Χαιρετισμοί εις την Αγία Παρθενομάρτυρα του Χριστού Γλυκερία η εκ Tραϊανουπόλεως Θράκης την Μυροβλύτιδα
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Κοντάκιον. Ἤχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς παρθενίας τὸν λειμῶνα τὸν μυρίπνοον, ἐξ οὗ χαρίτων τὰς ἀῤετὰς ἐπικαρπούμεθα, τὴν θεόφρονα τιμήσωμεν Γλυκερίαν.Νυμφευθεῖσα τῷ Χριστῷ γὰρ δι᾽ ἀθλήσεως, διασώζει ἀπὸ πάσης περιστάσεως, τοὺς κραυγάζοντας· χαῖροις μάρτυς πολύαθλε.
Ἄγγελος, ἐν ἀθλήσει ὁράθεῖσα τὴν φύσιν παρεῖδες τὴν φθαρτὴν Γλυκερίαν καὶ σὺν τῇ ἀθανάτῳ στολῇ τῆς ἀφθαρσίας τὸν νυμφῶνα κεκλήρωσαι, διασώζουσα κινδύνων τοὺς βοῶντας σοι τοιαῦτα·
Χαῖρε, δι᾽ ἧς ἡ φθορὰ ἠττᾶται·
Χαῖρε, ἐν ἧ ἡ χαρὰ ὁρᾶται.
Χαῖρε, τῆς φθαρείσης φυτείας ἀνάδυσις·
Χαῖρε, τῆς ζωούσης ἀρδείας ἀνάβλυσις.
Χαῖρε, ὕψος ἀγαπήσεως τοῦ τῶν ὅλων Ποιητοῦ·
Χαῖρε, βάθος τῆς ἀθλήσεως καθ᾽ ὑψώματος ἐχθροῦ.
Χαῖρε, ὅτι ὑπάρχεις παρθενίας δοχεῖον·
Χαῖρε, ὅτι ἐφάνης μαρτυρίας πυξίον.
Χαῖρε, λαμπὰς ἀΰλου θεώσεως·
Χαῖρε, ἀμνὰς ἐνθέου νεκρώσεως.
Χαῖρε, δι᾽ ἧς ἡ κακία μειοῦται·
Χαῖρε, δι᾿ ἧς ἧ σοφία ὑψοῦται.
Χαίροις μάρτυς πολύαθλε.
Βλέπουσα ἡ ἁγία τοῦ κριτοῦ τὴν μωρίαν ἐβόα πρὸς αὐτὸν παῤῥησίᾳ, τὸ παραφορόν σου, τοῦ νοός, ἀπρόσιτόν μου τῇ ψυχῇ ἔσεται, θεοῖς γὰρ ἀψύχοις τις θύει; ἀλλ᾽ ἢ ὁ μὴ κραυγάζων·
Ἀλληλούϊα.
Γνώσει τῆς ἀληθείας ἤρδευσας τὴν φυτείαν τοῦ Λόγου, ὦ σεμνὴ Γλυκερία, Τίς ὁ λαλὼν ἐν σοί; ἀλλ᾽ ἢ ὁ τὸ ἀσθενὲς περιζωννύων δύναμιν, δι᾽ ἧς αὐτομολοῦσα πρὸς αἰκισμοὺς ἀκούεις·
Χαῖρε, τὸ στέφος τῶν Νεανίδων·
Χαῖρε, τὸ σκεῦος τῶν ἀπορρήτων.
Χαῖρε, τῆς ἀκτίστου ῥοπῆς τὸ ϑησαύρισμα·
Χαῖρε, τῆς ἐνύλου ἰσχύος ἡ ἀπώλεια.
Χαῖρε, λόγον ἡ βλυστάνουσα ἐκ χειλέων τῆς ζωῆς·
Χαῖρε, ὕδωρ ἡ πηγάζουσα ἐκ καρδίας τῆς τρυφῆς.
Χαῖρε, ὅτι ἀπώσω φθειρομένων τὸ κάλλος·
Χαῖρε, ὅτι ἐδέξω τὸ ἀθάνατον κράτος.
Χαῖρε, χαρᾶς τυποῦσα τὴν ἔλλαμψιν·
Χαῖρε, φθορᾶς μειοῦσᾳ τὴν ἔκλυσιν.
