶς κόσμῳ συναναστρεφόμενον, ὑπερφυῶς Πανάμωμε Θεοτόκε Μαρία· διό σε πάντες γεραίρομεν, καὶ χρεωστικῶς μακαρίζομεν.

Τὸ Θεοτόκον σε κηρύττειν ἄχραντε, πάσης αἱρέσεως· ἀποτροπὴν φέρει· σάρκα γὰρ γενόμενον ἀναλλοιώτως τέτοκας τὸν ἐπέκεινα φύσει, Θεογεννήτορ τῆς κτίσεως, Λόγον τοῦ Θεοῦ τὸν ἀΐδιον.

Θεοκυήτορ Μαριάμ θεώσεως, τετύχηκε διὰ σου, ἡ ταπεινὴ φύσις, τῶν βροτῶν καὶ ῥέουσα· ἐν σοὶ γὰρ νυμφευσάμενος, ὁ Θεός μου τὴν σάρκα, ἐνυποστάτως ἐλάμπρυνε, καὶ εἰς οὐρανοὺς ἀνεβίβασεν.

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Πύλη ἐδείχθης νοητή, ἀνατολῆς τῆς ἐξ ὕψους, ἐν τῇ γῇ φανερωθείσης Παρθένε· διὰ σου γὰρ πρὸς ἡμᾶς, ὁ Λόγος εἰσελήλυθεν, ἐπὶ τῷ σώσαι πάντας, τῆς ἀλογίας Πανάχραντε.

Ῥάβδον βλαστήσασαν Χριστόν, τὸ ἄνθος τῆς ἀφθαρσίας, καὶ χρυσοῦν θυμιατήριον πάντες, σε γινώσκομεν ἁγνή, θείας οὐσίας φέρουσαν, ἐν ταῖς ἀγκάλαις Κόρη, ἄνθρακα Θεοχαρίτωτε.

Σωτηριώδους δἰ’ ἡμᾶς, τοῦ Λόγου οἰκονομίας, φωτεινὴ σὺ Μητροπάρθενε πύλη, ἐγνωρίσθης ἀληθῶς· σὺ γὰρ ἡμῖν εἰσήγαγες, τὴν νοητὴν ἀκτῖνα, τῆς ὑπερθέου Θεότητος.

Ἐπὶ τὴν ἄχραντον νηδύν, ὡς ὑετὸς ἐπὶ πόκον, σου κατέβη ὁ Θεός μου Παρθένε, καὶ ἐδρόσισεν ἡμᾶς τοὺς ἐκτακέντας καύσωνι, τῆς ἁμαρτίας δρόσῳ φιλανθρωπίας καὶ χάριτος.

ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Σὺ ἀληθῇς, τῆς σωτηρίας ὑπόθεσις, Θεομῆτορ μόνη ἐχρημάτισας, τῷ Ποιητῇ καὶ Δημιουργῷ, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων, σάρκα δανείσασα· δἰ’ ἧς αἱ τοῦ θανάτου, συνετρίβησαν πύλαι, καὶ ζωὴ τοῖς ἀνθρώποις δεδώρηται.

Νεοθαλής, ἀθανασίας Παράδεισος, καὶ ὡραῖος ὄντως ἀναδέδειξαι, ξύλον ζωῆς ἐν σοι φυτευθέν, θεαρχικωτάτως, κυοφοροῦσα, καὶ τίκτουσα, τὸ πᾶσιν ἀποστάζον ζωηφόρους ἐλπίδας, τοῖς πιστῶς Θεοτόκον φρονοῦσί σε.

Δαβιτικής, ἐκ βασιλίδος βλαστήσασα, συγγενείας τὸν παμβασιλεύοντα, καὶ πρὸ αἰώνων ἐκ τοῦ Πατρός, Λόγον ἀποῤῥήτως καὶ ὑπὲρ νοῦν ἀναλάμψαντα, ἐγέννησας Παρθένε· Θεοτόκον διὸ σε, θεοφρόνως πιστοὶ καταγγέλομεν.