Χαῖρε, στοργῆς ἀειζώου ἀκρότης·
Χαῖρε, σκηνῆς ἀειζώου φαιδρότης.
Χαίροις μάρτυς πολύαθλε.
Δόξαν διηγουμένη τοῦ πᾶσαν τὴν οἰκουμένην λαμπρύνοντος τῆς δόξης τῷ φέγγει, ἐπέστης τῷ ἀδικῷ κριτῇ, καὶ τούτου συνέτριψας σεβάσματα, τὰς ἀριστείας σου προγραφοῦσα καὶ ψάλλουσα·
Ἀλληλούϊα.
Ἐκ τριχῶν κρεμασθεῖσα καὶ τὰς σάρκας ξεσθεῖσα, τὴν ὕλην ἀπεβάλου αὐτίκα, διάχρυσον δὲ ἱματισμὸν δαυϊτικῶς περιθεμένη δεδόξασαι, δοξάζουσα, Γλυκερία, τοὺς βοῷντάς σοι τοιαῦτα·
Χαῖρε, ὁ ἄκμων τῆς καρτερίας·
Χαῖρε, ὁ λίθος τῆς βασιλείας.
Χαῖρε, τῶν ῥεόντων τοὺς ὅρους νικήσασα·
Χαῖρε, τῶν μελλόντων τὴν αἴγλην ἑλκύσασα.
Χαῖρε, ὕλης ἀποξέσασα ἁλουργίδα ἱεράν·
Χαῖρε, νίκης ἐξυφάνασα τὰς ἰδέας τῆς φθορᾶς.
Χαῖρε, ὅτι τὰς σάρκας ἀπηνῶς κατεξάνθης·
Χαῖρε, ὅτι ἐν πόνοις ἱερῶς ἐδοξάσθης.
Χαῖρε, Σταυροῦ πλουτοῦσα ἐνέργειαν·
Χαῖρε, ἐχθροῦ τροποῦσα δυσμένειαν.
Χαῖρε, ποινῶν ἐνεργοῦσα τὸ ἄχθος·
Χαῖρε, Χριστοῦ ἀπανθοῦσα τὸ πάθος.
Χαίροις μάρτυς πολύαθλε.
Ζωῆς ἐν τῷ θεμελίῳ τῆς ψυχῆς τὸν οἴκον ἱδρύσασα ἀθλήσεως πλοῦτον, συνήθροισας καρτερίαν αἰκισμῶν καὶ τοῖς κλονοιμένοις τῇ πίστει προτέθεικας ἐμμελῷς ἱκετεύουσα καὶ ψάλλουσα Θεῷ·
Ἀλληλούϊα.
Ἡ φρουρὰ ἡ καθείρχθης ὡς νυμφὼν ἐλογίσθη σοὶ, τῇ μνηστευθείσῃ τῷ Κτίστῃ, ἐν ἧ ἐνορῶσα τὸ κάλλος τοῦ Ἰησοῦ ἀγγελικῇ διακονία ἐκτρέφου ὡς ἄμωμος, λόγῳ τρέφουσα τοὺς σοὶ βοῶντας·
Χαῖρε τὸ κλῆμα τῆς παρθενίας·
Χαῖρε τό λῆμμα τῆς εὐσεβείας,
Χαῖρε χαρακτήρων φωτὸς ἐνδιαίτημα·
Χαῖρε ζωηφόρων ἰχνῶν ἀφομοίωμα.
Χαῖρε ὅτι ὡς ἀνάκτορον ὥκησας ἐν τῇ εἰρκτῇ·
Χαῖρε ὅτι ἐμεγάλυνας τὴν Τριάδα ἐν αὐτῇ.
Χαῖρε ἡ θεωρίας οὐρανίου πλησθεῖσα·
Χαῖρε ἡ συναφείας ἐπιγείου λυθεῖσα.
Χαῖρε τροφῆς Ἀγγέλων μεθέξασα·
Χαῖρε Χριστόν σὺν τούτοις αἰνέσασα.
Χαῖρε κοινῆς γεωργίας τὸ ἔρνος·
Χαῖρε λαμπρᾶς θεαυγείας τὸ φέγγος.
Χαίροις μάρτυς πολύαθλε.
Θεοσδότῳ ἑνώσει τεθηλυῖα ὡς ἕρπηξ συνέσχεις κριτὴν ἐν στενώσει· ὃς μὴ γνοὺς τὸ τελεσθὲν ἐν εἰρκτῇ, νέων βραβείων σοι τὰς πύλας ὑπανέωγεν, ἐν αἷς εἰσεικυῖα νικητικῶς ἔψαλλες·
Ἀλληλούϊα.
Ἰερῶς φλεγομένη δροσοβόλῳ μεθέξει πυρὸς κατατολμοῦσα ὡράθης, ἐν γὰρ καμίνῳ πυρικαύστῳ ῥιφεῖσα δρόσῳ θεϊκῇ ἄφλεκτος διέμεινας, φλογίζουσα τὰς φρένας τῶν μὴ βοώντων τοιαῦτά·
Χαῖρε πυρὸς ἡ ἀκμαιοτέρα·
Χαῖρε φλογὸς ἡ εὐτονωτέρα.
Χαῖρε ἡ τῆς πλάνης τοὺς μύστας ἐλέγξασα·
Χαῖρε τῆς Τριάδος τὴν δόξαν ἐνέγκασα.
Χαῖρε δρόσος τῆς ἀθλήσεως ἡ δροσίζουσα πιστοὺς·
Χαῖρε φλὸξ ἡ καταφλέγουσα τῆς ἀπάτης τοὺς δεσμοὺς.
Χαῖρε ὅτι καμίνῳ πυριφλέκτῳ ἐῤῥίφθης·
Χαῖρε ὅτι οὐδόλως ἐν αὐτῇ κατεφλέχθης.
Χαῖρε πυρὸς τῆς πλάνης σβεστήριον·
Χαῖρε φωτὸς τοῦ θείου κειμήλιον.
Χαῖρε πιστῶν τηλαυγέστατος στῦλος·
Χαῖρε ἐχθρῶν φλογερότατος μύδρος.
Χαίροις μάρτυς πολύαθλε.
Κόῤῥην δειροτομηθεῖσα μάρτυς καὶ δεσμευθεῖσα κάλλους μετέσχες ἀθανασίας, Ἀγγελικοῖς γὰρ διακονουμένη χερσί, δεσμῶν και ἀλγημάτων θεουργικῶς ἀπολέλυσαι βοῶσα Γλυκερία, τὸ·
Ἀλληλούϊα.
Λάμψασα ἐν ἀθλήσει, θαύμασιν ὑπὲρ φύσιν ἐδόξασας λαμπρῶς τὸν σὸν Κτίστὴν, τοῖς ἐν σοὶ γὰρ παντουργικαὶς μαρμαρυγαῖς Λαοδίκιος τῷ οἰκοῦντι φώς ἀπρόσιτον προσάγεται, ἐκβοῶν πρὸς σὲ τοιαῦτα·
Χαῖρε ἀνόρθωσις πεπτωκότων·
Χαῖρε κατάπτωσις μεμηνότων.
Χαῖρε τοῦ Ἡλίου τῆς δόξης ἀμάρυγμα·
Χαῖρε τοῦ Λιβάνου ἡ θεία διάπνοια.
Χαῖρε βάθους ἡ ἐξάρασα πλάνης με ἀθλητικῶς·
Χαῖρε ὕψους ᾧ ἐνίδρυμαι ἐν Χριστῷ ὑπογραμμός.
Χαῖρε ὅτι βασάνοις ἀνηκέστοις ἐβλήθης·
Χαῖρε ὅτι τῶν πόνων δι᾿ Ἀγγέλου ἐῤῥύσθης.
Χαῖρε γερῶν ἐμῶν ἡ παραίτιος·
Χαῖρε νοῶν ἀύλων συνέστιος.
Χαῖρε τερπνὴ λαμπηδὼν εὐσεβείας·
Χαῖρε καρπὸς ζωτικῆς εὐθηνίας.
Χαίροις μάρτυς πολύαθλε.
Μέλεσι ταῖς αἰκίαις ἔδειξας ἐναντίοις τὴν δόξαν, ἧ δέδοται τοῖς Ἀγίοις· ἐν ἧ τὸ ἀσθενὲς τῆς σαρκὸς ἀμειβομένη τὸν βελίαρ κατέβαλες, καὶ ἧς ἐπεπτώκει ἐπέβης λήξεως ἄδουσα·
Ἀλληλούϊα.