Ὁ πλαστουργός, ἐκ τοῦ αἰῶνος σε εὔρατο, ἐν κοιλάδι, κρίνον καθαρώτατον, ταῖς ἀρεταῖς λάμπουσαν σεμνή· βάθει τῆς ἁγνείας, εὐρύτητι τῆς σεμνότητος, καὶ ὕψωσεν ἐν γένει, τῶν ἀνθρώπων διό σε, ὡς Μητέρα τοῦ Κτίστου δοξάζομεν.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Στρατηγίαι τῶν ἄνω, Πάναγνε Δυνάμεων σε μακαρίζουσι· γενεαὶ δὲ πᾶσαι, τῶν ἀνθρώπων ἀξίως δοξάζουσι· δία σου γὰρ μόνης, οἱ ἐπὶ γῆς τοῖς οὐρανίοις, συναφθέντες ὑμνοῦμεν τὸν τόκον σου.

Τὴν ἀθάνατον φύσιν, ἡ θνητῇ παρέδραμεν εἰς ἁγιότητα, καὶ Παρθένος Κόρη, τοὺς ἀσάρκους Ἀγγέλους παρήλασεν· ὡς Θεὸν τεκοῦσα· τὸν βασιλέα τῶν Ἀγγέλων· ὦ προσβλέπειν ἐκείνοις ἀδύνατον.

Τῶν πιστῶν ἡ προστάτις, τεῖχος ἀκατάλυτον τῶν εὐφημούντων σε· ἡ παντὶ τῷ γένει, τῶν ἀνθρώπων φανεῖσα σωτήριος, ὡς Θεὸν τεκοῦσα, σωματικῶς ἐπιφανέντα, τὴν ψυχήν μου διάσωσον Πάναγνε.

Φωτεινὴν σε νεφέλην, φέρουσαν τὸν ἄδυτον ἥλιον Δέσποινα, οἱ βροτοὶ εἰδότες, ἀνυμνοῦμεν καὶ πόθῳ γεραίρομεν· τὴν γὰρ ἀμορφίαν, τὴν ἐν Ἀδὰμ ἀμαυρωθεῖσαν, ἀνεμόρφωσας θείαις λαμπρότησιν.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ὁ θρόνος ὁ τοῦ Θεοῦ, τῶν Χερουβεὶμ ὁ ὑπέρτερος· νεφέλη ἡ τοῦ φωτός, ψυχῆς μου τὰ ὄμματα, Παναγίᾳ φώτισον, καὶ παθὼν ἀχλύος, τὴν καρδίαν μου καθάρισον.

Ἡ μήτηρ τοῦ λυτρωτοῦ, καί τῶν κτισμάτων βασίλισσα, αἰχμαλωσίᾳ δεινή, ληφθέντα με λύτρωσαι, Μαρίᾳ Πανάμωμε· καὶ τῆς βασιλείας, τοῦ Υἱοῦ σου καταξίωσον.

Ἡ κλῆσις σου ἀληθῶς, ψυχῶν ὑπάρχει καθάρσιον· καὶ ῥυπαρῶν λογισμῶν, ἐστὶν ἐλατήριον καὶ φυγαδευτήριον, πονηρῶν πνευμάτων, Θεοτόκε ἀειπάρθενε.

Ἀσμάτων ᾆσμα σὺ εὶ, Θεοχαρίτωτε Δέσποινα· Ἀγγέλων ἡ καλλονῇ, βροτῶν ἡ ἀνάπλασις· Θεὸν γὰρ ἐγέννησας, σεσωματωμένον, τὸν τὰς φύσεις μεταλλάττοντα.

Κάθισμα. Τὴν σοφίαν καὶ Λόγον.
Δεῦτε πάντα τὰ ἔθνη Θεοπρεπώς, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ὑμνήσωμεν λέγοντες· χαῖρε θρόνε πυρίμορφε, τοῦ Δεσπότου τῶν ὅλων, Χριστοῦ τοῦ Παντάνακτος· χαῖρε μόνη Κυρία, ἀπᾴσῃς τῆς Κτίσεως· χαῖρε τὸ δοχεῖον, τῆς Ἁγίας Τριάδος· Πατρὸς Υἱοῦ καὶ Πνεύματος, τὸ λαμπρὸν καὶ ἀκήρατον, Μαριάμ Θεοδόξαστε· πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων, ἄφεσιν δωρήσασθαι, τοῖς σοὶ προστρέχουσι πίστει, καὶ πόθῳ ὑμνοῦσί σε.