Νόμῳ θεοσθενείας, μάρτυς, δι᾿ ἀσθενείας μολοῦσα κατὰ πόνων εὐκλείας, θηρῶν οὐκ ἔπτηξας τὴν ὁρμήν, ὧν τῷ δήγματι τὴν ἀφθαρσίαν ἠμφίεσαι, ἧς λαμπομένη τῇ μετοχῇ σκέπεις τοὺς βοῶντας·
Χαῖρε παρθένων ἡ ὡραιότης·
Χαῖρε μαρτύρων ἡ κοσμιότης.
Χαῖρε παθημάτων τοῦ Λόγου ἡ σύμφυτος·
Χαῖρε χαρισμάτων τῶν τούτου ἡ σύγκλητος.
Χαῖρε γλεῦκος τὸ γλυκύτατον τῆς ἀμπέλου τῆς ζωῆς·
Χαῖρε νέκταρ τὸ ἡδύτερον τοῦ χειμάῤῥου τῆς τρυφῆς.
Χαῖρε ὅτι ἐδήχθης τῶν θηρῶν τοῖς ὁδοῦσι·
Χαῖρε ὅτι ὑψώθης ἱερῶς ἐν ἀγῶσι.
Χαῖρε κανὼν τῆς θείας ἀθλήσεως·
Χαῖρε εἰκὼν ἀΰλου φρονήσεως.
Χαῖρε στοργὴ τῶν ἐν σοὶ καυχωμένων·
Χαῖρε στολὴ ἀποῤῥούντων καὶ ξένων.
Χαίροις μάρτυς πολύαθλε.
Ξένον θαῦμα ὁρῶμεν, καὶ ὅλως οὐ συνορῶμεν τὸν τρόπον, διό, μάρτυς, τί φῶμεν ; ὃ γὰρ ἐκ τάφου μύρον βρύει τοῦ σοῦ τῆς Ἐκκλησίας κατευφραίνει τὸ πρόσωπον· τίς οὖν ὁ ἐνεργῶν ἐν σοί; ἀλλ᾽ ἢ ᾧ βοῶμεν·
Ἀλληλούϊα.
Ὅλη ἡγιασμένη, ἀρωμάτων τῷ μένει ἐν κήπῳ τῆς ἀθλήσεως ἔστης καὶ τῶ ποιμαίνοντι ἐν κρίνοις, τῶν στιγμάτων τὰ ἄνθη ἐγεώργησας, ὃς εἰς ταμεῖον εἰσενεγκὼν σε, ἡμᾶς πείθει βοᾶν σοι·
Χαῖρε Χριστοῦ ἀκήρατος νύμφη·
Χαῖρε πιστῶν ἀήττητος νίκη.
Χαῖρε ἀρωμάτων τῶν θείων διάδοσις·
Χαῖρε μοχθισμάτων τῶν χείρω διάλυσις.
Χαῖρε εὔοσμον ὀσφράδιον τοῦ Σωτῆρος Ἰησοῦ·
Χαῖρε εὔπνοον θυμίαμα Παραδείσου νοητοῦ.
Χαῖρε ὅτι ἐχρίσθης τῆς θεώσεως μύρῳ·
Χαῖρε ὅτι ὀψώθης μυροχεύμονε τόπῳ.
Χαῖρε ᾿Εδὲμ, μυρίπνουν ἀνάθημα·
Χαῖρε ἡμῶν ἡδύόπνουν διάδημα.
Χαῖρε ζωῆς εὐωδία ἀφθάρτου·
Χαῖρε τροπὴ δυσωδίας γηΐνου.
Χαίροις μάρτυς πολύαθλε.
Ποῦ ποιμαίνεις νυμφίε; οὗ ἐφίεμαι πίστει οὗ σφόδρα μετασχεῖν ἐρῶμαι; δεῖξον μοι τὴν ὄψιν σου, ἀκούτισόν μοι τὴν φωνὴν σου, ὅτι πλήρης ἀγαθῶν ἐστί. Οὕτως ἐβόα ἐν ἀγῶσιν ἡ μάρτυς ἄδουσα·
Ἀλληλούϊα
Ῥεῖθρα τῶν σῶν αἱμάτων ὡς μύρα ἀγωνισμάτων ἐβόας προσάγουσα ζωῆς τῷ μύρῳ, εἰς ὀσμὴν μύρων ἔδραμον τῶν σῶν, ὅτι ὀσμὴ δώρων σοὺ ὑπὲρ πάντα, ἀρώματα, ὧν τῆς ὀσμῆς τρυφῶσα ἀκούεις·
Χαῖρε ἢ αὖρα μυροβλυσίας·
Χαῖρε τὸ ἄνθος θεοδοσίας.
Χαῖρε μυροφόρων ὀρέων ἀπόῤῥοια·
Χαῖρε θεοῤῥύτων ὁδάτων ἀπόσταγμα.
Χαῖρε κῆπος, ὃς ἐξήνθησε. χαρισμάτων μυρισμόν·
Χαῖρε κρήνη, ἣ ἐξέβλυσε ἀρωμάτων σταλαγμόν.
Χαῖρε ὅτι ἐδείχθης μυροσκεύαστον κρᾶμα·
Χαῖρε ὅτι βλυστάνεις ζωομύριστον νᾶμα.
Χαῖρε ζωῆς ἀνθοῦσα ἡδύπνοιαν·
Χαῖρε φυτῶν εὐπνόων ἀνέχουσα.
Χαῖρε λειμὼν ἐαρινῶν φυάδων·
Χαῖρε θημὼν ῥοδομιγῶν στιδάδων.
Χαίροις μάρτυς πολύαθλε.
Σὺ μου κράτος καὶ νίκη, ὦ γλυκεῖα εὐθύτης, ἐβόα ἡ μάρτυς τῷ Σωτῇρι· καρδιωθεῖσα γὰρ πόθῳ τῷ σῷ ἀπὸ λιβάνου φθεγγομένη ἥκω σοι· εἰσάγαγέ με εἰς οἶκον οἴνου ζωῆς σοι, ψάλλουσαν·
Ἀλληλούϊα.
Τὶς αὕτη ἐξ ἐρήμου εἰς τὸν οἶκον Κυρίον ὡς στελέχη οἴκοῦσα ἀτμοῦ μύρου; ἡ τῆς Γλυκερίας ἐστὶ ψυχή, ἧς τὸ ἱμάτιον φρέαρ πλῆρες ζῶντος ὕδατος, ἐξ οὗ γλυκαινόμενοι ἐκβοῶμεν·
Χαῖρε φιάλη τῶν ἀρωμάτων·
Χαῖρε δοχεῖον τῶν μυρευμάτων.
Χαῖρε τῆς καρύας τοῦ. κήπου ὁ ῥάδαμνος·
Χαῖρε τῆς κασίας θεόφυτος κάλαμος.
Χαῖρε σκηνὴ ἡ ῥοδανθείας γέμουσα μυρεψυκῶν·
Χαῖρε ἄγγος ὅ ἐμπέπλησται μύρων τῶν πνευματικῶν.
Χαῖρε ὅτι ἐκπνέεις ἡδυσμὸν εὐφροσύνης·
Χαῖρε ὅτι ἐκρέεις μύρον ἁγιωσύνης.
Χαῖρε Συρίας εὔοσμον βάλσαμον·
Χαῖρε ρανὶς ἀνθεμοῤῥύτου μύρου·
Χαῖρε ψεκὰς ἐξ’ Ἀερμὼν ἁγίου.
Χαίροις μάρτυς πολύαθλε.
Ὑπελθοῦσα ἀρίστως καινισμὸν τῶν Ἁγίων καὶ αἵματι λουσθεῖσα Μαρτύρων, εἰς δρόσον ἐξῆλθες ζωῆς, καὶ ἐπὶ ὄρη ἀρωμάτων ἐσκήνωσας, ὧν αἱ ἀποστολαὶ γλυκασμὸς μετὰ πρώτων μύρων, μέλπουσα·
Ἀλληλούϊα.
Φλέγει στίφη δαιμόνων ἡ ὀσμὴ τοῦ σοῦ μύρου, καὶ λύει τὴν φθορὰν ἀλγηδόνῶν, τὴν ζωοποιὸν γάρ χάριν λαβών, διαπαντὸς ἐνεργεῖ τοῖς χριομένοις ἑκάστοτε, ἐν ᾧ εὐφραινόμενοι, ἐκβοῶμεν σύ·
Χαῖρε τὸ μῦρον τῆς Ἐκκλησίας·
Χαῖρε τὸ κρίνον τῆς ἀφθαρσίας.