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Νῦν πάντα πεπλήρωται, φωτός τοῦ θείου διὰ σου Πάναγνε· σὺ γὰρ πύλης ἐφάνης, δἰ’ ἧς τῷ κόσμῳ Θεὸς ὡμίλησε, καταφωτίζων τοὺς πίστει κραυγάζοντας· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Συνέλαβες ἄχραντε, τὸν ἐπὶ πάντων Θεὸν καὶ Κύριον, εὐδοκήσαντα σώσαι, τὸ τῶν ἀνθρώπων γένος θανάτου φθοράς· ὃν ἐπαξίως ὑμνοῦμεν κραυγάζομεν· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Παλάτιον ἔμψυχον, τοῦ βασιλέως Χριστοῦ Πανύμνητε· χαῖρε στάμνε τὸ μάννα, ἐν τῇ γαστρί σου θείω βαστάσασα, τὸ διατρέφον τοὺς πόθῳ κραυγάζοντας· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Νυμφῶνα πανάχραντον, τῆς ὑπὲρ λόγον θείας σαρκώσεως, καὶ παστάδα καὶ θρόνον, ὀρθὰ φρονοῦντες σε ὀνομάζομεν· καὶ γεγηθότες τῷ τόκῳ σου ψάλλομεν· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Θεογεννήτορ Δέσποινα,των πιστῶν τὸ κραταίωμα· ταῖς πρὸς τὸν Υἱόν σου, μητρικαῖς δεήσεσι, αὑτὸν μοι ἰλέωσον, τὸν ἀληθῶς εὐίλατον, καὶ ἁμαρτιῶν μου, τὸ χειρόγραφον ῥῆξον· καὶ δεῖξον Παναγίᾳ, σῳζομένων με κλήρου, ἵνα σε μεγαλύνω εἰς πάντας τοὺς αἰῶνας.

Ἡ ἐν ἀνάγκαις σῴζουσα, καὶ θερμῶς προστατεύουσα, πάντων τῶν ἐν θλίψει, Παναγίᾳ Δέσποινα σπλαγχνίσθητι, σῶσόν με καὶ πεπτωκότα ἔγειρον, χεῖρα βοηθείας, πρὸ τοῦ τέλους διδοῦσα· μὴ νῦν με τοῦ θανάτου, καταλάβῃ ὑπνοῦντα, ἵνα σε κατὰ χρέος δοξάζω εἰς πάντας τοὺς αἰῶνας.

Ἄλλην ἐκτός σου Δέσποινα, βοηθὸν οὐκ ἐπίσταμαι, πλήν σου πρὸς Θεόν, καταλλαγὴν οὐ κέκτημαι· ἐλέησον ἄχραντε, ἐμὲ τὸν ἀπολλύμενον, διὰ τὰς ἐκ βρέφους ἀθεμίτους μου πράξεις· καὶ σῶσόν με βοῶντα χαῖρε εὐλογημένῃ, χαῖρε δεδοξασμένῃ εἰς πάντας τοὺς αἰῶνας.

Οὐρανομήκη κλίμακα, νοητὴν σε γινώσκομεν· δἰ’ ἧς καταβάς, μετὰ σαρκός, ὁ Ὕψιστος, ἀνθρώποις ὡμίλησε, καὶ ταπεινοὺς ἀνύψωσε, πρὸς τὴν ὑψηλήν, τῶν οὐρανῶν πολιτείαν· ἐντεῦθεν ἀνωτέραν, οὐρανῶν καὶ Ἀγγέλων, καὶ πάντων ποιημάτων κηρύττομεν σε Κόρη.

Ὁ Εἱρμός.
Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων, ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ λυτρωτὴν ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Τὸν θρόνον τοῦ Δεσπότου τὸν ὑψηλόν, τὴν καθέδραν Χριστοῦ τὴν περίδοξον· τὸν εὐαγῇ θάλαμον τὸ πάγχρυσον ἱερόν, τὸ Θεοδόχον τέμενος, τὴν παντοβασίλισσαν Μαριάμ, τὴν δόξαν τῶν Ἀγγέλων, βροτῶν τὴν σωτηρίαν, πάντες οἱ πιστοὶ ἀνευφημήσωμεν.