Χαῖρε ἀνθηφόρος τοῦ Πνεύματος ἄρουρα·
Χαῖρε δι᾿ ἧς τὴν πίστιν ἐγεώργησας.
Χαῖρε νάρδον τὸ πυρίολβον ἀθανάτου μετοχῆς·
Χαῖρε μέλι τὸ χεόμενον ἐκ τῆς πέτρας τῆς κοινῆς.
Χαῖρε οἶνος ἀνθίτης ψυχικὴ ἀμβροσία·
Χαῖρε σμύρνα εὐώδης καὶ στακτὴ καὶ κασία.
Χαῖρε πολλῶν ρόδων ἡ ἐκπίεσις·
Χαῖρε τερπνῶν ναρκίσσων ἡ ἐπίχυσις.
Χαῖρε ἱδρὼς μυροβόλων καμάτων·
Χαῖρε σταγὼν μυροσταγῶν χαρισμάτων.
Χαίροις μάρτυς πολύαθλε.
Χάριν κέκτησαι θείαν πρὸς Χριστοῦ μακαρία, ᾧ ὡς προῖκα ἤγαγες, σὰς ἄριστείας, ἐν πόλῳ μὲν λαμπρῶς θεουμένη, ἐν γῇ δὲ μυροχεύμων δεικνυμένη πηγή, ὦ θαύματος! Ψάλλουσα Θεῷ·
Ἀλληλούϊα.
Ψάλλας σου τοὺς ἀγῶνας καὶ τῶν μύρων τὴν δόξαν χείλεσιν ἀκαθάρτοις ὁ τάλας, ρυσθείην τῆς τῶν παθῶν ἀποφορᾶς καὶ τῆς ζωτικῆς ὀσμῇς μεθαίξαιμι μαρτυρικῇ σου παῤῥησία τοῦ βοᾶν σοι καὶ αὖθις·
Χαῖρε πηγὴ δαψιλὴς θαυμάτων·
Χαῖρε ῥοὴ ψυχικῶν ναμάτων.
Χαῖρε μυροθήκη τῆς θείας χρηστότητος·
Χαῖρε εὐπρεπείας τοῦ Λόγου συνόμιλος.
Χαῖρε ὅτι μύρων ἔδραμες εἰς ὀσμὴν τῶν τοῦ Χριστοῦ·
Χαῖρε ὅτι ρεῖ πανεύοσμον μύρον τάφου ἔκ τοῦ σοῦ.
Χαῖρε τῆς Ἐκκλησίας ἡ στηρέμνιος βάσις·
Χαῖρε τῆς Ἡρακλείας ἡ μυροφεγγὴς φαῦσις.
Χαῖρε δι΄ ἧς φωτὸς πληρωθήσομαι·
Χαῖρε ψυχῆς τῆς ἐμῆς εὐωδία·
Χαῖρε νοὺς τοῦ ἐμοῦ θυμηδία.
Χαίροις μάρτυς πολύαθλε.
Ὧ σεμνὴ ἀθληθόρε τῆς ζωῆς μυροδόχε, Χριστῷ ἡ παρεστῶσα, ἀλήκτως τὰς ἡμῶν δεχομένη λιτάς, τῆς αἰωνίου λύτρωσαι κολάσεως θεολέκτοις λιταῖς σου, τοὺς ψάλλοντας τῷ τῶν ὅλων Θεῷ·
Ἀλληλούϊα.
Καὶ αὖθις τὸ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆς παρθενίας τὸν λειμῶνα τὸν μυρίπνοον, ἐξ οὗ χαρίτων τὰς ἀῤετὰς ἐπικαρπούμεθα, τὴν θεόφρονα τιμήσωμεν Γλυκερίαν.Νυμφευθεῖσα τῷ Χριστῷ γὰρ δι᾽ ἀθλήσεως, διασώζει ἀπὸ πάσης περιστάσεως, τοὺς κραυγάζοντας· χαῖροις μάρτυς πολύαθλε.
Δίστιχον·
Γλεύκους νοητοῦ Γλυκερία με πλῆσον
τὸν σοὶ βοῶντα Γεράσιμον τὸ χαῖρε.