Τὸν πάντων βασιλέα καὶ Ποιητήν, συλλαβοῦσα Παρθένε ἐκύησας· καὶ νῦν ἰδού, οἷα περ βασίλισσα δεξιά, τούτου ἁγνὴ παρίστασαι· ὅθεν δυσωπῶ σε ἀριστερᾶς, μερίδος λύτρωσαι με, ἐν ὤρα τῇ τῆς δίκης, καὶ δεξιοῖς προβάτοις σύνταξον.

Ἀΰλων ἐκ λειμώνων τῶν τῆς ψυχῆς, τῶν ἀσμάτων τὰ ἄνθη δρεψάμενος, καὶ τῇ ῥοῇ μίξας τῶν δακρύων μου ἐν πυρί, τῷ τῆς καρδίας ἔψησα, Δέσποινα καὶ μύρον ἐσκευακώς, τὸν ὕμνον ὡς ἡ πόρνη, τοὺς σοὺς ἀχράντους πόδας, ἐν τούτῳ βρέχω κράζων σῶσόν με.

Σωτήριος γενοῦ μοι πύργος ἁγνῇ, τῶν δαιμόνων ἀπείργων τὰς φάλαγγας, καὶ πειρασμῶν, ὄχλον καὶ κινδύνων ἀποσοβῶν· καὶ τῶν παθών τὴν ἔφοδον, πόῤῥω ἀπελαύνων καὶ καθαράν, διδοὺς ἐλευθερίαν, καὶ θείων χαρισμάτων, τὴν ἀφθονίαν παρεχόμενος.

Προσόμοια. Ὦ τοῦ παραδόξου.
Χαῖρε πηγῇ ἡ ζωήῤῥρυτος· χαῖρε λαβὶς νοητή, ἡ τὸν θεῖον καὶ ἄσβεστον, ἐν κοιλία φέρουσα, Ἠσαΐας ὃν ἔβλεψε, Θεογεννήτορ ἄνθρακα ῥύπτοντα, παντός τοῦ κόσμου τὰ ἁμαρτήματα· Χαῖρε περίδοξον, ἄκουσμα καὶ λάλημα, χαῖρε σεμνῇ· Χαῖρε θεῖον οἴκημα, καὶ ὄρος ἅγιον.

Χαῖρε Παρθένε Πανάμωμε· χαῖρε ζωῆς θησαυρέ· Χαῖρε ὄρος κατάσκιον· Χαῖρε στῦλε πύρινε, καὶ νεφέλη ὑπέρφωτε, παντὸς ῥυπώδους χαῖρε καθαίρεσις, χαῖρε τοῦ κόσμου ἡ ἀνακαίνισις, χαῖρε ἀνύμφευτε· Χαῖρε Μήτηρ ἄχραντε· Χαῖρε φλογμόν, σβέσασα τῷ τόκῳ σου· Χαῖρε ἡ πάντων ἐλπίς.

Χαῖρε ἁγνείας θησαύρισμα· χαῖρε φωτὸς καθαρόν, καὶ φαιδρὸν ἐνδιαίτημα· Χαῖρε στάμνε πάγχρυσε, καὶ παλάτιον ἔμψυχον, τοῦ βασιλέως θρόνε πυρίμορφε, εὐλογημένῃ χαῖρε ἀπείρανδρε· Χαῖρε πανάσπιλε· Χαῖρε καταφύγιον· Χαῖρε ἁγνῇ· Χαῖρε Θεοδόξαστε· Χαῖρε ἡ πάντων χαρᾷ.

Σῶμα ψυχὴν καί τὸ πνεῦμα μου, πάσαις δειναῖς ὁ δεινός, ἐργασίαις ἐμόλυνα, τὸ μὲν σῶμα πάθεσι, παραδούς τῆς αἰσχρότητος· ψυχὴν δὲ πᾶσιν ἐπιτηδεύμασι, πονηροτάτοις οἷς περ συνέζησα· αὖθις τὸ πνεῦμα, δέ, ἐπηρμένοις ἤθεσι καὶ σκολιοῖς, Δέσποινα φρονήμασιν, ἐξ ὧν με λύτρωσαι.